Migne Reading Room

PG 24 · cols. 1008–1017 · Read from the page

On Ecclesiastical theology

On Ecclesiastical theology

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 24:1008Read from the page
ὑμῖν, ἵνα ᾖ μεθ' ὑμῶν εἰς τὸν αἰῶνα, τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ ὁ κόσμος οὐ δύναται λαβεῖν. Ὁρᾷς ὅπως τὸ Πνεῦμα τὸ Παράκλητον ἕτερον εἶναί φησι καὶ ἄλλο παρ' ἑαυτόν· εἰ δὲ ἐμφυσήσας τοῖς μαθηταῖς εἶπε· Λάβετε Πνεῦμα ἅγιον, οὐ χρὴ ἀγνοεῖν, ὡς τὸ μὲν ἐμφύσημα καθαρτικόν πως ἦν τῆς τῶν ἀποστόλων ψυχῆς, ἐπιτηδείους αὐτοὺς παρασκευάζον τῆς τοῦ ἁγίου Πνεύματος ὑποδοχῆς. Οὐ γὰρ εἰς τὸ πρόσωπον αὐτῶν ἐμφυσῆσαι λέγεται, οὐδ' ὅτι πνοὴν ζωῆς, οὐδ' ὅτι Πνεῦμα ἅγιον, ὡς ἐπὶ τοῦ Ἀδὰμ ἀναγέγραπται, ὅτι ἐνεφύσησεν ὁ Θεὸς εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς, ἀλλ' ἐμφυσῆσαι μὲν εἴρηται πρότερον, ἔπειτα εἰπεῖν, Λάβετε Πνεῦμα ἅγιον· τὸ δὲ διδόναι αὐτὸν τὸ Πνεῦμα πάλιν ἕτερον αὐτὸν παρίστη τοῦ διδομένου. Οὐκ ἂν γὰρ ὁ αὐτὸς ἦν ὁ διδοὺς, καὶ τὸ διδόμενον· ἀλλ' ὁ μὲν παρέχω⟨…⟩ Σωτὴρ, τὸ δὲ διδόμενον τὸ ἅγιον ⟨…⟩ λαμβάνοντες οἱ ἀπόστολοι, τὸ δὲ ἐμ⟨…⟩τικὸν, ὡς ἔφην, τῶν ἀποστόλων, ἢ καὶ ⟨…⟩ς μεταδόσεως τοῦ ἁγίου Πνεύματος, ἑκατέρως ⟨…⟩εῖν δυνατόν. Πλὴν ἐκ τούτων δείκνυται ἕτερον ὑπάρχον παρ' αὐτὸν τὸ ἅγιον Πνεῦμα, ὡς καὶ διὰ τῶν ἐπιφερομένων, δι' ὧν πάλιν ἀναγέγραπται φήσας, Ἐάν τις ἀγαπᾷ με, τὸν λόγον μου τηρήσει, καὶ ὁ Πατήρ μου ἀγαπήσει αὐτὸν, καὶ πρὸς αὐτὸν ἐλευσόμεθα, καὶ μονὴν παρ' αὐτῷ ποιησόμεθα. Οἷς ἐπιφέρει· Ταῦτα λελάληκα ὑμῖν παρ' ὑμῖν μένων, ὁ δὲ Παράκλητος τὸ Πνεῦμα τὸ ἅγιον, ὃ πέμψει ὁ Πατήρ μου ἐν τῷ ὀνόματί μου, ἐκεῖνος ὑμᾶς διδάξει πάντα καὶ ὑπομνήσει ὑμᾶς πάντα ὅσα εἶπον ὑμῖν. Ἀκούεις ὅπως πληθυντικῷ κέχρηται τρόπῳ τὸ, Ἐλευσόμεθα, καὶ μονὴν παρ' αὐτῷ ποιησόμεθα, περὶ αὐτοῦ καὶ τοῦ Πατρὸς φήσας, καὶ ὡς περὶ τοῦ ἁγίου Πνεύματος διαλαλῶν, ὡς περὶ ἑτέρου ἔλεγε τὸ, Ἐκεῖνος ὑμᾶς διδάξει πάντα. Τοιοῦτον δὲ ἦν καὶ τὸ, Ἐγὼ ἐρωτήσω τὸν Πατέρα καὶ ἄλλον Παράκλητον δώσει ὑμῖν, ἵνα μεθ' ὑμῶν ᾖ εἰς τὸν αἰῶνα, τὸ Πνεῦμα τῆς ἀληθείας. Οὐκοῦν ἕτερος ἦν παρ' αὐτὸν ὁ Παράκλητος, περὶ οὗ τὰ τοσαῦτα ἐδίδασκεν. Εἰκότως οὖν αὖθις προσετίθει λέγων· Ταῦτα λελάληκα ὑμῖν παρ' ὑμῖν μένων, ὁ δὲ Παράκλητος, τὸ Πνεῦμα τὸ ἅγιον, ὃ πέμψει ὁ Πατήρ μου ἐν τῷ ὀνόματί μου, ἐκεῖνος ὑμᾶς διδάξει πάντα, καὶ ὑπομνήσει ὑμᾶς πάντα ὅσα εἶπον.
to you, that He may be with you for ever, the Spirit of truth, Whom the world cannot receive. Do you see how He says that the Spirit the Paraclete is other and distinct beside Himself? And if having breathed upon the disciples He said: Receive the Holy Spirit, one ought not to be ignorant that the breathing was in some way purgative of the soul of the apostles, rendering them fit for the reception of the Holy Spirit. For He is not said to have breathed into their face, nor breath of life, nor Holy Spirit, as in the case of Adam it stands written that God breathed into his face breath of life; rather He is first said to have breathed, and thereafter to have spoken, Receive the Holy Spirit; and His giving the Spirit again showed Him to be other than that which was given. For the giver and that which is given could not have been the same; rather the one bestowing⟨…⟩ the Saviour, and that which was given, the Holy ⟨…⟩ those receiving, the apostles, while the breath⟨…⟩tive, as I said, of the apostles, or else ⟨…⟩ communication of the Holy Spirit, in either way it is possible to ⟨…⟩. Nevertheless from these things the Holy Spirit is shown to exist as other beside Him, as also through what follows, wherein again He stands recorded as having said, If anyone loves Me, he will keep My word, and My Father will love him, and We will come to him, and make Our abode with him. To which He adds: These things I have spoken to you while abiding with you; but the Paraclete, the Holy Spirit, Whom My Father will send in My name, that One will teach you all things and will remind you of all things that I said to you. You hear how He has used the plural form in the saying, We will come, and make Our abode with him, speaking concerning Himself and the Father, and when discoursing concerning the Holy Spirit, as concerning another He uttered the saying, That One will teach you all things. Of such a kind too was the saying, I will ask the Father and He will give you another Paraclete, that He may be with you for ever, the Spirit of truth. Therefore the Paraclete, concerning Whom He taught such great things, was other beside Him. Reasonably therefore He again added, saying: These things I have spoken to you while abiding with you; but the Paraclete, the Holy Spirit, Whom My Father will send in My name, that One will teach you all things, and will remind you of all things that I said.
Ἐγὼ μὲν γὰρ τέως ταῦθ' ὑμῖν λελάληκα, φησὶ, τὸ δὲ Πνεῦμα τῆς ἀληθείας, ὃ καὶ αὐτὸ πέμψει ὁ Πατήρ μου, πάντα ὑμᾶς διδάξει, ὅσα νῦν οὐ μεμαθήκατε διὰ τὸ μὴ χωρεῖν ὑμᾶς. Ἀλλ' ἐκεῖνος ἐλθὼν, λέγω δὲ ὁ Παράκλητος, ἀναπληρώσει τὴν διδασκαλίαν, μετὰ τοῦ καὶ τῶν νῦν λεγομένων ὑπ' ἐμοῦ μνήμην ὑμῖν ἐμποιῆσαι. Καὶ αὖθις ἐπάγει· « Ὅταν δὲ ἔλθῃ ὁ
For I indeed for the present have spoken these things to you, He says, whereas the Spirit of truth, Whom likewise My Father will send, will teach you all things, whatever you have not learned now on account of your not having capacity for them. Yet when that One comes, I mean the Paraclete, He will fill up the teaching, along with also implanting in you remembrance of the things now spoken by Me. And again He adds: "But when there comes the
PG 24:1009Read from the page
« Παράκλητος, ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ Πατρὸς, τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ, » δι' ὧν ἁπάντων σαφῶς παρίστησιν ἐκεῖνον τὸν ὑπ' αὐτοῦ πεμπόμενον, καὶ τὸν μέλλοντα περὶ αὐτοῦ μαρτυρεῖν ἕτερον εἶναι παρ' ἑαυτόν. Ἐπεξεργάζεται δὲ τὸν λόγον ἔτι μᾶλλον, καὶ δι' ὧν ἐπιλέγει, ἀλλ' Ἐγὼ τὴν ἀλήθειαν λέγω ὑμῖν, συμφέρει ὑμῖν ἵνα ἐγὼ ἀπέλθω, ἐὰν γὰρ μὴ ἀπέλθω, ὁ Παράκλητος οὐκ ἔρχεται πρὸς ὑμᾶς. Ἐὰν δὲ πορευθῶ, πέμψω αὐτὸν πρὸς ὑμᾶς. Ἀπελθεῖν δὲ ἑαυτὸν λέγων ἐν τούτοις τε τὸ πάθος ἑαυτοῦ ἐσήμαινε καὶ τὴν μετὰ τοῦτο πρὸς τὸν Πατέρα ἄνοδον. Τίς οὖν οὕτως ἠλίθιος, ὡς μετὰ τοσαύτας φωνὰς ἕνα καὶ τὸν αὐτὸν εἶναι φάναι. Τὸν τλῦτα λέγοντα καὶ τὸν περὶ οὗ ταῦτ' ἔλεγεν, ἀκούων αὐτοῦ σαφῶς διοριζομένου τὴν ἀλήθειαν φάσκειν, καὶ τίς ἡ ἀλήθεια παριστῶντος ὡς εἰ μὴ ἀπέλθοι αὐτὸς, μὴ ἂν ποτὲ ἕξειν τὸ ἅγιον Πνεῦμα. Εἰ δέ ποτε μὲν τὸν Πατέρα πέμψειν τὸ Πνεῦμα τὸ ἅγιον, ποτὲ δὲ ἑαυτὸν διορίζεται, οὐκ ἐναντία δήπουθε διδάσκει· πάντα γὰρ ὅσα ἂν βλέπῃ τὸν Πατέρα ποιοῦντα, ταῦτα ὁμοίως καὶ ὁ Υἱὸς ποιεῖ· καὶ καθὼς ἀκούει, κρίνει. Διὸ τῇ τοῦ Πατρὸς κρίσει, ὅτε καὶ βούλεται ὁ Πατὴρ, τηνικαῦτα ὁ Υἱὸς καὶ δι' αὐτοῦ ὁ Σωτὴρ ἀποστέλλει τοῖς αὐτοῦ μαθηταῖς τὸ Πνεῦμα τῆς ἀληθείας τὸ Παράκλητον, πρὸς τὸ παρακαλεῖν αὐτοὺς καὶ παραμυθεῖσθαι ἐφ' οἷς κηρύττοντες τὸ Εὐαγγέλιον ὑπὸ τῶν ἐλαυνόντων αὐτοὺς ἔπασχον. Οὐ μόνον δὲ πρὸς τὸ παρακαλεῖν αὐτοὺς, ἀλλὰ καὶ πρὸς τὸ διδάξαι αὐτοὺς πᾶσαν τὴν ἀλήθειαν τῆς καινῆς διαθήκης, ἣν οὐκ ἐχώρουν ὑπὸ τοῦ Σωτῆρος διδάσκεσθαι, ὁπηνίκα ταῦτα αὐτοῖς ὡμίλει διὰ τὸ ἔτι τῇ Ἰουδαϊκῇ δεδουλῶσθαι ἀγωγῇ. Ταῦτα δὲ ἔργοις ἐπλήρου μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν αὐτοῦ, μεθ' ἣν εἰπὼν τῇ Μαρίᾳ, Μή μου ἅπτου, οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν Πατέρα μου. Μετὰ ταῦτα ἅτε δὴ ἀνεληλυθὼς πρὸς τὸν Πατέρα, τοῖς μαθηταῖς ὤφθη, τοῦ ἁγίου Πνεύματος ἀπεσταλμένου καὶ συνόντος αὐτοῦ, ἑτοιμοῦ τε παρεστῶτος εἰς ἣν τέτακται διακονίαν, ὅτε καὶ ἅψασθαι αὐτοῦ ἐπιτρέπει. Τότε γὰρ αὐτοῖς ἐνεφύσησε καὶ τότε μέρος τι χαρίσματος τοῦ ἁγίου Πνεύματός αὐτοῖς, τὸ τῆς ἀφέσεως τῶν ἁμαρτημάτων ποιητικὸν ἐδίδου· διαιρέσεις γὰρ χαρισμάτων εἰσὶν ὧν ἐκ μέρους μὲν αὐτοῖς ἐδωρεῖτο, τότε συνὼν καὶ παρὼν αὐτοῖς Μετὰ δὲ ταῦτα μείζονος αὐτοὺς καὶ τελεωτέρας δυνάμεως ἐπλήρου· περὶ ἧς ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων πρὸς αὐτοὺς ἔφη, Ὑμεῖς δὲ ἐξ ὕψους δύναμιν ἐπελθόντος τοῦ ἁγίου Πνεύματος ἐφ' ὑμᾶς, ὅτε καὶ βαπτήσεσθαι αὐτοὺς ἐν Πνεύματι ἁγίῳ ἐπηγγέλλετο, ὃ δὴ καὶ αὐτὸ ἐπληροῦτο μετὰ τὴν ἀνάληψιν αὐτοῦ κατὰ τὴν ἡμέραν τῆς Πεντηκοστῆς
Paraclete, Whom I will send to you from the Father, the Spirit of truth, Who proceeds from the Father, that One will bear witness concerning Me," through all of which He clearly establishes that that One sent by Him, and about to bear witness concerning Him, is other beside Himself. And He elaborates the argument still further also through what He subjoins: But I tell you the truth, it is expedient for you that I go away; for if I do not go away, the Paraclete does not come to you; but if I go, I will send Him to you. Now in saying that He Himself goes away, in these words He signified both His passion and His ascent after this to the Father. Who then is so foolish as, after utterances so many, to affirm that He Who speaks these things and He concerning Whom He spoke these things are one and the same, hearing Him clearly defining that He speaks the truth, and presenting what the truth is, namely that unless He Himself went away, they would never have the Holy Spirit? And if at one time He defines that the Father will send the Holy Spirit, and at another time that He Himself will, He doubtless teaches nothing contradictory; for all things whatever He sees the Father doing, these likewise the Son also does; and even as He hears, He judges. Wherefore by the judgement of the Father, and whenever the Father wills, then the Son and through Him the Saviour sends forth to His disciples the Spirit of truth, the Paraclete, towards comforting them and consoling them over the things they suffered from those who persecuted them as they proclaimed the Gospel; and not only towards comforting them, but also towards teaching them all the truth of the new covenant, which they were not capable of being taught by the Saviour when He conversed with them on these matters, on account of their still being enslaved to the Jewish training. And these things He fulfilled in deeds after His resurrection from the dead, after which He said to Mary, Do not touch Me, for I have not yet ascended to My Father. After these things, inasmuch as having now ascended to the Father, He appeared to the disciples, the Holy Spirit having been sent forth and being with Him, and standing ready beside Him for the ministry to which It is appointed, when He also permits them to touch Him. For then He breathed upon them and then gave them a certain portion of a gift of grace of the Holy Spirit, that which is productive of the remission of sins; for there are distributions of gifts of grace, of which in part indeed He bestowed upon them, when then with them and present with them. And after these things He filled them with a greater and more perfect power; concerning which in the Acts of the Apostles He said to them, But you [shall receive] power from on high when the Holy Spirit has come upon you, when He also promised that they would be baptized in the Holy Spirit, which very thing too was fulfilled after His ascension on the day of Pentecost
Notes, col. 1009

On the reading

Printed φάναι. Τὸν, for φάναι, τὸν.

Printed τλῦτα, for ταῦτα.

Printed ἑτοιμοῦ, for ἑτοίμου.

Printed Πνεύματός αὐτοῖς, for Πνεύματος αὐτοῖς.

Printed αὐτοῖς Μετὰ, for αὐτοῖς. Μετὰ.

Printed βαπτήσεσθαι, for βαπτισθήσεσθαι.

PG 24:1012Read from the page
ἀποσταλέντος αὐτοῖς τοῦ ἁγίου Πνεύματος ταῖς αὐτοῦ φωναῖς ἀκολούθως. Πλείονος δὲ ἐξεργασίας καὶ σαφηνείας δεομένων τῶν κατὰ τὸν τόπον, οὐ νῦν ἐπεξιέναι καιρὸς τῇ τῆς ἐξετάσεως ἀκριβείᾳ, ἐπεὶ μηδὲ τοῦθ' ἡμῖν πρόκειται, Παραστῆναι δ' ἐχρῆν ἕτερον εἶναι τοῦ Υἱοῦ τὸ παράκλητον Πνεῦμα, ὃ δὴ καὶ ἀπεδείχθη διαφόρως, δι' ὧν αὐτὸς ἐπαίδευσεν ὁ Σωτὴρ, πρός τε τοῖς ἄλλοις καὶ ἐν οἷς ἔλεγεν, Ἔτι πολλὰ ἔχω λέγειν ὑμῖν, ἀλλ' οὐ δύνασθε βαστάζειν ἄρτι, ὅταν δὲ ἔλθῃ τὸ Πνεῦμα τῆς ἀληθείας, διηγήσεται ὑμῖν τὴν ἀλήθειαν πᾶσαν. Οὐ γὰρ ἀφ' ἑαυτοῦ λαλήσει, ἀλλ' ὅσα ἀκούσῃ· καὶ τὰ ἐρχόμενα ἀναγγελεῖ ὑμῖν· ἐκεῖνος ἐμὲ δοξάσει, ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται, καὶ ἀναγγελεῖ ὑμῖν. Ἐν οἷς πάλιν ἃ μὴ αὐτὸς ἐδίδαξε, ταῦτα μαθήσεσθαι τοὺς αὐτοῦ μαθητὰς ὑπὸ τοῦ ἁγίου Πνεύματος ἐπαγγέλλεται· ὡς περὶ ἑτέρου λέγων τὸ, Ὅταν ἔλθῃ ἐκεῖνος, καὶ τὸ, Οὐ γὰρ ἀφ' ἑαυτοῦ λαλήσει, καὶ τὸ, Ἐκεῖνος ἐμὲ δοξάσει, καὶ ἔτι τὸ, Ἐκ τοῦ ἐμοῦ λήψεται· ταῦτα γὰρ πάντα ὑπολαμβάνειν τὸν Σωτῆρα αὐτὸν περὶ ἑαυτοῦ λέγειν, δεινὴ καὶ δυσθεράπευτος συνήθεια. Ἀλλὰ γὰρ σαφῶς διὰ τούτων αὐτὸς ὁ Σωτὴρ τὸ Πνεῦμα τὸ ἅγιον ἕτερον ὑπάρχειν παρ' ἑαυτὸν ἐδίδαξε, τιμῇ μὲν καὶ δόξῃ καὶ πρεσβείοις ὑπερέχον καὶ κρεῖττον καὶ ἀνώτερον πάσης τῆς νοερᾶς καὶ λογικῆς τυγχάνον οὐσίας· διὸ καὶ συμπαρείληπται τῇ ἁγίᾳ καὶ τρισμακαρίᾳ Τριάδι· ὑποβεβηκός γε μὴν εἶναι αὐτοῦ. Ὁ δὴ παρίστη εἰπὼν, Οὐ γὰρ ἀφ' ἑαυτοῦ λαλήσει, ἀλλ' ὅσα ἀκούσει λαλήσει. Παρὰ τίνος δὲ ἀκούσει, διασαφεῖ λέγων· Ἐκ τοῦ ἐμοῦ λήψεται· καὶ ἀναγγελεῖ ὑμῖν. Ἐκ τοῦ ἐμοῦ δηλαδὴ θησαυροῦ. Ἐν αὐτῷ γάρ εἰσι πάντες οἱ θησαυροὶ τῆς σοφίας καὶ γνώσεως ἀπόκρυφοι. Αὐτὸς μὲν οὖν, ἅτε Υἱὸς μονογενὴς, παρὰ τοῦ Πατρὸς λαμβάνει, καὶ παρὰ τοῦ Πατρὸς ἀκούει, τὸ δὲ Πνεῦμα τὸ ἅγιον παρ' αὐτοῦ χορηγεῖται· διό φησιν, Ἐκ τοῦ ἐμοῦ λήψεται, καὶ ἀναγγελεῖ ὑμῖν. Λέγεται μὲν οὖν καὶ ὁ ἐπὶ πάντων Θεὸς Πνεῦμα, ὡς αὐτὸς ἐδίδαξεν ὁ Σωτὴρ, εἰπὼν, Πνεῦμα ὁ Θεὸς, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν. Καὶ ἔσται ἀληθῶς Ἅγιος ἁγίων αὐτὸς καὶ ἐν ἁγίοις ἀναπαυόμενος. Ἀλλὰ καὶ ὁ Υἱὸς τοῦ Θεοῦ Πνεῦμα ὢν τυγχάνει, καὶ Πνεῦμα καὶ αὐτὸς ἁγίων ἅγιον, εἰ δὴ εἰκών ἐστι τοῦ ἀοράτου. Διὸ καὶ περὶ αὐτοῦ λέλεκται, Ὁ δὲ Κύριος τὸ Πνεῦμά ἐστι· καὶ, Πνεῦμα πρὸ προσώπου ἡμῶν Χριστὸς Κύριος. Ἀλλὰ γὰρ τοῦ ἁγίου Πνεύματος ἑτέρου ὄντος παρὰ τὴν Πατέρα καὶ τὸν Υἱὸν, τὸ ἰδίωμα παριστὰς ὁ Σωτὴρ κέκληκεν αὐτὸ Παράκλητον, τὸ κοινὸν τῆς ὁμωνυμίας ἀφορίζων διὰ τῆς τοῦ Παρακλήτου προσηγορίας, ἐπεὶ καὶ
when the Holy Spirit was sent forth to them in accordance with His utterances. Now since the matters at this place stand in need of fuller elaboration and clearness, it is not now the season to go through them with exactness of inquiry, since neither is this set before us; rather what was needful was to establish that the Paraclete Spirit is other than the Son, which indeed was also demonstrated in diverse ways through the things the Saviour Himself taught, both beside other things and wherein He said, I still have many things to say to you, yet you cannot bear them now; but when the Spirit of truth comes, He will recount to you all the truth. For He will not speak from Himself, but whatever things He hears; and He will announce to you the things to come; that One will glorify Me, because He will receive of Mine, and will announce it to you. Wherein again the things which He Himself did not teach, He promises that His disciples shall be taught by the Holy Spirit; speaking as concerning another the saying, When that One comes, and the saying, For He will not speak from Himself, and the saying, That One will glorify Me, and further the saying, Of Mine He will receive; for to suppose that the Saviour Himself says all these things concerning Himself is a terrible and hard-to-cure habit. Nay indeed, clearly through these things the Saviour Himself taught that the Holy Spirit exists as other beside Himself, excelling in honour and glory and privileges, and happening to be better and higher than every intellectual and rational substance; wherefore also It has been taken together into the holy and thrice-blessed Trinity; yet nevertheless is subordinate to Him. Which indeed He established when He said, For He will not speak from Himself, but whatever things He will hear He will speak. And from Whom He will hear, He makes plain by saying: Of Mine He will receive; and will announce it to you: that is to say, out of My treasury. For in Him are all the hidden treasures of wisdom and knowledge. He Himself, therefore, inasmuch as He is only-begotten Son, receives from the Father and hears from the Father, while the Holy Spirit is supplied from Him; wherefore He says, Of Mine He will receive, and will announce it to you. Now the God over all too is called Spirit, as the Saviour Himself taught, saying, God is Spirit, and those who worship Him must worship in spirit and truth. And He Himself will truly be Holy of holies and resting among the holy ones. Yet the Son of God also happens to be Spirit, and He Himself too a Spirit holy of holies, seeing that He is the image of the invisible One. Wherefore concerning Him also it has been said, Now the Lord is the Spirit; and, A Spirit before our face is Christ the Lord. Yet because the Holy Spirit is other beside the Father and the Son, the Saviour, presenting Its distinctive property, has called It Paraclete, marking off what is common in the shared name through the appellation of the Paraclete, since even
Notes, col. 1012

On the reading

Printed πρόκειται, Παραστῆναι, for πρόκειται. Παραστῆναι.

Printed Ὁ δὴ παρίστη, for Ὃ δὴ παρίστη.

Printed τὴν Πατέρα, for τὸν Πατέρα.

PG 24:1013Read from the page
αἱ ἀγγελικαὶ δυνάμεις εἶεν ἂν πνεύματα· Ὁ γὰρ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα εἴρηται. Ἀλλ' οὐδὲν τούτων ἐξισοῦσθαι δύναται τῷ Παρακλήτῳ Πνεύματι· διὸ τῇ ἁγίᾳ καὶ τρισμακαρίᾳ Τριάδι μόνον τοῦτο συμπαρείληπται, οὐκ ἄλλως τοῦ Σωτῆρος τοῖς ἀποστόλοις αὐτοῦ διαταξαμένου τὸ μυστήριον τῆς παλιγγενεσίας πᾶσιν τοῖς ἐξ ἐθνῶν εἰς αὐτὸν πιστεύουσι παραδιδόναι, ἢ βαπτίζοντας αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος· τοῦ μὲν Πατρὸς αὐθεντοῦντος καὶ δωρουμένου τὴν χάριν, τοῦ δὲ Υἱοῦ ταύτη διακονουμένου· Ἡ γὰρ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο, τοῦ δὲ ἁγίου Πνεύματος, δηλαδὴ τοῦ Παρα-
the angelic powers might be spirits; for it has been said, Who makes His angels spirits. Yet none of these can be set on an equality with the Paraclete Spirit; wherefore this alone has been taken together into the holy and thrice-blessed Trinity, the Saviour having enjoined His apostles on no other terms to hand down the mystery of regeneration to all those from the nations who believe in Him than by baptizing them into the name of the Father and of the Son and of the Holy Spirit: the Father holding sovereign authority and bestowing the grace, and the Son ministering to this; For grace and truth came through Jesus Christ; while the Holy Spirit, that is to say the Para-
ΚΕΦ. Ϛʹ.
Chapter VI.
Ὅπως ἡ Ἐκκλησία περὶ Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος φρονεῖν παραδίδωσιν.
How the Church hands down to think concerning Father and Son and Holy Spirit.
Τὸ μὲν οὖν ἅγιον Πνεῦμα μόνοις ἁγίοις ἐμφιλοχωρεῖν πέφυκε, διὰ τοῦ Υἱοῦ χορηγούμενον, οἷς ἂν ὁ Πατὴρ κρίνειεν. Καὶ τοῦτ' ἂν εἴη ἔργον αὐτοῦ, τὸ πάντας ἁγιάζειν, οἷς ἂν ἑνός τινος ἢ καὶ πλειόνων μεταδιδῷ τῶν ἐν αὐτῷ χαρισμάτων, ὡς καὶ προφήτας καὶ ἀποστόλους καὶ πᾶσαν θεοφιλῆ ψυχὴν, εἰκὸς δὲ καὶ τὰς κρείττους καὶ θείας δυνάμεις τῆς ἐξ αὐτοῦ μεταλαμβάνειν ἁγιότητος· ὁ δὲ Υἱὸς μόνος πατρικῇ θεότητι τετιμημένος ποιητικὸς ἂν εἴη καὶ δημιουργικὸς τῆς τῶν γενητῶν ἁπάντων, ὁρατῶν τε καὶ ἀοράτων καὶ δὴ καὶ αὐτῆς τῆς τοῦ Παρακλήτου Πνεύματος ὑπάρξεως· Πάντα γὰρ δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν· καὶ, Ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα, τὰ ἐν τοῖς οὐρανοῖς, καὶ τὰ ἐπὶ τῆς γῆς, εἴτε ὁρατὰ, εἴτε ἀόρατα. Ὁ δὲ ἐπέκεινα τῶν ὅλων Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἄῤῥητόν τι ὢν ἀγαθὸν, καὶ παντὸς λογισμοῦ καὶ διανοίας φωνῆς τε πάσης καὶ ἐνθυμήσεως κρεῖττον, ὁμοῦ τῶν πάντων ὅσα ποτὲ ὄντα καὶ ὁποῖα τυγχάνει αὐτοῦ τε τοῦ ἁγίου Πνεύματος, προσέτι δὲ καὶ τοῦ μονογενοῦς Υἱοῦ, καθηγούμενος μόνος, εἰκότως ὁ ἐπὶ πάντων, καὶ διὰ πάντων, καὶ ἐν πᾶσι Θεὸς ἀνείρηται, παρὰ τῷ Ἀποστόλῳ φάντι, Εἷς Κύριος, μία πίστις, ἓν βάπτισμα, εἷς Θεὸς Πατὴρ πάντων ὁ ἐπὶ πάντων καὶ διὰ πάντων καὶ ἐν πᾶσι. Καὶ μόνος μὲν αὐτὸς εἷς Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ χρηματίζοι ἂν, ὁ δὲ Υἱὸς μονογενὴς Θεὸς, ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρὸς, τὸ δὲ παράκλητον Πνεῦμα, οὔτε Θεὸς, οὔτε Υἱός· ἐπεὶ μὴ ἐκ τοῦ Πατρὸς ὁμοίως τῷ Υἱῷ καὶ αὐτὸ τὴν γένεσιν εἴληφεν, ἓν δέ τι τῶν διὰ τοῦ Υἱοῦ γενομένων τυγχάνει, ὅτι δὴ πάντα δι' αὐτοῦ
Now the Holy Spirit by nature loves to dwell among the holy ones alone, being supplied through the Son to whomever the Father may judge. And this would be Its work, to sanctify all to whom It imparts some one or even several of the gifts of grace within It, such as prophets and apostles and every God-loving soul, and it is likely that the superior and divine powers too partake of the holiness that is from It; whereas the Son, alone honoured with the paternal deity, would be creative and formative of the subsistence of all generated things, both visible and invisible, and indeed even of the very subsistence of the Paraclete Spirit; For all things came into being through Him, and apart from Him came into being not even one thing; and, In Him were created all things, the things in the heavens, and the things upon the earth, whether visible or invisible. And the God beyond the universe and Father of our Lord Jesus Christ, being a certain ineffable good, and superior to every reckoning and thought and every voice and conception, leading alone at once all things whatsoever and of whatever sort they happen to be, and the Holy Spirit Itself, and moreover also the only-begotten Son, has reasonably been proclaimed the God over all, and through all, and in all, in the Apostle who said, One Lord, one faith, one baptism, one God, Father of all, Who is over all and through all and in all. And He Himself alone would be styled one God and Father of our Lord Jesus Christ, while the Son is only-begotten God, Who is into the bosom of the Father, whereas the Paraclete Spirit is neither God nor Son; since It has not itself also received Its generation out of the Father in like manner with the Son, and happens to be some one of the things that came into being through the Son, seeing indeed that all things through Him
Notes, col. 1013

On the reading

Printed ταύτη, for ταύτῃ.

PG 24:1016Read from the page
ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν. Ταυτα μὲν οὖν τῆς καθολικῆς καὶ ἁγίας Ἐκκλησίας ὧδέ πη διὰ τῶν θείων φωνῶν παραδίδοται τὰ μυστήρια· Μάρκελλος δὲ πάντα φύρας, ποτὲ μὲν εἰς αὐτὸν ὅλον τὸν Σαβελλίου βυθον χωρεῖ, ποτὲ δὲ Παύλου τοῦ Σαμοσατέως ἀνανεοῦσθαι πειρᾶται τὴν αἵρεσιν, ποτὲ δὲ Ἰουδαῖος ὢν ἄντικρυς ἀπελέγχεται· μίαν γὰρ ὑπόστασιν τριπρόσωπον ὥσπερ καὶ τριώνυμον εἰσάγει, τὸν αὐτὸν εἶναι λέγων τὸν Θεὸν καὶ τὸν ἐν αὐτῷ Λόγον καὶ τὸ ἅγιον Πνεῦμα. Εἶτ' ἐντεῦθεν μεταβὰς ἐπὶ τὰς ἀποστολικὰς περὶ τοῦ Χριστοῦ θεολογίας, πάλιν διαστρόφοις κέχρηται ἑρμηνείαις. Τοῦ γὰρ θείου Ἀποστόλου θεολογοῦντος διάῤῥήδην τὸν Υἱὸν τοῦ Θεοῦ καὶ λέγοντος, Ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου, πρωτότοκος πάσης κτίσεως, ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα, τά τε ἐν τοῖς οὐρανοῖς, καὶ τὰ ἐπὶ τῆς γῆς, εἴτε ὁρατὰ, εἴτε ἀόρατα, εἴτε θρόνοι, εἴτε κυριότητες, εἴτε ἀρχαὶ, εἴτε ἐξουσίαι, πάντα δι' αὐτοῦ, καὶ εἰς αὐτὸν ἔκτισται, καὶ αὐτός ἐστι πρὸ πάντων, καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκεν.
came into being, and apart from Him came into being not even one thing. In some such way, therefore, are handed down through the divine utterances these mysteries of the catholic and holy Church; whereas Marcellus, jumbling all things together, at one time advances right into the whole abyss of Sabellius, at another time tries to renew the heresy of Paul of Samosata, and at another time is convicted outright of being a Jew; for he introduces one three-personed, just as also three-named, hypostasis, saying that God and the Word within Him and the Holy Spirit are the same. Then passing over from there to the apostolic theologies concerning Christ, he again uses distorted interpretations. For whereas the divine Apostle theologizes expressly of the Son of God and says, Who is the image of the invisible God, firstborn of all creation, because in Him were created all things, both the things in the heavens and the things upon the earth, whether visible or invisible, whether thrones, or dominions, or principalities, or authorities, all things through Him and unto Him have been created, and He Himself is before all things, and all things in Him hold together.
ΚΕΦ. Ζʹ,
Chapter VII.
Ὅπως Μάρκελλος τὴν εἰκόνα τοῦ Θεοῦ τοῦ ἀοράτου τὴν σάρκα εἶναι διεβεβαιοῦτο.
How Marcellus maintained that the flesh is the image of the invisible God.
Ὁ θαυμαστὸς οὗτος αὖθις ἐπὶ τὴν σάρκα πεσὼν, αὐτὴν εἶναι ἀποφαίνεται τὴν εἰκόνα τοῦ ἀοράτου Θεοῦ, οὐκ ἀκούων ὡς ἀρσενικῷ χαρακτῆρι ἐξενήνεκται τὸ, ὅς ἐστιν εἰκών. Τὸ γὰρ ὃς οὐκ οἶδ' ὅπως ἐφαρμόσας τῇ σαρκὶ ταύτην ἔφη δηλοῦσθαι ὡς αὐτῆς οὔσης τῆς εἰκόνος τοῦ Θεοῦ τοῦ ἀοράτου. Καὶ πάλιν, τὸ αὐτός ἐστι πρὸ πάντων περὶ τῆς σαρκός φησιν εἰρῆσθαι· οὐκ αἰδούμενος τὸ αὐτὸς ἐπὶ τῆς σαρκὸς ἐκλαμβάνειν. Καὶ τὸν πρωτότοκον πάσης κτίσεως διὰ τὴν σάρκα κεκλῆσθαι λέγει. « Ἐπιμένει τε ἀδιατρέπτως ἐν τῇ σαρκὶ φάσκων τὰ ἐν τοῖς οὐρανοῖς, καὶ τὰ ἐπὶ τῆς γῆς ἐκτίσθαι, τά τε ὁρατὰ καὶ τὰ ἀόρατα. » Οὐδὲ διατρέπεται θρόνους, καὶ κυριότητας, καὶ ἀρχὰς, καὶ ἐξουσίας διὰ τῆς σαρκὸς τοῦ Σωτῆρος· λέγων, τῆς ἐν Χριστῷ κτίσεως ἠξιῶσθαι, Ἤδη δὲ διὰ τῆς πρὸ τούτου γραφῆς τὰς περὶ τούτων τοῦ Μαρκέλλου φωνὰς παραθέμενος, λόγου συμμετρίας φειδόμενος, τῇ αὐτῶν ἐκείνων ἀρκεσθήσομαι μαρτυρίᾳ. Ὡς δὲ διάστροφος καὶ βεβιασμένη ἡ τοιαύτη τυγχάνει τῆς ἀποστολικῆς λέξεως διήγησις, οὐ μοι δεῖν ἡγοῦμαι κατασκευῆς πλείονος, διὰ τὸ καὶ παντὶ τῷ κατάφωρον εἶναι τὸ ἀναιδὲς τῆς ἑρμηνείας.
This marvellous man, falling back again upon the flesh, declares that it is the image of the invisible God, not hearing how the phrase, Who is the image, has been set forth in the masculine form. For fitting the word "who" I know not how to the flesh, he said that this is meant as though it itself were the image of the invisible God. And again, the saying He Himself is before all things he says has been spoken concerning the flesh, not being ashamed to take "He Himself" of the flesh. And he says that He has been called firstborn of all creation on account of the flesh. "And he persists unswervingly in asserting that in the flesh the things in the heavens and the things upon the earth were created, both the visible and the invisible." Nor is he abashed in saying that thrones, and dominions, and principalities, and authorities were deemed worthy through the flesh of the Saviour of the creation that is in Christ. Having however already set out through the treatise before this the utterances of Marcellus concerning these things, sparing due proportion of discourse, I shall be content with the testimony of those very utterances. And how distorted and forced such an exposition of the apostolic text happens to be, I do not think stands in need for me of fuller proof, on account of the shamelessness of the interpretation being manifest to everyone.
ΚΕΦ. Ηʹ.
Chapter VIII.
Ὅπως ὁ αὐτὸς μηδὲν ὠφελεῖν τὴν σάρκα τοῦ Σωτῆρος ἀπεφαίνετο
How the same man declared that the flesh of the Saviour profits nothing
Πλὴν τοσαῦτα περὶ τῆς σαρκὸς τοῦ Σωτῆρος εἰπὼν, οὐδ' αὐτὴν ἡμῖν φυλάττει σώαν· ὡς εἴθε γὰρ κἂν εἰς αὐτὴν τὸν εὐσεβῆ διετήρει λογισμόν· νυνὶ δὲ μετὰ πάντα τὰ περὶ αὐτῆς αὐτῷ λελεγμένα, ἐπὶ
Yet having spoken such great things concerning the flesh of the Saviour, not even it does he keep safe for us; for would that at least towards it he had preserved pious reasoning; whereas now, after all the things that have been spoken by him concerning it, upon
Notes, col. 1016

On the reading

Printed Ταυτα, for Ταῦτα.

Printed βυθον, for βυθὸν.

Printed διάῤῥήδην, for διαῤῥήδην.

Printed ΚΕΦ. Ζʹ,, for ΚΕΦ. Ζʹ..

Printed ἠξιῶσθαι,, for ἠξιῶσθαι..

Printed οὐ μοι, for οὔ μοι.

PG 24:1017Read from the page
συντελείᾳ τῶν αἰώνων, αὐτὴν ἔρημον τοῦ λόγου ἀποφαίνεται γράφων οὕτως· «Εἰ οὖν ὁμολογεῖ τὴν σάρκα μηδὲν ὠφελεῖν αὐτὸν, πῶς ἐγχωρεῖ τὴν ἐκ γῆς τε ουσαν, καὶ μηδὲν ὠφελοῦσαν, καὶ ἐν τοῖς μέλλουσιν αἰῶσιν, ὡς αὐτῷ λυσιτελοῦσαν, συνεῖναι τῷ Λόγῳ.»
consummation of the ages, he pronounces it destitute of reason, writing thus: "If then He confesses that the flesh profits Him nothing, how is it possible for that which is from earth, and profits nothing, even in the ages to come, as though profitable to Him, to coexist with the Word?"
ΚΕΦ. Θʹ.
Chapter IX.
Οπως καταλειφθήσεσθαι ἐν τῷ τοῦ παντὸς τέλει τὴν σάρκα τοῦ Σωτῆρος τοῦ Λόγου ἔρημον ἐτόλμα λέγειν.
How he dared to say that at the end of the universe the flesh of the Saviour will be left destitute of the Word.
Καὶ δευτεροῖ τὸ αὐτὸ ἐν ἑτέρῳ φάσκων· «Εἰ τοίνυν ἐν τῷ καιρῷ τῆς ἀποκαταστάσεως ἁπάντων καὶ αὐτήν τὴν κτίσιν ἐκ τῆς δουλείας εἰς τὴν ἐλευθερίαν μεταβληθήσεσθαι ὁ Παῦλος ἔφη, λέγει γὰρ ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ· πῶς ἔτι τὴν τοῦ δούλου μορφὴν, ἣν ἀνείληφεν ὁ Λόγος, μορφὴν οὖσαν δούλου, συνεῖναι τῷ Λόγῳ δι' αὐτὴν, γένοιτ' ἂν δυνατόν;»
And he repeats the same thing in another place, alleging: "If therefore at the time of the restoration of all things Paul said that even the creation itself will be transformed from bondage into liberty, for he says that the creation itself also will be set free from the bondage of corruption into the liberty of the glory of the children of God; how could it still be possible for the form of the servant, which the Word has assumed, being the form of a servant, to coexist with the Word on its own account?"
ΚΕΦ. Ιʹ.
Chapter X.
Ὁποῖα αἱ θεῖαι Γραφαὶ περὶ τῆς σαρκὸς τοῦ Σωτῆρος διδάσκουσι, καὶ ὡς τὰ ἐναντία Μάρκελλος ἐφρόνει.
What sort of things the divine Scriptures teach concerning the flesh of the Saviour, and how Marcellus held the contrary opinions.
Ὁρᾷς ὁποίας προέσθαι φωνὰς κατὰ τῆς σαρκὸς τοῦ Σωτῆρος ἡμῶν τετόλμηκεν· οὐκ ἐπιστήσας, ὡς καὶ πρὸ τῆς εἰς οὐρανοὺς ἀναλήψεως ἔτι οὖσαν αὐτὴν ἐπὶ γῆς πρὸ τοῦ πάθους οὕτως ἐδόξασεν ἐν τῷ ὄρει, τρισὶν τοῖς ἐκκρίτοις αὐτοῦ μαθηταῖς μόνοις, εἰκόνα δεικνὺς τῆς βασιλείας αὐτοῦ, ὡς ἐξαστράψαι τὸ πρόσωπον αὐτοῦ, καὶ φωτὸς μαρμαρυγὰς ἐκλάμψαι. Ἐγένετο γὰρ, φησὶν ἡ θεία Γραφὴ, τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος· καὶ τὰ ἱμάτια αὐτοῦ λευκὰ ὡς τὸ φῶς· ἀλλ' οὐδὲ συνεὶς ὁποῖον σῶμα Χριστοῦ δόξης ὁ θεῖος Ἀπόστολος καὶ ὡς καὶ τὰ ἡμέτερα σώματα σύμμορφα ἔσεσθαι ἐκείνῳ τῷ σώματι ἐδίδασκε λέγων, Ὃς μετεσχημάτισε τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ· ἀλλ' οὐδὲ νοήσας τίνι τρόπῳ καταποθήσεσθαι τὸ θνητὸν ὑπό τῆς ζωῆς, ἔγραφε φάσκων, Ἐφ' ᾧ οὐ θέλομεν ἐκδύσασθαι, ἵνα καταποθῇ τὸ θνητὸν ὑπὸ τῆς ζωῆς· τούτων ἀμαθῶς ἔχων, τὸν μὲν Λόγον διαβεβαιοῦται ἓν καὶ ταὐτὸν μέλλειν γίγνεσθαι τῷ Θεῷ, ὥσπερ καὶ πρότερον ἦν, τὴν δὲ σάρκα, καταλειφθεῖσαν ὑπὸ τοῦ Λόγου, οὐκ οἶδ' ὅ τι ποτὲ γενήσεσθαι. Ἐπάκουσον δ' οὖν ὅπως ταῦτά φησιν· «Εἰ δέ τις περὶ τῆς σαρκὸς ταύτης τῆς ἐν τῷ Λόγῳ ἀθανάτου γεγονυίας πυνθάνοιτο, τί φαμεν πρὸς αὐτόν; ὅτι δογματίζειν μὲν ἡμεῖς περὶ τῶν μὴ ἀκριβῶς περὶ τῶν θείων μεμαθήκα-
You see what sort of utterances he has dared to let fly against the flesh of our Saviour: not having paid heed to how, even before His assumption into the heavens, while it was still upon earth before the passion, He so glorified it on the mountain before His three chosen disciples alone, showing an image of His kingdom, that His face flashed like lightning and shone forth gleams of light. For His face, says the divine Scripture, became as the sun, and His garments white as the light; nor yet having understood what sort of body of Christ's glory the divine Apostle taught, and how our bodies also will be conformed to that body, saying, Who transformed the body of our humiliation so as to be conformed to the body of His glory; nor yet having perceived in what manner he wrote that what is mortal will be swallowed up by life, alleging, Inasmuch as we do not wish to be unclothed, so that what is mortal may be swallowed up by life; being ignorant of these things, he stoutly maintains that the Word on the one hand is going to become one and the same with God, just as He also was formerly, while the flesh on the other hand, left behind by the Word, will become I know not what at length. Hear then how he says these things: "But if someone should inquire concerning this flesh that has become immortal in the Word, what do we say to him? That for us to dogmatize concerning the things which we have not accurately learned concerning divine matters
Notes, col. 1017

On the reading

Printed ουσαν, for οὖσαν.

Printed Οπως, for Ὅπως.

Printed αὐτήν, for αὐτὴν.

Printed ὑπό, for ὑπὸ.