PG 24:437Read from the pageρας αὐτὴν ἀναζητείτω· ἀκουέτω δὲ τοῦ Θεοῦ λέγοντος αὐτῇ·
try seek her; rather let him hear God saying to her:
« Ἰδοὺ ἐπὶ τῶν χειρῶν μου ἐζωγράφησά σου τα τείχη, καὶ ἐνώπιόν μου εἶ διὰ παντός. » Χεῖρες γὰρ ὡς ἀληθῶς Θεοῦ τὴν τοιαύτην οἰκοδομοῦσι πόλιν, μᾶλλον δὲ διατυποῦσιν αὐτὴν καὶ διαζωγράφουσιν, ὥσπερ ἐν πίνακος γραφῇ, καὶ διαχαράττουσι τὴν θέσιν καὶ τοὺς τόπους τῆς κατὰ Θεοῦ πολιτείας ἐν ταῖς τῶν ἀνθρώπων ψυχαῖς συνεστώσης. Ὃ δὴ καὶ αὐτὸς τῆς ἑαυτοῦ πόλεως οἰκοδόμος, δηλαδὴ ὁ τοῦ Θεοῦ Λόγος, ἐδίδασκε, λέγων, « Ἐπὶ τὴν πέτραν οἰκοδομήσω μου τὴν Ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς. »
"Behold, upon my hands I have painted your walls, and you are before me continually." For truly the hands of God build such a city, or rather fashion her and paint her throughout, just as in a painting on a panel, and engrave the site and the places of the commonwealth according to God established in the souls of men. Which very thing the builder of His own city Himself, namely the Word of God, used to teach, saying, "Upon the rock I will build my Church, and the gates of Hades shall not prevail against her."
« Καὶ ταχὺ οἰκοδομηθήσῃ ὑφ' ὧν καθηρέθης, καὶ οἱ ἐρημώσαντές σε ἐξελεύσονται ἐκ σοῦ. » Ὥσπερ γὰρ Ἰουδαῖοι τῆς καθαιρέσεως αὐτῆς γεγόνασιν αἴτιοι, οὕτω πάλιν ἐξ αὐτῆς ἦσαν οἱ τῆς νέας οἰκοδομῆς ἐργάται· ἀπόστολοι δηλονότι τοῦ Σωτῆρος ἡμῶν, μαθηταί τε καὶ εὐαγγελισται, δι' ὧν ἡ Ἐκκλησία τοῦ Θεοῦ ἀνεγήγερται.
"And swiftly shall you be built by those by whom you were pulled down, and those who laid you waste shall go forth out of you." For just as Jews became the authors of her pulling down, so again out of her were the workmen of the new building: apostles, plainly, of our Saviour, both disciples and evangelists, through whom the Church of God has been raised up.
« Ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου, καὶ ἴδε πάντας· ἰδοὺ συνήχθησαν καὶ ἦλθοσαν πρὸς σέ. Ζῶ ἐγὼ, λέγει Κύριος, ὅτι πάντας αὐτοὺς ὡς κόσμον ἐνδύσῃ, καὶ περιθήσεις αὐτοὺς ὡς κόσμον νύμφη· ὅτι τὰ ἔρημά σου, καὶ τὰ κατεφθαρμένα καὶ πεπτωκότα, ἔτι νῦν στενοχωρήσει ἀπὸ τῶν κατοικούντων, καὶ μακρυνθήσονται ἀπὸ σοῦ οἱ καταπίνοντές σε. » Θαυμάσαι δὲ ἔστιν, ὅπως πρὸς τῇ διανοίᾳ καὶ κατὰ τὴν ἱστορίαν ὁ λόγος ἐπληροῦτο τοῦ παντὸς Ἰουδαίων ἔθνους, μετὰ τὴν σύστασιν τῆς ἐξ ἐθνῶν Ἐκκλησίας ἀποβλήτους γενομένους τῆς αἰσθητῆς πόλεως τῆς κατὰ Παλαιστίνην κειμένης, πρὸς τὸ καὶ τοῦ θεοσεβοῦς πολιτεύματος ἐκπεσεῖν.
"Lift up your eyes round about, and see them all; behold, they have been gathered together and have come to you. As I live, says the Lord, you shall clothe yourself with them all as an ornament, and put them around yourself as the ornament of a bride; because your desolate places, and your ruined and fallen places, shall even now be too narrow by reason of the inhabitants, and those who swallow you up shall be put far from you." And one may marvel how, besides the spiritual sense, according to literal history also the word was fulfilled, the whole nation of the Jews, after the establishment of the Church from the nations, having become outcasts from the perceptible city situated in Palestine, in addition to falling away from the godly commonwealth as well.
« Ἐροῦσι γὰρ εἰς τὰ ὦτά σου οἱ υἱοί σου, οὓς ἀπολώλεκας· Στενός μοι ὁ τόπος· ποίησόν μοι τόπον, ἵνα κατοικήσω. Καὶ ἐρεῖς ἐν τῇ καρδίᾳ σου· Τίς ἐγέννησέ μοι τούτους; Ἐγὼ δὲ ἄτεκνος καὶ χήρα· τούτους δὲ τίς ἐξέθρεψέ μοι; ἐγὼ δὲ κατελείφθην μόνη, οὗτοι δέ μοι ποῦ ἦσαν; » Τοῦ ἐκ περιτομῆς λαοῦ τὸ πολὺ πλῆθος τῆς Ἐκκλησίας καθ' ὅλης τῆς οἰκουμένης ἐξ ἁπάντων ἀντεισαχθήσεται ἐθνῶν. Ἦσαν γάρ ποτε ἐν ἀπωλείᾳ οἱ διὰ τῆς σωτηρίου χάριτος τῇ πολιτείᾳ τοῦ Θεοῦ προσδραμόντες· οὓς ὁρῶσα ἡ Ἐκκλησία τοῦ Θεοῦ ἀποθαυμάσει λέγουσα, « Τίς ἐγέννησέ μοι τούτους; » τὸ ξένον τῆς τῶν ἐθνῶν κλήσεως ἐκπληττομένη· ὁμολογήσει τε τὴν ἐπισυμβᾶσαν αὐτῇ ἐκ τοῦ Ἰουδαίων ἔθνους ἀτεκνίαν.
"For your sons, whom you have lost, shall say in your ears: The place is too narrow for me; make room for me, that I may dwell. And you shall say in your heart: Who has begotten these for me? Yet I am childless and a widow; and who has reared these for me? Yet I was left behind alone; where then were these for me?" In place of the people of the circumcision, the great multitude of the Church throughout the whole inhabited earth shall be brought in instead from all nations. For they were once in perdition who through saving grace ran to the commonwealth of God; seeing whom, the Church of God will marvel greatly, saying, "Who has begotten these for me?" struck with amazement at the strangeness of the calling of the nations; and she will confess the childlessness that befell her from the nation of the Jews.
« Οὕτως λέγει Κύριος Κύριος· Ἰδοὺ αἴρω εἰς τὰ ἔθνη τὴν χεῖρά μου, καὶ εἰς τὰς νήσους ἀρῶ σύσσημόν μου, καὶ ἄξουσι τοὺς υἱούς σου ἐν κόλπῳ, τὰς δὲ θυγατέρας σου ἐπ' ὤμων ἀροῦσι· » διδάσκων, ὅτι υἱοὺς αὐτῆς καὶ θυγατέρας, περὶ ὧν εἶπεν, ὅτι « Οὗτοι δε μοι ποῦ ἦσαν; » ἐκ τῆς ἐκλογῆς τῶν ἐθνῶν πρὸς αὐτὴν συνάξει. Τίνες δὲ τοῦτο πράξωσιν, ἢ πάντως που οἱ τοὺς εἰσαγομένους εἰς τὴν Ἐκκλησίαν τοῦ Θεοῦ χειραγωγοῦντες διὰ τὴν φρενῶν νηπιότητα;
"Thus says the Lord, the Lord: Behold, I lift up my hand to the nations, and to the islands I will raise my standard, and they shall bring your sons in their bosom, and shall carry your daughters upon their shoulders;" teaching that her sons and daughters, concerning whom she said, "Where then were these for me?" He will gather to her out of the election of the nations. And who would do this, save surely those who lead by the hand those being brought into the Church of God on account of the infancy of their minds?
Notes, col. 437
On the reading
Printed διαζωγράφουσιν, for διαζωγραφοῦσιν.
Printed εὐαγγελισται, for εὐαγγελισταὶ.
Printed δε μοι, for δέ μοι.
PG 24:440Read from the page« Καὶ ἔσονται βασιλεῖς τιθηνοί σου, αἱ δὲ ἄρχουσαι αὐτῶν, τροφοί σου. » Ὅπερ καὶ αὐτὸ κατὰ λέξιν πληρούμενον αὐτοῖς ἴδομεν ὀφθαλμοῖς, τῶν κρατούντων τῆς ἀνωτάτω ἀρχῆς τιθηνῶν τρόπον διαβασταζόντων τὴν τοῦ Θεοῦ Ἐκκλησίαν· αἱ δὲ τούτων ἄρχουσαι, δηλαδὴ αἱ καθ' ἕκαστον ἔθνος, καὶ καθ' ἑκάστην ἐπαρχίαν ἀρχαὶ καὶ ἐξουσίαι, τῇ ἀνωτάτω βασιλείᾳ διακονούμεναι τροφῶν δίκην ἐξυπηρετούμεναι τοῖς ἐνδεέσι τῆς Ἐκκλησίας, νεύματι βασιλικῷ, τὰ σιτηρέσια χορηγοῦσαι αὐτοῖς· διὸ τροφὴ αὐτῆς ὠνομάσθησαν, ἢ κατὰ τὸν Σύμμαχον, « γαλοῦχοι, » φήσαντα, « Καὶ ἄρχουσαι αὐτῶν γαλουχήσουσι. » Τίς δὲ ὀφθαλμοῖς ὁρῶν τὰς εἰρημένας ἀρχὰς ἐν τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ γόνυ καμπτούσας, καὶ τὸ μέτωπον ἐρειδούσας ἐπὶ τοῦ ἐδάφους, οὐχ ὁμολογήσειε πρὸς λέξιν καὶ πρὸς ἱστορίαν τέλος εἰληφέναι ταύτην τὴν προφητείαν, διαῤῥήδην φήσασαν, « Ἐπὶ πρόσωπον τῆς γῆς προσκυνήσουσί σοι, καὶ τὸν χοῦν τῶν ποδῶν σου λείξουσι. Καὶ γνώσῃ, ὅτι ἐγὼ Κύριος, καὶ οὐκ αἰσχυνθήσονται οἱ ὑπομένοντές σε; » Καλὸν γὰρ τὸ μὴ
"And kings shall be your foster-fathers, and their princesses your nurses." Which very thing we have seen fulfilled to the letter with our own eyes, while those who hold supreme rule carry the Church of God through after the manner of foster-fathers; and their princesses, namely the magistracies and authorities in each nation and in each province, ministering to the supreme sovereignty and serving the needy of the Church like nurses, at the imperial nod supply rations of grain to them; wherefore they were named her nourishment, or according to Symmachus, "givers of milk," when he said, "And their princesses shall give milk." And who, seeing with his eyes the aforesaid authorities bending the knee in the Church of God, and pressing their forehead upon the ground, would not confess that this prophecy has reached its fulfilment according to the letter and according to history, having expressly declared, "With their face to the earth they shall bow down to you, and lick the dust of your feet. And you shall know that I am the Lord, and those who wait for you shall not be put to shame"? For it is good not to
« Μὴ λήψεταί τις παρὰ γίγαντος σκῦλα; καὶ ἐὰν αἰχμαλωτεύσῃ τις ἀδίκως, σωθήσεται; » γίγαντα σημαίνων τὸν διάβολον καὶ τὴν ἀντικειμένην δύναμιν. Μήτι οὖν τῷ τυχόντι, φησὶ, δυνατόν ἐστι γίγαντι παρατάξασθαι, καὶ σκυλεῦσαι τὸν οὕτως ἰσχυρόν; Εἰ δὲ καὶ ἐπιχειρήσειέ τις τὸν τοιοῦτον αἰχμαλωτεῦσαι, δικαίως δὲ ποιῶν, ἆρα ἀθωωθήσεται; Οὐχὶ κρατηθεὶς ὑπὸ τοῦ γίγαντος, ὡς ὑπ' ἰσχυροτέρου, κινδυνεύσει περὶ τῆς αὐτοῦ σωτηρίας; Ἀντὶ δὲ τοῦ, « ἀδίκως, » ἡ Ἑβραϊκὴ λέξις. « δικαίως, » περιέχει. Ὁ γὰρ αἰχμαλωτεύων γίγαντα, δικαίως τοῦτο ποιήσειε, καὶ ὁ σκυλεύων αὐτὸν, ὁμοίως.
"Shall anyone take spoils from a giant? And if anyone takes a captive unjustly, shall he be saved?" signifying by giant the devil and the opposing power. Is it at all possible then, He says, for just anyone to array himself against a giant, and despoil one so strong? And even if someone should attempt to take such a one captive, acting justly indeed, will he go unscathed? Will he not, overpowered by the giant as by one stronger, be imperilled as to his own safety? Now instead of "unjustly," the Hebrew reading contains "justly." For he who takes a giant captive would do this justly, and he who despoils him, likewise.
« Ὅτι οὕτω λέγει Κύριος· Ἐάν τις αἰχμαλωτεύσῃ γίγαντα, λήψεται σκῦλα, λαμβάνων δὲ παρ' ἰσχύοντος, σωθήσεται. Ἐγὼ δὲ τὴν κρίσιν σου κρινῶ, καὶ ἐγὼ τοὺς υἱούς μου ῥύσομαι· » σαφῶς διδάξας ἡμᾶς, εἶναι τοῦτο μόνον δυνατὸν, ἀφελέσθαι τοῦ δηλωθέντος τὰ σκῦλα· τοὺς υἱοὺς αὐτοῦ εἶναι λέγων· διὸ ἐπιφέρει· « Τοὺς υἱοῦς μου ῥύσομαι· » ὧν ῥυσθέντων, οἱ ἀφῃρημένοι αὐτοῖς ἐξ ἐπηρείας, αὐτοὶ τὰς ἑαυτῶν σάρκας φάγονται· οὐκέτι γὰρ ἑτέρων σάρκας ἐσθίειν δυνάμενοι, τὰς ἑαυτῶν φάγονται· οὐδ' ἐκπίνειν ἔτι τὸ αἷμα τῶν ἀνθρωπίνων ψυχῶν δυνάμενοι, τὸ ἑαυτῶν αἷμα πίονται, ὡς καὶ μεθυσθῆναι αὐτοὺς ἐξ αὐτοῦ.
"For thus says the Lord: If anyone takes a giant captive, he shall take spoils, and taking from a mighty one, he shall be saved. And I will judge your cause, and I will deliver my sons;" having clearly taught us that this alone is possible, to take away the spoils from the one indicated: saying that they are His sons; wherefore He adds: "I will deliver my sons;" upon whose deliverance, those who had been bereft of them after their insolent abuse shall themselves eat their own flesh; for being no longer able to eat the flesh of others, they shall eat their own; nor being able any longer to drink up the blood of human souls, they shall drink their own blood, so as even to become drunk from it.
« Καὶ φάγονται οἱ θλίψαντές σε τὰς σάρκας αὐτῶν, καὶ πίονται ὡς οἶνον νέον τὸ αἷμα αὐτῶν, καὶ μεθυσθήσονται. » Δύναται ταῦτα ἐπὶ τοὺς κατὰ καιρὸν διώκοντας τὴν τοῦ Θεοῦ Ἐκκλησίαν ἀναφέρεσθαι, του λόγου τὸ τέλος αὐτῶν καὶ τὴν καταστροφὴν διαγραφοντος, καὶ ὡς τὰς ἑαυτῶν σάρκας φάγονται, καὶ τὸ αἷμα αὐτῶν πίονται.
"And those who afflicted you shall eat their own flesh, and they shall drink their own blood like new wine, and shall be made drunk." These things can be referred to those who from time to time persecute the Church of God, the word delineating their end and overthrow, and how they shall eat their own flesh, and drink their own blood.
« Καὶ αἰσθανθήσεται πᾶσα σὰρξ, ὅτι ἐγὼ Κύριος ὁ ῥυσάμενός σε, καὶ ἀντιλαμβανόμενος ἰσχύος Ἰακώβ. » Ἀσώματον τὸ Θεῖον, ἄϋλον, ἀναφὲς καὶ ἁπλοῦν· καὶ αὐκ ἄν τις ἐπ' αὐτῷ, τὰ εἰκότα δρῶν, φαντασίαν τινὰ λάβοι σωματικήν. Πλὴν τὸ Γράμμα τὸ ἱερὸν ἀνθρωπίνως ἡμῖν τὰ περὶ αὐτοῦ διαλέγεται. Οὐ γὰρ ἦν ἑτέ-
"And all flesh shall perceive that I am the Lord Who redeemed you, and Who upholds the strength of Jacob." The Divine is incorporeal, immaterial, intangible, and simple; and no one, acting reasonably, could form any bodily imagination concerning Him. Nevertheless sacred Scripture discourses to us in human fashion about the things concerning Him. For it was not other-
Notes, col. 440
On the reading
Printed υἱοῦς, for υἱούς.
Printed διαγραφοντος, for διαγράφοντος.
PG 24:441Read from the pageρως δυνηθῆναι νοεῖν τοὺς ἐν αὐτοῖς καὶ παχέσιν ὄντας σώμασιν, εἰ μὴ καθάπερ ἐν τάξει παραδειγμάτων παρεκομίσθη τὰ καθ' ἡμᾶς· ἵν' ἐκ τῶν ἐν αἰσθήσει καὶ ὁρατῶν πραγμάτων κἂν οὑτωσὶ ἐκ μέρους νοεῖν ἰσχύσωμεν τὰ περὶ τῆς θείας οὐσίας.
wise possible for those who are in these dense bodies to be able to understand, unless the things familiar to us had been brought forward after the manner of examples; so that from perceptible and visible things we might even thus in part be strong enough to understand the things concerning the divine essence.
« Οὕτως λέγει Κύριος· Ποῖον τὸ βιβλίον τοῦ ἀποστασίου τῆς μητρὸς ὑμῶν, ᾧ ἐξαπέστειλα αὐτήν; ἢ τίνι ὑποχρέῳ πέπρακα ὑμᾶς; Ἰδοὺ ταῖς ἁμαρτίαις ὑμῶν ἐξαπέστειλα τὴν μητέρα ὑμῶν. Τί ὅτι ἦλθον, καὶ οὐκ ἦν ὁ ὑπακούων; Μὴ οὐκ ἰσχύει ἡ χείρ μου τοῦ ῥύσασθαι; Μὴ οὐκ ἰσχύω τοῦ ἐξελέσθαι; Ἰδοὺ τῷ ἐλεγμῷ μου ἐξερημώσω τὴν θάλασσαν· καὶ θήσω ποταμοὺς ἐρήμους, καὶ ξηρανθήσονται οἱ ἰχθύες αὐτῶν ἀπὸ τοῦ μὴ εἶναι ὕδατα, καὶ ἀποθανοῦνται ἐν δίψει. Ἐνδύσω τὸν οὐρανὸν σκότος, καὶ ὡς σάκκον θήσω τὸ περιβόλαιον αὐτοῦ. Κύριος Κύριος δίδωσί μοι γλῶσσαν παιδείας, τοῦ γνῶναι ἡνίκα δεῖ εἰπεῖν λόγον. Ἔθηκέ μοι πρωῗ, προσέθηκέ μοι ὠτίον ἀκούειν, καὶ ἡ παιδεία Κυρίου Κυρίου ἀνοίγει μου τὰ ὦτα. Ἐγὼ δὲ οὐκ ἀπειθῶ, οὐδὲ ἀντιλέγω. Τὸν νῶτόν μου ἔδωκα εἰς μάστιγας, τὰς δὲ σιαγόνας μου εἰς ῥαπίσματα· τὸ δὲ πρόσωπόν μου οὐκ ἀπέστρεψα ἀπ' αἰσχύνης ἐμπτυσμάτων· καὶ Κύριος Κύριός μου βοηθός μοι ἐγενήθη· διὰ τοῦτο οὐκ ἐνετράπην, ἀλλ' ἔθηκα τὸ πρόσωπόν μου ὡς στερεὰν πέτραν. » Διὸ καὶ τὸ πρόσωπόν μου ὡς στερεὰν πέτραν παρέστησα πεπιστευμένος, ὡς οὐ φέρει μοι αἰσχύνην ἡ πρὸς τὸν Πατέρα ὑπακοή· καὶ πλησίον μου ἑστῶτα καὶ ὥσπερ ἀγωνοθετοῦντα τοῖς γινομένοις, καὶ τὴν ἐμὴν δικαιοῦντα ὑπομονὴν διὰ παντὸς ἑώρων. Εἰ δέ τις ἔχοι τὰς κατ' ἐμοῦ ὕβρεις, καὶ τὸν θάνατον αὐτὸν ἐνδίκως ἐπενηνέχθαι μοι φάναι διά τινα πλημμελήματα, δεικνύτω παρελθὼν εἰς μέσον, εἴ τις αἰτία ἢ πρόφασις ἐξ ἐμοῦ τῆς τοιαύτης κατ' ἐμοῦ ὕβρεως γέγονεν· εἰς μέσον παρελθὼν στήτω καὶ ἐλεγχέτω. Οὐδενὸς δὲ ἔχοντος μέμψιν μετελθεῖν, μήτε τῇ διδασκαλίᾳ μήτε ταῖς πράξεσι ταῖς ὑπ' ἐμοῦ πεπραγμέναις, εἰκότως ὁ Κύριος βοηθός μοι παρέσται.
"Thus says the Lord: Of what sort is your mother's bill of divorce, by which I sent her away? Or to what creditor have I sold you? Behold, for your sins I sent your mother away. Why is it that I came, and there was no one hearkening? Is my hand not strong enough to deliver? Am I not strong enough to rescue? Behold, by my rebuke I will lay waste the sea; and I will make rivers deserts, and their fish shall dry up from there being no water, and shall die of thirst. I will clothe heaven with darkness, and will make its covering like sackcloth. The Lord, the Lord gives me a tongue of instruction, to know when it is needful to speak a word. He appointed for me in the morning, He added for me an ear to hear, and the instruction of the Lord, the Lord opens my ears. And I do not disobey, nor gainsay. I gave my back to scourges, and my cheeks to blows; and I did not turn my face away from the shame of spittings; and the Lord, my Lord became my helper; therefore I was not put to shame, but set my face like a solid rock." Wherefore too I presented my face like a solid rock, being confident that obedience towards the Father brings no shame upon me; and I continually saw Him standing near me and as it were presiding over the contest in what was taking place, and vindicating my endurance. And if anyone should claim to say that the outrages against me, and death itself, were justly brought upon me on account of certain transgressions, let him come forward into the midst and show whether any cause or pretext for such outrage against me arose from me; let him come forward into the midst, stand, and convict me. But since no one has any blame to pursue, either in my teaching or in the deeds done by me, reasonably the Lord will be present as my helper.
« Ὅτι ἐγγίζει ὁ δικαιώσας με. Τίς ὁ κρινόμενός μοι; ἀντιστήτω μοι ἅμα. Καὶ τίς ὁ κρινόμενός μοι; ἐγγισάτω μοι. » Ἐπαμύνοντος γὰρ, φησὶ, τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ πᾶσαν ὑμῶν ἐπήρειαν ἀφανίζοντος, καὶ τὴν ἐμὴν ἱστάντος δόξαν, τίς ἔσται τοσοῦτος ἐν ὑμῖν, ὡς ἀντιτάξεσθαι τῇ ἀνικήτῳ βουλῇ, καὶ κακῶσαι δύνασθαι τὸν παρ' αὐτοῦ βοηθούμενον; Οὐκοῦν εἴπερ τινὲς ἦσαν νουνεχεῖς, οἱ Γραμματεῖς τε καὶ Φαρισαῖοι, ἀπόσχοιντο ἂν τῶν κατ' αὐτοῦ σκεμμάτων τε καὶ ἐγχειρημάτων, διὰ προφητῶν ἁγίων προεγνωκότες, ὡς οὐκ ἂν ἰσχύσειαν ἀδικῆσαι Χριστὸν, Θεὸν ὄντα καὶ Κύριον, καὶ Υἱὸν ἀληθινὸν τοῦ Πατρός
"Because He Who has justified me draws near. Who is he that contends in judgement with me? Let him stand up against me at the same time. And who is he that contends in judgement with me? Let him draw near to me." For when God and Father defends me, He says, and brings all your insolent abuse to naught, and establishes my glory, who will be so great among you as to array himself against His invincible counsel, and be able to harm Him Who is helped by Him? Surely then, if the Scribes and Pharisees had been at all sensible, they would have abstained from their plots and attempts against Him, having foreknown through holy prophets that they would not be strong enough to wrong Christ, Who is God and Lord, and true Son of the Father
« Ἰδοὺ Κύριος Κύριος βοηθήσει μοι· τίς κακώσει με; Ἰδοὺ πάντες ὑμεῖς ὡς ἱμάτιον παλαιωθήσεσθε, καὶ σὴς καταφάγεται ὑμᾶς. » Δι' ὧν σημαίνει τὴν παλαίωσιν τῆς κατ' αὐτοῦ σωματικῆς λατρείας· πάνυ γὰρ τὸ παλαιούμενον καὶ γηράσκον ἐγγὺς ἀφα-
"Behold, the Lord, the Lord will help me; who will harm me? Behold, you all shall wear out like a garment, and a moth shall devour you." Through which words He signifies the wearing out of the bodily worship directed against Him; for assuredly what is wearing out and growing old is near disap-
Notes, col. 441
PG 24:444Read from the pageνισμοῦ. Σῆτα δὲ καὶ τὸν καταβιβρώσκοντα αὐτοὺς τὴν συνείδησιν ὧν τετολμήκασι δηλοῖ, δίκην σκώληκος κατεσθιούσης τὴν ψυχήν. Ὁρῶντες γὰρ τὴν τῶν ἐθνῶν πρὸς Θεὸν ἐπιστροφὴν, καὶ τὴν ἑαυτῶν ἀπόπτωσιν, ἣν ὑπέμειναν διὰ τὰς ἀσεβείας αὐτῶν, ὑπὸ τῆς συνειδήσεως τιτρώσκονται καὶ κατεσθίονται.
struction. And by the moth that devours them He signifies the conscience of the things they have dared to do, consuming the soul after the manner of a worm. For seeing the turning of the Gentiles towards God, and their own falling away, which they underwent because of their impieties, they are pierced and consumed by their conscience.
«Τίς ἐν ὑμῖν ὁ φοβούμενος τὸν Κύριον; ὑπακουσάτω τῆς φωνῆς τοῦ παιδὸς αὐτοῦ. Οἱ πορευόμενοι ἐν σκότει, καὶ οὐκ ἔστιν αὐτοῖς φῶς, πεποίθατε ἐπὶ τῷ ὀνόματι Κυρίου, καὶ ἀντιστηρίσασθε ἐπὶ τῷ Θεῷ.» Οὐ γὰρ βούλομαι τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὴν μετάνοιαν αὐτοῦ. Ὅθεν ἔτι καὶ νῦν ὑμᾶς ἀνακαλοῦμαι, ἐν τῷ τῆς ἀγνοίας σκότῳ τυγχάνοντας. Ἑαυτὸν δὲ παῖδα Θεοῦ λέγων, ἐφίησι νοεῖν, ὅτι, ἄνθρωπος γεγονὼς, υἱό⟨ς⟩ ἐστιν ἀληθινὸς τοῦ Θεοῦ καὶ Πατρός· καὶ τὸ ἀκοῦσαι τῆς αὐτοῦ φωνῆς οὐ νόμου παράβασις ἦν, ἀλλὰ βεβαίωσις νόμου, διὰ τύπου καὶ σκιᾶς προαναγράφοντος τὴν ἀλήθειαν, ἥτις ἐστὶν ὁ Θεὸς καὶ τὰ αὐτοῦ θεσπίσματα.
"Who among you is the one fearing the Lord? Let him obey the voice of His servant. You who walk in darkness, and have no light, trust in the name of the Lord, and lean upon God." For I do not will the death of the sinner, so much as his repentance. Wherefore even now I call you back, though you happen to be in the darkness of ignorance. And in calling Himself Servant of God, He gives us to understand that, having become man, He is true Son of God and Father; and to hear His voice was no transgression of the law, but a confirmation of the law, which through type and shadow delineated beforehand the truth, which is God and His ordinances.
«Ἰδοὺ πάντες ὑμεῖς πῦρ κα⟨ί⟩ετε, καὶ κατισχύετε φλόγα· πορεύεσθε τῷ φωτὶ τοῦ πυρὸς ὑμῶν, καὶ τῇ φλογὶ ᾗ ἐξεκαύσατε. Δι' ἐμὲ ἐγένετο ταῦτα ὑμῖν, καὶ ἐν λύπῃ κοιμηθήσεσθε.» Μόνον ἥκετε, καὶ ὑπακούσατε, ἐπαγγελλομένῳ τε ὑμῖν σωτηρίαν πιστεύσατε. Ἀλλ' ὡς ὁρῶ, πάσης μὲν ἀγαθῆς ἐλπίδος ἑαυτοὺς ἀποκλείετε, τὸ δὲ αὐτῶν πῦρ σωρεύετε καὶ κατισχύετε τῇ ἑαυτῶν ἐπιμένοντες ἀπιστίᾳ καὶ ταῖς κατ' ἐμοῦ βλασφημίαις, καὶ τὸ περιμένον ὑμᾶς τῆς αἰωνίου κολάσεως πῦρ μειζόνως ἐξάπτοντες· διὸ καὶ «ἐν λύπῃ κοιμηθήσεσθε·» ἢ κατὰ τὸν Σύμμαχον, «ἐν ὀδύνῃ κοιμηθήσεσθε.»
"Behold, all you kindle a fire, and strengthen a flame: walk in the light of your fire, and in the flame which you have kindled. Because of Me these things have happened to you, and you shall lie down in sorrow." Only come, and obey, and believe Him Who promises salvation to you. But as I see, you shut yourselves out from every good hope, and heap up their fire and strengthen it by persisting in your own unbelief and in the blasphemies against Me, kindling all the more fiercely the fire of eternal punishment that awaits you; wherefore also "you shall lie down in sorrow;" or according to Symmachus, "you shall lie down in pain."
ΚΕΦΑΛΑΙΟΝ ΝΑʹ.
Chapter LI.
«Ἀκούσατε, οἱ διώκοντες τὸ δίκαιον, καὶ ζητοῦντες τὸν Κύριον.» Ἐπειδὴ ἐκ πολλῆς ἄγαν ἀβελτηρίας οἱ τῶν Ἰουδαίων δῆμοι τὸν μονογενῆ τοῦ Θεοῦ Λόγον ὁρῶντες ἐν εἴδει τῷ καθ' ἡμᾶς, τουτέστι γενόμενον ἄνθρωπον, οὐ συνίεσαν μὲν τὸ ἐπ' αὐτῷ μυστήριον· ἀσυνετοῦντες δὲ πλεισταχοῦ παλιμφήμοις ἐλύπουν φωναῖς ἀναιδῶς· καθάπερ γὰρ ἔφην ἀρτίως, ἐναργῆ καθίστησιν αὐτοῖς τὴν σεμνοπρεπεστάτην αὐτοῦ δόξαν τε καὶ δύναμιν, καὶ τοῦ μικρὰ φρονεῖν ἐπ' αὐτῷ βούλεσθαί τινας ἀποκομίζει, λέγων, «Πεποίθατε ἐπὶ τῷ Κυρίῳ.» Ἐναργέστατα δὴ οὖν Κύριον ἑαυτὸν καὶ Θεὸν εἶναί φησιν, ἀποκομίζων, ὡς ἔφην, τοῦ χαμαιπετῶς περὶ αὐτοῦ βούλεσθαι φρονεῖν τε καὶ λέγειν. «Ἐμβλέψατε εἰς τὴν στερεὰν πέτραν, ἣν ἐλατομήσατε, καὶ εἰς τὸν βόθυνον τοῦ λάκκου, ὃν ὠρύξατε.» Ἔοικεν ὁ λόγος διὰ τούτων αἰνίττεσθαι αὐτὴν ἐκείνην τὴν τὸ σῶμα τοῦ Σωτῆρος ὑποδεξαμένην πέτραν, ἐν
"Hearken, you who pursue what is righteous, and seek the Lord." Since out of exceedingly great folly the multitudes of the Jews, seeing the only-begotten Word of God in a form like ours, that is, having become man, did not understand the mystery concerning Him, and in their lack of understanding everywhere shamelessly grieved Him with reviling utterances; therefore, just as I said a moment ago, He makes plain to them His most venerable glory and power, and draws people away from wishing to think meanly of Him, saying, "Trust in the Lord." Most plainly indeed, then, does He declare Himself to be Lord and God, drawing men away, as I said, from wishing both to think and to speak grovellingly concerning Him. "Look unto the solid rock, which you hewed, and into the pit of the cistern, which you dug." Through these words the text seems to hint at that very rock which received the body of the Saviour, in
«Ἐμβλέψατε εἰς Ἀβραὰμ τὸν πατέρα ὑμῶν, καὶ εἰς Σάῤῥαν τὴν ὠδίνουσαν ὑμᾶς· ὅτι εἷς ἦν, καὶ ἐκάλεσα αὐτὸν, καὶ εὐλόγησα αὐτὸν, καὶ ἠγάπησα αὐτὸν, καὶ ἐπλήθυνα αὐτόν.» Ὥσπερ οὖν ἐπὶ τὸν Ἀβραὰμ πεποίηκα, οὕτως μή ἀπογινώσκετε, ὡς καὶ ἀπὸ τῆς πέτρας ταύτης, ἣν ὑμεῖς αὐτοὶ ἐλατομήσατε, ἔσται τις ἐλπὶς ἁπάσης ἀνθρώποις σωτηρίας, ὡς μὴ ἀπολειφθῆναι τῆς πρὸς τὸν Ἀβραὰμ ἐπαγγελίας τὴν
"Look unto Abraham your father, and unto Sarah who travailed with you: because he was one, and I called him, and blessed him, and loved him, and multiplied him." Just as, therefore, I acted towards Abraham, so do not despair that from this rock also, which you yourselves hewed, there will be for mankind a certain hope of all salvation, so that there will not fall short of the promise made to Abraham the
Notes, col. 444
PG 24:445Read from the pageδοθησομένην ἅπασι τοῖς ἔθνεσιν ἐξ ἐμοῦ διὰ τῆς εἰρημένης πέτρας χάριν. Ἦν μὲν οὖν πέτρα καὶ τὸ σπήλαιον ὃ ἐλατόμησεν ὁ Ἰωσὴφ εἰς μνημεῖον· ἀλλὰ καὶ τὸν Χριστὸν αὐτὸν οἶδεν ὁ θεῖος Ἀπόστολος πέτραν ὀνομάζειν, λέγων, «Ἡ δὲ πέτρα ἦν ὁ Χριστός.» Ἐπειδὴ χεῖρας ἐπιβαλόντες τὸ σῶμα τοῦ Χριστοῦ ἐλωβήσαντο κατὰ τὸ πάθος οἱ τὸν θάνατον αὐτοῦ τυρεύσαντες, εἰκότως πρὸς αὐτοὺς εἴρηται τὸ, «Ἐμβλέψατε εἰς τὴν στερεὰν πέτραν, ἣν ἐλατομήσατε, καὶ εἰς τὸν βόθυνον τοῦ λάκκου, ὃν ὠρύξατε.» Μήποτε βόθυνον λάκκου ἠνίξατο τὴν τρωθεῖσαν τοῦ σώματος αὐτοῦ πλευρὰν, ἐξ ἧς αἷμα καὶ ὕδωρ προῆλθεν.
grace to be given by Me to all the nations through the aforesaid rock. Now the cave also which Joseph hewed out for a tomb was a rock; yet the divine Apostle knows how to name Christ Himself a rock as well, saying, "And the rock was Christ." Since those who contrived His death laid hands upon the body of Christ and maltreated it during the passion, reasonably has it been said to them, "Look unto the solid rock, which you hewed, and into the pit of the cistern, which you dug." Perhaps by the pit of the cistern He hinted at the pierced side of His body, out of which blood and water came forth.
«Καὶ σὲ νῦν παρακαλέσω, Σιὼν, καὶ παρεκάλεσα πάντα τὰ ἔρημα αὐτῆς· καὶ θήσω τὰ ἔρημα αὐτῆς ὡς παράδεισον, καὶ τὰ πρὸς δυσμὰς αὐτῆς ὡς παράδεισον Κυρίου. Εὐφροσύνην καὶ ἀγαλλίαμα εὑρήσουσιν ἐν αὐτῇ, ἐξομολόγησιν καὶ φωνὴν αἰνέσεως.» Ὡς ἐν παραθέσει δὲ τῆς πάλαι ἐχαύσης τὸν ἄνδρα, νῦν ἡ ἐξ ἐθνῶν Ἐκκλησία πάλιν ἔρημος ὠνομάσθη· ὥσπερ οὖν καὶ αὐτὸς ὁ προφήτης θεσπίζει, λέγων· «Εὐφράνθητι στείρα, ἡ οὐ τίκτουσα· ῥῆξον καὶ βόησον, ἡ οὐκ ὠδίνουσα· ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου, μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα.» Τίς δὲ ἦν ἡ τὸν ἄνδρα ἔχουσα ἀλλ' ἢ ἡ τὸ βιβλίον τοῦ ἀποστασίου ποιησαμένη;
"And you now will I comfort, O Zion, and I have comforted all her desert places; and I will make her desert places like a paradise, and her western parts like the paradise of the Lord. Gladness and exultation shall they find in her, thanksgiving and the voice of praise." Now as if in contrast with her who of old had the husband, the Church from the Gentiles has here again been named desolate; even as the prophet himself also utters in prophecy, saying: "Rejoice, O barren one, who do not bear; break forth and cry aloud, you who do not travail: because many are the children of the desolate woman, rather than of her who has the husband." And who was she who had the husband save she who brought about the bill of divorcement?
«Ἀκούσατέ μου, ἀκούσατέ μου, λαός μου, καὶ οἱ βασιλεῖς, πρὸς μὲ ἐνωτίσασθε.» Ἔδει γὰρ καινῷ λαῷ καὶ ἐξ ἐθνῶν στησομένῳ, καὶ νόμον δοθῆναι καινόν. Ὁ γὰρ διὰ Μωσέως δοθεὶς ἀκατάλληλος ἦν τῇ τῶν ἐθνῶν πολιτείᾳ, πᾶσαν περιγράφων τὴν σωματικὴν θρησκείαν εἰς ἕνα τόπον τοῖς Ἱεροσολύμοις· διόπερ ἀναγκαίως αἰνιττόμενος τὴν Καινὴν Διαθήκην, καὶ τὸ εὐαγγελικὸν κήρυγμα φάσκει, «Ὅτι νόμος παρ' ἐμοῦ ἐξελεύσεται, καὶ ἡ κρίσις μου εἰς φῶς ἐθνῶν·» πάλιν ἐνταῦθα φῶς τοῖς ἔθνεσιν ὑπισχνούμενος, οὐ μὴν τῷ Ἰσραήλ.
"Hearken to Me, hearken to Me, My people, and you kings, give ear unto Me." For to a new people, and one to be established out of the Gentiles, a new law also had to be given. For that given through Moses was unsuited to the polity of the Gentiles, circumscribing all bodily worship within one place at Jerusalem; wherefore of necessity hinting at the New Covenant and the evangelical proclamation, He declares, "For a law shall go forth from Me, and My judgement for a light of the nations;" here again promising light to the Gentiles, yet not to Israel.
«Ἐγγίζει ταχὺ ἡ δικαιοσύνη μου, καὶ ἐξελεύσεται. ὡς φῶς τὸ Σωτήριόν μου καὶ εἰς τὸν βραχίονά μου ἔθνη ἐλπιοῦσιν· ἐμὲ νῆσοι ὑπομενοῦσι, καὶ εἰς τὸν βραχίονά μου ἐλπιοῦσι.» Δευτεροῖ τὸν λόγον εἰς βεβαίωσιν τῆς ἐπαγγελίας· δικαιοσύνης γὰρ πεπλήρωτο ἡ πᾶσι τοῖς ἔθνεσιν ἐξ ἴσου δωρουμένη χάρις· τοῦτο δὲ ἦν ὁ Χριστὸς τοῦ Θεοῦ, ὃν λαβὼν Συμεὼν ἐν ἀγκάλαις ἀναγέγραπται εἰρηκώς, «Νῦν ἀπολύεις τὸν δοῦλόν σου, Δέσποτα, ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ Σωτήριόν σου,» καὶ τὰ ἑξῆς.
"My righteousness draws near swiftly, and My Salvation shall go forth as light, and in My arm shall nations hope; for Me shall islands wait, and in My arm shall they hope." He repeats the saying in confirmation of the promise: for full of righteousness was the grace bestowed equally upon all the nations; and this was the Christ of God, Whom Simeon took into his arms and is recorded to have said, "Now Thou dost release Thy servant, O Master, because my eyes have seen Thy Salvation," and what follows.
«Ἄρατε εἰς τὸν οὐρανὸν τοὺς ὀφθαλμοὺς ὑμῶν, καὶ ἐμβλέψατε εἰς τὴν γῆν κάτω· ὅτι ὁ οὐρανὸς ὡς καπνὸς ἐστερεώθη, ἡ δὲ γῆ ὡς ἱμάτιον παλαιωθήσεται· οἱ δὲ κατοικοῦντες ὥσπερ ταῦτα ἀποθανοῦνται· τὸ δὲ Σωτήριόν μου εἰς τὸν αἰῶνα ἔσται· ἡ δὲ δικαιοσύνη μου οὐ μὴ ἐκλείψῃ·» τὴν θεότητα τοῦ Λόγου σημαινούσης τῆς προφητείας· ὡς γὰρ τὴν ἀνθρωπότητα ἐδήλου διὰ τοῦ «Σωτηρίου,» οὕτω καὶ τὴν θεότητα τοῦτον ἠνίξατο τὸν τρόπον.
"Lift up your eyes to the heaven, and look upon the earth beneath: because the heaven was made firm like smoke, and the earth shall grow old like a garment, and those who dwell therein shall die just like these things; but My Salvation shall be for ever, and My righteousness shall by no means fail:" the prophecy signifying the divinity of the Word; for just as it made known His humanity through "Salvation," so too in this manner it hinted at His divinity.
«Ἀκούσατέ μου, οἱ εἰδότες κρίσιν, λαὸς, οὗ νόμος
"Hearken to Me, you who know judgement, a people in whose
Notes, col. 445
On the reading
Printed ἐχαύσης, for ἐχούσης.
Printed στείρα, for στεῖρα.
PG 24:448Read from the pageμου ἐν τῇ καρδίᾳ ὑμῶν.» Ἑώρα γὰρ, ὅτι οἱ θέλοντες εὐσεβῶς ζῆν ἐν Χριστῷ διωχθήσονται καὶ ὀνειδισθήσονται, καὶ φαυλισθήσονται ὑπὸ ἀνθρώπων, διωγμούς τε παντοίους καὶ πειρασμοὺς ὑπομενοῦσι. Διὸ περιφράττων αὐτοὺς ἐντεῦθεν ἤδη παραγγέλλει λέγων· «Μὴ φοβεῖσθε ὀνειδισμὸν ἀνθρώπων, καὶ τῷ φαυλισμῷ αὐτῶν μὴ ἡττᾶσθε.» Χρὴ γὰρ ἀφορᾷν, φησὶ, ἐπὶ τὸ διαδεξόμενον αὐτοὺς τέλος.
heart is My law." For He foresaw that those wishing to live piously in Christ will be persecuted and reproached, and will be held in contempt by men, and will endure persecutions of all kinds and temptations. Wherefore fencing them round beforehand even from this point, He charges them, saying: "Fear not the reproach of men, and be not overcome by their contempt." For one must look, He says, unto the end that will succeed them.
«Ὡς γὰρ ἱμάτιον βρωθησεται ὑπὸ χρόνου, καὶ ὡς ἔρια βρωθήσεται ὑπὸ σητός· ἡ δὲ δικαιοσύνη μου εἰς τὸν αἰῶνα ἔσται· τὸ δὲ Σωτήριόν μου εἰς γενεὰς γενεῶν. Ἐξεγείρου, ἐξεγείρου, Ἱερουσαλὴμ, καὶ ἔνδυσαι τὴν ισχὺν τοῦ βραχίονός σου. Ἐξεγείρου ὡς ἐν ἀρχῇ ἡμέρας, ὡς γενεὰ αἰῶνος.» Ἡ προσθήκη, «Ἱερουσαλὴμ,» ὡς ἐν τῇ Ἑβραϊκῇ ἀναγνώσει, οὔτε ἐν τοῖς λοιποῖς ἑρμηνευταῖς φέρεται, ἀλλὰ πάντες οὕτως ἐξέδωκαν· «Ἐξεγείρου, ἐξεγείρου, ἔνδυσαι κράτος, βραχίων Κυρίου.» Κατὰ πάντας τοίνυν οὐ τῇ Ἱερουσαλὴμ ὁ λόγος προσφωνεῖ, ἀλλὰ τῷ βραχίονι Κυρίου· ἀκόλουθον δ' ἂν εἴη καὶ ἡμᾶς εἰς τὸν βραχίονα Κυρίου τὴν τοῦ Κυρίου προσφώνησιν ἀναφέρειν, περὶ οὗ ἀνωτέρω εἴρηται, «Καὶ ἐπὶ τὸν βραχίονά μου ἔθνη ἐλπιοῦσιν.»
"For just as a garment shall be eaten up by time, and like wool shall be eaten up by a moth; yet My righteousness shall be for ever, and My Salvation unto generations of generations. Awake, awake, O Jerusalem, and put on the strength of your arm. Awake as in the beginning of day, as a generation of eternity." The addition "Jerusalem" is found neither in the Hebrew reading nor in the rest of the translators, but all rendered it thus: "Awake, awake, put on might, O arm of the Lord." According to all of them, therefore, the text addresses not Jerusalem, but the arm of the Lord; and it would follow that we also should refer the address of the Lord to the arm of the Lord, concerning Whom it has been said above, "And in My arm shall nations hope."
«Οὐ σὺ εἶ ἡ ἐρημοῦσα θάλασσαν, ὕδωρ ἀβύσσου πλῆθος; ἡ θεῖσα τὰ βάθη τῆς θαλάσσης ὁδὸν διαβάσεως ῥυομένοις καὶ λελυτρωμένοις; Ὑπὸ γὰρ Κυρίου ἀποστραφήσονται, καὶ ἥξουσιν εἰς Σιὼν μετ' εὐφροσύνης καὶ ἀγαλλιάματος αἰωνίου. Ἐπὶ κεφαλῆς γὰρ αὐτῶν αἴνεσις, καὶ εὐφροσύνη καταλήψεται αὐτούς· ἀπέδρα ὀδύνη καὶ λύπη, καὶ στεναγμός·» ὅτε καὶ, παντὸς φόβου ἐκτὸς γενόμενοι, οὐκέτι πολεμίους οὐδὲ ἐχθροὺς φοβήσονται.
"Art Thou not she who lays waste the sea, the deep water's multitude; she who made the depths of the sea a way of passage for the rescued and redeemed? For by the Lord shall they be brought back, and they shall come to Zion with gladness and everlasting exultation. For upon their head shall be praise, and gladness shall overtake them; pain and sorrow and groaning have fled away:" when indeed, having come to be outside every fear, they shall no longer fear foes or enemies.
«Ἐν» γὰρ «τῇ ἐπουρανίῳ Σιὼν ἀπέδρα ὀδύνη καὶ λύπη, καὶ στεναγμός. Ἐγώ εἰμι, ἐγώ εἰμι, ὁ παρακαλῶν σε. Γνῶθι τίς οὖσα, ἐφοβήθης ἀπὸ ἀνθρώπου θνητοῦ, καὶ ἀπὸ υἱοῦ ἀνθρώπου, οἳ ὡσεὶ χόρτος ἐξηράνθησαν.» Αὐτὸς γάρ ἐστιν ὁ ἱλασμὸς ἡμῶν, καὶ ὁ παρακαλῶν τοὺς ταπεινούς. Σὺ μὲν γὰρ κατ' εἰκόνα γενομένη παρ' ἐμοῦ, μεγίστης ἠξίωσαι τιμῆς, ὡς παρακαλεῖσθαι ὑπ' ἐμοῦ· διό φημι, «Ἐγώ εἰμι ὁ παρακαλῶν σε.» Οὐκ οἶδα δὲ ὅπως ἐπιλαθομένη τῆς σαυτῆς ἀξίας, δειλίᾳ ὑπήχθης καὶ ἐφοβήθης. Λέγει δὲ ταῦτα ὡς πρὸς τοὺς δειλοτέρους καὶ ἀσθενεστέρους τῆς Ἐκκλησίας· οἱ γὰρ τελειωθέντες, καὶ τοῖς ἐν μαρτυρίῳ στεφάνοις κατακοσμηθέντες, ἔτυχον τῆς παρ' αὐτοῦ δόξης. Δέον γὰρ ἄφοβόν σε καὶ ἀτάραχον διαμένειν, ὡς ἂν ἐμὸν ὄντα λαὸν, εἰς τὸ τέλος ἀφορῶντα τῆς φθαρτῆς τῶν ἀνθρώπων φύσεως, καὶ τοῦ μέλλοντος ὀλέθρου διαδέξασθαι τούτους αὐτοὺς, οὓς ἐφοβήθης· σὺ δὲ τούτους μὲν ἐφοβήθης,
For "in the heavenly Zion pain and sorrow and groaning have fled away. I am He, I am He Who comforts you. Know who you are, that you were afraid of a mortal man, and of a son of man, who are withered like grass." For He Himself is our propitiation, and He Who comforts the lowly. For you indeed, having come into being according to My image from Me, have been deemed worthy of the greatest honour, so as to be comforted by Me; wherefore I say, "I am He Who comforts you." Yet I know not how, forgetting your own dignity, you yielded to cowardice and became afraid. And He says these things as if to the more cowardly and weaker members of the Church; for those made perfect, and adorned with the crowns of martyrdom, obtained the glory that comes from Him. For whereas you ought to remain fearless and untroubled, as being My people, looking unto the end of the corruptible nature of men, and of the destruction destined to overtake those very ones whom you feared, you on the contrary feared these men,
«Ἐπελάθου δὲ Θεὸν τὸν ποιήσαντά σε, τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ θεμελιώσαντα τὴν γῆν· καὶ ἐφοβοῦ ἀεὶ πάσας τὰς ἡμέρας τὸ πρόσωπον τοῦ θυ-
"And forgot God Who made you, Who made the heaven and founded the earth; and you feared continually all the days the face of the wr-
Notes, col. 448
On the reading
Printed βρωθησεται, for βρωθήσεται.
Printed ισχὺν, for ἰσχὺν.