σταυροῦ, τοσοῦτο ὑμεῖς αὐτὸν δοξάζετε. « Τὸν βδελυσσόμενον ὑπὸ τῶν ἐθνῶν, τῶν δούλων τῶν ἀρχόντων. Βασιλεῖς ὄψονται αὐτὸν, καὶ ἀναστήσονται ἄρχοντες, καὶ προσκυνήσουσιν αὐτῷ, ἕνεκεν Κυρίου· ὅτι πιστός ἐστιν ὁ Ἅγιος Ἰσραὴλ, καὶ ἐξελεξάμην σε τῶν δούλων τῶν ἀρχόντων· » λέγω δὴ τοῖς πονηροῖς δαίμοσιν, οἱ γὰρ ἔτι τούτοις καταδεδουλωμένοι τὸν Χριστὸν τοῦ Θεοῦ βλασφημοῦνται. Βδελύσσονται δὲ σύροντες καὶ χλευάζοντες, καὶ φαυλίζοντες αὐτοῦ τὴν θάνατον. Ἀλλὰ γὰρ ὑμεῖς οἷς ὁ λόγος προσφωνεῖ, τοῦτον αὐτὸν ἁγιάσατε δοξάζοντες, ἐπεὶ καὶ « πᾶν γόνυ κάμψει αὐτῷ ἐπουρανίων καὶ ἐπιγείων, καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται, ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρὸς, » ὅταν ἔλθῃ ἐν τῇ δόξᾳ τοῦ Πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων αὐτοῦ, καὶ καθίσῃ ἐπὶ θρόνου δόξης αὐτοῦ κρίνων ζῶντας καὶ νεκρούς· τότε γὰρ πάντες προσκυνήσουσιν αὐτῷ ἕνεκεν Κυρίου τοῦ Πατρὸς αὐτοῦ, ὅτι πιστός ἐστιν ὁ Ἅγιος Ἰσραὴλ ὁ ἐκλεξάμενος αὐτόν. Ἀντὶ δὲ τοῦ, « Καὶ ἐξελεξάμην σε, » ὁ Σύμμαχος, « Ἐξελέξατό σε, » εἴρηκε. Ταῦτα μὲν οὖν τοῖς ἔθνεσι παραδέδοται· τὰ δὲ ἐπιλεγόμενα εἰς αὐτοῦ πρόσωπον τοῦ Σωτῆρος θεσπίζεται· ᾧ καί φησι τὸ Πνεῦμα τὸ προφητικὸν ἐκ προσώπου τοῦ Πατρός· « Καιρῷ δεκτῷ ἐπήκουσά σου, καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι. » Σφόδρα δὲ θαυμαστῶς εἴρηται τὸ, « Καιρῷ δεκτῷ ἐπήκουσά σου· » οὗτος δὲ ἦν ὁ τῆς ἀναστάσεως αὐτοῦ χρόνος. Κατὰ μὲν γὰρ τὸν καιρὸν τοῦ πάθους ἀνεβόησεν ὁ Σωτὴρ εἰπών· « Ἠλεὶ, Ἠλεὶ· λιμὰ σαβαχθανεί· » τουτέστι, « Θεέ μου, Θεέ μου, ἵνα τί με ἐγκατέλιπες; » Ἀλλὰ καὶ προσεύχεται λέγων· « Πάτερ, ει δυνατὸν, παρελθέτω ἀπ' ἐμοῦ τὸ ποτήριον τοῦτο· » εἶθ' ὡς ἀνανεύοντα τὸν Πατέρα ἑώρα, ἐπήγαγε· « Πάτερ, εἰ μὴ δυνατὸν παρελθεῖν αὐτὸ, γενηθήτω τὸ θέλημά σου. » Ταύτην οὖν τὴν εὐχὴν εἰς καιρὸν δεχόμενος ὁ Πατὴρ, μετὰ τὸ πάθος καὶ μετὰ τὴν εἰς ᾅδου κάθοδον, καιρὸν τῆς ἀναστάσεως αὐτοῦ δεικνύς φησι πρὸς αὐτόν· « Καιρῷ δεκτῷ ἐπήκουσά σου, » καὶ τὰ ἑξῆς. « Καὶ ἔπλασά σε, καὶ ἐδωκά σε εἰς διαθήκην ἐθνῶν, τοῦ καταστῆσαι τὴν γῆν, καὶ κληρονομῆσαι κληρονομίας ἐρήμους. » Τοιαῦται δὲ ἦσαν αι τῶν ἀθέων
of a cross, so much the more do you glorify Him. "Him Who is abhorred by the nations, the servants of the rulers. Kings shall see Him, and rulers shall rise up, and shall worship Him, for the sake of the Lord; because faithful is the Holy One of Israel, and I chose you from the servants of the rulers;" I mean the wicked demons, for those who are still enslaved to these blaspheme the Christ of God. And they abhor Him, dragging and mocking and despising His death. Yet do you, whom the word addresses, sanctify this very One by glorifying Him, since also "every knee shall bow to Him, of heavenly and earthly and subterranean beings, and every tongue shall confess that Jesus Christ is Lord, to the glory of God the Father," when He comes in the glory of His Father with His angels, and sits upon His throne of glory judging the living and the dead; for then all shall worship Him for the sake of the Lord His Father, because faithful is the Holy One of Israel Who chose Him. And instead of "And I chose you," Symmachus has said, "He chose you." These things, then, have been delivered to the nations; whereas the things said next are prophesied unto the person of the Saviour Himself, to Whom also the prophetic Spirit speaks from the person of the Father: "At an acceptable time I heard you, and in a day of salvation I helped you." And very wonderfully has it been said, "At an acceptable time I heard you;" and this was the time of His resurrection. For at the time of the passion the Saviour cried aloud, saying: "Eli, Eli; lima sabachthanei;" that is, "My God, my God, why hast Thou forsaken me?" Moreover He also prays, saying: "Father, if it is possible, let this cup pass from me;" then, when He saw the Father refusing, He added: "Father, if it is not possible for it to pass, Thy will be done." Receiving therefore this prayer for its due season, the Father, after the passion and after the descent into Hades, showing the season of His resurrection, says to Him: "At an acceptable time I heard you," and what follows. "And I formed you, and gave you for a covenant of nations, to establish the earth, and to inherit desolate inheritances." And such were those of the godless
« Λέγοντα τοῖς ἐν δεσμοῖς, Ἐξέλθετε, καὶ τοῖς ἐν τῷ σκότει, ἀνακαλυφθῆναι. » — « Ἦμεν γάρ ποτε τέκνα ὀργῆς, καὶ ἦμέν ποτε σκότος· νῦν δὲ φῶς ἐν Κυρίῳ. » Εὐαγγελίζεται τοὺς τῶν προτέρων δεσμῶν, καὶ τοῦ προτέρου σκότους ἠλευθερωμένους, λέγων· « Ἐν πάσαις ταῖς ὁδοῖς βοσκηθήσονται, καὶ ἐν πάσαις ταῖς τρίβοις ἡ νομὴ αὐτῶν. » Ὁδοὶ δὲ καὶ τρίβοι, ἃς διώδευσαν οἱ πάλαι τοῦ Θεοῦ ἄνδρες, αἱ θεόπνευστοί εἰσι Γραφαὶ, ἐν αἷς βοσκόμενοι οἱ τῆς ἐπαγγελίας τυχόντες, τῆς ἐνθέου καὶ λογικῆς τροφῆς ἀπολαύουσιν, ἀγαθὴν νομὴν ταύτην εὑράμενοι, καὶ τὰ ἑξῆς.
"Saying to those in bonds, Come forth, and to those in darkness, Be uncovered." — "For we were once children of wrath, and we were once darkness; but now light in the Lord." He proclaims good news to those set free from their former bonds and from their former darkness, saying: "In all the ways they shall be pastured, and in all the paths shall be their pasture." Now the ways and paths through which the men of God of old journeyed are the divinely inspired Scriptures, wherein pasturing, those who have obtained the promise enjoy the divine and rational nourishment, having found this good pasture, and what follows.