PG 24:473Read from the pageΚΕΦΑΛΑΙΟΝ ΝΖʹ.
Chapter LVII.
« Ἴδετε, ὡς δίκαιος ἀπώλετο, καὶ οὐδεὶς ἐνδέχεται τῇ καρδίᾳ· καὶ ἄνδρες δίκαιοι αἴρονται, καὶ οὐδεὶς κατανοεῖ. Ἀπὸ γὰρ προσώπου ἀδικίας ἦρται ὁ δίκαιος. » Καὶ πῶς ἔμελλον κατανοεῖν οἱ τὰς ψυχὰς τυφλοί; ει γὰρ μὴ οὕτως εἶχον, κἂν ἑώρων τὸν δίκαιον, καὶ συνίεσαν την ἑαυτῶν οἰκονομίαν· ἀλλ' οἱ μὲν τυφλοὶ ὄντες καὶ κύνες ἀναιδεῖς τοιαυτα κατὰ τῶν δικαίων ἐτόλμων· οἱ δὲ ἐν εἰρήνῃ ὑπὸ τοῦ Θεοῦ παρελαμβάνοντο.
"See how the righteous man has perished, and no one lays it to heart; and righteous men are taken away, and no one considers. For from before the face of injustice the righteous man has been taken away." And how were those blind in their souls going to consider? For had they not been so, they would at least have beheld the Righteous One, and understood their own dispensation; yet they, being blind and shameless dogs, dared such things against the righteous, whereas the righteous were received in peace by God.
« Ἔσται ἐν εἰρήνῃ ἡ ταφὴ αὐτοῦ, ἦρται ἐκ τοῦ μέσου. » Εἴποι δ' ἄν τις δύνασθαι ταῦτα ἁρμόττειν καὶ τῷ Σωτῆρι καὶ τοῖς μαθηταῖς αὐτοῦ τοῖς ὑπὸ τοῦ Ἰουδαίων ἔθνους ἐπιβεβουλευμένοις· ἀλλὰ καὶ την ἀνάστασιν τοῦ Σωτῆρος ἡμῶν αινίττεσθαι τὸ λόγιόν φησι· τοῦ μὲν θανάτου διὰ τῆς ταφῆς αὐτοῦ δηλουμένου, τῆς δ' ἀναστάσεως διὰ τοῦ, « Ἦρθη ἐκ τοῦ μέσου ἡ ταφη αὐτοῦ. » Ἀφανής γέγονε διὰ τὸ μὴ ἀπομεῖναι αὐτὸν ἐν τῷ τῆς ταφῆς τόπῳ· ὅθεν ὁ ἄγγελος ἐπιστὰς ταῖς γυναιξὶν ἔλεγε· « Τίνα ζητεῖτε; Ἰησοῦν; Οὐκ ἔστιν ὧδε· δεῦτε, ἴδετε τὸν τόπον αὐτοῦ. »
"His burial shall be in peace; He has been taken out of the midst." Now one might say that these words can fit both the Saviour and His disciples who were plotted against by the nation of the Jews; yet one may also say that the oracle hints at the resurrection of our Saviour: His death being signified through His burial, and His resurrection through the words, "His burial was taken out of the midst." It disappeared because He did not remain in the place of burial; whence the angel standing by the women said: "Whom do you seek? Jesus? He is not here; come, see His place."
« Ὑμεῖς δὲ προσαγάγετε ὧδε, υἱοὶ ἄνομοι, σπέρμα μοιχῶν καὶ πόρνης. Ἐν τίνι ἐνετρυφήσατε; καὶ ἐπὶ τίνα ἠνοίξατε τὸ στόμα ὑμῶν; καὶ ἐπὶ τίνα ἐχαλάσατε τὴν γλῶσσαν ὑμῶν; Οὐχ ὑμεῖς ἐστε τέκνα ἀπωλείας, σπέρμα ἀνόμων; » Οὐ γὰρ ἄξιον τοῦ Ἀβραὰμ καὶ τῆς Σάῤῥας τέκνα ὑμᾶς καλεῖν· εἰ γὰρ τέκνα τοῦ Ἀβραὰμ ἦτε, τὰ ἔργα τοῦ Ἀβραὰμ ἐποιεῖτε. Μοιχοὺς δ' οἶδεν ὁ λόγος καλεῖν τοὺς πάλαι εἰδωλολατροῦντας, περὶ ὧν εἴρηται· « Καὶ ἐμοίχευσαν τὸ ξύλον καὶ τὸν λίθον· » πόρνην δὲ τὴν Ἱερουσαλὴμ ἐδήλου διὰ τῶν ἔμπροσθεν ὁ παρὼν προφήτης. Μάλιστα γὰρ αὐτῶν τὴν γλῶσσαν καὶ τὸ στόμα καταιτιᾶται διὰ τὰς κατὰ τοῦ Σωτῆρος φωνὰς, καὶ ἃς εἰσέτι καὶ νῦν κατ' αὐτοῦ ποιοῦνται βλασφημίας. Διό φησιν· « Ἐπὶ τίνα ἠνοίξατε τὸ στόμα ὑμῶν; καὶ ἐπὶ τίνα ἐχαλάσατε την γλῶσσαν ὑμῶν; Οὐχ ὑμεῖς ἐστε τέκνα ἀπωλείας; »
"But draw near here, you lawless sons, seed of adulterers and of a harlot. In what have you revelled? And against whom have you opened wide your mouth? And against whom have you loosened your tongue? Are you not children of perdition, a seed of the lawless?" For it is not fitting to call you children of Abraham and Sarah; for if you were children of Abraham, you would do the works of Abraham. Now Scripture knows how to call adulterers those who of old worshipped idols, concerning whom it has been said: "And they committed adultery with wood and stone"; while by a harlot the present prophet through the preceding passages signified Jerusalem. Above all He accuses their tongue and their mouth on account of their cries against the Saviour, and the blasphemies that even now they still utter against Him. Wherefore He says: "Against whom have you opened wide your mouth? And against whom have you loosened your tongue? Are you not children of perdition?"
« Οἱ παρακαλοῦντες εἴδωλα ὑπὸ δένδρα δασέα, σφάζοντες τὰ τέκνα αὐτῶν ἐν ταῖς φάραγξιν ἀνὰ μέσον τῶν πετρῶν. Ἐκείνη σου ἡ μερὶς, οὗτός σου ὁ κλῆρος· κἀκείνοις ἐξέχεας σπονδὰς, καὶ τούτοις ἀνήνεγκας θυσίας. Ἐπὶ τούτοις οὖν οὐκ ὀργισθήσομαι; » Σαφῶς δὲ διὰ τούτων δείκνυται ἡ παροῦσα προφητεία τοῖς κατὰ τοὺς χρόνους Ἠσαΐου τοῦ προφήτου εἰδωλολάτραις ἁρμόττουσα.
"You who invoke idols under leafy trees, slaughtering their children in the ravines amidst the rocks. That is your portion, this is your lot; and to those you poured out drink-offerings, and to these you offered up sacrifices. Over these things, therefore, shall I not be wroth?" Clearly through these words the present prophecy is shown to fit the idolaters in the times of Isaiah the prophet.
« Ἐπ' ὄρος ὑψηλὸν καὶ μετέωρον, ἐκεῖ σου ἡ κοίτη, καὶ ἐκεῖ ἀνεβίβασας θυσίας σου. » Κατὰ ταῦτα, φησὶν, ἔπραττες, οὐδὲ κεκρυμμένως ἀσεβῶν, ἀλλὰ πεπαῤῥησιασμένως· οὕτως ὡς καὶ ἐπ' αὐτῶν τῶν ὑψηλοτάτων ὀρῶν ἐπιτελεῖν τὰς δαιμονικὰς θυσίας.
"Upon a high and lofty mountain, there is your bed, and there you brought up your sacrifices." After this manner, He says, you acted, practising impiety not even in secret, but openly, so as even upon the very loftiest mountains to perform demonic sacrifices.
« Καὶ ὀπίσω τῶν σταθμῶν τῆς θύρας σου ἔθηκας μνημόσυνά σου. ᾬου, ὅτι, ἐὰν ἀπ' ἐμοῦ ἀποστῇς, πλεῖόν τι ἕξεις. Ἠγάπησας τοὺς κοιμωμένους μετὰ σοῦ. καὶ ἐπλήθυνας τὴν πορνείαν σου μετ' αὐτῶν,
"And behind the doorposts of your door you placed your memorials. You supposed that if you departed from Me, you would have something more. You loved those sleeping with you, and you multiplied your fornication with them,
Notes, col. 473
On the reading
Printed τοιαυτα, for τοιαῦτα.
Printed αινίττεσθαι, for αἰνίττεσθαι.
Printed Ἀφανής, for Ἀφανὴς.
PG 24:476Read from the pageκαὶ πολλοὺς ἐποίησας τοὺς μακρὰν ἀπὸ σοῦ. » Πολλοὶ γὰρ ἔφυγον τὴν Ἱερουσαλὴμ οἱ τῷ Θεῷ ἀνακείμενοι ἄνδρες διὰ τὰς ἐν αὐτῇ συντελουμένας ἀθέους πράξεις. « Καὶ ἀπέστειλας πρέσβεις ὑπὲρ τὰ ὅριά σου, καὶ ἐταπεινώθης ἕως ᾅδου. » Ταῦτα πάντα προσωποποιεῖ ὡς πρὸς ἑταίραν καλλωπιζομένην, καὶ πάντα πράττουσαν ἐφ' ἡδονῇ τῶν προσόντων αὐτῇ.
and you have made many those who are far from you." For many men devoted to God fled Jerusalem because of the godless deeds perpetrated in her. "And you sent ambassadors beyond your borders, and were humbled even down to Hades." All these things he personifies as spoken towards a courtesan adorning herself and doing everything for the pleasure of those who consort with her.
« Τὰς πολυοδίας σου ἐκοπίασας, καὶ οὐκ εἶπας, Παύσομαι. » Οὐ γὰρ μίαν ὥδευες την βασιλικὴν ὁδὸν, ἀλλὰ πολλὰς καὶ πεπλανημένας. « Ἐνίσχυσας, ὅτι ἔπραξας ταῦτα· διὰ τοῦτο οὐ κατεδεήθης μου σύ· » ἀλλ' ὥσπερ ἰσχύουσα καὶ νεανιευομένη, χείρονα τούτων ἔπραξας ἐπιμένουσα ταῖς οἰκείαις ἀτοπίαις.
"You grew weary in your many ways, and did not say, I will cease." For you did not travel the one royal road, but many wandering ones. "You grew strong, because you did these things; therefore you yourself did not entreat me;" rather, as though strong and acting with youthful insolence, you did things worse than these, persisting in your own enormities.
« Τίνα εὐλαβηθεῖσα ἐφοβήθης, καὶ ἐψεύσω με, καὶ οὐκ ἐμνήσθης μου, οὐδ' ἔλαβές με εἰς τὴν διάνοιαν, οὐδ' εἰς τὴν καρδίαν σου; Καὶ ἐγώ σε ἰδὼν παρορῶ, καὶ ἐμὲ οὐκ ἐφοβήθης. Καὶ ἐγὼ ἀπαγγελῶ τὴν δικαιοσύνην μου καὶ τὰ κακά σου, καὶ οὐκ ὠφελήσει σε. Ὅταν ἀναβοήσῃς, ἐξελέσθωσάν σε ἐν τῇ θλίψει σου· τούτους γὰρ πάντας ἄνεμος λήψεται, καὶ ἀποίσει καταιγίς. Οἱ δὲ ἀντεχόμενοί μου κτήσονται γῆν, καὶ κληρονομήσουσι τὸ ὄρος τὸ ἅγιόν μου. » Πάντας μὲν οὖν τοὺς κατηγορηθέντας λήψεται ἄνεμος, καὶ ἀποίσει καταιγίς. Καὶ τοιοῦτο τέλος διαλήψεται τοὺς ἐπὶ τοῖς εἰρημένοις διαβληθέντας· τοὺς δὲ τὴν καλὴν ἐκλεξαμένους μερίδα, ἐμὲ δηλαδὴ τὸν Θεὸν καὶ τοὺς γνησίους καὶ καθαρῶς ἀντεχομένους, ἡ παρ' ἐμοῦ ἀμοιβὴ διαδέξεται.
"Standing in awe of whom did you fear, and lie to me, and not remember me, nor take me into your mind, nor into your heart? And seeing you I overlook you, and me you did not fear. And I will declare my righteousness and your evils, and they shall not profit you. When you cry aloud, let them deliver you in your affliction; for all these a wind shall take, and a tempest shall carry away. But those who cleave to me shall possess the land, and shall inherit my holy mountain." A wind, then, shall take all those who have been accused, and a tempest shall carry them away. And such an end shall overtake those traduced for the things aforesaid; whereas those who have chosen the good portion, namely me, God, and those who are genuine and cleave purely [to me], the recompense from me shall await.
« Καὶ ἐροῦσι· Καθαρίσατε ἀπὸ προσώπου αὐτοῦ ὁδοὺς, καὶ ἄρατε σκῶλα ἀπὸ τῆς ὁδοῦ τοῦ λαοῦ μου. » Οὐ γὰρ μόνης τῆς σωτηρίας πρόνοιαν ποιήσεται ὁ παρὰ τῷ Θεῷ κατορθώσας, ἀλλ' ἤδη καὶ τῷ λαῷ Θεοῦ χρήσιμον ἑαυτὸν παρέξει προστάττων ἐξομαλίζειν αὐτῷ τὴν ὁδὸν τῆς θεοσεβείας, καὶ τὰ δοκοῦντα προσκόμματα.
"And they shall say: Cleanse ways before His face, and remove stumbling-blocks from the way of my people." For he who has walked uprightly before God will not take forethought for [his own] salvation alone, but will forthwith render himself serviceable also to the people of God, enjoining them to smooth out for Him the way of godliness and what appear to be stumbling-blocks.
« Τάδε λέγει ὁ Ὕψιστος, ὁ ἐν ὑψηλοῖς κατοικῶν εἰς τὸν αἰῶνα, Ἅγιος ἐν ἁγίοις ὄνομα αὐτῷ· Ὕψιστος ἐν ἁγίοις ἀναπαυόμενος, καὶ ὀλιγοψύχοις διδοὺς μακροθυμίαν, καὶ διδοὺς ζωὴν τοῖς συντετριμμένοις τὴν καρδίαν. » Πρὸς τοὺς ἐν τῷ λαῷ εὐλαβεῖς καὶ φόβον Θεοῦ κεκτημένους, καὶ μετανοοῦντας ἐφ' οἷς ἥμαρτον, οὓς ἡ παροῦσα λέξις συντετριμμένους τὴν καρδίαν καὶ ὀλιγοψύχους ὀνομάζει, παράκλησιν καὶ παραμυθίαν προσάγει. Ἦσαν γὰρ ἐν αὐτοῖς, εἰ καὶ βραχεῖς καὶ ἀριθμῷ ληπτοί. Πλὴν ὅμως ἦσαν ἄνδρες ἀνακείμενοι τῷ Θεῷ· οὐχ οἱ προφῆται μόνον, ἀλλὰ καὶ ἕτεροι τούτων ζηλωταὶ, μαθητευόμενοι τοῖς προφήταις, καὶ ταῖς διδασκαλίαις αὐτῶν προσανέχοντες.
"Thus says the Most High, Who dwells on high for ever, Holy among the holy is His name: the Most High resting among the holy, and giving patience to the faint-hearted, and giving life to the broken-hearted." To those among the people who were devout and possessed the fear of God, and repented of the sins they had committed, whom the present text names broken-hearted and faint-hearted, He brings comfort and consolation. For there were such among them, even if few and easily counted in number. Nevertheless there were men devoted to God: not the prophets alone, but also others zealous for them, instructed as disciples by the prophets and attending closely to their teachings.
« Οὐκ εἰς τὸν αἰῶνα ἐκδικήσω ὑμᾶς, οὐδὲ διὰ παντὸς ὀργισθήσομαι ὑμῖν. Πνεῦμα γὰρ παρ' ἐμοῦ ἐξελεύσεται, καὶ πνοὴν πᾶσαν ἐγὼ ἐποίησα. » Μέλει γάρ μοι τοῦ πνεύματος, ὅπερ ἐξ ἐμοῦ προελθὸν, εἰς ὑμᾶς κατῴκησεν· ἐπειδὴ καὶ ποιητὴς τυγχάνων πάσης πνοῆς τῆς δυναμένης με αἰνεῖν, κατὰ τὸ,
"Not for ever will I exact vengeance on you, nor will I be angry with you continually. For a spirit shall go forth from me, and I made every breath." For I care for the spirit which, having gone forth from me, dwelt in you; since I am also the Maker of every breath that is able to praise me, according to the saying,
Notes, col. 476
On the reading
Printed τυγχάνων, for τυγχάνω.
PG 24:477Read from the page« Πᾶσα πνοὴ αἰνεσάτω τὴν Κύριον, » καὶ ἐν τῇ κοσμοποιίᾳ δὲ ἐμφυσήσαντος τοῦ Θεοῦ ἐγένετο ἄνθρωπος εἰς ψυχὴν ζῶσαν.
"Let every breath praise the Lord", and in the creation of the world too, when God breathed into him, man became a living soul.
« Δι' ἁμαρτίαν βραχύ τι ἐλύπησα αὐτὸν, καὶ ἐπάταξα αὐτὸν, καὶ ἀπέστρεψα τὸ πρόσωπόν μου ἀπ' αὐτοῦ, καὶ ἐλυπήθη, καὶ ἐπορεύθη στυγνὸς ἐν ταῖς ὁδοῖς αὐτοῦ. Τὰς ὁδοὺς αὐτοῦ ἑώρακα, καὶ ἰασάμην αὐτὸν, καὶ παρεκάλεσα αὐτὸν, καὶ ἔδωκα αὐτῷ παράκλησιν ἀληθινὴν, εἰρήνην ἐπ' εἰρήνῃ τοῖς μακρὰν καὶ τοῖς ἐγγὺς οὖσι. Καὶ εἶπε Κύριος· Ἰάσομαι αὐτούς. Οἱ δὲ ἄδικοι κλυδωνισθήσονται, καὶ ἀναπαύσασθαι οὐ δυνήσονται. Οὐκ ἔστι χαίρειν τοῖς ἀσεβέσιν, εἶπεν ὁ Θεός. » Εἰ καὶ πρὸς βραχύν τινα καιρὸν διά τινας ἐξ ἀνθρωπίνης ἀσθενείας ἐπιγενομένας ἁμαρτίας ἐλύπησα τοὺς ἡμαρτηκότας καὶ ἐπάταξα, οἷα πατὴρ υἱοὺς παιδεύων· « Ὃν » γὰρ « ἀγαπᾷ Κύριος, παιδεύει· μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται· » ἀλλ' ἐπειδὴ, συναίσθησιν λαβόντες τῆς ἐμῆς παιδείας, ἐλυπήθητε τὴν κατὰ Θεὸν λύπην, καὶ ἐπορεύθητε στυγνοὶ μεταμεληθέντες· τούτου χάριν, τὴν ἐπιστροφὴν καὶ τὴν μετάνοιαν ὑμῶν θεασάμενος καὶ τὰς μετὰ ταῦτα πράξεις, καὶ τοῦ βίου τὰς ὁδοὺς, ἰασάμην ὑμᾶς καὶ παρεκάλεσα δοὺς παράκλησιν ἀληθινὴν· πάντα γὰρ παρ' ἐμοῦ εἰς τοὺς ἐμοὺς οἰκείους χορηγούμενα ἀληθινὰ τυγχάνει. Διόπερ τοῖς ἐκ τῆς ἐμῆς παιδείας σωφρονισθεῖσι παράκλησιν ἀληθινὴν δέδωκα καὶ εἰρηνικὴν, οὐχ ἁπλῆν τινα καὶ πρόσκαιρον, ἀλλὰ πολυπλασιαζομένην· ὡς καὶ ἀπὸ τῶν ἐγγὺς ἔχειν αὐτὴν, καὶ ἀπὸ τῶν πόῤῥω καὶ μακρὰν ἀπῳκισμένοις.
"For sin I grieved him a little while, and struck him, and turned my face away from him, and he was grieved, and went sorrowful in his ways. I have seen his ways, and healed him, and comforted him, and gave him true comfort, peace upon peace to those who are far and to those who are near. And the Lord said: I will heal them. But the unrighteous shall be tossed like waves, and shall not be able to rest. There is no rejoicing for the ungodly, said God." Even if for a brief time, because of certain sins arising out of human weakness, I grieved those who had sinned and struck them, like a father chastening sons — for "whom the Lord loves, He chastens; and He scourges every son whom He receives" — yet since, having come to a perception of my discipline, you were grieved with a godly grief and went sorrowful in repentance: for this sake, beholding your turning back and your repentance and your deeds thereafter, and the ways of your life, I healed you and comforted you, giving true comfort; for all things supplied from me to my own household are true. Wherefore to those brought to soundness of mind by my discipline I have given comfort true and peaceful, not a single and temporary one, but multiplied manifold, so that those settled far off and at a distance have it both from those near and from those afar.
ΚΕΦΑΛΑΙΟΝ ΝΗʹ.
Chapter LVIII.
« Ἀναβόησον ἐν ἰσχύϊ, καὶ μὴ φείσῃ, ὡς σάλπιγγι ὕψωσον τὴν φωνήν σου, καὶ ἀνάγγειλον τῷ λαῷ μου τὰ ἁμαρτήματα αὐτῶν, καὶ τῷ οἴκῳ Ἰακὼβ τὰς ἀνομίας αὐτῶν. » Τοῖς μὲν οὖν εὐαγγελισταῖς τοῦ σωτηρίου λόγου διὰ τῶν ἔμπροσθεν ἐλέγετο· « Ἐπ' ὄρος ὑψηλὸν ἀνάβηθι, ὁ εὐαγγελιζόμενος Ἱερουσαλήμ· ὑψώσατε, μὴ φοβεῖσθε· » ἐνταῦθα δὲ οὐκ ἐπ' ὄρος ὑψηλὸν ἀναβαίνειν ὁ προφήτης κελεύεται· οὐδὲ γὰρ ἦσαν ἐν ὕψει, οἷς ταῦτα προεφώνει· τὸ διαβοῆσαι μόνον ἐν ἰσχύϊ καὶ μὴ φείσασθαι, οἷα εἰς ὦτα κωφῶν λαλοῦντα προστάττεται, καὶ δίκην σάλπιγγος ὑψῶσαι τὴν φωνήν. Σάλπιγξ δὲ πολέμου σημεῖον· διὸ ὡς πρὸς πολέμιον τὸν ἀσεβῆ καὶ ἁμαρτωλὸν τῇ βοῇ χρήσασθαι κελεύει, ὡς ἂν καθάψοιτο τῆς τῶν ἀκουόντων διανοίας, καὶ τρώσειν αὐτὴν τῷ πληκτικωτάτῳ λόγῳ.
"Cry aloud in strength, and spare not; lift up your voice as with a trumpet, and declare to my people their sins, and to the house of Jacob their lawlessnesses." Now to the evangelists of the saving Word it was said in what went before: "Go up upon a high mountain, you who bring good tidings to Jerusalem; lift up [your voice], fear not;" whereas here the prophet is not commanded to go up upon a high mountain — for those to whom he proclaimed these things beforehand were not on high — rather, he is enjoined only to cry out in strength and not spare, as one speaking into the ears of the deaf, and after the manner of a trumpet to lift up his voice. Now a trumpet is a sign of war; wherefore He commands him to use his cry against the ungodly and sinful man as against an enemy, so that he might lay hold of the mind of the hearers, and wound it with the most piercing word.
« Ἐμὲ ἡμέραν ἐξ ἡμέρας ζητοῦσι, καὶ γνῶναί μου τὰς ὁδοὺς ἐπιθυμοῦσι, ὡς λαὸς δικαιοσύνην πεποιηκὼς, καὶ κρίσιν Θεοῦ αὐτοῦ μὴ ἐγκαταλελοιπώς. Αἰτοῦσί με νῦν κρίσιν δικαίαν, καὶ ἐγγίζειν Θεῷ ἐπιθυμοῦσι. » Εἰς κατάκρισιν λαὸν αὐτοῦ ὀνομάζων τὸν ἁμαρτωλὸν, ὃν ἐγὼ μὲν, φησὶν, εἰσεποιησάμην, καὶ ὃν κατηξίωσα λαὸν ἐμὸν χρηματίζειν· οἱ δὲ ἐμάκρυνον ἑαυτοὺς ἐμοῦ, ταῖς ἑαυτῶν ἔκδοτοι δεδομένοι κακίαις.
"They seek me day by day, and desire to know my ways, as a people that has done righteousness and has not forsaken the judgement of its God. They ask of me now a righteous judgement, and desire to draw near to God." Calling the sinful people His people for their condemnation — whom I indeed, He says, adopted as my own, and whom I deemed worthy to be styled my people; yet they removed themselves far from me, given over and surrendered to their own wickednesses.
Notes, col. 477
On the reading
Printed τὴν Κύριον, for τὸν Κύριον.
PG 24:480Read from the page« Λέγοντες· Τί ὅτι ἐνηστεύσαμεν, καὶ οὐκ εἶδες; ἐταπεινώσαμεν τὰς ψυχὰς ἡμῶν, καὶ οὐκ ἔγνως; » Ἐπειδὴ τοιαῦτα λέγειν ἀναιδῶς τολμῶσι, μεγάλῃ βοῇ χρησάμενος σὺ ὁ ἐμὸς προφήτης, ἀπόκριναι αὐτοῖς, καὶ ἀπέλεγχε, ὅπως ἐμὴν κρίσιν καταλελοίπασι, καὶ πάνθ' ὅσα φάσκουσιν, οὐκ ἀληθῶς διαβεβαιοῦνται. « Ἐν γὰρ ταῖς ἡμέραις τῶν νηστειῶν ὑμῶν εὑρίσκετε τὰ θελήματα ὑμῶν, καὶ πάντας τοὺς ὑποχειρίους ὑμῶν ὑπονύσσετε. » Εἰ τοίνυν ἐπὶ τοιαύτῃ σεμνύνονται νηστείᾳ, πολὺ κρεῖττον ἦν αὐτοῖς τροφῇ σχολάζειν, καὶ μὴ τοιαῦτα τολμᾷν. Διὰ ταῦτα γοῦν κατ' ἀρχῆς τῆς προφητείας πρὸς αὐτοὺς ἐλέγετο· « Νηστείαν καὶ ἀργίαν, καὶ τὰς ἑορτὰς ὑμῶν μισεῖ ἡ ψυχή μου. » Τὴν γὰρ τῆς νηστείας σχολὴν οὐκ ἀφορμὴν ποιεῖσθε μεταμελείας· ἀλλὰ ταύτην εἰς τὴν τῶν ὀφειλόντων εἴσπραξιν ἀναλίσκετε.
"Saying: Why is it that we fasted, and Thou didst not see? We humbled our souls, and Thou didst not know?" Since they shamelessly dare to say such things, using a loud cry, you, my prophet, answer them and convict them of how they have forsaken my judgement, and how in all that they allege they make assertions untruly. "For in the days of your fasts you find your own wills, and goad all those who are subject to you." If, then, they pride themselves upon such a fast, it were much better for them to devote themselves to food and not dare such things. On this account, at any rate, at the beginning of the prophecy it was said to them: "Fasting and idleness, and your feasts my soul hates." For you do not make the leisure of the fast an occasion for repentance, but spend it upon the exaction of debts from your debtors.
« Εἰ εἰς κρίσεις καὶ μάχας νηστεύετε, καὶ τύπτετε πυγμαῖς ταπεινὸν, ἵνα τί μοι νηστεύετε; » Ἔοικε καὶ κατ' αὐτὸν τὸν τῆς προφητείας καιρὸν τοιοῦτό τι γεγενῆσθαι· τοῦτο γὰρ αἰνίττεται ὁ λόγος· « Ὡς σήμερον ἀκουσθῆναι ἐν κραυγῇ τὴν φωνὴν ὑμῶν.
"If you fast for judgements and quarrels, and strike the lowly with fists, why do you fast for me?" It seems that even at the very time of the prophecy some such thing had occurred; for the word hints at this: "So that today your voice should be heard in clamour.
« Οὐ ταύτην τὴν νηστείαν ἐξελεξάμην, καὶ ἡμέραν ταπεινοῦν ἄνθρωπον τὴν ψυχὴν αὐτοῦ. Οὐδ' ἂν κάμψῃς ὡς κρίκον τὸν τράχηλόν σου, καὶ σάκκον καὶ σπόδον ὑποστρώσῃ, οὐδ' οὕτω καλέσετε νηστείαν δεκτήν. » Εἰ δὲ δὴ ἐθέλοι τις τρόπον ἀληθοῦς καὶ ἐμοὶ τῷ Θεῷ ἀρεστῆς νηστείας διδάσκεσθαι, ταῦτα πραττέτω· Φαιδρὸν τὸ πρόσωπον καταστήσας, καὶ τὴν κεφαλὴν ἀλείψας ἐλαίῳ κατὰ τὴν σωτήριον παρακέλευσιν, τὴν μὲν νηστείαν ἐν τῷ κρυπτῷ φυλαττέτω, καὶ τῷ Πατρὶ τῷ βλέποντι τὰ κρυπτὰ μόνῳ τὴν ταπείνωσιν τῆς ψυχῆς δεικνύτω· εἰς δὲ τὸ φανερὸν δι' ἔργων τοὺς καρποὺς τῆς κατὰ ψυχὴν εὐλα-
"Not this fast have I chosen, nor a day for a man to humble his soul; not even if you bend your neck like a ring, and spread sackcloth and ashes under you, not even thus shall you call a fast acceptable." Now if indeed anyone should wish to be taught the manner of a fast that is true and pleasing to me, God, let him practise these things: making his face cheerful, and anointing his head with oil according to the saving command, let him keep his fast in secret, and show the humiliation of his soul solely to the Father Who sees in secret; while openly through works the fruits of godliness in the soul
« Οὐχὶ τοιαύτην νηστείαν ἐξελεξάμην, λέγει Κύριος· ἀλλὰ λύε πάντα σύνδεσμον ἀδικίας· διάλυε στραγγαλιὰς βιαίων συναλλαγμάτων· ἀπόστελλε τεθραυσμένους ἐν ἀφέσει· καὶ πᾶσαν συγγραφὴν ἄδικον διάσπα· » αὐτὸ δὴ τὸ λελεγμένον ὑπὸ τοῦ Σωτῆρος ἔργῳ πληρῶν, τό· « Ἐὰν προσφέρῃς τὸ δῶρόν σου, κἀκεῖ μνησθῇς, ὅτι ἔχει ὁ ἀδελφός σού τι κατὰ σοῦ· ἄφες ἐκεῖ τὸ δῶρόν σου, καὶ ὕπαγε πρῶτον, διαλλάγηθι τῷ ἀδελφῷ σου· καὶ τότε ἐλθὼν πρόσφερε τὸ δῶρόν σου. »
"Not such a fast have I chosen, says the Lord; rather, loose every bond of unrighteousness; undo the knots of violent contracts; send away the crushed in release; and tear up every unjust bond;" fulfilling in deed the very thing spoken by the Saviour: "If you offer your gift, and there remember that your brother has something against you, leave your gift there, and go first, be reconciled to your brother, and then come and offer your gift".
« Διάθρυπτε πεινῶντι τὸν ἄρτον σου, καὶ πτωχοὺς ἀστέγους εἴσαγε εἰς τὸν οἶκόν σου. Ἐὰν ἴδῃς γυμνὸν, περίβαλε, καὶ ἀπὸ τῶν οἰκείων τοῦ σπέρματός σου οὐχ ὑπερόψει. » Οὐ γὰρ λείπουσιν ἐν ἀνθρώποις οἱ τροφῆς ἐνδεεῖς· καὶ οὕτω γάρ σοι γένηται οὐ πρὸς κέρδους ἡ ἀσιτία, ἀλλ' ἑτέρῳ τρόπῳ τραφήσῃ τὴν ψυχὴν τῷ σαυτοῦ ἄρτῳ τὸν ἐνδεῆ καὶ τροφῆς δεόμενον ἀνακτώμενος.
"Break your bread for the hungry, and bring the homeless poor into your house. If you see a naked man, clothe him, and you shall not disregard those who belong to your own seed." For there are not lacking among men those in need of food; and thus indeed your abstinence from food may turn out not for monetary gain to you, rather in another manner you will be nourished in soul by restoring with your own bread him who is needy and in want of food.
« Τότε ῥαγήσεται πρώϊμον τὸ φῶς σου, καὶ τὰ ἰάματά σου ταχὺ ἀνατελεῖ· καὶ προπορεύσεται ἔμπροσθέν σου ἡ δικαιοσύνη σου, καὶ ἡ δόξα τοῦ Θεοῦ περιστελεῖ σε. Τότε βοήσῃ, καὶ ὁ Θεὸς εἰσακούσεταί σου· ἔτι λαλοῦντός σου ἐρεῖ· Ἰδοὺ πάρειμι. »
"Then shall your light break forth early as the morning, and your healings shall spring up swiftly; and your righteousness shall go before you, and the glory of God shall encompass you. Then you shall cry out, and God shall hearken to you; while you are still speaking He shall say: Behold, here I am."
PG 24:481Read from the page« Ἐὰν ἀφέλῃς ἀπὸ σοῦ σύνδεσμον, καὶ χειροτονίαν, καὶ ῥῆμα γογγυσμοῦ. » Ὁ γὰρ τῶν ὅλων Θεὸς τοὺς μὲν εὐπορεῖν τροφῆς καὶ χρημάτων, τοὺς δὲ ἐνδεεῖς καὶ πένητας ὑπεστήσατο εἰς δοκιμὴν ἑκατέρων· ἵν' οἱ μὲν ἔχοιεν καρπὸν τῆς ἑαυτῶν εὐπορίας διὰ τῆς εἰς τοὺς ἐνδεεῖς παροχῆς· οἱ δὲ ἐγγυμναζόμενοι τῇ πενίᾳ ἀντὶ πολυκάρπου χώρας τὴν ἀπὸ τῶν εὐπόρων διεποιοῦντο χορηγίαν.
"If you take away from you the bond, and the pointing of the hand, and the word of murmuring." For the God of the universe established some to abound in food and wealth, and others to be needy and poor, for the testing of both: so that the former might have fruit of their own abundance through their provision towards the needy, while the latter, being exercised in poverty, might gain for themselves the supply from the affluent in place of a fruitful land.
« Καὶ δῷς πεινῶντι τὸν ἄρτον ἐκ ψυχῆς σου, καὶ ψυχὴν τεταπεινωμένην ἐμπλήσῃς· τότε ἀνατελεῖ ἐν τῷ σκότει τὸ φῶς σου, καὶ τὸ σκότος σου ὡς μεσημβρία. » Μάλιστα μὲν γὰρ τὰ πρῶτα τοῖς πᾶσι δεήσει κοινωνεῖν ἀφθόνως· τὰ δὲ ἐξαίρετα τοῖς οἰκείοις τῆς πίστεως ἀπονέμειν. Τοῦτο γὰρ καὶ ἡ ἀποστολικὴ διάταξις παρεκελεύσατο, φήσασα δεξιοὺς εἶναι πρὸς πά⟨ ⟩τας.
"And give bread from your soul to the hungry, and satisfy a humbled soul: then shall your light rise in the darkness, and your darkness [shall be] as midday." Above all, indeed, one must share primary necessities ungrudgingly with all, while assigning choice things to those of the household of the faith. For this the apostolic ordinance also enjoined, saying that we should be obliging towards all.
« Καὶ ἔσται ὁ Θεός σου μετὰ σοῦ διὰ παντός· καὶ ἐμπλησθήσῃ καθάπερ ἐπιθυμεῖ ἡ ψυχή σου, καὶ τὰ ὀστᾶ σου πιανθήσεται· καὶ ἔσται ὡς κῆπος μεθύων, καὶ ὡς πηγὴ ἣν μὴ ἐξέλιπεν ὕδωρ. » Δηλαδὴ τῆς ψυχῆς αὐτῆς αἱ δυνάμεις πιανθήσονται ὑπὸ τῆς πνευματικῆς καὶ ἐνθέου τροφῆς. Καὶ κῆπος ἀειθαλὴς τὰς ἐξ ἁγίου Πνεύματος καρποφορῶν φυτείας, καὶ τὰ πάλαι δὲ τῆς ψυχῆς ἔρημα οἰκοδομηθήσεται ἐν σοὶ, καὶ ἀναπληρωθήσεται διὰ μαθημάτων καὶ λόγων θείων· ὡς καὶ οἰκοδόμον σε γενέσθαι ἑαυτοῦ, διδασκαλίαις ἐνθέοις οἰκοδομοῦντα τοὺς ἐν τῇ αὐτοῦ διανοίᾳ λογισμούς. Ἤδη δὲ καὶ φραγμὸν περιβαλεῖς τῇ σαυτοῦ ψυχῇ, περιφράττων αὐτὴν πανταχόθεν, καὶ ἀσφαλιζόμενος ἀπὸ τῶν ἔξωθεν ὀχληρῶν. Ὀστᾶ δὲ τοῦ λαοῦ εἶεν ἂν οἱ ἐν αὐτῷ δυνατοὶ, τὸ πᾶν σῶμα ὑποβαστάζοντες.
"And your God shall be with you continually; and you shall be satisfied even as your soul desires, and your bones shall be made fat; and it shall be like a watered garden, and like a spring whose water has not failed." Evidently the faculties of the soul itself shall be made fat by spiritual and divinely inspired nourishment. Both an evergreen garden bearing as fruit the plantings of the Holy Spirit and the places of the soul long desolate shall be built up in you, and filled up through divine lessons and words, so that you become even a builder of yourself, building up by divinely inspired teachings the thoughts in one's own mind. And forthwith you shall cast a hedge too around your own soul, fencing it round on every side and securing it from troublesome things without. And the bones of the people would be the strong ones among it, supporting the whole body.
« Καὶ οἰκοδομηθήσονταί σου αἱ ἔρημοι αἰώνιοι, καὶ ἔσται τὰ θεμέλιά σου αἰώνια γενεῶν γενεαῖς. Καὶ πληθήσῃ οἰκοδόμος φραγμῶν, καὶ τὰς τρίβους σου ἀνὰ μέσον παύσεις. » Φραγμοὺς δὲ οἰκοδομεῖ ὁ περιφράττων καὶ περιτειχίζων διαλεκτικαῖς ἀποδείξεσι τὰ ἐκκλησιαστικὰ δόγματα· ὁ δὲ τὰ δοκοῦντα προσκόμματα ἐκ τῶν θείων ἀναγνωσμάτων περιαιρῶν διὰ τοῦ σαφηνίζειν τὰ λεγόμενα, οὗτός ἐστιν ὁ τοὺς ἀνὰ μέσον τῶν τρίβων λίθους περιαιρῶν. Τῆς γὰρ πλάνης τὰς ἀτραποὺς ἀποφράττων, καὶ τὰς τοιαύτας ἀποτειχίζων διακοπὰς, καὶ πάντοθεν ἑαυτὸν τειχίζων καὶ περιφράττων, εἰκότως οἰκοδόμος φραγμῶν ὀνομάζεται.
"And your everlasting desolate places shall be built up, and your foundations shall be everlasting from generations to generations. And you shall be called a builder of hedges, and you shall give rest to your paths in the midst." Now he builds hedges who fences round and walls about the ecclesiastical doctrines with dialectical demonstrations; while he who removes what appear to be stumbling-blocks out of the divine readings by clarifying the things said, this is the one who removes the stones in the midst of the paths. For by blocking off the byways of error, and walling off such breaches, and walling and fencing himself round on every side, he is reasonably named a builder of hedges.
« Ἐὰν ἀποστρέψῃς τὸν πόδα σου ἀπὸ τῶν Σαββάτων, τοῦ μὴ ποιεῖν τὰ θελήματά σου ἐν τῇ ἡμέρᾳ τῇ ἁγίᾳ· καὶ καλέσεις τὰ Σάββατα τρυφερὰ, ἅγια τῷ Θεῷ· οὐκ ἀρεῖς τὴν πόδα σου ἐπ' ἔργῳ, οὐδὲ λαλήσεις λόγον ἐν ὀργῇ ἐκ τοῦ στόματός σου. Καὶ ἔσῃ πεποιθὼς ἐπὶ Κύριον· καὶ ἀναβιβάσει σε ἐπὶ τὰ ἀγαθὰ τῆς γῆς, καὶ ψωμιεῖ σε τὴν κληρονομίαν Ἰακὼβ τοῦ πατρός σου. Τὸ γὰρ στόμα Κυρίου ἐλάλησε ταῦτα. » Ὑποβάλλει δ' ὁ λόγος μὴ θελήματα πράττειν, ὡς ἑαυτοὺς μέθαις καὶ κραιπάλαις σχολάζοντας· ἐν ἁγιασμῷ δὲ καὶ καθαρότητι διάγοντας, οὕτω καὶ τὴν ἡμέραν ἁγιάζειν, τρυφεράν τε αὐτὴν καὶ ἄλυπον διὰ τῆς ἐν αὐτῇ κατὰ Θεὸν ἐπιτελουμένης σχολῆς φυλάτ-
"If you turn away your foot from the Sabbaths, so as not to do your own wills on the holy day, and shall call the Sabbaths delightful, holy to God; you shall not lift up your foot for work, nor speak a word in anger out of your mouth. And you shall be trusting in the Lord; and He shall bring you up upon the good things of the land, and feed you with the inheritance of Jacob your father. For the mouth of the Lord has spoken these things." And the word suggests that men should not do their own wills, as devoting themselves to bouts of drunkenness and carousing, but living in sanctification and purity should thus also sanctify the day, keeping it delightful and free from grief through the godly leisure celebrated on it
Notes, col. 481
On the reading
Printed πληθήσῃ, for κληθήσῃ.
Printed τὴν πόδα, for τὸν πόδα.
PG 24:484Read from the pageτειν, μηδὲ μέχρι τοῦ τυχόντος κινοῦντα τὸν πόδα ἐπὶ πράξεσιν ἑτέραις, μηδὲ μέχρι λόγου μολύνειν τὰ
nor moving one's foot even to the slightest degree upon other actions, nor defiling even so far as a word the
ΚΕΦΑΛΑΙΟΝ ΝΘʹ.
Chapter LIX.
« Μὴ οὐκ ἰσχύει ἡ χεὶρ Κυρίου τοῦ σῶσαι; Ἢ ἐβάρυνε τὸ οὖς αὐτοῦ τοῦ μὴ εἰσακοῦσαι; » Ὡς πρὸς τὸν τῶν Ἰουδαίων λαὸν διαστειλάμενος ὁ λόγος ἐν τοῖς πρὸ τούτου τὰ πρακτέα, καὶ τοῖς μὲν τὰ πρακτέα δι' ἔργων ἐπιτελέσασι τὰς πρεπούσας ἐπαγγελίας παραθεὶς, τοῖς δὲ τἀναντία ἑλομένοις τὰς καταλλήλους ἀπειλήσας τιμωρίας· διὰ τῶν προκειμένων ἔλεγχον αὐτοῖς προσφέρει, ὥς τινα ἐναντία ἑλομένοις τῇ τοῦ Θεοῦ βουλῇ· οὗ χάριν καὶ τοῖς κακοῖς περιπεπτώκασι. Φησὶν οὖν πρὸς αὐτούς· Οὐκ ἦν ἀδύνατον ἐμοὶ τῷ Θεῷ, καὶ ἀπολλυμένους ὑμᾶς ἀνακτήσασθαι, οὐδὲ ἀσθενεῖ ἡ ἐμὴ χεὶρ καὶ ἀναξίους ὄντας ὑμᾶς διασῶσαι· καὶ τὸ οὖς δὲ τὸ ἐμὸν τὸ πάντων ἀκουστικὸν οὐχ οὕτως ἦν βαρυήκοον, ὡς μὴ δύνασθαι ὑμῶν εἰσακοῦσαι βοώντων.
"Is not the hand of the Lord strong enough to save? Or has He made His ear heavy, so as not to hearken?" Having set out distinctly in what preceded the things to be done, as addressed to the people of the Jews, and having set before those who accomplished in deeds the things to be done the fitting promises, while threatening those who chose the opposite with the corresponding punishments, through the words before us the discourse brings forward a reproof against them, as having chosen things contrary to the counsel of God — on account of which they have also fallen into calamities. He says, therefore, to them: It was not impossible for me, God, to win you back even when perishing, nor is my hand too weak to save you thoroughly even though unworthy; and my ear too, which hears all things, was not so dull of hearing as to be unable to hearken to you when crying aloud.
« Ἀλλὰ τὰ ἁμαρτήματα ὑμῶν διιστῶσιν ἀνὰ μέσον ὑμῶν καὶ ἀνὰ μέσον τοῦ Θεοῦ· καὶ διὰ τὰς ἁμαρτίας ὑμῶν ἀπέστρεψε τὸ πρόσωπον ἀφ' ὑμῶν, τοῦ μὴ ἐλεῆσαι. » Ὁ παράνομος ὑμῶν βίος οὐκ ἐᾷ τῆς θείας ὑμᾶς ἀπολαῦσαι προνοίας, διὰ τὸ βδελύττεσθαι ὥσπερ δυσώδη καὶ αἰσχρὰν καὶ ἄτιμον τὴν ἁμαρτίαν. Τὸ μὲν οὖν αἴτιον τῆς ἀποπτώσεως τοῦ λαοῦ καὶ τῆς ποῤῥωτάτω τοῦ Θεοῦ ἀποβολῆς αὐτοῦ οὐδὲν ἕτερον εἶναι ἐδίδαξεν ἢ τὰς ἁμαρτίας· τὸ δὲ τούτων εἶδος ἑξῆς καταριθμεῖται.
"But your sins make a separation between you and God; and because of your sins He has turned away His face from you, so as not to have mercy." Your lawless life does not permit you to enjoy divine providence, because He abominates sin as something foul-smelling and shameful and dishonourable. He taught, therefore, that the cause of the falling away of the people and of its casting off very far from God was nothing other than their sins; and the specific kind of these is enumerated next.
« Αἱ γὰρ χεῖρες ὑμῶν μεμολυσμέναι αἵματι, καὶ οἱ δάκτυλοι ὑμῶν ἐν ἁμαρτίαις· τὰ χείλη ὑμῶν ἐλάλησαν ἀνομίαν, καὶ ἡ γλῶσσα ὑμῶν ἀδικίαν μελετᾷ. » Καὶ θέα, ὡς οὐκ ἐπιμέμφεται αὐτοῖς ἐν τούτοις εἰδωλολατρείαν, οὐδ' ἑτέραν τινὰ παράνομον πρᾶξιν· ἀλλὰ τὴν διὰ χειλέων μιαιφονίαν, καὶ τὴν διὰ στόματος παρανομίαν. Δι' ὧν ᾐνίξατο τὴν κατὰ τοῦ Σωτῆρος ἐπανάστασιν αὐτῶν, καὶ τὴν κατὰ τῶν δικαίων ἀνδρῶν ἐπιβουλήν. Εἰ δὲ καὶ μὴ αὐτόχειρες γεγόνασι τοῦ Σωτῆρος, ἀλλὰ τὸ αἷμα αὐτοῦ ἐπ αὐτοὺς καὶ ἐπὶ τὰ τέκνα αὐτῶν αἰτησάμενοι, καὶ βοαῖς ἀθέοις χρησάμενοι, ἔργῳ παρέστησαν τὰς χεῖρας ἔχειν μεμολυσμένας αἵματι, τά τε χείλη αὐτῶν λελαληκέναι ἀνομίαν, καὶ τὴν γλῶσσαν αὐτῶν μεμελετηκέναι. Ἐξαπατῶντες γὰρ ἑαυτοὺς ἕτερον προσδοκῶσι Χριστὸν, ἀνθρώπινά τινα περὶ αὐτοῦ μυθολογοῦντες.
"For your hands are defiled with blood, and your fingers in sins; your lips have spoken lawlessness, and your tongue meditates unrighteousness." And observe how in these words He does not reproach them with idolatry, nor with any other lawless deed, but with blood-guiltiness wrought through lips, and lawlessness wrought through mouth — whereby He hinted at their uprising against the Saviour, and their plotting against righteous men. For even if they did not become slayers of the Saviour with their own hands, yet by asking for His blood upon themselves and upon their children, and using godless cries, they showed in deed that they had their hands defiled with blood, and that their lips had spoken lawlessness and their tongue had meditated it. For deceiving themselves, they await another Christ, fabricating certain human fables concerning him.
« Οὐθεὶς λαλεῖ δίκαια, οὐδέ ἐστι κρίσις ἀληθινή. Πεποίθασιν ἐπὶ ματαίοις, καὶ λαλοῦσι κενὰ, ὅτι κύουσι πόνον, καὶ τίκτουσιν ἀνομίαν. Ὠὰ ἀσπίδων ἔῤῥηξαν, καὶ ἱστὸν ἀράχνης ὑφαίνουσι· καὶ ὁ μέλλων τῶν ὠῶν αὐτῶν φαγεῖν, συντρίψας οὔριον εὗρε, καὶ ἐν αὐτῷ βασιλίσκον. » Τῶν ἀντικειμένων δυνάμεων τὰ σπέρματα ἐν αὐτοῖς κυήσαντες· διὸ τοῖς τῆς κακίας καὶ πονηρίας αὐτῶν υἱοῖς ἐλέγετο· « Ὄφεις, γεννήματα ἐχιδνῶν. » Ἀναλόγως δὲ τῷ σπέρματι τῷ θείῳ τὸν τῶν ἀντικειμένων δυνάμεων σπόρον ὠὰ ὠνόμασε διὰ τὸ παράδειγμα τοῦ ἑρπυστικοῦ γένους· ἀσπίδες καὶ ὄφεις, καὶ τὰ τοιαῦτα τῶν ὠοτόκων ἐστίν.
"No one speaks just things, nor is there true judgement. They trust in vain things, and speak empty words, because they conceive trouble, and bring forth lawlessness. They have burst the eggs of asps, and weave a spider's web; and he who is about to eat of their eggs, having crushed one, found a wind-egg, and in it a basilisk." Having conceived in themselves the seeds of the opposing powers — wherefore to the sons of their malice and wickedness it was said: "Serpents, brood of vipers". And by analogy with the divine seed he named the sowing of the opposing powers "eggs" because of the example of the creeping kind: asps and serpents and such creatures belong to the oviparous class.
Notes, col. 484
On the reading
Printed ἐπ αὐτοὺς, for ἐπ' αὐτοὺς.