PG 24:401Read from the page« Λαόν μου ὃν περιεποιησάμην τὰς ἀρετάς μου διηγεῖσθαι· οὐ νῦν ἐκάλεσά σε, Ἰακὼβ, οὐδὲ κοπιάσαι σε ἐποίησα, Ἰσραήλ. » Εἰ μὲν γὰρ θῆρες οἱ ἄγριοι καὶ σειρῆνες καὶ αἱ θυγατέρες τῶν στρουθῶν εὐλογήσουσί με· σὺ δὲ, Ἰακὼβ, οὐδὲν τοιοῦτον διεπράξω· ἀλλ' οὐδὲ ἠξίωσας ἐμὲ ἐπικαλεῖσθαι, « ἐκοπιάθης » δὲ « εἰς ἐμὲ, » κατὰ τὸν Σύμμαχον, καίτοι ἐμοῦ μὴ ποιήσαντός σε κοπιάσαι.
"My people whom I acquired to recount my excellences: it is not now that I have called you, O Jacob, nor did I make you grow weary, O Israel." For whereas the wild beasts and sirens and the daughters of ostriches will bless me, you, O Jacob, accomplished nothing of the sort; nay, you did not even deign to call upon me, but "you grew weary towards me," according to Symmachus, even though I did not make you grow weary.
« Οὐκ ἤνεγκάς μοι πρόβατά σου τῆς ὁλοκαρπώσεώς σου, οὐδὲ ἐν ταῖς θυσίαις σου ἐδόξασάς με· οὐκ ἐδούλωσά σε ἐν θυσίαις, οὐδὲ ἔγκοπον ἐποίησά σε ἐν λιβάνῳ. » Ὅπως καὶ ἐν τοῖς προκειμένοις τῇ ἐρήμῳ, καὶ τοῖς ἐν αὐτῇ θηρίοις ἀγαθῶν ἐλπίδας εὐαγγελίζεται· τὸν δὲ λαὸν τὸν ἐκ περιτομῆς ἐπ' ἀσεβείαις ἐλέγχει, ὃν καὶ Ἰακὼβ καλεῖ νῦν καὶ Ἰσραήλ· οὕτως ἁπλῶς ξηροῖς ὀνόμασιν οὔτε δοῦλον αὐτοῦ, οὔτε ἐκλεκτὸν εἰπὼν, ὅπερ ἐποίει ἐπὶ τοῦ κρείττονος τάγματος.
"You have not brought me your sheep of your whole burnt-offering, nor in your sacrifices have you glorified me; I did not enslave you with sacrifices, nor did I make you toil with frankincense." Observe how in the words before us He proclaims good hopes both to the wilderness and to the wild beasts within it, whereas He convicts of ungodliness the people of the circumcision, whom He now calls Jacob and Israel—speaking thus simply with bare names and calling it neither His slave nor chosen, which He used to do in the case of the better order.
« Οὐδὲ ἐκτήσω μοι ἀργυρίου θυμίαμα, οὐδὲ τὸ στέαρ τῶν θυσιῶν σου ἐπεθύμησα· ἀλλὰ ἐν ταῖς ἁμαρτίαις σου προέστης μου, καὶ ἐν ταῖς ἀδικίαις σου. Ἐγώ εἰμι, ἐγώ εἰμι, ὁ ἐξαλείφων τὰς ἀνομίας σου ἕνεκεν ἐμοῦ, καὶ τὰς ἁμαρτίας σου, καὶ οὐ μὴ μνησθήσομαι. Σὺ δὲ μνήσθητι, καὶ κριθῶμεν. » Καλὴ γὰρ ἡ μνήμη τῶν προτέρων ἁμαρτημάτων δι' ἐξομολογήσεως ἐξηγορευμένη· διὸ ἐπιφέρει· « Λέγε σὺ πρῶτος τὰς ἁμαρτίας σου, ἵνα δικαιωθῇς· » τοῦτο γὰρ ποιῶν δικαιωθήσῃ· ἐπειδὴ δίκαιος αὐτοῦ κατήγορος ἐν πρωτολογίᾳ.
"Neither have you purchased incense for me with silver, nor have I desired the fat of your sacrifices; rather, in your sins have you stood before me, and in your iniquities. I am, I am He Who blots out your lawless deeds for my own sake, and your sins, and I will by no means remember them. But do you remember, and let us be judged together." For good is the remembrance of former sins when declared aloud through confession; wherefore He adds: "Declare your sins first, that you may be justified;" for by doing this you shall be justified, since a righteous man is his own accuser in the opening of his speech.
« Οἱ πατέρες ὑμῶν πρῶτοι, καὶ οἱ ἄρχοντες ὑμῶν ἠνόμησαν εἰς ἐμέ. Καὶ ἐμίαγαν οἱ ἄρχοντες τὰ ἅγιά μου. Καὶ ἔδωκα ἀπολέσαι Ἰακὼβ, καὶ Ἰσραὴλ εἰς ὀνειδισμόν. »
"Your first fathers and your rulers acted lawlessly against me. And the rulers defiled my holy things. And I gave Jacob over to be destroyed, and Israel to reproach."
ΚΕΦΑΛΑΙΟΝ ΜΔʹ.
Chapter XLIV.
« Νῦν δὲ ἄκουσον, Ἰακὼβ ὁ παῖς μου, καὶ Ἰσραὴλ, ὃν ἐξελεξάμην. » Διὰ τούτων τὸν χορὸν αὖθις τὸν ἀποστολικὸν ἀποκαλεῖται.
"But now hear, O Jacob my servant, and Israel, whom I have chosen." Through these words He calls back once again the apostolic choir.
« Οὕτω λέγει Κύριος ὁ Θεὸς ὁ ποιήσας σε, καὶ ὁ πλάσας σε ἐκ κοιλίας· Ἔτι βοηθηθήσῃ· μὴ φοβοῦ, παῖς μου Ἰακὼβ, καὶ ἠγαπημένος Ἰσραὴλ, ὃν ἐξελεξάμην. Ὅτι ἐγὼ δώσω ὕδωρ ἐν δίψει τοῖς πορευομένοις ἐν ἀνύδρῳ, ἐπιθήσω τὸ πνεῦμά μου ἐπὶ τὸ σπέρμα σου, καὶ τὰς εὐλογίας μου ἐπὶ τὰ τέκνα σου. » Διὰ γὰρ τοῦ Πνεύματος τοῦ ἁγίου τὸ λογικὸν καὶ γόνιμον, καὶ πνευματικὸν ὕδωρ τῇ ἀνύδρῳ καὶ ἐρήμῳ χορηγήσειν ἤμελλε. Σπέρμα δὲ τῶν ἀποστόλων αἱ Ἐκκλησίαι τοῦ Θεοῦ, καὶ τὰ τέκνα αὐτῶν οἱ πανταχοῦ γῆς καὶ ἐν πᾶσι τοῖς ἔθνεσι διὰ τοῦ Πνεύματος τοῦ ἁγίου ἀναγεννηθέντες· οἳ καὶ
"Thus says the Lord God Who made you, and Who fashioned you from the womb: You shall still be helped; do not fear, my servant Jacob, and beloved Israel, whom I have chosen. Because I will give water in thirst to those who walk in a waterless land, I will put my Spirit upon your seed, and my blessings upon your children." For through the Holy Spirit He was about to supply the rational, fruitful, and spiritual water to the waterless and desolate land. And the seed of the apostles are the Churches of God, and their children are those regenerated everywhere on earth and among all the nations through the Holy Spirit; who also
« Ἀνατελοῦσι, » φησὶν, « ἀνὰ μέσον ὕδατος χόρτον, καὶ ὡς ἰτέα ἐπὶ παραῤῥέον ὕδωρ. » Καὶ ἐνταῦθα δὲ τὴν ἰτέαν παρέλαβε διὰ τὸ ἀειθαλὲς καὶ νεαρὸν τοῦ φυτοῦ, εἰς παράστασιν τοῦ πλήθους τῶν λογικῶν ὑδάτων τῶν ἐν τῇ Ἐκκλησίᾳ αὐτοῦ ῥευσάντων.
"Shall spring up," He says, "as grass amid water, and like a willow beside flowing water." And here too He took up the willow on account of the evergreen and fresh nature of the plant, to set forth the abundance of the rational waters that have flowed in His Church.
« Οὗτος ἐρεῖ, Τοῦ Θεοῦ εἰμι, καὶ οὗτος βοήσεται ἐπὶ τῷ ὀνόματι Ἰακὼβ, καὶ ἕτερος ἐπιγράψει χειρὶ αὐτοῦ, Τοῦ Θεοῦ εἰμι, καὶ ἐπὶ τῷ ὀνόματι Ἰσραὴλ
"This one will say, I am God's, and this one will call out in the name of Jacob, and another will inscribe with his hand, I am God's, and in the name of Israel
Notes, col. 401
On the reading
Printed ἐμίαγαν, for ἐμίαναν.
PG 24:404Read from the pageβοήσεται. » Σεμνύνει ἑαυτὸν λέγων εἶναι Ἰσραήλ. Θαυμάσαι δὲ ἔστι καὶ καταπλαγῆναι ἀληθῶς τὴν τῶν προφητικῶν λόγων δύναμιν, ως αὐτοῖς ἔργοις τὰ ἀποτελέσματα παρειλήφαμεν. Ἐν γοῦν τοῖς καθ' ἡμᾶς αὐτοὺς γενομένοις διωγμοῖς πολλοὺς τῶν ἀλλοφύλων ἐθνῶν ἐθεασάμεθα, προαρπάζοντας ἑαυτοῖς τὰς τῶν ἁγίων ἀνδρῶν προσηγορίας, ὧν ὁ μὲν ἑαυτὸν Ἰακὼβ ἐκάλει, καὶ ἕτερος Ἰσραὴλ, ἄλλος δὲ Ἱερεμίαν, καὶ Ἠσαΐαν ἕτερος, καὶ Δανιὴλ πάλιν ἄλλος· τοιαῦτα γοῦν ἐπιγραφόμενοι ὀνόματα ἐπὶ τὸ μαρτύριον τοῦ Θεοῦ σὺν πολλῷ θάρσει καὶ παῤῥησίᾳ παρῄεσαν. Ἅ δὴ σημαίνουσα ἡ προφητεία φησίν· « Οὗτος ἐρεῖ, Τοῦ Θεοῦ εἰμι, καὶ οὗτος βοήσεται ἐπὶ τῷ ὀνόματι Ἰακὼβ, καὶ ἄλλος ἐπιγράψει τῇ χειρὶ αὐτοῦ, Θεοῦ εἰμι, καὶ ἄλλος ἐπὶ τῷ ὀνόματι Ἰσραὴλ βοήσεται. »
will call out." He prides himself in saying that he is Israel. Truly one may marvel and be struck with amazement at the power of the prophetic words, seeing how we have received their fulfilments in the very deeds themselves. At any rate, in the persecutions that took place in our own times we beheld many from the foreign nations seizing beforehand for themselves the appellations of the holy men, of whom one called himself Jacob, and another Israel, while another called himself Jeremiah, and another Isaiah, and yet another Daniel; inscribing such names upon themselves, at all events, they came forward to the martyrdom of God with great courage and boldness of speech. Signifying these very things, the prophecy says: "This one will say, I am God's, and this one will call out in the name of Jacob, and another will inscribe with his hand, I am God's, and another will call out in the name of Israel."
« Οὕτως λέγει ὁ Θεὸς ὁ βασιλεὺς Ἰσραὴλ, καὶ ῥυσάμενος αὐτὸν Θεὸς Σαβαώθ· Ἐγὼ πρῶτος, καὶ ἐγὼ μετὰ ταῦτα· πλὴν ἐμοῦ οὐκ ἔστι Θεός. Τίς ὥσπερ ἐγώ; Στήτω, καὶ καλεσάτω, καὶ ἀναγγειλάτω, καὶ ἑτοιμασάτω μοι· ἀφ' οὗ ἐποίησα ἄνθρωπον εἰς τὸν αἰῶνα, καὶ τὰ ἐπερχόμενα πρὸ τοῦ ἐλθεῖν ἀναγγειλάτωσαν ὑμῖν. » Λεγέτω γὰρ εἴ τις ἔστι Θεὸς, ὅσον ἔργον ἑαυτοῦ δείκνυσιν ἐν τῷ παντί. Εἰ γὰρ εἷς ὁ κόσμος, καὶ οὗτος συμφυὴς, καὶ αὐτὸς ἑαυτῷ συνημμένος, εἷς ἂν γένοιτο καὶ ὁ τούτου δημιουργός. Ἀλλ' οὗτος ἐκ μεγέθους καὶ καλλονῆς κτισμάτων, οἷα τοῦ παντὸς γενεσιουργὸς θεωρεῖται. Εἰ δέ τις εἰσάγοι ἕτερον, δεικνύτω τοιοῦτον ὁμοίως κόσμον ἕτερον παριστάς· ἀλλ' οὐκ ἔστιν ἕτερος παρὰ τὸν ὁρώμενον κόσμον· οὐδὲ Θεὸς ἄρα ἕτερός ἐστιν. Εἰ δέ τις, « Στήτω, » φησὶ, τοῦτο πρῶτον· λέγω δὴ τὴν ἑαυτοῦ δειξάτω ὕπαρξιν· ὅτι τέ ἐστιν ἐν οὐσίας ὑποστάσει, καὶ ὅτι ἐφ' ἑαυτῷ μένει καὶ ἕστηκεν· ἔπειτα φωνὴν ἀφεὶς λογικὴν καὶ Θεῷ πρέπουσαν, ἀναγγειλάτω τίνα ἔσται τὰ μετὰ ταῦτα γενησόμενα ἐν τῷ βίῳ· ἢ τὰ πάλαι ἐξ ἀρχῆς ὑποστάντα, ἀφ' οὗ τὸν ἄνθρωπον ἐθέμην ἐπὶ τῆς γῆς μέχρι τοῦ παρόντος χρόνου. Ἀπὸ γὰρ τούτου γνωσόμεθα, ὅτι ἔστησεν αὐτὰ λόγιω.
"Thus says God the King of Israel, and God Sabaoth Who delivered him: I am first, and I am hereafter; beside me there is no God. Who is like me? Let him stand, and call aloud, and declare, and make ready for me, since I made man for ever; and let them declare to you the things that are coming before they arrive." For if there is any God, let him tell how great a work of his own he displays in the universe. For if the world is one, and is congenital and knit together with itself, one also must its Maker be. Indeed, from the greatness and beauty of created things He is beheld as Author of the coming into being of all. And if anyone should introduce another, let him prove it by presenting likewise another such world; yet there is no other world beside the visible one, and therefore neither is there another God. And if there is anyone, "Let him stand," He says—this first: I mean let him show his own existence, both that he subsists in substantial reality, and that he abides and stands upon himself; next, uttering a rational voice fitting for God, let him declare what the things to happen hereafter in human life will be, or the things that came into existence of old from the beginning, since I placed man upon the earth until the present time. For from this we shall know that he established them by reason.
« Μὴ παρακαλύπτεσθε, μηδὲ πλανᾶσθε. Οὐκ ἀπ' ἀρχῆς ἠνωτίσασθε, καὶ ἀπήγγειλα ὑμῖν; Μάρτυρες ὑμεῖς ἐστε, εἰ ἔστι Θεὸς πλὴν ἐμοῦ. Καὶ οὐκ ἤκουσαν τότε οἱ πλάσσοντες καὶ οἱ γλύφοντες, πάντες μάταιοι, ποιοῦντες τὰ καταθύμια αὐτῶν, ἃ οὐκ ὠφελήσει αὐτούς. Ἀλλ' αἰσχυνθήσονται οἱ πλάσσοντες Θεὸν, καὶ γλύφοντες πάντες ἀνωφελῆ. » Οὐκ ἀπ' ἀρχῆς, φησὶ, τουτέστι πρὸ τῶν τοῦ κατακλυσμοῦ χρόνων, καθ' οὓς οὐδὲ οἱ τῶν ἀψύχων ξοάνων τέκτονες ὑπῆρχον. Καὶ τούτων ὑμεῖς μάρτυρες, ὡς οὐκ ἦσαν τότε, λέγω δὴ κατὰ τὰς ἀρχὰς τῆς τοῦ θνητοῦ βίου συστάσεως, οἱ πλάσσοντες καὶ γλύφοντες θεοὺς, οὔπω γλυπτικῆς, οὐδὲ πλαστικῆς τέχνης ἐν ἀνθρώποις εὑρισκομένης.
"Do not veil yourselves, nor go astray. Did you not give ear from the beginning, and did I not declare it to you? You are witnesses whether there is a God beside me. And those who fashion and who carve did not hear then—all of them vain, making their heart's desires, which will not profit them. Nay, those who fashion a god and all who carve unprofitable things shall be put to shame." Not from the beginning, He says—that is, before the times of the flood, during which not even the craftsmen of lifeless carved images existed. And of these things you are witnesses, that there did not exist then—I mean at the beginnings of the framing of mortal life—those who fashion and carve gods, since neither the art of carving nor that of modelling was yet found among men.
« Καὶ πάντες ὅθεν ἐγένοντο ἐξηράνθησαν, καὶ κωφοὶ ἀπο ἀνθρώπων συναχθήτωσαν πάντες, καὶ στησάτωσαν ἅμα. καὶ ἐντραπήτωσαν, καὶ αἰσχυνθήτωσαν ἅμα· ὅτι ὤξυνε τέκτων σίδηρον, σκεπάρνῳ εἰργάσατο αὐτὸ, καὶ ἐν τερέτρω ἔστησεν αὐτὸ, καὶ εἰργάσα-
"And all those from whom they came into being have withered away, and let the deaf from among men all be gathered together, and let them stand together, and be abashed, and be put to shame together; because a craftsman sharpened iron, with an adze he wrought it, and with a borer he set it up, and wrought
Notes, col. 404
On the reading
Printed τερέτρω, for τερέτρῳ.
PG 24:405Read from the pageτο αὐτὸ ἐν τῷ βραχίονι τῆς ἰσχύος αὐτοῦ· καὶ πεινάσει, καὶ ἀσθενήσει, καὶ οὐ μὴ πίῃ ὕδωρ. Ἐκλεξάμενος τέκτων ξύλον, ἔστησεν αὐτὸ ἐν μέτρῳ, καὶ ἐν κόλλῃ ἐῤῥύθμισεν αὐτὸ, καὶ ἐποίησεν αὐτὸ ὡς μορφὴν ἀνδρὸς, καὶ ὡς ὡραιότητα ἀνθρώπου, στῆσαι αὐτὸ ἐν οἴκῳ. Ἔκοψε ξύλον ἐκ τοῦ δρυμοῦ, ὃ ἐφύτευσε Κύριος, πίτυν, καὶ ὑετὸς ἐμήκυνεν· ἵνα ᾖ ἀνθρώποις εἰς καῦσιν· καὶ λαβὼν ἀπ' αὐτοῦ, ἐθερμάνθη, καὶ καύσαντες ἔπεψαν ἄρτους ἐπ' αὐτῶν· τὸ δὲ λοιπὸν εἰργάσαντο θεοὺς, καὶ προσκυνοῦσιν αὐτοῖς· οὗ τὰ ἥμισυ αὐτοῦ κατέκαυσεν ἐν πυρὶ, καὶ ἐπὶ τοῦ ἡμίσους αὐτοῦ ἔπεψεν ἐν τοῖς ἄνθραξιν ἄρτους, καὶ ἐπ' αὐτοῦ κρέας ὀπτήσας ἔφαγε, καὶ ἐνεπλήσθη, καὶ θερμανθεὶς εἶπεν· Ἡδύ μοι, ὅτι ἐθερμάνθην, καὶ εἶδον πῦρ. Τὸ δὲ λοιπὸν ἐποίησεν εἰς θεὸν γλυπτὸν, καὶ προσκυνεῖ καὶ προσεύχεται λέγων· Ἐξέλου με, ὅτι Θεός μου εἶ σύ. » Τέως δὲ ὑμεῖς ἐπὶ τοῦ παρόντος, πρὸς οὓς ὁ παρὼν λόγος; Τί δήποτε μὴ λογίζεσθε παρ' ἑαυτοῖς, τίς ἡ φύσις τῶν ἐν ἀψύχοις ἀγάλμασιν θεοποιουμένων ὑμῖν; Αρα γὰρ οὐ πρόχειρον τοῖς πᾶσι συνορᾷν, ὡς τεκτόνων εἶεν ἔργα, σκεπάρνοις καὶ τρυπάνοις, καὶ τοιούτοις τισὶν ὀργάνοις σκευωρημένα, πένητος καὶ ἐνδεοῦς ἀνδρὸς ἐπίνοια, ὃς δι' ἔνδειαν τροφῆς ἐνεργείας ἄρτου σχολῆς μηχανὴν πλάνης ἐξηύρατο;
it with the arm of his strength; and he will grow hungry, and grow weak, and by no means drink water. Having chosen a piece of wood, a craftsman set it within a measure, and shaped it in glue, and made it like the form of a man, and like the comeliness of a human being, to set it up in a house. He cut wood from the forest, which the Lord planted—a pine tree, and rain made it grow tall—that it might serve men for burning; and taking from it, he warmed himself, and kindling a fire they baked loaves upon them; and the rest they wrought into gods, and worship them. Half thereof he burned up in fire, and upon half of it he baked loaves on the coals, and roasting meat upon it he ate, and was filled, and having warmed himself he said: It is pleasant for me, that I have warmed myself, and have seen fire. And the rest he made into a carved god, and worships and prays, saying: Deliver me, for you are my God." Meanwhile what of you at the present moment, to whom the present discourse is addressed? Why ever do you not reckon within yourselves what the nature is of those things deified by you in lifeless statues? For is it not ready at hand for all to perceive that they are works of craftsmen, contrived with adzes and borers and certain instruments of that sort, the invention of a poor and needy man, who out of lack of food and leisure from the labour of his bread devised a contrivance of error?
« Οὐκ ἔγνωσαν φρονῆσαι, ὅτι ἀπημαυρώθησαν τοῦ βλέπειν τοῖς ὀφθαλμοῖς, καὶ τοῦ νοῆσαι τῇ καρδίᾳ αὐτῶν. Καὶ οὐκ ἐλογίσατο τῇ ψυχῇ αὐτοῦ, οὐδὲ ἔγνω τῇ φρονήσει, ὅτι τὸ ἥμισυ αὐτοῦ κατέκαυσεν ἐν πυρὶ, καὶ ἔπεψεν ἐπὶ τῶν ἀνθράκων αὐτοῦ ἄρτους, καὶ ὀπτήσας κρέα ἔφαγε, καὶ τὸ λοιπὸν αὐτοῦ εἰς βδέλυγμα ἐποίησε, καὶ προσκυνοῦσιν αὐτῷ. » Ὡς ἐπιλελησμένων δὲ καὶ δεομένων τῆς τούτων ὑπομνήσεως διὰ παχύτητος λογισμοῦ, ταῦτά φησι. Διόπερ ὀφείλεις τῆς σαυτοῦ μνημονεύειν ἀξίας, καὶ πλάσμα Θεοῦ ὢν αὐτὸς μὴ καθύβριζε σεαυτὸν, ἄψυχον ὕλην χερσὶ βαναύσων ἀνδρῶν πεπλασμένην σεαυτοῦ ποοτιμῶν καὶ θεοποιῶν.
"They did not know how to exercise understanding, because they were darkened from seeing with their eyes, and from perceiving with their heart. And he did not reckon in his soul, nor know in his understanding, that half of it he burned up in fire, and baked loaves upon its coals, and roasting meats ate them, and the rest of it he made into an abomination, and they worship it." He says these things as though they had forgotten and stood in need of being reminded of them because of coarseness of reasoning. Wherefore you ought to remember your own worth, and since you yourself are God's handiwork, do not insult yourself by honouring above yourself and deifying lifeless matter fashioned by the hands of base artisans.
« Γνῶθι, ὅτι σποδὸς ἡ καρδία αὐτῶν, καὶ πλανῶνται, καὶ οὐδεὶς δύναται ἐξελέσθαι τὴν ψυχὴν αὐτοῦ. Ἴδετε καὶ οὐκ ἐρεῖτε, ὅτι ψεῦδος ἐν τῇ δεξιᾷ μου. Μνήσθητι ταῦτα, Ἰακὼβ καὶ Ἰσραὴλ, ὅτι παῖς μου εἶ σύ. Ἔπλασά σε παῖδά μου, καὶ σὺ, Ἰσραὴλ, μὴ ἐπιλανθάνου μου. » Ὡς ἀπεστραμμένῳ καὶ πολεμίοις ἐκδεδομένῳ.
"Know that their heart is ashes, and they go astray, and no one is able to deliver his soul. See, and you will not say that there is a lie in my right hand. Remember these things, O Jacob and Israel, for you are my servant. I fashioned you as my servant, and you, O Israel, do not forget me." As to one turned away and given over to enemies.
« Ἰδοὺ γὰρ ἀπήλειψα ὡς νεφέλην τὰς ἀνομίας σου, καὶ ὡς γνόφον τὴν ἁμαρτίαν σου. Ἐπιστράφηθι πρὸς μὲ, καὶ λυτρώσομαί σε. Εὐφράνθητε, οὐρανοὶ, ὅτι ἐλέησεν ὁ Θεὸς τὸν Ἰσραήλ. » Ὡς ἂν χαρᾶς ἐν οὐρανοῖς γενησομένης ἐπὶ τοῖς μέλλουσι μετάνοιαν τῶν κακῶν ποιήσασθαι.
"For behold, I have blotted out your lawless deeds like a cloud, and your sin like thick darkness. Turn back to me, and I will redeem you. Rejoice, O heavens, because God has had mercy on Israel." Inasmuch as joy will arise in the heavens over those who are about to repent of their evils.
« Σαλπίσατε, τὰ θεμέλια τῆς γῆς, βοήσατε, ὄρη, εὐφροσύνην, οἱ βουνοὶ καὶ πάντα τὰ ξύλα τὰ ἐν αὐτοῖς, ὅτι ἐλυτρώσατο ὁ Θεὸς τὸν Ἰακὼβ, καὶ Ἰσραὴλ δοξασθήσεται. » Εἰ γάρ τινές εἰσιν αἱ τὴν γῆν ὑποστηρίζουσαι θεῖαι δυνάμεις, καὶ αὗται ἀλαλαγμὸν καὶ ὕμνον ἀναπεμπέτωσαν τῷ Θεῷ. Εικὸς δὲ θεμέλια τῆς γῆς χρηματίζειν τοὺς προφήτας αὐτοὺς καὶ πάντας τοὺς δικαίους καὶ θεοφιλεῖς ἄνδρας· τοῦτο γοῦν ἐδί-
"Sound the trumpet, O foundations of the earth; shout joy aloud, O mountains, you hills and all the trees that are upon them, because God has redeemed Jacob, and Israel shall be glorified." For if there are certain divine powers sustaining the earth, let these too send up a shout of jubilation and a hymn to God. And it is likely that the prophets themselves and all righteous and God-loving men are styled foundations of the earth; this, at any rate, he
Notes, col. 405
On the reading
Printed ποοτιμῶν, for προτιμῶν.
Printed Εικὸς, for Εἰκὸς.
PG 24:408Read from the pageδασκεν ὁ Ἀπόστολος φήσας· « Ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν. Βοήσατε, ὄρη, εὐφροσύνην. » Ὁμοίως δοξαζέτωσαν τὸν Θεὸν ἐπὶ τῇ τῶν εἰρημένων μετανοίᾳ τε καὶ σωτηρίᾳ. Ὄρη μὲν τὰς ἐπηρμένας καὶ μετεώρους ψυχὰς αἰνιττόμενος· βουνοὺς δὲ τὰς τούτων μετριωτέρας· ξύλα δὲ τὰς καρποφόρους. Καὶ ἄλλως δὲ πάντα τὸν κόσμον καὶ τὰ τούτου μέρη τὸν Θεὸν ὑμνεῖν προστάττει, ἐπιλέγων· « Ὅτι ἐλυτρώσατο ὁ Θεὸς τὸν Ἰακὼβ, καὶ Ἰσραὴλ δοξασθήσεται.
taught—namely the Apostle—when he said: "Built upon the foundation of the apostles and prophets." "Shout joy aloud, O mountains." Likewise let them glorify God over the repentance and salvation of those spoken of—by mountains hinting at lofty and exalted souls, by hills at those more moderate than these, and by trees at those bearing fruit. And in another sense as well He commands the whole world and its parts to hymn God, adding: "Because God has redeemed Jacob, and Israel shall be glorified."
« Οὕτω λέγει Κύριος ὁ λυτρούμενός σε, καὶ πλασσων σε ἐκ κοιλίας. » Ἔλεγχον εἰδωλολατρείας προεκθέμενος ὁ λόγος διὰ τῶν προκειμένων, ὡς ἂν παυσαμένοις τῆς εἰδωλολατρείας, τοῖς ὠφελημένοις ἐκ τῆς προφητικῆς διδασκαλίας, ἐπαγγελίας ποιεῖται, ἐπάνοδον τῆς ἀπὸ Βαβυλῶνος αἰχμαλωσίας. Ἐπειδὴ γὰρ εἰδωλολατροῦντες τοῖς Βαβυλωνίοις παρεδόθησαν, αὐτή τε ἡ Ἱερουσαλὴμ πολιορκίαν ὑπέμεινε, καὶ παντελῆ καταστροφὴν κατὰ τοὺς Ἀσσυρίων χρόνους, διὰ τὰ ἐν αὐτῇ τετολμημένα τοῖς οἰκήτορσι· θεσπίζει τοιαῦτα πεπονθόσιν ἐλευθερίαν κακῶν, εἰ παύσαιντο τῆς πλάνης. Ἐπληροῦτο δὲ ταῦτα κατὰ τοὺς Κύρου τοῦ πρώτου Περσῶν βασιλεύσαντος χρόνους. Διόπερ καὶ αὐτοῦ μέμνηται ὀνομαστὶ τοῦ Κύρου σφόδρα θαυμασίως, ἐγγύς που διακοσίοις ὕστερον ἔτεσι γενομένου, καὶ τῆς αἰχμαλωσίας ἐλευθερώσαντος τὸν τῶν Ἰουδαίων λαὸν, τόν τε νεὼν προστάξαντος τὸν ἐν τῇ Ἱερουσαλὴμ ἀνεγείρειν.
"Thus says the Lord Who redeems you, and Who fashions you from the womb." Having previously set forth a refutation of idolatry through what went before, the word makes promises—namely, a return from the captivity out of Babylon—to those profited by the prophetic teaching, as having ceased from idolatry. For since while practising idolatry they had been delivered over to the Babylonians, and Jerusalem herself endured siege and utter destruction in the times of the Assyrians on account of the things dared within her by her inhabitants, He prophesies to those who suffered such things freedom from evils, if they should cease from their error. And these things were fulfilled in the times of Cyrus, the first who reigned over the Persians. Wherefore He even makes mention of Cyrus himself by name most wonderfully, though he lived somewhere near two hundred years later, and freed the people of the Jews from captivity, and commanded them to raise up the temple in Jerusalem.
« Ἐγὼ Κύριος ὁ συντελῶν πάντα, ἐξέτεινα τὸν οὐρανὸν μόνος, καὶ ἐστερέωσα τὴν γῆν. Πάντα » γὰρ « δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδέν. Ἐξέτεινε δὲ τὸν οὐρανὸν μόνος, καὶ ἐστερέου τὴν γῆν βουλῇ τοῦ Πατρός· « Αὐτὸς » γὰρ « εἶπε, καὶ ἐγενήθησαν· αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν. » Ἡ μὲν οὖν γῆ, ναστὴ οὖσα καὶ στερέμνιος, ὡς ἡδράσθη ἀκίνητος τὸν σύμπαντα αἰῶνα, καὶ ἐστερεῶσθαι λέγεται· ὁ δὲ οὐρανὸς, ἅτε ἐξηπλωμένος, διόλου ἐκτετάσθαι· διὸ καὶ ἐν ἑτέροις εἴρηται· « Ὁ ἐκτείνας τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν. » Τίνα δέ ἐστιν ἅπερ ὁ τοσοῦτος διδάσκει Κύριος, ἑξῆς ἐπιφέρει λέγων·
"I am the Lord Who accomplishes all things; I stretched out the heaven alone, and made firm the earth." For "all things came into being through Him, and apart from Him nothing came into being." And He stretched out the heaven alone, and made firm the earth by the counsel of the Father; for "He Himself spoke, and they came into being; He Himself commanded, and they were created." The earth, then, being compact and solid, inasmuch as it was established immovable for the whole age, is also said to have been made firm; whereas the heaven, as being spread out, is said to have been stretched out throughout; wherefore in other passages too it has been said: "Who stretched out the heaven like a curtain." And what the things are that so great a Lord teaches, He next adds, saying:
« Τίς ἕτερος διασκεδάσει σημεῖα ἐγγαστριμύθων, καὶ μαντείας ἀπὸ καρδίας; ἀποστρέφων φρονίμους εἰς τὰ ὀπίσω, καὶ τὴν βουλὴν αὐτῶν μωραίνων, καὶ ἱστῶν ῥῆμα παιδὸς αὐτοῦ, καὶ τὴν βουλὴν τῶν ἀγγέλων αὐτοῦ ἀληθεύων· ὁ λέγων τῇ Ἱερουσαλὴμ, Κατοικηθήσῃ, καὶ ταῖς πόλεσι τῆς Ἰδουμαίας, Οἰκοδομηθήσεσθε, καὶ τὰ ἔρημα αὐτῆς ἀνατελεῖ· ὁ λέγων τῇ ἀβύσσῳ, Ἐρημωθήσῃ, καὶ τοὺς ποταμούς σου ξηρανῶ· ὁ λέγων Κύρῳ φρονεῖν, καὶ πάντα τὰ θελήματά μου ποιήσει· ὁ λέγων Ἱερουσαλὴμ, Οἰκοδομηθήσῃ, καὶ τὸν οἶκον τὸν ἅγιόν μου θεμελιώσω. » Ταῦτα μὲν οὖν οὕτω διαθήσομαι· τοῦ δὲ ἐμοῦ παιδὸς ἀγαπητοῦ καὶ ἐκλεκτοῦ, λέγω δὴ τοῦ Χριστοῦ μου, περὶ οὗ διὰ τῶν ἔμπροσθεν πλεῖστα ὅσα εἴρηται, συστήσω τὰ ῥήματα, καὶ τῶν ἀγγέλων δὲ αὐτοῦ, λέγω δὴ τῶν ἀποστόλων καὶ μαθητῶν καὶ εὐαγγελιστῶν τὰς βουλὰς ἐπαληθεῦσαι ποιήσω. Ἐγὼ δὲ μέλλων ταῦτα ποιεῖν ἐν-
"Who else will scatter the signs of ventriloquists, and divinations from the heart? turning wise men backwards, and making their counsel foolish, and establishing the word of His Servant, and verifying the counsel of His messengers; Who says to Jerusalem, You shall be inhabited, and to the cities of Idumaea, You shall be built, and her desolate places shall spring forth; Who says to the abyss, You shall be made desolate, and I will dry up your rivers; Who bids Cyrus be wise, and he shall perform all my wishes; Who says to Jerusalem, You shall be built, and I will lay the foundations of my holy house." These things, then, I will thus dispose; and the words of my beloved and chosen Servant—I mean my Christ, concerning Whom very many things have been spoken in what went before—I will establish, and the counsels of His messengers as well—I mean of the apostles and disciples and evangelists—I will cause to come true. And I, being about to do these things,
Notes, col. 408
On the reading
Printed πλασσων, for πλάσσων.
PG 24:409Read from the pageτεῦθεν ἤδη προλέγω καὶ ἐπαγγέλλομαι, ὅτι τὴν Ἱερουσαλὴμ μετὰ τὴν πρώτην καθαίρεσιν τὴν ὑπὸ Βαβυλωνίων γενησομένην ἀνακαινισθῆναι ποιήσω, ὡς καὶ τὰς τῆς Ἰουδαίας πόλεις κατοικηθῆναι, καὶ τὰ ἐν αὐταῖς ἔρημα πάλιν ὡς τὰ ἀπ' ἀρχῆς συστῆναι. Ἀλλὰ καὶ τὴν πολυθεῖαν, τῆς κακίας ἄβυσσον ὀνομαζομένην, ἔρημον καταστήσω, καὶ τοὺς ποταμοὺς τῆς πολυθείας τῶν πολεμίων ἀποξηρανῶ· ὡς μηκέτι τὴν Βαβυλῶνα συστῆναι, μήτε τοὺς ποταμοὺς αὐτῆς τοὺς πολλὰ δεδυνημένους ἐν πλήθεσιν ἰσχυροῖς. Ταῦτα δὲ πάντα ποιήσω διακόνῳ χρησάμενος ἀνδρὶ τοῦ Περσῶν γένους βεβασιλευκότι πρώτῳ. Εἰ δὲ χρὴ καὶ ἐπ' ὀνόματος προφητεῦσαι τούτου τὴν προσηγορίαν, Κῦρος ὄνομα τῷ θεσπιζομένῳ, ὃν προστήσομαι τῶν ἐμῶν λόγων ὑπηρέτην, φρόνησιν αὐτῷ δωρησάμενος εὐσεβῆ, ὡς πάντα τὰ καταθύμιά μοι ποιῆσαι καὶ προστάξαι τὴν Ἱερουσαλὴμ οἰκοδομηθῆναι, καὶ τὸν νεὼν τὸν ἐν αὐτῇ θεμελιωθῆναι.
henceforward already I foretell and promise that after the first destruction which shall be wrought by the Babylonians I shall cause Jerusalem to be renewed, so that both the cities of Judaea shall be inhabited and the desolate places in them shall stand again as they were from the beginning. Moreover, polytheism also, which is named the abyss of wickedness, I shall render desolate, and the rivers of the polytheism of the enemies I shall dry up; so that Babylon shall no longer stand, nor her rivers which had great power among mighty multitudes. And all these things I shall do using as a minister the man who first reigned over the race of the Persians. And if it is needful also to prophesy his appellation by name, Cyrus is the name of him who is foretold by oracle, whom I shall set over My words as a servant, bestowing upon him a pious prudence, so as to perform all things that are according to My mind and to command Jerusalem to be built, and the temple that is in her to have its foundations laid.
ΚΕΦΑΛΑΙΟΝ ΜΕʹ.
Chapter XLV.
« Οὕτω λέγει Κύριος ὁ Θεὸς τῷ χριστῷ μου Κύρῳ, οὗ ἐκράτησα τῆς δεξιᾶς ἐπακοῦσαι ἔμπροσθεν αὐτοῦ ἔθνη, καὶ ἰσχὺν βασιλέων διαῤῥήξω. Ἀνοίξω ἔμπροσθεν αὐτοῦ θύρας, καὶ πόλεις οὐ συγκλείσονται. » Ἀγαθὸν δὲ ὑπηρέτην τῆς ἐμῆς βουλῆς εὗρον τὸν προδηλωθέντα ἄνδρα· ἐντεῦθεν ἤδη ἐπαγγέλλομαι κρατήσειν αὐτοῦ τῆς δεξιᾶς, πρὸς τὸ μὴ παρατρέπεσθαι, μηδὲ νικᾶσθαι ὑπό τινος κρείττονος. Ὑποτάσσω δὲ αὐτῷ πλεῖστα ὅσα ἐν τοῖς λοιποῖς ἔθνεσι βασιλευόντων· δι' αὐτοῦ δὲ τὴν ἰσχὺν διαῤῥήξω πάσης τῆς ἐν τοῖς λοιποῖς ἔθνεσι δυναστείας· πάντα δὲ λεῖα καὶ ὁμαλὰ καταστήσας πρὸ τῶν αὐτοῦ ποδῶν, θύρας πόλεων, καὶ αὐτὰς ὅλας τὰς πόλεις ὑποχειρίους αὐτῷ παραδώσω· ὡς μηδεμίαν ἐναντίαν αὐτῷ γενέσθαι.
"Thus says the Lord God to My anointed Cyrus, whose right hand I have held, that nations may hearken before him, and I shall burst asunder the strength of kings. I shall open doors before him, and cities shall not be shut up." For I have found the aforesaid man a good servant of My counsel; henceforward already I promise to hold his right hand, to the end that he may not be turned aside nor be overcome by any stronger one. And I subject to him very many of those who reign among the rest of the nations; and through him I shall burst asunder the strength of all the dominion among the rest of the nations; and having made all things smooth and level before his feet, I shall deliver gates of cities, and all the cities themselves in their entirety, subject into his hands; so that none shall stand opposed to him.
« Ἐγὼ ἔμπροσθέν σου πορεύσομαι, καὶ ὄρη ὁμαλιῶ· θύρας χαλκᾶς συντρίψω, καὶ μοχλοὺς σιδηροῦς συγκλάσω. » Καὶ εἴποι δ' ἄν τις τὰ κατὰ τὸν Ζοροβάβελ, ἢ κατὰ Κῦρον ἱστορικῶς γενόμενα, εἰκόνας καὶ σύμβολα περιέχειν τῆς ἀληθείας· τὰ δὲ κατὰ τὸν ἀληθῆ Κύριον καὶ Χριστὸν πνευματικῶς πεπληρῶσθαι· ὡς ἐπ' αὐτὸν μᾶλλον ἀληθεύειν τὸν λόγον τὸν φήσαντα· « Τάδε λέγει Κύριος τῷ χριστῷ μου Κύρῳ. » Κατὰ γὰρ τὴν πρόχειρον λέξιν οὔτε Χριστὸς ὢν τοῦ Θεοῦ φαίνεται ὁ Περσῶν βασιλεὺς οἰκοδομήσας τὴν Ἱερουσαλήμ· ἀλλ' οὐδὲ ὅλως κατὰ τὴν αὐτοῦ ζωὴν προὔκοψε τῆς οἰκοδομῆς τὸ ἔργον· μόνον γὰρ ἤρξαντο τῶν θεμελίων κατὰ τοὺς αὐτοὺς χρόνους· εἶτ' ἐπισχεθέντος τοῦ ἔργου, διέμεινεν ἔρημος ὁ τόπος μέχρι τῆς Δαρείου βασιλείας. Καὶ τὰ ἑξῆς δὲ ἐπιλεγόμενα μᾶλλον τῷ Χριστῷ ἢ τῷ τῶν Περσῶν βασιλεῖ ἐφαρμόσειεν ἄν· καὶ μᾶλλον τῷ ἡμετέρῳ Σωτῆρι ἢ τῷ Ζοροβάβελ.
"I shall go before you, and level mountains; doors of bronze I shall shatter, and bars of iron I shall break in pieces." Yet one might say that the things which came to pass historically in the case of Zerubbabel, or in the case of Cyrus, contain images and symbols of the truth; whereas the things concerning the true Lord and Christ have been spiritually fulfilled; so that the word applies more truly to Him which said: "Thus says the Lord to My anointed Cyrus." For according to the obvious letter, neither does the king of the Persians appear to have been the Christ of God who built Jerusalem; nor indeed did the work of building advance at all during his lifetime; for they only began the foundations during those same times; then, when the work was halted, the place remained desolate until the reign of Darius. And the things added next would also fit Christ rather than the king of the Persians; and our Saviour rather than Zerubbabel.
« Καὶ δώσω σοι θησαυροὺς σκοτεινοὺς, ἀποκρύφους, ἀοράτους ἀνοίξω σοι· ἵνα γνῷς, ὅτι ἐγὼ Κύριος ὁ Θεός σου, ὁ καλῶν τὸ ὄνομά σου, ὁ Θεὸς Ἰσραήλ. Ἕνεκεν τοῦ παιδός μου Ἰακώβ, καὶ Ἰσραὴλ τοῦ ἐκλεκτοῦ μου, ἐγὼ καλέσω σε τῷ ὀνόματί σου, καὶ προσδέξομαί σε· σὺ δὲ οὐκ ἔγνως με. » Τούς τε εἴσω τούτων ταμιευομένους θησάυροὺς, ἀφανεῖς καὶ ἀοράτους τοῖς προτέροις βασιλεῦσι γενομένους, ἀνα-
"And I shall give you dark treasures, hidden, unseen ones I shall open to you; that you may know that I am the Lord your God, Who calls your name, the God of Israel. For the sake of My servant Jacob, and Israel My chosen, I shall call you by your name, and accept you; yet you did not know Me." And the treasures stored up within these cities, which had been obscure and unseen to the former kings, I shall lay
Notes, col. 409
On the reading
Printed πολυθεῖαν, for πολυθείαν.
Printed θησάυροὺς, for θησαυροὺς.
PG 24:412Read from the pageπετάσω σοι ὡς ἂν αὐτοῖς ἔργοις μάθοις ὅστις ποτέ εἰμι ὁ πρὸ τοσούτων ἐτῶν ὀνομαστὶ τὴν σὴν προσηγορίαν ταῖς προφητικαῖς μου Γραφαῖς, ὥσπερ ἐν στήλαις αιωνίοις, ἐγχαράξας. Εἰμὶ δὲ ὁ Θεὸς Ἰσραὴλ, ὃ προσήκει καὶ σὲ μὴ ἀγνοεῖν, ὦ Κῦρε· πάντα γὰρ τὰ προλεχθέντα χαριοῦμαί σοι οὐ διά τι ἕτερον, ἀλλ' ἕνεκεν τοῦ ἐμοῦ λαοῦ, ὃν ἐμαυτῷ ἐξελεξάμην ἐξ ἁπάντων τῶν ἐθνῶν διὰ τὴν πρὸς τοὺς πατέρας αὐτῶν τιμήν.
open to you, so that by the deeds themselves you may learn Who indeed I am, Who so many years beforehand engraved your appellation by name in My prophetic Scriptures, as though upon eternal pillars. And I am the God of Israel, which it befits you also not to be ignorant of, O Cyrus; for all the things spoken beforehand I shall graciously grant to you on no other account than for the sake of My people, whom I chose for Myself out of all the nations because of the honour towards their fathers.
« Ὅτι ἐγὼ Κύριος ὁ Θεὸς, καὶ οὐκ ἔστιν ἔτι πλὴν ἐμοῦ Θεός. Ἐνίσχυσά σε, καὶ οὐκ ᾔδεις με· ἵνα γνῶσιν οἱ ἀπ' ἀνατολῶν ἡλίου καὶ οἱ ἀπὸ δυσμῶν, ὅτι οὐκ ἔστι Θεὸς πλὴν ἐμοῦ. Ἐγὼ Κύριος ὁ Θεὸς, καὶ οὐκ ἔστιν ἔτι. Ἐγὼ ὁ κατασκευάσας φῶς, καὶ ποιήσας σκότος, ὁ ποιῶν εἰρήνην, καὶ κτίζων κακά. Ἐγὼ Κύριος ὁ Θεὸς, ὁ ποιῶν πάντα ταῦτα. » Ἐξ αὐτῶν γὰρ τούτων μαθήσονται τῶν ἔργων· ὅτε μὲν γὰρ λυπηρὰ χρῆν ἐπαγαγεῖν τῷ ἐμῷ λαῷ ἐπιστροφῇ καὶ παιδείᾳ, τοῖς πολεμίοις αὐτὸν ἐξέδωκα, ὥσπερ σκότῳ καὶ ὀργῇ παραδοὺς αὐτὸν τῶν ἀσεβημάτων χάριν· ὅτε δὲ, φησὶ, λοιπὸν ἐπιστρέψαντα καὶ ὠφελημένον προσήκει ἀναλαβεῖν, ἀκόλουθον ἂν εἴη φῶς εἰρήνης καὶ πάντων ἀγαθῶν ἀνατέλλειν ἐπ' αὐτόν. Ἐξ ἐμοῦ γὰρ τὸ φῶς χορηγεῖται καὶ τὰ τῆς εἰρήνης πάντα· κρίσει δὲ τῇ ἐμῇ καὶ τὰ τῆς ὀργῆς ἐπάγεται. Διόπερ δόγμα παρ' ἐμοῦ τοῦτο μάνθανε· ὡς ἄρα ἐγὼ αὐτὸς καὶ φωτός εἰμι δημιουργὸς, καὶ εἰρήνης χορηγὸς, ὁμοίως δὲ καὶ σκότους καὶ τῶν νομιζομένων λυπηρῶν· ἅπερ κακὰ τοῖς πολλοῖς εἶναι νενόμισται, ὧν ποιητὴς ἂν λεχθείην, κρίσει δικαίᾳ τὰ κατάλληλα τοῖς ἀξίοις ἐπάγων. Εἰ τοίνυν ἐγὼ Θεὸς, καὶ οὐκ ἔστι πλὴν ἐμοῦ ἕτερος, ὁ ποιῶν ταῦτα πάντα, κἂν ἐναντία εἶναι δοκῇ, οὐκ ὄντα τῇ φύσει ἐναντία. Ἐπεὶ καὶ τὰ νομιζόμενα ὑπ' ἐμοῦ ἐπάγεσθαι κακὰ τὰ μέγιστα συμβάλλοιντ' ἂν πρὸς ὠφέλειαν καὶ σωτηρίαν τῶν δι' αὐτῶν σωφρονιζομένων.
"Because I am the Lord God, and there is no longer any God beside Me. I strengthened you, and you did not know Me; that those from the rising of the sun and those from the setting may know that there is no God beside Me. I am the Lord God, and there is none beside. I am He Who prepared light and made darkness, Who makes peace and creates evils; I am the Lord God, Who does all these things." For from these very deeds they shall learn: for when it was needful to bring distresses upon My people for conversion and discipline, I gave them up to their enemies, handing them over as though to darkness and wrath on account of their impieties; whereas when, He says, it is henceforth fitting to restore them once they have turned back and profited, it would follow that the light of peace and of all good things should rise upon them. For from Me the light is supplied and all the things of peace; and by My judgement the things of wrath also are brought on. Wherefore learn this doctrine from Me: that I Myself am indeed both the Framer of light and the Supplier of peace, and likewise also of darkness and of the things accounted distressing; which by the many have been accounted evils, of which I may be called the Maker, bringing by righteous judgement what is fitting upon those who deserve it. Since therefore I am God, and there is no other beside Me, Who does all these things, even if they seem to be contrary, they are not contrary by nature. For even the things accounted evils brought on by Me contribute in the highest degree towards the benefit and salvation of those who are chastened through them.
« Εὐφρανθήτω ὁ οὐρανος ἄνωθεν, καὶ αἱ νεφέλαι ῥανάτωσαν δικαιοσύνην· ἀνατειλάτω ἡ γῆ, καὶ βλαστησάτω ἔλεος, καὶ δικαιοσύνην ἀνατειλάτω ἅμα. Ἐγώ εἰμι Κύριος ὁ κτίσας σε. » Ὥσπερ γὰρ ἦν καιρός ποτε, ὅτε ταῖς νεφέλαις ἐνετειλάμην « τοῦ μὴ βρέξαι εἰς τὸν ἀμπελῶνα ὑετὸν, » οὕτω νῦν κατὰ καιρὸν ταῖς ἐμαῖς νεφέλαις λογικαῖς οὔσαις προστάσσω μὴ αἰσθητὸν ὕδωρ, ἀλλὰ τὴν δικαιοσύνην ἄνωθεν ἐξ ὕψους ἐπιραίνειν τοῖς τὴν γῆν οἰκοῦσι.
"Let the heaven rejoice from above, and let the clouds sprinkle righteousness; let the earth spring forth, and blossom with mercy, and let it cause righteousness to spring forth together. I am the Lord Who created you." For just as there was once a time when I commanded the clouds "not to rain rain upon the vineyard," so now in due season I enjoin My clouds, being rational ones, to besprinkle upon those who inhabit the earth not perceptible water, but righteousness from above out of the height.
« Ποῖον βέλτιον κατεσκεύασα ὡς πηλὸν κεραμέως ; Μὴ ὁ ἀροτριῶν ἀροτριάσει τὴν γῆν ὅλην τὴν ἡμέραν ; Μὴ ἐρεῖ ὁ πηλὸς τῷ κεραμεῖ, Τί ποιεῖς, ὅτι οὐκ ἐργάζῃ, οὐδὲ ἔχεις χεῖρας ; Μὴ ἀποκριθήσεται τὸ πλάσμα πρὸς τὸν πλάσαντα αὐτό ; Ὁ λέγων τῷ πατρὶ, Τί γεννήσεις ; καὶ τῇ μητρὶ, Τί ὠδίνεις ; Ὡς γὰρ πρὸς τοὺς ἀντιλέγοντας τῇ καθόλου προνοίᾳ τε καὶ διοικήσει φησίν· Οὐαὶ ὁ ἀντιλέγων τῷ πλάσαντι αὐτόν. Ὅτε μὲν γὰρ παιδείας, καὶ ἐπιστροφῆς χρεία ἦν, καὶ συνέτριψα τὴν Ἱερουσαλὴμ ὡς ὄστρακον, καὶ τὸν ναὸν ἐχθροῖς καὶ πολεμίοις παρέδωκα· ὅτε δὲ πάλιν χρὴ μετὰ τὴν αὐτῶν αὐτάρκη παιδείαν, τὰ τῆς φιλανθρωπίας ἐνδείξασθαι, τότε βελτίονα τοῦ προτέρου κατεσκεύασα
"What better thing have I fashioned as the clay of a potter? Shall the ploughman plough the earth all the day long? Shall the clay say to the potter, What are you doing, because you do not work, nor have hands? Shall the thing moulded answer back to him who moulded it? He who says to his father, What will you beget? and to his mother, With what are you in travail? For as though towards those who gainsay universal providence and administration He says: Woe to him who gainsays Him Who moulded him. For when there was need of discipline and conversion, I both shattered Jerusalem like an earthen vessel, and delivered the temple to foes and enemies; but when again after their sufficient discipline it is needful to display the works of loving-kindness, then better than what went before I have fashioned
Notes, col. 412
On the reading
Printed αιωνίοις, for αἰωνίοις.
Printed οὐρανος, for οὐρανὸς.