PG 24:461Read from the page« Καὶ τὰς ἁμαρτίας αὐτῶν αὐτὸς ἀνοίσει. Διὰ τοῦτο αὐτὸς κληρονομήσει πολλοὺς, καὶ τῶν ἰσχυρῶν μεριεῖ σκῦλα· ἀνθ' ὧν παρεδόθη εἰς θάνατον ἡ ψυχὴ αὐτοῦ, καὶ ἐν τοῖς ἀνόμοις ἐλογίσθη· καὶ αὐτὸς ἁμαρτίας πολλῶν ἀνήνεγκε, καὶ διὰ τὰς ἀνομίας αὐτῶν παρεδόθη. » Ἀναλαμβάνων γὰρ τὸ μέτρον τῶν πάλαι ἁμαρτωλῶν, καὶ ἀσεβῶν εἰς ἑαυτὸν τὰς ἀσεβείας, καὶ ἀποδιδύσκων αὐτοὺς τὸν τῆς ἁμαρτίας χιτῶνα, δικαίους αὐτοὺς ἀπεργάζεται. Διὰ τοῦτο γὰρ ἐπειδὴ εἰς ἑαυτὸν τὰς τῶν πολλῶν ἀνέλαβεν ἁμαρτίας, τούτου χάριν καὶ δεδύνηται κλῆρον ἑαυτῷ ποιήσασθαι τοὺς πάντας. Εἰ γὰρ μὴ οἷός τε ἦν ἀφιέναι ἁμαρτίας, διέμειναν ἐν τοῖς ἑαυτῶν πλημμελήμασι, καὶ οὐκ ἂν ἔτυχον σωτηρίας. Νῦν δὲ ἐπειδὴ τὰς ἁμαρτίας αὐτῶν αὐτὸς ἀνέλαβε, διὰ τοῦτο καὶ κληρονόμους αὐτοὺς εἴληφε παρὰ τοῦ Πατρός· τῶν ἀντικειμένων δηλαδὴ δυνάμεων τῶν τε πονηρῶν δαιμονίων ἐξαρπάσας τὰς αιχμαλώτους ὑπ' αὐτῶν γεγενημένας ψυχὰς, σκῦλα ἑαυτῷ ἐποιήσατο· ἅπερ σκῦλα τοῖς ἑαυτοῦ μαθηταῖς διένειμε, διαφορους ἐξ αὐτῶν συστησάμενος Ἐκκλησίας· ὥσπερ τινὰ μισθὸν παρὰ τοῦ Πατρὸς τοῦτ' εἰληφὼς, λέγω δὴ τὸ ἀφιέναι ἁμαρτίας τοῖς προημαρτηκόσι, καὶ ὑπὸ τὸν αὐτοῦ κλῆρον ὑπάγειν αὐτούς. Πῶς δὲ ἐν ἀνόμοις ἐλογίσθη, διδάσκει τὸ Εὐαγγέλιον· καθ' ὃν καιρὸν συνεσταύρωντο αὐτῷ παρ' ἑκάτερα οἱ λῃσταὶ, πεπληρῶσθαι λέγω τὴν προφητείαν.
"And He Himself shall bear their sins. Therefore He Himself shall inherit many, and shall divide the spoils of the strong; because His soul was delivered up unto death, and He was reckoned among the lawless; and He Himself bore the sins of many, and because of their lawlessnesses He was delivered up." For taking upon Himself the measure of those who of old were sinners, and the impieties of the impious, and stripping them of the tunic of sin, He renders them righteous. For on this account, since He took upon Himself the sins of the many, for this sake He has also been able to make them all an inheritance for Himself. For had He not been able to forgive sins, they would have remained in their own trespasses, and would not have attained salvation. But as it is, since He Himself took up their sins, on this account He has also received them from the Father as heirs; snatching away from the opposing powers, namely, and the wicked demons, the souls that had been taken captive by them, He made them spoils for Himself; which spoils He distributed to His own disciples, establishing diverse Churches out of them, having received this as a kind of reward from the Father—I mean the forgiving of sins to those who had sinned before, and the bringing of them under His own heritage. And how He was reckoned among the lawless, the Gospel teaches: at the time when the robbers were crucified with Him on either side, I say that the prophecy was fulfilled.
ΚΕΦΑΛΑΙΟΝ ΝΔʹ.
Chapter LIV.
« Εὐφράνθητι, στείρα ἡ οὐ τίκτουσα· ῥῆξον καὶ βόησον, ἡ οὐκ ὠδίνουσα· ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου, μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα. » Διὰ τῶν προκειμένων ὁ λόγος εὐαγγελίζεται τὴν δι' αὐτοῦ καθ' ὅλης τῆς οἰκουμένης ἱδρυνθεῖσαν Ἐκκλησίαν, πάλαι οὖσαν ἔρημον, καὶ ἄγονον καὶ ἄκαρπον, διὸ καὶ στείραν αὐτὴν ὀναμάζει. Ἐπειδὴ τοιαῦταί τινες ἦσαν πάλαι αἱ τῶν ἀπίστων ψυχαί. Καὶ γὰρ ἦν πάλαι ἡ ἐξ ἐθνῶν Ἐκκλησία ἠφανισμένη καὶ ἔρημος, ἅτε μηδέπω τὸν ἐπουράνιον κεκτημένη νυμφίον. Πλὴν πολυκαρπίαν αὐτῇ καὶ πολυπαιδίαν ἐπαγγέλλεται πλείονα τῆς ἐχούσης τὸν ἄνδρα. Τίς δὲ ἦν αὕτη ἢ τὸ Ἰουδαίων ἔθνος, καὶ ἡ παρ' αὐτοῖς πάλαι τετιμένη ὡς Θεοῦ πόλις Ἱερουσαλήμ; Ἥτις ἔχουσα τὸν ἄνδρα, τὸν ἐπουράνιον λόγον, ἠλέγχετο ἀποστασίου βιβλίον αὐτῷ δεδωκυῖα. Ἐν παραθέσει τοίνυν τῆς πάλαι τὸν ἄνδρα κεκτημένης, ἡ ἐν τοῖς ἔθνεσιν ἔρημος οὖσα τὸ πρὶν Θεοῦ ψυχὴ ἐπαγγελίας ἀξιοῦται χρηστῆς, πολυπαιδίαν καὶ πολυτεκνίαν αὐτῇ εὐαγγελιζομένου τοῦ λόγου· ὡς ἐν παραθέσει τοῦ ἐκ περιτομῆς λαοῦ τὰ τέκνα ταύτης πολυπλασιάζεσθαι.
"Rejoice, O barren one who does not bear; break forth and cry aloud, you who do not travail; for many are the children of the desolate woman, more than of her who has the husband." Through the words set before us the discourse proclaims good tidings to the Church founded through Him throughout the whole inhabited earth, which of old was desolate, childless, and unfruitful, wherefore it also calls her barren. Since of such a sort of old were the souls of unbelievers. For indeed of old the Church from the Gentiles was unseen and desolate, inasmuch as she did not yet possess the heavenly Bridegroom. Yet fruitfulness and abundance of children are promised to her, greater than hers who has the husband. And who was she, save the nation of the Jews, and Jerusalem, honoured of old among them as the city of God? Who, though having the husband, the heavenly Word, was convicted of having given Him a bill of divorce. In comparison, therefore, with her who of old possessed the husband, the soul among the Gentiles that formerly was desolate of God is deemed worthy of a gracious promise, as the word proclaims good tidings to her of abundance of children and numerous offspring; so that in comparison with the people of the circumcision her children are multiplied.
« Εἶπε γὰρ Κύριος· Πλάτυνον τὸν τόπον τῆς σκηνῆς σου, καὶ τὰς δέρῥεις τῶν αὐλαιῶν σου πῆξον· μὴ φείσῃ· μάκρυνον τὰ σχοινίσματά σου, καὶ τοὺς πασσάλους σου κατίσχυσον. » Λέλεκται δὲ ταῦτα ὡς ἀν καὶ ἐπὶ τῆς σκηνῆς τῆς ὑπὸ Μωϋσέως κατασκευασθείσης· ἐκείνῃ γὰρ χρησάμενος ὁ λόγος εἰκόνι, τῇ ἐξ ἐθνῶν Ἐκκλησίᾳ προσφωνεῖ μὴ κατ' ἐκείνην σμικρύναι τὴν ἑαυτῆς οἰκοδομήν, ἀλλὰ πλατύναι τὴν σκηνοπηγίαν ἑαυτῆς, ἐκτείνασαν εἰς ἄφατον μῆκός
"For the Lord has said: Widen the place of your tent, and fix the curtains of your courts; spare not; lengthen your cords, and strengthen your stakes." Now these things are spoken as if with reference also to the tabernacle constructed by Moses; for using that as an image, the word addresses the Church from the Gentiles, bidding her not make her own building small after the manner of that one, but widen the pitching of her tent, extending it to an unspeakable length
Notes, col. 461
On the reading
Printed αιχμαλώτους, for αἰχμαλώτους.
Printed διαφορους, for διαφόρους.
Printed ὀναμάζει, for ὀνομάζει.
Printed τετιμένη, for τετιμημένη.
PG 24:464Read from the pageτε καὶ πλάτος. Ἡ μὲν γὰρ ὑπὸ Μωϋσέως κατασκευασθεῖσα, πηχέων ἦν ρʹ μῆκος· πλάτος δὲ νʹ. Ἐνταῦθα δέ φησι, Μὴ φείσῃ τούτου, μηδὲ στενοχωρήσῃς σεαυτὴν τοῖς μέτροις· ἀλλ' ἐκτείνασα μακρὰν, καὶ κτίσασα, καὶ τὰ ἑξῆς. Νοήσεις δὲ τὸ μῆκος καὶ τὸ πλάτος, καὶ τὸ μέγεθος τῆς νέας ταύτης σκηνῆς, ἣν ἔπηξεν ὁ Κύριος καὶ οὐκ ἄνθρωπος, ἐπὶ νοῦν λαβὼν, ὅση μὲν ὑπῆρχε τοῖς μέτροις ἡ ἐπὶ Μωϋσέως κατασκευασθεῖσα, ὅση ἦν Ἱερουσαλὴμ τὸν νεών ἔχουσα, μήκους ἦν πηχῶν (sic) μʹ, πλάτους κʹ. Ὡς εἴπερ ἦν θαύματος ἄξιος ὅ τε νεὼς ἐν μιᾷ πόλει τῆς Παλαιστίνης ἱδρυμένος, πόσῳ μᾶλλον τὸ πλῆθος καὶ τὰ μεγέθη, καὶ τὰ κάλλη τῶν κατὰ πάντα τόπον ἀνεγηγερμένων ἐκκλησιῶν τοῦ Θεοῦ· μεστὴ γὰρ ἐκκλησιῶν ἡ ὑπ' οὐρανόν.
and breadth. For the one constructed by Moses was a hundred cubits in length, and fifty in breadth. Here, however, it says, Spare not in this, nor confine yourself in measurements; but stretching out far, and building, and what follows. And you will perceive the length and the breadth, and the magnitude of this new tabernacle, which the Lord pitched and not man, if you call to mind how great in its measurements was the one constructed in the time of Moses, and how great was Jerusalem possessing the sanctuary, which was forty cubits in length, twenty in breadth. So if indeed that sanctuary established in a single city of Palestine was worthy of wonder, how much more the multitude and the magnitudes and the beauties of the churches of God raised up in every place; for the whole earth under heaven is full of churches.
« Ἔτι εἰς τὰ δεξιὰ καὶ τὰ ἀριστερά σου ἐκπέτασον, καὶ τὸ σπέρμα σου ἔθνη κληρονομήσει, καὶ πόλεις ἠρεμωμένας κατοικιεῖς. » Σπέρμα δὲ τῆς Ἐκκλησίας τοῦ Θεοῦ εἴη ἂν καὶ ὁ εὐαγγελικὸς λόγος, περὶ οὗ λέγεται· « Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι, » καὶ, « Οὐχὶ καλὸν σπέρμα ἔσπειρας ἐν τῷ ἀγρῷ; » Καὶ πάλιν δύναται δὲ σπέρμα εἶναι τῆς Ἐκκλησίας καὶ ἡ τῶν ἀποστόλων καὶ μαθητῶν τοῦ Κυρίου ἡμῶν διδαχή· δι' ὧν ἡ θεοσεβὴς πολιτεία ἐν ταῖς πάλαι ἠφανισμέναις καὶ Θεοῦ ἐρήμοις ἐκκλησίαις συνέστη.
"Spread out yet to your right hand and to your left, and your seed shall inherit nations, and you shall inhabit desolated cities." Now the seed of the Church of God would also be the evangelical word, concerning which it is said: "The sower went out to sow," and, "Did you not sow good seed in the field?" And again, the seed of the Church can also be the teaching of the apostles and disciples of our Lord, through whom the godly polity was established in the churches that of old were unseen and desolate of God.
« Μὴ φοβοῦ, ὅτι κατῃσχύνθης, μηδὲ ἐντραπῇς, ὅτι ὠνειδίσθης· ὅτι αισχύνην αἰώνιον ἐπιλήσῃ, καὶ ὄνειδος τῆς χηρείας σου οὐ μὴ μνησθήσῃ ἔτι. » Ὅτε μὲν γὰρ ἦν στείρα, καὶ οὐ τίκτουσα, οὐδὲ ὠδίνουσα, μηδὲ τὸν ἄνδρα ἔχουσα, ἐπονείδιστος ἦν καὶ αισχύνης ἔμπλεος· ἀλλὰ νῦν φησι πρὸς αὐτήν· Εἰ καὶ πάλαι ποτὲ αἰσχύνης καὶ ὀνείδους ἔπραττες ἄξια, θάρσει· « Ὅτι αἰσχύνην αἰώνιον ἐπιλήσῃ, καὶ ὄνειδος τῆς χηρείας σου οὐ μὴ μνησθήσῃ. » Χηρείαν δὲ ἀποκαλεῖ καὶ ἐνταῦθα τὴν στέρησιν τοῦ νυμφίου Λόγου· ἧς οὐ μνησθήσῃ, φησὶν,
"Fear not because you were put to shame, nor be confounded because you were reproached; for you shall forget everlasting shame, and the reproach of your widowhood you shall remember no more." For while she was barren, neither bearing nor travailing, nor having the husband, she was subject to reproach and full of shame; but now He says to her: Even if of old at one time you did things worthy of shame and reproach, take courage: "For you shall forget everlasting shame, and the reproach of your widowhood you shall not remember." And widowhood here too He calls the deprivation of the Bridegroom, the Word; which you shall not remember, He says,
« Ὅτι Κύριος τῶν δυνάμεών ἐστιν ὁ ποιῶν σε, Κύριος ὄνομα αὐτῷ, καὶ ῥυσάμενός σε· αὐτὸς Θεὸς Ἰσραὴλ πάσῃ τῇ γῇ κληθήσεται. » Οὐ γὰρ ἐξ ἀνθρώπων, οὐδὲ δι' ἀνθρώπου τὰ τῆς συστάσεως γέγονεν, ἀλλὰ δι' αὐτοῦ τοῦ Κυρίου.
"Because the Lord of hosts is He Who makes you, the Lord is His name, and He Who rescues you; He Himself shall be called the God of Israel for all the earth." For neither from men nor through man has her constitution come about, but through the Lord Himself.
« Οὐχ ὡς γυναῖκα καταλελειμμένην καὶ ὀλιγόψυχον κέκληκέ σε ὁ Κύριος, οὐδ' ὡς γυναῖκα ἐκ νεότητος μεμισημένην Εἶπεν ὁ Θεός σου· Χρόνον μικρὸν κατέλιπόν σε, καὶ μετ' ἐλέους μεγάλου ἐλεήσω σε, εἶπεν ὁ ῥυσάμενός σε Κύριος. Ἀπὸ τοῦ ὕδατος τοῦ ἐπὶ Νῶε τοῦτό μοί ἐστι, καθότι ὤμοσα αὐτῷ ἐν τῷ χρόνῳ ἐκείνῳ τῇ γῇ μὴ θυμωθήσεσθαι ἐπὶ σοὶ ἔτι, μηδὲ ἐν ἀπειλῇ σου τὰ ὄρη μεταστήσεσθαι, οὐδ' οἱ βουνοί μου μετακινηθήσονται. Οὕτως οὐδὲ τὸ παρ' ἐμοῦ σοι ἔλεος ἐκλείψει, οὐδὲ ἡ διαθήκη τῆς εἰρήνης σου οὐ μὴ μεταστῇ· εἶπε γάρ· Ἵλεώς σοι Κύριος. » Θᾶττον γὰρ τὰ ὄρη μεταστήσονται τῶν οἰκείων τόπων, καὶ οἱ βουνοὶ ταραχθήσονται, ἢ τὸ ἐμὸν ἔλεος ἀπὸ σοῦ κινηθήσεται. Καὶ ταῦτα δὲ τῷ θεοσεβεῖ πολιτεύματι
"Not as a woman forsaken and faint-hearted has the Lord called you, nor as a woman hated from youth Your God has said: For a little time I forsook you, and with great mercy I will have mercy upon you, said the Lord Who rescues you. From the water that was in the days of Noah is this to Me: just as I swore to him at that time to the earth, that I would be wroth with you no more, nor at a threat against you should the mountains be removed, nor shall My hills be shifted; so neither shall the mercy from Me towards you fail, nor shall the covenant of your peace by any means be removed; for the Lord, merciful unto you, has spoken." For sooner shall the mountains be removed from their own places, and the hills be troubled, than My mercy be moved away from you. And these things too to the godly commonwealth
Notes, col. 464
On the reading
Printed ἠρεμωμένας, for ἠρημωμένας.
Printed αισχύνην, for αἰσχύνην.
Printed αισχύνης, for αἰσχύνης.
Printed μεμισημένην, for μεμισημένην..
PG 24:465Read from the pageἐπαγγέλλεται ὁ λόγος, καὶ πάλαι μὲν ἦν παρὰ Ἰουδαίοις, διαπεσὸν δὲ παρ' αὐτοῖς, ἐπὶ τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν μεταβέβηκεν.
the word promises; and of old indeed it was among the Jews, but having fallen away from among them, it has passed over to the Church from the Gentiles.
« Ταπεινὴ καὶ ἀκατάστατος, οὐ παρεκλήθης. Ἰδοὺ ἐγὼ ἑτοιμάζω σοι ἄνθρακα τὸν λίθον σου, καὶ τὰ θεμέλιά σου σάπφειρον. » Ἦν γὰρ παρὰ Ἰουδαίοις τῷ ὄντι ἡ ταπεινὴ σωματικὴ θρησκεία, ἡ ἐν σώματι περιτομὴ, καὶ ἐν οὐσίαις ζώων καὶ ταῖς τούτων θυσίαις, καὶ τοῖς ἄλλοις παραπλησίοις ἐξεταζομένη· διὸ ταπεινὴν καὶ ἀκατάστατον αὐτὴν ὠνόμασεν. Εἶτ' ἐπιλέγει, « Οὐ παρεκλήθης· » οὐδεὶς γὰρ ἦν τῶν προφητῶν, οὐδὲ τῶν θεοφιλῶν ἀνδρῶν τοσοῦτος, ὡς ἀναλαβεῖν αὐτὴν καὶ ἀνακτήσασθαι.
"Humble and storm-tossed, you were not comforted. Behold, I prepare for you carbuncle as your stone, and sapphire for your foundations." For among the Jews there truly was the humble bodily worship, tested in circumcision in the flesh, and in the substances of animals and their sacrifices, and in other similar things; wherefore He called her humble and unstable. Then He adds, "You were not comforted"; for there was none of the prophets, nor of men beloved of God, great enough to raise her up and restore her.
Ἰδοὺ ἐγὼ ἑτοιμάζω σοι ἄνθρακα τὸν λίθον σου, καὶ τὰ θεμέλιά σου σάπφειρον. » Ἀνθ' οὗ ὁ Σύμμαχος, « Ἰδοὺ ἐγὼ, φησὶ, συντίθημι στιμμίᾳ τοὺς λίθους σου » ὁ Θεοδοτίων, « Ἰδοὺ ἐγώ εἰμι ἐμβαλὼν στιμμῇ τοὺς λίθους σου. » Ὡς γὰρ ἂν γυνὴ καλλωπιζομένη στιμμίζοιτο τοὺς ὀφθαλμούς· οὕτως αὐτὸς ἐγὼ, φησὶν, ὑπὲρ πάντα ὡραϊσμὸν καὶ καλλωπισμὸν τοὺς τῆς σῆς οἰκοδομῆς λίθους διαθήσω.
"Behold, I prepare for you carbuncle as your stone, and sapphire for your foundations." In place of which Symmachus says, "Behold, I set your stones in antimony"; and Theodotion, "Behold, I am laying your stones in antimony." For just as a woman adorning herself paints her eyes with antimony, so I Myself, He says, beyond all beautification and adornment, will set in order the stones of your building.
« Καὶ θήσω τὰς ἐπάλξεις σου ἴασπιν, καὶ τὰς πύλας σου λίθους κρυστάλλου, καὶ τὸν περίβολόν σου λίθους ἐκλεκτούς. » Τοιοῦτοι δ' ἂν εἶεν ἐν τῇ Ἐκκλησίᾳ Θεοῦ οἱ λογικῇ παρασκευῇ τὴν πίστιν ὠχυρωμένοι, ὥστε προμαχῶνες ὄντες τοῦ θεοσεβοῦς πολιτευματος, διὰ τὸ δύνασθαι πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ καθαιρεῖν, καὶ διελέγχειν πάντα λόγον ψευδῆ τὸν τῆς ἀληθείας πολέμιον. Ὥσπερ γὰρ ἐπὶ τῶν τειχῶν αἱ ἐπάλξεις προμαχῶνές εἰσιν ἐπὶ παρασκευῇ τῆς πρὸς τοὺς πολεμίους παρατάξεως παρεσκευασμένοι· οὕτω καὶ τῆς Ἐκκλησίας οἱ ἐν λόγῳ καὶ ἐν σοφίᾳ δυνατοὶ, λεχθεῖεν ἂν εἰκότως ἐπάλξεις. « Καὶ τὰς πύλας σου λίθους κρυστάλλου· » δι' ὧν τὰς πύλας τῆς πόλεως συστήσας, θεσπίζει τὸ διαυγὲς καὶ καθαρὸν τῆς ὑγιοῦς πίστεως, παριστὰς τῶν πεπιστευμένων τὴν πρώτην καὶ στοιχειώδη, καὶ εἰσακτικὴν διδασκαλίαν. « Καὶ τὸν περίβολόν σου λίθους ἐκλεκτούς. » Τοιοῦτοι δ' ἂν εἶεν οἱ περιφράττοντες, καὶ ἀντὶ παντὸς ἕρκους ἀσφαλιζόμενοι διὰ τῶν πρὸς τὸν Θεὸν εὐχῶν τὴν πᾶσαν οἰκοδομὴν τῆς πόλεως, μεγάλα καὶ πολυτελῆ, καὶ ἔντιμα οἰκοδομήματα.
"And I will make your battlements jasper, and your gates stones of crystal, and your circuit wall choice stones." Such in the Church of God would be those who have fortified the faith with rational preparation, so as to be bulwarks of the godly polity, through being able to cast down every height raised up against the knowledge of God, and to refute every false argument hostile to the truth. For just as upon walls the battlements are bulwarks prepared in readiness for battle-array against the enemy, so too those in the Church mighty in word and in wisdom would reasonably be called battlements. "And your gates stones of crystal": constructing the gates of the city with these, He ordains the translucence and purity of sound faith, setting forth the first, elementary, and introductory teaching of the things believed. "And your circuit wall choice stones." Such would be those who fence round and, in place of every rampart, secure through prayers to God the whole building of the city—great, costly, and honourable buildings.
« Καὶ πάντας τοὺς υἱούς σου διδακτοὺς Θεοῦ, καὶ ἐν πολλῇ εἰρήνῃ τὰ τέκνα σου. » Διδακτοὺς Θεοῦ ἀποκαλεῖ τοὺς υἱοὺς τῆς πάλαι στείρας· ἀλλὰ καὶ ἐν πολλῇ εἰρήνῃ ἔσεσθαι αὐτῆς τὰ τέκνα· τοῦτο γὰρ αὐτοῖς ἐπηγγειλατο εἰπών· « Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν, εἰρήνην τὴν ἐμὴν ἀφίημι ὑμῖν. »
"And all your sons taught of God, and your children in great peace." Taught of God He calls the sons of her who of old was barren; and further, that her children shall be in great peace; for this He promised them when He said: "My peace I give to you, My peace I leave to you."
« Καὶ ἐν δικαιοσύνῃ οἰκοδομηθήσῃ. Ἀπέχου ἀπ' ἀδίκου, καὶ οὐ φοβηθήσῃ, καὶ τρόμος οὐκ ἐγγιεῖ σοι. » Τὰ μὲν γὰρ ἀνθρώπινα ἐπισκευάσματα, καὶ ἐξ ἀνθρωπίνης σπουδῆς συνιστάμενα, τοιαῦτά τινα τυγχάνει· διὸ καὶ εἰς φθορὰν χωρεῖ καὶ εἰς ἀπώ-
"And in righteousness you shall be built. Abstain from injustice, and you shall not fear, and trembling shall not draw near to you." For human fabrications, put together out of human zeal, prove to be of some such sort; wherefore also they pass into corruption and into de-
Notes, col. 465
On the reading
Printed πολιτευματος, for πολιτεύματος.
Printed ἐπηγγειλατο, for ἐπηγγείλατο.
PG 24:468Read from the pageλειαν· τὸ δὲ ἐμὸν ἔργον ἀδιάφθορον πέφυκε· καὶ οὐδὲ τοιοῦτον εὑρεθήσεται ἐπὶ τοῦ ἐμοῦ ἔργου, ὡς διαφθεῖραι καὶ ἀπολέσαι αὐτό
struction; whereas My work is by nature incorruptible, and nothing of such a sort shall be found against My work as to corrupt and destroy it.
« Ἰδοὺ προσήλυτοι προσελεύσονταί σοι δι' ἐμοῦ, καὶ παροικήσουσί σοι, καὶ ἐπὶ σὲ καταφεύξονται. Ἰδοὺ ἐγὼ ἔκτισά σε, οὐχ ὡς χαλκεὺς φυσῶν ἄνθρακας, καὶ ἐκφέρων σκεῦος εἰς ἔργον· ἐγὼ δ' ἔκτισά σε, οὐκ εἰς ἀπώλειαν φθεῖραι. Πᾶν σκεῦος σκευαστὸν ἐπὶ σὲ, οὐκ εὐοδώσω· καὶ πᾶσα φωνὴ ἀναστήσεται ἐπὶ σὲ εἰς κρίσιν. Πάντας αὐτοὺς ἡττήσεις· οἱ δὲ ἔνοχοί σου ἔσονται ἐν αὐτῇ. » Εἴποις δ' ἂν προσηλύτους μετὰ τὰ προλεχθέντα τῆς Ἐκκλησίας πράγματα, τοὺς οὐ γνησίους, οὐδὲ καθαρῶς προβάλλοντας ἐν τοῖς πλήθεσιν· οὓς καὶ παροικήσειν, ἀλλ' οὐ κατοικήσειν φησὶν αὐτήν, διὰ τὸ ὡς ἐν παρόδῳ ποιεῖσθαι αὐτοὺς τὴν εἴσοδον. « Ἔστι κληρονομία τοῖς θεραπεύουσι Κύριον, καὶ ὑμεῖς ἔσεσθέ μοι δίκαιοι, λέγει Κύριος· » σφόδρα ἀκολούθως· μετά γὰρ τὰ προλεχθέντα πάντα, ἐχρῆν ὑπομνῆσαι καὶ τῆς ἐγκειμένης ἐν τῷ μέλλοντι αἰῶνι κληρονομίας. Τίς δ' ἂν γένθιτο αὕτη ἀλλ' ἡ βασιλεία τῶν οὐρανῶν καὶ ζωὴ αἰώνιος;
"Behold, proselytes shall come to you through Me, and shall sojourn with you, and shall flee to you for refuge. Behold, I have created you, not as a coppersmith blowing coals and bringing forth a vessel for work; whereas I have created you, not for destruction to corrupt. Every vessel fashioned against you I will not prosper; and every voice shall rise up against you for judgement. All of them you shall defeat, and those guilty against you shall be therein." Now after the aforesaid matters of the Church, you might say that proselytes are those who are not genuine, nor advancing purely among the multitudes; whom also He says will sojourn in her, but not dwell permanently, because they make their entrance as though in passing. "There is an inheritance for those who serve the Lord, and you shall be righteous unto Me, says the Lord": very consistently; for after all the things spoken before, it was needful to call to mind also the inheritance laid up in the age to come. And what else could this be than the kingdom of heaven and life everlasting?
ΚΕΦΑΛΑΙΟΝ ΝΕʹ.
Chapter LV.
« Οἱ διψῶντες, πορεύεσθε ἐφ' ὕδωρ, καὶ ὅσοι μὴ ἔχετε ἀργύριον, βαδίσαντες ἀγοράσατε, καὶ φάγετε ἄνευ ἀργυρίου οἶνον καὶ στέαρ. Ἵνα τί τιμᾶσθε ἀργυρίου, καὶ τὸν μόχθον ὑμῶν οὐκ εἰς πλησμονήν; Ἀκούσατέ μου, καὶ ζήσεται ἐν ἀγαθοῖς ἡ ψυχὴ ὑμῶν, καὶ διαθήσομαι ὑμῖν διαθήκην αἰώνιον, τὰ ὅσια Δαυῖδ τὰ πιστά. » Περὶ ἕτερα ἀσχαλούμενοι, ἐξ ὧν οὐκ ἔστι ψυχὴν τραφῆναι, οὐδὲ εἰς πλησμονὴν ἀπολαῦσαι τροφῆς. Πρὸς γὰρ τοῖς προτέροις καὶ τῶν ἔργων ἀγαθῶν ἐλπίδα, καὶ τροφὴν ἔνθεον τεταμιεῦσθαί φησι ταῖς τῶν ὑπηκόων ψυχαῖς. Οὐ γὰρ τοῖς σώμασι, διαῤῥήδην δὲ ταῖς ψυχαῖς τὴν τῶν μελλόντων ἀγαθῶν δόσιν προβάλλεται.
"You who thirst, go to the water, and all you who have no silver, go and buy, and eat without silver wine and fatness. Why do you value with silver, and your labour not unto satisfaction? Hear Me, and your soul shall live in good things, and I will make with you an everlasting covenant, the sure mercies of David." Busying yourselves about other things, from which it is impossible for a soul to be nourished, or to enjoy food unto satisfaction. For in addition to the former things, He says that both the hope of good works and divine nourishment have been treasured up for the souls of the obedient. For not to bodies, but expressly to souls does He set forth the bestowal of the good things to come.
« Ἰδοὺ μαρτύριον ἐν ἔθνεσιν ἔδωκα αὐτὸν, ἄρχοντα καὶ προστάσσοντα ἔθνεσιν. Ἔθνη ἃ οὐκ οἴδασί σε, ἐπικαλέσονταί σε, καὶ λαοὶ οἳ οὐκ ἐπίστανταί σε, ἐπὶ σὲ καταφεύξονται, ἕνεκεν Κυρίου τοῦ Θεοῦ σου, τοῦ ἁγίου Ἰσραὴλ, ὅτι ἐδόξασέ σε. » Καὶ τίς οὐκ ἂν ἐκπλαγείη τοῦ λόγου τὸ ἀποτέλεσμα, ὁρῶν καθ' ὅλης τῆς οἰκουμένης ἀπὸ Χριστοῦ τοῦ Θεοῦ Χριστιανοὺς προσαγορευομένους; Καὶ τοῦτο αὐτοῖς ἔσεσθαι σημεῖον αἰώνιον τῆς παρὰ Θεῷ σωτηρίας τὸ ἐπιγράφεσθαι τὸ τοῦ Κυρίου ὄνομα, ὅπερ αὐτοῖς εἰς αἰῶνα παραμένει, καὶ οὐκ ἐκλείψει πώποτε· ἀμεταμέλητα γὰρ τὰ χαρίσματα τοῦ Θεοῦ τυγχάνει.
"Behold, I have given Him as a testimony among the nations, a ruler and commander for the nations. Nations that do not know you shall call upon you, and peoples that are not acquainted with you shall flee to you for refuge, for the sake of the Lord your God, the Holy One of Israel, because He has glorified you." And who would not be astounded at the outcome of the word, seeing Christians called after Christ Who is God throughout the whole inhabited earth? And that this shall be to them an everlasting sign of salvation from God, to have inscribed upon them the name of the Lord, which abides with them for ever, and shall never fail; for the gifts of God are irrevocable.
« Ζητήσατε τὸν Κύριον, καὶ ἐν τῷ εὑρίσκειν αὐτὸν, ἐπικαλέσασθε. Ἡνίκα δ' ἂν ἐγγίζῃ ὑμῖν, ἀπολειπέτω ὁ ἀσεβὴς τὰς ὁδοὺς αὐτοῦ, καὶ ἀνὴρ ἄνομος τὰς βουλὰς αὐτοῦ, καὶ ἐπιστραφήτω ἐπὶ Κύριον, καὶ ἐλεηθήσεται· ὅτι ἐπὶ πολὺ ἀφήσει τὰς ἁμαρτίας ὑμῶν. Οὐ γάρ εισιν αἱ βουλαί μου, ὥσπερ αἱ βουλαὶ ὑμῶν, οὐδ' ὥσπερ αἱ ὁδοὶ ὑμῶν, αἱ ὁδοί μου, λέγει Κύριος. Ἀλλ' ὡς ἀπέχει ὁ οὐρανὸς ἀπὸ τῆς γῆς, οὕτως ἀπέχει ἡ ὁδός μου ἀπὸ τῶν ὁδῶν ὑμῶν, καὶ τὰ διανοήματα ὑμῶν ἀπὸ τῆς διανοίας μου. Ὡς γὰρ ἂν καταβῇ ὁ ὑετὸς ἐκ τοῦ οὐρανοῦ, καὶ οὐ μὴ ἀποστραφῇ ἕως
"Seek the Lord, and upon finding Him, call upon Him. Whenever He draws near to you, let the impious man forsake his ways, and a lawless man his counsels, and let him return to the Lord, and he shall obtain mercy; because He will abundantly forgive your sins. For My counsels are not as your counsels, nor are My ways as your ways, says the Lord. But as heaven is distant from the earth, so is My way distant from your ways, and your thoughts from My mind. For as the rain comes down from heaven, and shall by no means turn back until
Notes, col. 468
On the reading
Printed γένθιτο, for γένοιτο.
Printed ἀσχαλούμενοι, for ἀσχολούμενοι.
Printed εισιν, for εἰσιν.
PG 24:469Read from the pageἂν μεθύσῃ τὴν γῆν, καὶ ἐκτέκῃ, καὶ ἐκβλαστήσῃ, καὶ δῷ σπέρμα τῷ σπείροντι, καὶ ἄρτον εἰς βρῶσιν· οὕτως ἔσται τὸ ῥῆμά μου, ὃ ἐὰν ἐξέλθῃ ἐκ τοῦ στόματός μου, οὐ μὴ ἀποστραφῇ, ἕως ἂν τελεσθῇ ὅσα ἂν ἠθέλησα. Καὶ εὐοδώσω τὰς ὁδούς σου, καὶ τὰ ἐντάλματά μου. Ἐν γὰρ εὐφροσύνῃ ἐξελεύσεσθε, καὶ ἐν χαρᾷ διδαχθήσεσθε. Τὰ γὰρ ὄρη καὶ οἱ βουνοὶ ἐξαλιοῦνται προσδεχόμενοι ὑμᾶς ἐν χαρᾷ. » Δι' ὧν οἶμαι δυνάμεις συγχαιρούσας τοῖς ἐπὶ γῆς μετανοοῦσι δηλοῦσθαι. « Καὶ πάντα τὰ ξύλα τοῦ ἀγροῦ ἐπικροτήσει τοῖς κλάδοις. » Ξύλα δὲ τοῦ ἀγροῦ ἐπικροτοῦντα κλάδοις τάχα που αἱ καρποφόροι εἶεν ἂν ψυχαὶ, συγχαίρουσαι ταῖς τῶν ἀνόμων ψυχαῖς ἐπιστρεφούσαις πρὸς Κύριον.
it waters the earth, and makes it bring forth and bud, and gives seed to the sower and bread for food; so shall My word be, whichever goes forth out of My mouth: it shall by no means turn back until all things that I willed have been accomplished. And I will prosper your ways, and My commandments. For you shall go forth in gladness, and in joy you shall be taught. For the mountains and the hills shall leap up as they welcome you in joy." Through which I think powers rejoicing together with those repenting upon earth are signified. "And all the trees of the field shall applaud with their branches." And trees of the field applauding with branches would perhaps be the fruitful souls, rejoicing together with the souls of the lawless returning to the Lord.
« Καὶ ἀντὶ τῆς στοιβῆς ἀναβήσεται κυπάρισσος, ἀντὶ δὲ τῆς κονύζης ἀναβήσεται μυρσίνη. Καὶ ἔσται Κύριος εἰς ὄνομα, καὶ εἰς σημεῖον αἰώνιον, καὶ οὐκ ἐκλείψει. » Ἀλληγορικῶς δὲ διὰ τούτων ᾐνίττετο τὴν ἀπὸ τῶν χειρόνων ἐπὶ τὰ κρείττω τῶν ψυχῶν καρποφορίαν· αἳ πᾶσαι μὲν ἦσαν ἐν ἀθεότητι, οὐδὲν γόνιμον οὐδὲ τρόφιμον ἔφερον· ὡς ἐν ἐρήμῳ δὲ καὶ χέρσῳ, καὶ ἀγεωργήτῳ χώρᾳ, στοιβὴν ὕλης ἀχρήστου καὶ κόνυζαν τὴν δυσσεβεστάτην, καὶ ἄχρηστον παντελῶς βοτάνην ἔφυον. Νῦν δ' ὅτε τῆς θείας μετέσχον χάριτος, μυρσίνην εὐωδεστάτην, καὶ μὲν ὑψηλοτάτην καὶ πάλιν εὐώδη κυπάρισσον ἐκαρποφόρουν· κατὰ δὲ τὸν Σύμμαχον, « Ἀντὶ στοιβῆς, φησὶν, ἀναβήσεται βράθυ, ἀντὶ δὲ κνιδὸς ἀναβήσεται μυρσίνη· » ὡς ει σαφέστερον ἐλέγετο, Ἀντὶ κακίας ἀναβήσεται δικαιοσύνη, καὶ ἀντὶ ἀκολασίας σωφροσύνη, καὶ ἀντὶ θράσους ἀνδρεία, καὶ ἀντὶ ἀφροσύνης φρόνησις, καὶ ἁπαξαπλῶς ἀντὶ πονηρίας ἀρετή.
"And instead of the thorn-bush shall come up the cypress, and instead of the fleabane shall come up the myrtle. And the Lord shall be for a name, and for an everlasting sign, and shall not fail." Allegorically through these words He hinted at the fruit-bearing of souls turning from worse things to better: all of which aforetime were in godlessness, bearing nothing fertile or nourishing; but as in a desert, dry, and untilled land, they grew the thorn-bush of useless brushwood and fleabane, that most noisome and altogether useless weed. Now, however, when they partook of divine grace, they bore most fragrant myrtle, and indeed the loftiest and likewise fragrant cypress; and according to Symmachus, "Instead of the thorn-bush," he says, "shall come up savin, and instead of the nettle shall come up myrtle"—as if it were said more plainly, Instead of malice shall come up righteousness, and instead of licentiousness temperance, and instead of rashness courage, and instead of folly prudence, and in a word, instead of wickedness virtue.
ΚΕΦΑΛΑΙΟΝ ΝϚʹ.
Chapter LVI.
« Τάδε λέγει Κύριος· Φυλάσσεσθε κρίσιν, καὶ ποιήσατε δικαιοσύνην· ἤγγικε γὰρ τὸ σωτήριόν μου παραγίνεσθαι, καὶ τὸ ἔλεός μου ἀποκαλυφθῆναι. Μακάριος ἀνὴρ ὁ ποιῶν ταῦτα. » Πῶς οὐ μακάριος τοιαύτας εἰληφὼς τὰς ἐπαγγελίας; « Καὶ ἄνθρωπος ὁ ἀντεχόμενος αὐτῶν, καὶ φυλάσσων τὰ Σάββατα μὴ βεβηλοῦν, καὶ διατηρῶν τὰς χεῖρας αὐτοῦ μὴ ποιεῖν ἄδικα. » Ὁ γὰρ ταῦτα ποιῶν τοῦ παρὰ Θεοῦ μακαρισμοῦ γένοιτ' ἂν ἄξιος. Σὺν τούτοις καὶ τὰ Σάββατα μὴ βεβηλοῦν ἀναγκαῖον· ὅπερ ἔσται ει τὰς ἑαυτῶν χεῖρας καθαρὰς πάσης ἀτόπου πράξεως διατηρήσητε· εἰ δὲ ταῦτα μὴ ποιήσητε, ἐπὶ σχολῆς καὶ ἀργίας διάγοντες τὴν τοῦ Σαββάτου ἡμέραν, ἴστε τὸ μηθὲν ποιοῦντες.
"Thus says the Lord: Keep judgement, and do righteousness; for My salvation has drawn near to arrive, and My mercy to be revealed. Blessed is the man who does these things." How is he not blessed who has received such promises? "And the man who holds fast to them, and keeps the Sabbaths so as not to profane them, and preserves his hands so as to do no injustice." For he who does these things would become worthy of the beatitude that is from God. Together with these it is needful also not to profane the Sabbaths; which will be the case if you preserve your own hands pure from every improper deed; whereas if you do not do these things, spending the day of the Sabbath in leisure and idleness, know that you are doing nothing.
« Μὴ λεγέτω ὁ ἀλλογενής ὁ προσκείμενος πρὸς Κύριον· Ἀφοριεῖ με ἄρα Κύριος ἀπὸ τοῦ λαοῦ αὐτοῦ; » διδάσκων μὴ μέγα φρονεῖν Ἰουδαίων παῖδας ἐπὶ τῷ γένει, μηδὲ ἐπὶ τοῖς προπάτορσι σεμνύνεσθαι. « Καὶ μὴ λεγέτω ὁ εὐνοῦχος, ὅτι Ξύλον ἐγώ εἰμι ξηρόν. »
"Let not the foreigner who joins himself to the Lord say: Will the Lord then separate me from His people?"—teaching the children of the Jews not to be high-minded over their lineage, nor to pride themselves upon their forefathers. "And let not the eunuch say: I am a dry tree."
« Τάδε λέγει Κύριος τοῖς εὐνούχοις· Ὅσοι ἂν φυλάξωνται τὰ Σάββατά μου καὶ ἐκλέξωνται ἃ ἐγὼ θέλω, καὶ ἀντέχωνται τῆς Διαθήκης μου, δώσω αὐτοῖς ἐν τῷ οἴκῳ μου, καὶ ἐν τῷ τείχει μου τόπον ὀνομαστὸν, κρείττω υἱῶν καὶ θυγατέρων· ὄνομα αἰώνιον δώσω αὐτοῖς· καὶ οὐκ ἐκλείψει. » Ἐπειδὴ δὲ καὶ τὴν
"Thus says the Lord to the eunuchs: All who keep My Sabbaths, and choose the things that I will, and hold fast to My Covenant, I will give them in My house and within My wall a renowned place, better than sons and daughters; an everlasting name I will give them, and it shall not fail." Now since the
Notes, col. 469
On the reading
Printed ἀλλογενής, for ἀλλογενὴς.
PG 24:472Read from the pageπολυπαιδίαν εὐλογίαν Θεοῦ ἡγοῦντο εἶναι Ἰουδαῖοι, μισθόν τε καὶ καρπὸν θεοσεβείας τὴν πολυτεκνίαν ὑπολαμβάνοντες, ἀναστέλλων αὐτῶν καὶ ταύτην τὴν δόξαν, ἐσφαλμένην τε οὖσαν ἐλέγχων, τοῖς ἀγόνοις καὶ μὴ δυνατοῖς παιδοποιεῖν, διὰ τὸ ἐκτετμῆσθαι, τὴν ἴσην ὑπισχνεῖται ἐπαγγελίαν, μηδὲν ἐμποδὼν ἔσεσθαι τοῖς εὐνούχοις φάσκων πρὸς τὸ τυχεῖν τῶν παρὰ Θεοῦ ἀγαθῶν, ει ζῆν κατὰ Θεὸν προέλοιντο. Εἰ γὰρ πολλαὶ μοναὶ παρὰ τῷ Πατρὶ, καὶ ἔστι πόλις Θεοῦ Ἱερουσαλὴμ ἡ ἐπουράνιος, καὶ τόπος αὐτοῖς εἴσω τοῦ οἴκου τοῦ Θεοῦ ἐν ταῖς πολλαῖς μοναῖς, καὶ μοναὶ δοθήσονται, καὶ μερὶς ἐν τῷ τείχει τῆς ἐπουρανίου τοῦ Θεοῦ πόλεως.
Jews considered abundance of children to be a blessing of God, supposing numerous offspring to be the reward and fruit of godliness, checking this opinion of theirs as well, and refuting it as mistaken, He promises an equal promise to those who are childless and unable to beget children on account of having been castrated, declaring that nothing will stand in the way of eunuchs attaining the good things from God, if they choose to live according to God. For if there are many mansions with the Father, and there is a city of God, the heavenly Jerusalem, both a place within the house of God in the many mansions and mansions shall be given to them, and a portion within the wall of the heavenly city of God.
« Καὶ τοῖς ἀλλογενέσι τοῖς προκειμένοις Κυρίῳ δουλεύειν αὐτῷ, καὶ ἀγαπᾷν τὸ ὄνομα Κυρίου, τοῦ εἶναι αὐτῷ εἰς δούλους καὶ δούλας· καὶ πάντας τοὺς φυλασσομένους τὰ Σάββατά μου μὴ βεβηλοῦν, καὶ ἀντεχομένους τῆς Διαθήκης μου, εἰσάξω αὐτοὺς εἰς τὸ ὄρος τὸ ἅγιόν μου. » Τὸν γὰρ οἶκον αὐτοῦ μὴ τῶνδε μὲν ὑπάρχειν, τῶν δὲ μὴ, ἀνεῷχθαι δὲ πᾶσι τοῖς ἔθνεσιν ὑπερβολῇ φιλανθρωπίας· ὡς καὶ εὐνούχους παραδέχεσθαι καὶ παραλύτους. « Καὶ εὐφρανῶ αὐτοὺς ἐν τῷ οἴκῳ τῆς προσευχῆς μου. Τὰ ὁλοκαυτώματα αὐτῶν, καὶ αἱ θυσίαι αὐτῶν ἔσονται δεκταὶ ἐπὶ τὸ θυσιαστήριόν μου. Ὁ γὰρ οἶκός μου οἶκος προσευχῆς κληθήσεται πᾶσι τοῖς ἔθνεσιν. » Οἶμαι δὲ διὰ τούτων ὡς πρὸς τὴν λέξιν διὰ τὴν ἀπὸ Βαβυλῶνος ἐπιστροφὴν τοῦ λαοῦ τὴν ἐπὶ Κύρου καὶ Δαρείου καὶ Ἀρταξέρξου γενομένην τὸν Θεὸν ἂν εἰρῆσθαι συνάγειν· διὸ ἐπιλέγει·
"And to the foreigners who attach themselves to the Lord, to serve Him, and to love the name of the Lord, so as to be unto Him for menservants and maidservants; and all who keep My Sabbaths so as not to profane them, and hold fast to My Covenant, I will bring them into My holy mountain." For He says that His house belongs not to some indeed and to others not, but stands open to all the nations through an excess of loving-kindness towards mankind, so as to admit even eunuchs and paralytics. "And I will gladden them in the house of My prayer. Their whole burnt-offerings and their sacrifices shall be acceptable upon My altar. For My house shall be called a house of prayer for all the nations." Now I think that through these words, according to the letter, God would be said to gather them by way of the return of the people from Babylon that took place under Cyrus, Darius, and Artaxerxes; wherefore He adds:
« Εἶπε Κύριος ὁ συνάγων τοὺς διεσπαρμένους Ἰσραὴλ, ὅτι Συνάξω ἐπ' αὐτὸν συναγωγήν. » Καθ' οὓς δὲ χρόνους εἰκὸς ἦν καὶ πλῆθος αὐτοῖς ἀλλοφύλων ἐθνῶν προσηλυτεῦσαι· οὓς διὰ τὴν προτέραν κατάστασιν, καὶ διὰ τὸ ἀλλογενὲς καὶ ἀλλότριον τοῦ τρόπου, ἀγροῦ θηρία ὠνόμασεν ὁ λόγος.
"The Lord Who gathers the dispersed of Israel has said: I will gather upon him a congregation." During which times it was likely that a multitude of foreign nations also joined them as proselytes; whom, on account of their former condition, and on account of the alien and foreign character of their way of life, the word called wild beasts of the field.
« Πάντα τὰ θηρία τὰ ἄγρια, δεῦτε, φάγετε, πάντα τὰ θηρία τοῦ δρυμοῦ. » Τὰ δὲ θηρία τὰ μετὰ τοῦ Ἰσραὴλ συναγόμενα οἱ ἐξ ἐθνῶν προσιόντες τῷ λόγῳ εἶεν ἂν, οὓς ἀνακαλεῖται λέγων· « Δεῦτε, φάγετε, πάντα τὰ θηρία τοῦ δρυμοῦ. » Δρυμὸν δὲ πολλάκις τετηρήκαμεν τὰ πλῆθος τῶν ἀλλοφύλων ἐθνῶν λελέχθαι. Ταῦτ' οὖν τὰ θηρία τῆς τοῦ Θεοῦ κλήσεως καταξιοῖ, καὶ εἰς ἑστίασιν ἀνακαλεῖται.
"All you wild beasts, come, eat, all you beasts of the forest." And the beasts gathered together with Israel would be those from the Gentiles approaching the word, whom He summons saying: "Come, eat, all you beasts of the forest." And we have often observed that the multitude of the foreign nations is called a forest. These beasts, therefore, He deems worthy of the calling of God, and summons to a banquet.
« Ἴδετε, ὅτι ἐκτετύφλωνται πάντες· οὐκ ἔγνωσαν· κύνες ἐνεοὶ οὐ δυνήσονται ὑλακτεῖν, ἐνυπνιαζόμενοι κοίτην, φιλοῦντες νυστάξαι. » Καὶ τοιοῦτοι μὲν ἦσαν οἱ τῶν Ἰουδαίων ἄρχοντες πρὸς τοὺς ἐκτὸς, πρὸς οὓς ἔδει ἐγρηγορέναι καὶ νήφειν, καὶ κατὰ τῶν ἐχθρῶν ὑλακτεῖν· πρὸς δὲ τοὺς οἰκείους ἀναιδεῖς τινες ὑπῆρχον, κατεσθίοντες τὰ ὑπ' αὐτοῖς ποιμαινόμενα θρέμματα.
"See how they have all been blinded; they have not known; dumb dogs, they will not be able to bark, dreaming of their bed, loving to slumber." And of such a sort indeed were the rulers of the Jews towards outsiders, against whom they ought to have kept watch and been sober, and barked against the enemies; whereas towards their own people they were shameless ones, devouring the flocks shepherded under them.
« Καὶ οι κύνες ἀναιδεῖς τῇ ψυχῇ, οὐκ εἰδότες πλησμονήν. Καί εἰσι πονηροὶ οὐκ εἰδότες σύνεσιν· πάντες ταῖς ὁδοῖς αὐτῶν ἐξηκολούθησαν, ἕκαστος κατὰ τὸ ἑαυτοῦ· » οὐ ταῖς ὁδοῖς τοῦ Θεοῦ, ἀλλὰ ταῖς ἑαυτῶν διὰ τοῦ τὰ καταθύμια αὐτοῖς πράττειν.
"And the dogs are shameless in soul, not knowing satisfaction. And they are wicked, knowing no understanding; all have followed their own ways, each according to his own": not the ways of God, but their own, through doing the things pleasing to their own desires.
Notes, col. 472
On the reading
Printed προκειμένοις, for προσκειμένοις.