Migne Reading Room

PG 24 · cols. 293–304 · Read from the page

Commentaries on Isaiah

Commentaries on Isaiah

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 24:293Read from the page
σεσθε, καὶ οὐκ ἀσθενήσετε ὑπερ εὐσεβείας ἀγωνιζόμενοι· ἐπειδὴ δὲ ἑκοντὲς τῷ θανάτῳ καὶ τῷ ᾅδῃ ἑαυτοὺς προσεκληρώσατε, γινώσκετε, ὅτι ἤδη ὑμῖν ἐπελεύσεται αὐτὸς ὁ Κύριος, ἐπάγων καθ' ὑμῶν ὀργὴν διὰ τὰ προλεχθέντα πάντα.
ered in the portion of God, and you will not grow weak while contending on behalf of godliness; whereas since of your own accord you allotted yourselves to death and to Hades, know that straightway the Lord Himself will come upon you, bringing wrath against you because of all the things aforesaid.
«Ὥσπερ ὄρος ἀσεβῶν ἀναστήσεται Κύριος, καὶ ἔσται ἐν τῇ φάραγγι Γαβαών· μετὰ θυμοῦ ποιήσει τὰ ἔργα αὐτοῦ, πικρίας ἔργον.» Πικρίας ἔργα τοῖς δεηθεῖσιν ὥσπερ ἀντιδότου πικρᾶς διὰ τὴν ὑποκειμένην αὐτῶν τῇ ψυχῇ κακίαν. Πικρία δὲ καὶ ὀργὴ καὶ θυμὸς, καὶ τὰ τοιαῦτα λεγόμενα ἐπὶ Θεοῦ οὐδὲν ἕτερον ἢ τὰς κατὰ τῶν ἀσεβῶν κολάσεις τὰς ἐκ τοῦ θείου δικαστηρίου ἐπελευσομένας εἴωθε σημαίνειν. «Ὁ δὲ θυμὸς αὐτοῦ ἀλλοτρίως χρήσεται, καὶ ἡ σαπρία αὐτοῦ ἀλλοτρία·»
"As a mountain of the ungodly the Lord will rise up, and He will be in the valley of Gibeon; with wrath He will perform His works, a work of bitterness." Works of bitterness for those who stand in need as it were of a bitter antidote because of the wickedness underlying their soul. Now bitterness and anger and wrath, and such expressions spoken of God, are wont to signify nothing else than the punishments against the ungodly that will come forth from the divine tribunal. "And His wrath will deal strangely, and His corruption is strange;"
«Καὶ ὑμεῖς μὴ εὐφρανθείητε, μηδὲ ἰσχυσάτωσαν ὑμῶν οἱ δεσμοί· διότι συντετελεσμένα καὶ συντετμημένα πράγματα ἤκουσα παρὰ Κυρίου Σαβαὼθ, ἃ ποιήσει ἐπὶ πᾶσαν τὴν γῆν.» Μηδὲ ἰσχυσάτωσαν οἱ πόδες ὑμῶν, οἷς κατεδήσατε ἑαυτοὺς διαθήκην μετὰ τοῦ θανάτου ποιησάμενοι καὶ μετὰ τοῦ ᾅδου συνθήκας· ἀλλ' εἴ τις ὑμῖν ἐστι σωτηρίας ἐλπὶς, διαῤῥήξατε τοὺς πρὸς τὸν θάνατον δεσμούς· ἀναχωρεῖτε δὲ καὶ τῆς νομιζομένης ὑμῖν εὐφροσύνης, τῆς τε προσκαίρου παύσασθε ἡδονῆς· τούτων γὰρ ὁποῖον ἔσται τὸ τέλος μεμαθήκατε. Ταῦτα δὲ μὴ νομίσητε λέγειν ἐμὲ τὸν προφήτην· ἃ γὰρ ἤκουσα ψυχῆς ἀκοῇ εἰρηκότος τοῦ Κυρίου Σαβαὼθ, ταῦθ' ὑμῖν μεταδέδωκα· ἠβουλήθη γὰρ ὑμᾶς μὴ ἀγνοεῖν τὰ παρ' αὐτῷ κεκρυμμένα καὶ ὡρισμένα καὶ συντεταγμένα πράγματα.
"And as for you, be not gladdened, neither let your bonds grow strong; because accomplished and cut-short things have I heard from the Lord Sabaoth, which He will perform upon all the earth." Neither let your fetters grow strong, wherewith you bound yourselves down when making a covenant with death and agreements with Hades; rather, if you have any hope of salvation, burst asunder the bonds with death; withdraw also from what you reckon to be gladness, and cease from fleeting pleasure; for you have learned what sort of end these things will have. And do not suppose that it is I the prophet who say these things; for what I heard with the hearing of the soul when the Lord Sabaoth spoke, these things I have imparted to you; for He wished you not to be ignorant of the things hidden and decreed and ordained with Him.
«Ἐνωτίζεσθε καὶ ἀκούετε τῆς φωνῆς μου· προσέχετε καὶ ἀκούετε τοὺς λόγους μου.» Διὰ μὲν τοῦ τῇ φωνῇ τῇ δι' ἀέρος φερομένῃ τὰ ὦτα παρέχειν τὸ ἐνωτίζεσθαι δηλῶν· διὰ δὲ τοῦ ἀκούειν καὶ πειθαρχεῖν τοῖς λεγομένοις τὸ ἀκούειν· διὰ δὲ τοῦ νοεῖν τοῖς σημαινομένοις νοήμασι, τὴν προσοχὴν καὶ τὴν θεωρίαν σημαίνων.
"Give ear and hear my voice; attend and hear my words." By lending the ears to the voice borne through the air he indicates giving ear; by hearing and obeying what is said, hearing; and by understanding the meanings signified, he signifies attention and contemplation.
«Μὴ ὅλην τὴν ἡμέραν ἀροτριάσει ἀροτριῶν; ἢ σπόρον προετοιμάσει, πρὶν ἐργάσασθαι τὴν γῆν; Οὐχ ὅταν ὁμαλίσῃ τὸ πρόσωπον αὐτῆς, τότε σπείρει μικρὸν μελάνθιον ἢ κύμινον; καὶ πάλιν σπείρει πυρὸν, καὶ κριθὴν, καὶ κέγχρον καὶ ζέαν ἐν τοῖς ὁρίοις σου; καὶ παιδευθήσῃ κρίματι Θεοῦ σου, καὶ εὐφρανθήσῃ. Οὐ γὰρ μετὰ σκληρότητος καθαίρεται τὸ μελάνθιον, οὐδὲ τροχὸς ἁμάξης περιάξει ἐπὶ τὸ κύμινον· ἀλλὰ ῥάβδῳ τινάσσεται τὸ μελάνθιον, τὸ δὲ κύμινον μετὰ ἄρτου βρωθήσεται.» Εἶθ' ὑποδείγματι κέχρηται φυσικῷ· ὡς γὰρ τῆς κατὰ τὴν χώραν γεωργίας ἕτερός ἐστιν ὁ καιρὸς τοῦ ἀροῦν τὴν χώραν, καὶ ἕτερος τοῦ σπείρειν σπέρματα, τῇ ὑποκειμένῃ γῇ κατάλληλα· κατὰ τὰ αυτὰ καὶ ὁ τῶν ψυχῶν γεωργὸς τοῦ Θεοῦ Λόγος, κατὰ μὲν τὸν ἐπιτήδειον καιρὸν τὰς τῶν ἀνθρώπων ψυχὰς νεοῦσθαι βούλεται, διὰ τῆς λογικῆς διδασκαλίας σχιζούσης καὶ ἀνατεμνούσης τοὺς ἐν βάθει κρυπτομένους λογισμοὺς τῷ τοῦ λόγου ἀρότρῳ. Διὸ προστάττει λέγων· «Νεώσατε ἑαυτοῖς νεώματα, καὶ μὴ σπείρητε ἐπ' ἀκάνθαις.» Ἐπειδὰν δὲ ὁμαλισθῇ τὸ ὡσπερεὶ πρόσωπον τῆς ψυχῆς, πάσης κακίας περιαιρεθείσης τῆς πάλαι ἐν αὐτῇ ἀκανθῶν δίκην φυείσης, τηνικαῦτα καταλλήλως τῇ τῶν ὑποδεχομέ-
"Will the ploughman plough all the day? or will he prepare seed before working the earth? Does he not, when he has levelled its surface, then sow small black cummin or cummin, and again sow wheat, and barley, and millet and spelt in your borders? And you shall be instructed by the judgement of your God, and shall be gladdened. For black cummin is not cleansed with harshness, nor will a waggon wheel roll round over cummin; rather black cummin is shaken out with a rod, and cummin shall be eaten with bread." Next he uses an illustration from nature: for just as in husbandry upon the land there is one season for ploughing the land and another for sowing seeds suited to the underlying soil, in the same way also the Husbandman of souls, the Word of God, at the fitting season wishes the souls of men to be broken up fallow, through rational teaching cleaving and cutting open the thoughts hidden in the depth with the plough of the word. Wherefore He commands, saying: "Break up fallow ground for yourselves, and sow not among thorns". And once the surface, so to speak, of the soul has been levelled, after all wickedness that of old grew up in it like thorns has been cleared away, then in a manner suited to the [capacity] of those who re-
Notes, col. 293

On the reading

Printed ὑπερ, for ὑπὲρ.

Printed ἑκοντὲς, for ἑκόντες.

Printed αυτὰ, for αὐτὰ.

PG 24:296Read from the page
νων τὸν σπόρον διαφορᾷ, καταβάλλει σπέρματα, τοῖς μὲν ἀσθενέστερά τινα καὶ σμικρὰ μελανθίῳ καὶ κυμίνῳ ἀναλογοῦντα· τοῖς δὲ σπουδαιότερα καὶ ἀναγκαῖα, καὶ πυρῷ καὶ κριθῇ, κέγχρῳ τε καὶ ζέᾳ παραβαλλόμενα, διὰ τὴν καὶ ἐν αὐτοῖς τούτοις πολλὴν καὶ διάφορον δύναμιν· διαιρέσεις γὰρ χαρισμάτων εἰσὶ καὶ διαιρέσεις ἐνεργημάτων εἰσί· καὶ ᾧ μὲν διὰ τοῦ Πνεύματος ταῦτα δίδοται, τῷ δὲ ἕτερα, καὶ πάλιν ἑτέρῳ τὰ ἁρμόζοντα. Ἐπειδὰν δὲ ὁ τοῦ θερισμοῦ καιρὸς ἐπιστῇ, συντέλειαν δὲ εἶναι τοῦ κόσμου τὸν θερισμὸν ὁ Σωτὴρ ἐδίδαξε· τότε κατ' ἀξίαν ἕκαστος ὧν εἴληφε σπερμάτων ἀπαιτηθήσεται τὸν καρπόν. Καὶ οἱ μὲν μέτρια εἰληφότες, μὴ καταλλήλως δὲ αὐτοῖς χρησάμενοι, παιδείας καὶ κολάσεως μετριωτέρας πεῖραν λήψονται, ὡσπερεὶ ῥάβδῳ τυπτόμενοι· οἱ δὲ μειζόνων σπερμάτων, καὶ τελειοτέρων χαρισμάτων ἠξιωμένοι, μηδένα καρπὸν ἄξιον τῆς παρασχεθείσης αὐτοῖς δυνάμεως ἀποδεδωκότες, μείζοσι τοῖς τῆς κολάσεως πρηστῆρσι παραδοθήσονται.
-ing the sowing in their difference, casts seeds: to some indeed weaker and small ones, corresponding to black cummin and cummin; to others more earnest and needful ones, compared both to wheat and barley, and to millet and spelt, on account of the great and diverse power that is in these very things as well; for there are diversities of gifts of grace and there are diversities of workings; and to one these things are given through the Spirit, and to another other things, and again to another the things that are fitting. And whenever the season of the harvest comes at hand—and the Savior taught that the harvest is the consummation of the world—then each one shall have the fruit demanded of him in accordance with the worth of the seeds he has received. And those who have received moderate things, yet have not used them fittingly, shall experience a more moderate chastisement and punishment, as though beaten with a rod; whereas those who have been counted worthy of greater seeds and more perfect gifts of grace, yet have rendered no fruit worthy of the power granted to them, shall be handed over to the greater fiery blasts of punishment.
« Οὐ γὰρ εἰς τὸν αἰῶνα ἐγὼ ὑμῖν ὀργισθήσομαι, οὐδὲ φωνὴ τῆς πικρίας μου καταπατήσει ὑμᾶς. Καὶ ταῦτα παρὰ Κυρίου Σαβαὼθ ἐξῆλθε τὰ τέρατα. Βουλεύσασθε, ὑψώσατε ματαίαν παράκλησιν. « Οὐ γὰρ οὕτως. φησὶ, τοῖς ἀσεβέσιν ἐπεξέρχομαι, ὡς καὶ τὴν οὐσίαν αὐτῶν ἀφανίσαι, καὶ εἰς τὸ παντελὲς ἀφανίσαι αὐτῶν τάς ψυχάς· ἐπεὶ μηδὲ κατὰ τὸ παράδειγμα οἱ τροχοὶ τῆς ἁμάξης οἱ ἐκ σιδήρου κατεσκευασμένοι τὸν σίτον ἀφανίζουσι· πᾶσαν δὲ τὴν περὶ αὐτὸν περιαιροῦσι καλάμην, εἰς τὸ διασῶσαι καὶ καθαρὸν ἀπεργάσασθαι τὸν σίτον.
"For I will not be angry with you forever, nor shall the voice of my bitterness trample you down. And these wonders have gone forth from the Lord of Sabaoth. Take counsel, exalt a vain consolation." For not thus, He says, do I proceed in vengeance against the ungodly, so as to destroy their very substance, and utterly to destroy their souls; since neither, according to the example, do the wheels of the wagon fashioned of iron destroy the wheat; rather, they strip away all the straw around it, so as to preserve the wheat safe and render it pure.
ΚΕΦΑΛΑΙΟΝ ΚΘʹ.
Chapter XXIX.
« Οὐαὶ Ἀριὴλ πόλις, ἣν ἐπολέμησε Δαυΐδ· συναγάγετε σπέρματα ἐνιαυτὸν ἐπ' ἐνιαυτόν· φάγεσθε γὰρ σὺν Μωάβ. » Τὴν διὰ τῶν μετὰ χεῖρας ταλανιζομένην Ἀριὴλ καὶ αὐτοὶ οἱ Ἰουδαίων παῖδες ὁμολογοῦσι τὴν Ἱερουσαλὴμ εἶναι· φασὶ δὲ ἰδίως τὸ θυσιαστήριον τὸ πρὸ τοῦ ναοῦ συνεστός, Ἀριὴλ ὠνομάσθαι, καὶ τοῦτο δῆλον εἶναι ἀπὸ τοῦ Ἰεζεκιὴλ, οὗ πρὸς τοῖς τελευταίοις ἐπὶ τῆς διαγραφῆς τῆς πόλεως οὕτως εἴρηται· « Καὶ ταῦτα τὰ μέτρα τοῦ θυσιαστηρίου ἐν πήχει πήχεως, καὶ παλαιστῆς κόλπωμα βάθος ἐπὶ πῆχυν· » καὶ ἑξῆς ἐπιφέρει· «Καὶ τὸ Ἀριὴλ πηχέων τεσσάρων· καὶ ἀπὸ τοῦ Ἀριὴλ πηχέων τεσσάρων, καὶ ἀπὸ τοῦ Ἀριὴλ καὶ ὑπεράνω τῶν κεράτων πῆχυς. Καὶ τὸ Ἀριὴλ πηχῶν δέκα δύο. μῆκος ἐπὶ πήχεις δώδεκα· πλάτος τετράγωνον ἐπὶ τέσσαρα μέρη αὐτοῦ. » Ἑρμηνεύεσθαι δέ φασι τὸ Ἀριὴλ, λέων Θεοῦ· ἐπειδὴ γὰρ τοῦ Θεοῦ ἦν τὸ θυσιαστήριον, κατήσθιέ τε πάντα τὰ ἐν αὐτῷ προσφερόμενα ζώων θύματα, τούτου χάριν ταύτην εἴληφε τὴν προσηγορίαν. Τὸ δὲ, « Πόλις ἣν ἐπολέμησε Δαυΐδ, » οὔ φασιν εἰρῆσθαι ἐν τῷ Ἑβραϊκῷ· ἀλλὰ κατὰ μὲν τὸν Ἀκύλαν, « Πολίχνη βιωτεύσεως Δαυΐδ, » ἤτοι « παρεμβλήσεως· » ἀλλοφύλων γὰρ οὖσαν αὐτὴν πρότερον ὁ Δαυΐδ ὑποχείριον ἐποιήσατο, τοὺς ἀλλοφύλους ἐλάσας ἐξ αὐτῆς· ὥστε δύνασθαι ἡμᾶς καὶ τοῖς Ἑβδομήκοντα ἐφαρμόσαι τὴν διάνοιαν τὴν αὐτήν. Οὕτω γὰρ ἂν λέγοιτο· Πόλις ἣν
"Woe to Ariel, the city against which David made war; gather seeds year upon year; for you shall eat with Moab." The Ariel over which woe is pronounced through the words in hand, even the children of the Jews themselves confess to be Jerusalem; and they say that properly the altar standing before the temple was named Ariel, and that this is evident from Ezekiel, near the end of whose book, in the delineation of the city, it is thus said: "And these are the measures of the altar by the cubit of a cubit and a handbreadth, a bosom a cubit deep;" and next he adds: "And the Ariel of four cubits; and from the Ariel of four cubits, and from the Ariel and upward of the horns a cubit. And the Ariel of twelve cubits, in length by twelve cubits; square in breadth upon its four sides." And they say that Ariel is interpreted "lion of God"; for since the altar was God's, and devoured all the victims of animals offered upon it, on this account it has received this appellation. As for the clause, "The city against which David made war," they say that this is not spoken in the Hebrew; but according to Aquila, "Small town of David's dwelling," or "encampment"; for since it formerly belonged to foreigners, David brought it under his hand, driving the foreigners out of it; so that we are able to adapt the very same sense to the Septuagint as well. For thus it might be said: City against which
Notes, col. 296

On the reading

Printed παράκλησιν. «, for παράκλησιν. ».

Printed οὕτως., for οὕτως,.

Printed τάς, for τὰς.

Printed συνεστός,, for συνεστὸς,.

Printed δύο., for δύο,.

PG 24:297Read from the page
ἐπολέμησε Δαυΐδ, ὅτε ὑπὸ ἀλλοφύλοις ἦν. Δύναται δὲ καὶ ἀντὶ τοῦ, « δι' ἣν ἐπολέμησε Δαυΐδ, » λέγεσθαι. Τὸ δὲ, « Συναγάγετε γεννήματα, » φησίν· ὅσον γὰρ οὔπω στερηθήσεσθε πάσης λογικῆς τροφῆς. Ὡς ἔτι οὖν καιρός ἐστι, χρήσασθε τοῖς ἐνιαυτοῖς τούτοις πρὸς ὠφέλειαν τῶν ὑμετέρων ψυχῶν· καί μοι δοκεῖ διὰ τούτων αἰνίττεσθαι τὸν χρόνον τοῦ σωτηρίου κηρύγματος, καθ' ὃν ἐπιδημήσας αὐτοῖς ὁ Σωτὴρ, ἐκήρυττεν ἐνιαυτὸν Κυρίου δεκτὸν καὶ ἡμέραν ἀνταποδόσεως. Τάχα δὲ καὶ δεύτερον αὐτοῖς ἐνιαυτὸν, ἢ καὶ τρίτον ὡμιληκὼς φαίνεται. Αὐτὸν οὖν ἐκεῖνον καθ' ὃν παρεῖχεν αὐτοῖς τὰ περὶ τῆς τῶν οὐρανῶν βασιλείας μαθήματα, σημαίνων φησί· « Συναγάγετε γεννήματα, ἐνιαυτὸν ἐπ' ἐνιαυτὸν φάγεσθε. »
David made war, when it was under foreigners. And it can also be said instead of, "on behalf of which David made war." And as for, "Gather produce," he says: for all but immediately you will be deprived of all rational nourishment. While there is still time, therefore, make use of these years for the benefit of your souls; and he seems to me through these words to hint darkly at the time of the saving preaching, during which the Savior, having sojourned among them, proclaimed the acceptable year of the Lord and the day of recompense. And perhaps He appears to have conversed with them for a second year also, or even a third. Signifying that very time, therefore, during which He imparted to them the teachings concerning the kingdom of heaven, he says: "Gather produce, year upon year you shall eat."
« Ἐκθλίψω γὰρ Ἀριὴλ, καὶ ἔσται αὐτῆς ἡ ἰσχὺς καὶ ὁ πλοῦτος ἐμοί. Καὶ κυκλώσω ὡς Δαυΐδ ἐπὶ σὲ, καὶ βαλῶ εἰς χάρακα, καὶ οἰκοδομήσω, θήσω ἐπὶ σὲ πύργους. Καὶ ταπεινωθήσονται οἱ λόγοι σου, καὶ εἰς τὴν γῆν οἱ λόγοι σου δύσονται. Καὶ ἔσται ὡς οἱ φωνοῦντες ἐκ τῆς γῆς ἡ φωνή σου, καὶ πρὸς τὸ ἔδαφος ἡ φωνή σου ἀσθενήσει. Καὶ ἔσται ὡς κονιορτὸς ἀπὸ τροχοῦ ὁ πλοῦτος τῶν ἀσεβῶν, καὶ ὡς χνοῦς φερόμενος τὸ πλῆθος τῶν καταδυναστευόντων σε, καὶ ἔσται ὡς στιγμὴ παραχρῆμα παρὰ Κυρίου Σαβαώθ. » Ὥσπερ γάρ ποτε ὁ Δαυΐδ παρεμβολὴν περὶ σὲ τὴν Ιερουσαλὴμ ἐκύκλωσε, ὅτε ἀλλοφύλων ἦσθα, καὶ ἐπολεμησέ σε πόλιν οὖσαν ἀλλοφύλων· οὕτω κἀγὼ ὁ ταῦτα λέγων Κύριος νῦν σε κυκλώσω. Ἀλλοφύλων γὰρ οἰκητήριον γέγονας, πληρωθεῖσα κακῶν ἀρχόντων. Ἅπερ ἐπληροῦτο μετὰ τὰ τολμηθέντα τοῖς τὴν Ἱερουσαλὴμ οἰκοῦσι κατὰ τοῦ Σωτῆρος ἡμῶν ἀκολούθως, ὡς καὶ αὐτὸς ὁ Σωτὴρ, ἀποκλαυσάμενος τότε τὴν Ἱερουσαλὴμ, ἀναγέγραπται εἰρηκώς· « Εἰ ἔγνως καὶ σύ γε τὰ πρὸς εἰρήνην σου, ὅτι ἥξουσιν ἡμέραι ἐπὶ σὲ, καὶ παρεμβαλοῦσιν ἐπὶ σὲ οἱ ἐχθροί σου χάρακα, καὶ κυκλώσουσί σε, καὶ εἰς τὴν γῆν ἐδαφισθήσῃ. »
"For I will afflict Ariel, and her strength and wealth shall be mine. And I will encamp like David round about against you, and I will cast up a palisade, and I will build, I will set towers against you. And your words shall be humbled, and your words shall sink into the earth. And your voice shall be like those who utter a sound out of the earth, and toward the ground your voice shall grow weak. And the wealth of the ungodly shall be like dust from a wheel, and the multitude of those who oppress you like chaff carried along, and it shall be like an instant at once from the Lord of Sabaoth." For just as David once encircled an encampment around you, Jerusalem, when you belonged to foreigners, and made war upon you when you were a city of foreigners; so I too, the Lord who speak these things, will now encircle you. For you have become a dwelling place of foreigners, filled with evil rulers. Which things were fulfilled consequently after the things dared by the inhabitants of Jerusalem against our Savior, just as the Savior Himself also, having wept over Jerusalem at that time, is recorded to have said: "If you too had known the things that make for your peace! For days will come upon you, and your enemies will cast up a palisade against you, and encircle you, and dash you to the ground."
« Ἐπισκοπὴ γὰρ ἔσται μετὰ βροντῆς, καὶ σεισμοῦ, καὶ φωνῆς μεγάλης, καταιγὶς φερομένη, καὶ φλὸξ πυρὸς κατεσθίουσα. » Δι' ὧν ἠνίξατο ὡς ἄρα καὶ πυρίκαυστος γενήσεται ἡ πόλις, ἄνωθεν ἐκ Θεοῦ βροντῆς καὶ σεισμοῦ καὶ καταιγίδος κατ' αὐτῆς ἐνεχθείσης.
"For visitation shall be with thunder, and earthquake, and a great voice, a rushing tempest, and a devouring flame of fire." Through which words he hinted darkly that the city will indeed also be burned with fire, when thunder and earthquake and tempest are brought down against her from above out of God.
« Καὶ ἔσται ὡς ὁ ἐνυπνιαζόμενος ἐν ὕπνῳ ὁ πλοῦτος ἐθνῶν πάντων, ὅσοι ἐπεστράτευσαν ἐπὶ Ἀριὴλ, καὶ πάντες οἱ στρατευσάμενοι ἐπὶ Ἱερουσαλὴμ, καὶ πάντες οἱ συνηγμένοι ἐπ' αὐτὴν, καὶ οἱ θλίβοντες αὐτήν. Καὶ ἔσονται ὡς οἱ ἐν ὕπνῳ πίνοντες, καὶ ἐσθίοντες, καὶ ἐξαναστάντων, μάταιον αὐτῶν τὸ ἐνύπνιον. Καὶ ὃν τρόπον ἐνυπνιάζεται ὁ διψῶν καὶ πίνων, καὶ ἐξαναστὰς ἔτι διψᾷ· ἡ δὲ ψυχὴ αὐτοῦ εἰς κενὸν ἤλπισεν· οὕτως ἔσται ὁ πλοῦτος τῶν ἐθνῶν πάντων, ὅσοι ἐξεστράτευσαν ἐπὶ τὸ ὄρος Σιών. » Δι' ὧν ἠνίξατο τὴν ἀπόλαυσιν τῆς ἐν τῷ βίῳ τούτῳ τρυφῆς τῶν Ῥωμαϊκῶν ἀρχόντων. Οὗτοι γὰρ ἦσαν οἱ τὴν ἐσχάτην πολιορκίαν ἐπαγαγόντες τῇ Ἱερουσαλήμ. Ἐχρῆν γὰρ ἡμᾶς καὶ περὶ αὐτῶν τι μαθεῖν, καὶ ὁποῖον ἔσται καὶ τὸ αὐτῶν τέλος διδαχθῆναι. Φησὶν οὖν τὸν
"And the wealth of all the nations, as many as marched against Ariel, and all who warred against Jerusalem, and all who were gathered against her, and those who afflict her, shall be like one dreaming in sleep. And they shall be like those drinking and eating in sleep, and when they have arisen, their dream is vain. And in the manner in which one who thirsts dreams that he is also drinking, and upon arising still thirsts, while his soul has hoped in vain; so shall be the wealth of all the nations, as many as marched out against Mount Sion." Through which words he hinted darkly at the enjoyment of luxury in this life belonging to the Roman rulers. For these were the ones who brought the final siege upon Jerusalem. For we needed to learn something concerning them as well, and to be taught what sort of end theirs too will be. He says, therefore, that the
Notes, col. 297

On the reading

Printed Ιερουσαλὴμ, for Ἱερουσαλὴμ.

Printed ἐπολεμησέ, for ἐπολέμησέ.

PG 24:300Read from the page
πλοῦτον καὶ τὴν τρυφὴν αὐτῶν μέχρι τῆς ἐνεστώσης ζωῆς ὑπάρχουσαν ἐοικέναι τοῖς κατὰ τοῖς ὕπνοις ὀνειρώττουσι καὶ μέχρι τοῦ δοκεῖν διακατέχειν ταῦτα νομίζουσι· τοιαύτην γὰρ εἶναι τὴν τοῦ παρόντος πλούτου φαντασίαν. Μετὰ γὰρ τὸν ἐνεστῶτα βίον μάταιου αὐτοῖς εὑρεθήσεται τὸ ἐνύπνιον, καὶ τὸ τέλος ἧς ἐνόμιζον ἀπολαύειν τρυφῆς.
wealth and luxury of theirs, existing up to the present life, resemble those who dream in their sleep and suppose only so far as seeming that they hold fast these things; for such is the illusion of present wealth. For after the present life their dream shall be found vain to them, as well as the end of the luxury which they supposed they were enjoying.
« Ἐκλυθῆτε καὶ ἔκστητε, καὶ κραιπαλήσατε οὐκ ἀπὸ σίκερα, οὐδὲ ἀπὸ οἴνου· ὅτι πεπότικεν ὑμᾶς Κύριος πνεύματι κατανύξεως· καὶ καμμύσει τοὺς ὀφθαλμοὺς αὐτῶν, καὶ τῶν προφητῶν αὐτῶν, καὶ τῶν ἀρχόντων αὐτῶν, οἱ ὁρῶντες τὰ κρυπτά. » Ἐπειδήπερ, ὅτε παρῆν αὐτοῖς ἐνανθρωπήσας ὁ Κύριος, ἀκοῇ ἀκούοντες αὐτοῦ, οὐ συνίεσαν, καὶ βλέποντες αὐτὸν ὀφθαλμοῖς, τῇ ὁράσει τῆς ψυχῆς οὐχ ἑώρων, καὶ τὰ ὦτα αὐτῶν ἐβάρυναν τοῦ μὴ ἀκούειν, ποτίσει αὐτοὺς Κύριος πνεύματι κατανύξεως.
"Faint and be amazed, and stagger drunkenly, not from strong drink, nor from wine; because the Lord has given you to drink with a spirit of stupor; and He will close their eyes, and those of their prophets and of their rulers, who see hidden things." Since, when the Lord was present among them having become man, hearing Him with their hearing they did not understand, and seeing Him with their eyes they did not behold with the sight of the soul, and made heavy their ears so as not to hear, the Lord will give them to drink with a spirit of stupor.
« Καὶ ἔσονται ὑμῖν τὰ ῥήματα πάντα ταῦτα, ὡς οἱ λόγοι τοῦ βιβλίου τοῦ ἐσφραγισμένου τούτου, ὃ ἐὰν δῶσιν αὐτὸ ἀνθρώπῳ ἐπισταμένῳ γράμματα λέγοντες· Ἀνάγνωθι ταῦτα, καὶ ἐρεῖ, Οὐ δύναμαι ἀναγνῶναι· ἐσφράγισται γάρ. » Περὶ τῶν μετὰ ταῦτα προεστάναι δοκούντων τοῦ ἐκ περιτομῆς λαοῦ διέρχεται θεσπίζων· « Καὶ ἔσονται ὑμῖν πάντα τὰ ῥήματα τοῦ βιβλίου, » οὐ μὴν καὶ συνιέντες αὐτά· μηδὲν γὰρ διαφέρειν αὐτὰ τῶν κατεσφραγισμένων σφραγῖσι, πρὸς τὸ μὴ δύνασθαί τινα τὸν ἐκ τοῦ Ἰουδαίων λαοῦ τὰ ἐγγεγραμμένα διαγινώσκειν· οὕτως αὐτοῖς ἀγνώ-
"And all these words shall be to you like the words of this sealed book, which, if they give it to a man who knows letters, saying, Read these things, he too will say, I cannot read, for it is sealed." Concerning those who after these things seem to preside over the people of the circumcision he goes through prophesying: "And all the words of the book shall be to you," yet not understanding them as well; for they differ in nothing from things sealed fast with seals, with respect to no one from the people of the Jews being able to discern what is written therein; so unintel-
« Καὶ δοθήσεται τὸ βιβλίον τοῦτο εἰς χεῖρας ἀνθρώπου μὴ ἐπισταμένου γράμματα· καὶ ἐρεῖ αὐτῷ, Ἀνάγνωθι τοῦτο· καὶ ἐρεῖ, Οὐ δύναμαι ἀναγνῶναι, οὐκ ἐπίσταμαι γράμματα. » Τοιοῦτον δὲ ἔσεσθαι τὸν προφητικὸν νοῦν, οὐ πᾶσιν ἀνθρώποις, ἀλλὰ μόνοις αὐτοῖς, πρὸς οὓς ταῦτα ἐθεσπίζετο. « Πρόσχες γὰρ ἐπιμελῶς ὅπως εἴρηται· «Καὶ ἔσται ὑμῖν τὰ ῥήματα ταῦτα· » ὑμῖν γάρ φησι τοῖς παροῦσι, καὶ ὁρῶσι, καὶ ἀκούουσιν. « Ὁ δὲ λόγος ἦν πρὸς Ἰουδαίους, οἷς τὸν νοῦν τῆς προφητείας ἄγνωστον ὑποκαταβὰς διδάσκει δι' ὧν ἐπιλέγει· « Καὶ ἀκούσονται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ κωφοὶ λόγους βιβλίου, καὶ ὀφθαλμοὶ τυφλῶν ὄψονται, καὶ ἀγαλλιάσονται. »
"And this book shall be given into the hands of a man who does not know letters; and one will say to him, Read this; and he will say, I cannot read, I do not know letters." And [he says] that the prophetic mind will be such not to all men, but to them alone unto whom these things were prophesied. For attend carefully to how it has been said: "And these words shall be to you"; for he says "to you" who are present, and seeing, and hearing. Now the word was addressed to Jews, to whom going a little further down he teaches that the mind of the prophecy is unknown, through what he adds next: "And in that day the deaf shall hear the words of a book, and the eyes of the blind shall see, and shall exult."
« Καὶ εἶπε Κύριος· Ἐγγίζει μοι ὁ λαὸς οὗτος ἐν τῷ στόματι αὐτοῦ, καὶ ἐν τοῖς χείλεσιν αὐτῶν τιμῶσί με· ἡ δὲ καρδία αὐτῶν πόῤῥω ἀπέχει ἀπ' ἐμοῦ. Μάτην δὲ σέβονταί με, διδάσκοντες ἐντάλματα ἀνθρώπων καὶ διδασκαλίας. Διὰ τοῦτο ἰδοὺ προσθήσω τοῦ μεταθεῖναι τὸν λαὸν τοῦτον, καὶ μεταθήσω αὐτόν. » Καὶ ἐπειδὴ σοφίαν ἀνθρώπων προβάλλονται, τὴν ἐμὴν μὲν ἀποστρέφοντες σοφίαν καὶ τὸν ἐμὸν λόγον, ἑτέρας δέ τινας παραδόσεις τῶν παρ' αὐτοῖς πρεσβυτέρων, ὥσπερ τινῶν σοφῶν κατέχοντες· τούτου χάριν τὰς μὲν ἐμὰς Γραφὰς οὐ συνήσουσιν. « Ἐγὼ δὲ αὐτὸς τῶν σοφῶν αὐτῶν τὴν σοφίαν ἀπολῶ, καὶ τὴν σύνεσιν τῶν συνετῶν ἀθετήσω. »
"And the Lord said: This people draws near to me with its mouth, and with their lips they honor me; while their heart is far distant from me. And in vain do they worship me, teaching commandments and doctrines of men. Therefore behold, I will proceed to transplant this people, and I will transplant them." And since they put forward human wisdom, turning away from my wisdom and my word while holding fast certain other traditions of the elders among them as though of wise men, for this reason they will not understand my Scriptures. "And I myself will destroy the wisdom of their wise men, and the understanding of the prudent I will set aside."
« Οὐαὶ οἱ βαθεῖαν βουλὴν ποιοῦντες, καὶ οὐ διὰ Θεοῦ. Οὐαὶ οἱ ἐν κρυφῇ βουλὴν ποιοῦντες, καὶ ἔσται ἐν σκό-
"Woe to those who form a deep counsel, and not through God. Woe to those who form counsel in secret, and in dark-
Notes, col. 300

On the reading

Printed μάταιου, for μάταιον.

PG 24:301Read from the page
τει τὰ ἔργα αὐτῶν· καὶ ἐροῦσι, Τίς ἑώρακεν ἡμᾶς; καὶ τίς ἡμᾶς γνώσεται, ἢ ἃ ἡμεῖς ποιοῦμεν; » Εἶτ' ἐπειδήπερ θεοσεβεῖν ἐπαγγελλόμενοι τοῖς χείλεσιν, ἐν τῷ κρυπτῷ τὰ χείριστα διεπράττοντο, φαρμακείαις καὶ ἀκαθαρσίαις, καὶ ἄλλαις μυρίαις ἀθεμίτοις πράξεσι συμφυρόμενοι· πᾶσι δὲ τούτοις ἐνεχείμουν ὡς μὴ ἐφορῶντος τοῦ Θεοῦ· εἰκότως αὐτοὺς ταλανίζει ταῦτα λέγων·
ness shall their works be; and they will say, Who has seen us? and who will know us, or the things that we do?" Then, since while professing with their lips to revere God they were perpetrating the worst things in secret, defiling themselves with sorceries and impurities and countless other unlawful deeds, and put their hand to all these things as though God were not watching over them, with good reason he pronounces woe over them, saying these things:
« Οὐχ ὡς πηλὸς τοῦ κεραμέως λογισθήσεσθε; Μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι αὐτὸ, Οὐ σύ με ἔπλασας; ἢ τὸ ποίημα τῷ ποιήσαντι, Οὐ συνετῶς με ἐποίησας; » Εἰ γὰρ δὴ πάντες ἄνθρωποι πηλῷ κεραμέως ἐοίκαμεν διὰ τὸ πήλινον ἡμῶν σῶμα, πῶς οὐχ ἕπεται νοεῖν, ὅτι μὴ δυνατὸν λαθεῖν τὸν ποιητὴν, ὁποίας ἐργασίας ὑπάρχει τὸ ὑπ' αὐτοῦ πεποιημένον; Τίς δύναται, ἢ τίς τολμήσει φάναι, ὅτι μὴ ὁ Θεὸς αὐτὸν ἔπλασεν; Εἰ δὲ οὐκ ἂν εἴποι ταῦτά ποτε περὶ τοῦ κεραμέως ὁ ὑποκείμενος αὐτῷ πηλὸς, δῆλον, ὡς μάταιοι πάντες οἱ ἔνδον τῇ ψυχῇ αὐτῶν βουλὴν βαθεῖαν διανοούμενοι, καὶ τὸν Θεὸν οἰόμενοι ἀγνοεῖν τὰ ἐν τῷ σκότῳ πραττόμενα αὐτοῖς ἔργα.
"Shall you not be reckoned as the potter's clay? Shall the thing molded say to him who molded it, You did not mold me? or the work to its maker, You did not make me intelligently?" For if indeed all we men resemble potter's clay on account of our body of clay, how does it not follow to perceive that it is impossible to escape the notice of the maker as to what sort of workmanship that which has been made by him possesses? Who is able, or who will dare to say, that God did not mold him? And if the clay subject to the potter would never say these things concerning him, it is clear that vain are all those who devise a deep counsel inwardly in their soul, and suppose that God is ignorant of the works practiced by them in the darkness.
« Οὐκέτι μικρὸν καὶ μετατεθήσεται ὁ Λίβανος, ὡς τὸ ὄρος τὸ Χέρμελ, καὶ τὸ Χέρμελ εἰς δρυμὸν λογισθήσεται; » Λίβανον μὲν τὸν ἐξ ἐθνῶν λαὸν, Κάρμηλον δὲ τὸ Ἰουδαίων ἔθνος. Ἔσεσθαι τοίνυν προφητεύει τὸ μὲν Ἰουδαίων ἔθνος οἷόν τινα δρυμὸν ξύλων ἀγρίων καὶ ἀκάρπων· τὸν δὲ πάλαι δρυμῷ ἐοικότα Λίβανον, τὸν ἐξ ἐθνῶν λαὸν, ὁποῖος ἦν ποτε ὁ Ἰουδαίων λαὸς, πεπληρωμένος δένδρων ἀγαθῶν καὶ παντοίων φυτῶν τε καὶ καρπῶν.
"Is it not yet a little while and Lebanon shall be transformed like the mount Chermel, and Chermel shall be reckoned as a forest?" [He calls] Lebanon the people from the Gentiles, and Carmel the nation of the Jews. He prophesies, accordingly, that the nation of the Jews shall become like some forest of wild and fruitless trees; whereas Lebanon, which of old resembled a forest—namely, the people from the Gentiles—[shall become] such as the people of the Jews once was, filled with good trees and with plants and fruits of all kinds.
« Καὶ ἀκούσονται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ κωφοὶ λόγους βιβλίου, καὶ οἱ ἐν τῷ σκότει, καὶ οἱ ἐν τῇ ὁμίχλῃ· ὀφθαλμοὶ τυφλῶν ὄψονται. » Ποίας δὲ βίβλου, ἢ ταύτης αὐτῆς τῆς μετὰ χεῖρας, περὶ ἧς ἀνωτέρω ἐλέγετο· « Ὑμῖν τὰ ῥήματα ταῦτα πάντα, ὡς οἱ λόγοι τοῦ βιβλίου τοῦ ἐσφραγισμένου τούτου. » Ἀλλὰ τῷ μέν ποτε Καρμήλῳ, μεταβληθέντι δὲ εἰς δρυμὸν, ἔσονται οἱ λόγοι τοῦ βιβλίου τῆς προφητείας ἐσφραγισμένοι· τοῖς δὲ πάλαι τυφλοῖς καὶ ἐν τῷ δρυμῷ τοῦ Λιβάνου λελογισμένοις, μεταβληθεῖσιν ἐπὶ τὸ ἥμερον καὶ καρποφόρον, ἀκουστοὶ γενήσονται οἱ λόγοι τῶν θείων γραμμάτων· καὶ οἱ πάλαι δὲ ὄντες ἐν τῷ σκότει καὶ ἐν τῇ ὁμίχλῃ, ὥστε μὴ βλέπειν μήτε συνιέναι, μήτε νοεῖν, διὰ τὸ τυφλοὺς ἔχειν τοὺς ὀφθαλμοὺς, οὗτοι, παραδόξου μεταβολῆς ἀξιωθέντες, θεωροὶ γενήσονται τῶν ἐναποκειμένων ἐν τοῖς θείοις γράμμασι μυστηρίων.
"And in that day the deaf shall hear the words of a book, and those in darkness, and those in mist; the eyes of the blind shall see." And of what book, if not this very one in hand, concerning which it was said above: "All these words [shall be] to you like the words of this sealed book"? Yet to that which was once Carmel, though transformed into a forest, the words of the book of prophecy shall be sealed; whereas to those who of old were blind and reckoned in the forest of Lebanon, having been transformed unto what is cultivated and fruitful, the words of the divine Scriptures shall become audible; and those too who of old were in darkness and in mist, so as neither to see nor to understand nor to perceive, because they had blind eyes—these, having been counted worthy of a marvelous transformation, shall become beholders of the mysteries laid up within the divine Scriptures.
« Καὶ ἀγαλλιάσονται πτωχοὶ διὰ Κύριον ἐν εὐφροσύνῃ, καὶ οἱ ἀπηλπισμένοι τῶν ἀνθρώπων ἐμπλησθήσονται εὐφροσύνης. » Τίς γὰρ καὶ διενοήθη πώποτε τοὺς ἐκ πατέρων εἰδωλολάτρας, ἀθέους ὄντας καὶ ἀσεβεῖς καὶ ἀλλοτρίους τῆς γνώσεως τοῦ Θεοῦ, εἰς τοιαύτην ἥξειν ἐλπίδα; Ὅμως δ' οὖν καὶ « οἱ ἀπηλπισμένοι, φησὶ, τῶν ἀνθρώπων ἐμπλησθήσονται εὐφροσύνης. »
"And the poor shall exult on account of the Lord in gladness, and the despaired of among men shall be filled with gladness." For who ever even conceived in mind that idolaters sprung from fathers [like them], being godless and impious and strangers to the knowledge of God, would come to such a hope? Nevertheless, even "the despaired of among men," he says, "shall be filled with gladness."
« Ἐξέλιπεν ἄνομος, καὶ ἀπώλετο ὑπερήφανος, καὶ ἐξωλοθρεύθησαν οἱ ἀνομοῦντες ἐπὶ κακίᾳ. » Τούτων ἀπολαύσουσιν οὗτοι πάντες, ἐπειδὴ ὁ πάλαι κρατῶν
"The lawless one has failed, and the arrogant one has perished, and those who act lawlessly in malice have been utterly destroyed." All these shall enjoy these things, since he who of old held sway
Notes, col. 301

On the reading

Printed ἐνεχείμουν, for ἐνεχείρουν.

PG 24:304Read from the page
αὐτῶν καὶ τυραννῶν, ἄνομός τις καὶ ἀσεβὴς ἄρχων, λέγω δὴ αὐτὸς ὁ διάβολος, ἐξέλιπεν καὶ ἀπώλετο μακρὰν διωχθεὶς, ὁ πάλαι καταδουλωσάμενος αὐτοὺς ὑπερήφανος· ἀλλὰ καὶ οἱ ὑπὸ τούτῳ ἀσεβοῦντες ἐπὶ ἀδικίᾳ ἐξωλοθρεύθησαν, δηλαδὴ οἱ πονηροὶ δαίμονες.
over them and played the tyrant, a certain lawless and impious ruler—I mean the devil himself—has failed and perished, driven far away, the arrogant one who of old enslaved them; and furthermore those acting impiously in unrighteousness under him have been utterly destroyed, namely the wicked demons.
« Οἱ ποιοῦντες ἀνθρώπους ἁμαρτάνειν ἐν λόγῳ. Πάντας δὲ τοὺς ἐλέγχοντας ἐν πύλαις πρόσκομμα θήσουσιν· ὅτι ἐπλαγίασαν ἐπ' ἀδίκοις δίκαιον. » Τοὺς γὰρ προφήτας εἰς πρόσωπον αὐτοὺς ἐλέγχοντας, καὶ τῶν ἁμαρτημάτων ἐπιστρέφοντας, ἐπαγίδευον, λαβὰς κατ' αὐτῶν θηρώμενοι, ὅπως αὐτοὺς ἀπολέσωσι.
"Those who make men sin by a word. And all who reprove in the gates they will make an obstacle; because they turned aside the righteous in unjust things." For the prophets who reproved them to their face and turned them back from their sins they snared, hunting for pretexts against them, so that they might destroy them.
« Διὰ τοῦτο τάδε λέγει Κύριος ἐπὶ τὸν οἶκον Ἰακὼβ, ὃν ἀφώρισεν ἐξ Ἀβραάμ· Οὐ νῦν αἰσχυνθήσεται Ἰακὼβ, οὐδὲ νῦν τὸ πρόσωπον μεταβαλεῖ· ἀλλ' ὅταν ἴδωσι τὰ τέκνα αὐτῶν τὰ ἔργα μου, δι' ἐμὲ ἁγιάσουσι τὸ ὄνομά μου, καὶ ἁγιάσουσι τὸν Ἅγιον Ἰακὼβ, καὶ τὸν Θεὸν τοῦ Ἰσραὴλ φοβηθήσονται. » Ὑμᾶς δὲ λέγω, τὸν καλούμενην οἶκον Ἰακὼβ, ὃν οὐκ ἄξιον ὄντα τοῦ θεοφιλοῦς ἐκείνου Ἀβραὰμ ἀφώρισε, καὶ ἀπηλλοτρίωσεν αὐτοὺς ὁ Θεὸς, διὰ τὸ μὴ τοῖς ἔργοις ἀξίους τοῦ Ἀβραὰμ καταστῆσαι ἑαυτούς. Τὰ γὰρ τέκνα τοῦ Ἀβραὰμ διὰ τῶν ἔργων γνωρίζεται, ὡς ἐδίδαξεν ὁ Σωτὴρ εἰπών· « Εἰ τέκνα τοῦ Ἀβραὰμ ἦτε, τὰ ἔργα τοῦ Ἀβραὰμ ἐποιεῖτε. » Τίς δ' ἂν εἴη οὗτος ὁ καιρὸς, ἢ ὁ τῆς ἐκβάσεως τῶν ἐμῶν λόγων, καθ' ὃν τὰ τέκνα τὰ ὑμέτερα τοὺς ἀλλογενεῖς καὶ ἀλλοτρίους τοῦ ἡμετέρου γένους ὄψονται δοξάζοντας τὸ ἐμὸν ὄνομα; Τότε γὰρ αὐτὰ τὰ ὑμέτερα τέκνα καταισχυνθήσεται καὶ διατραπήσεται, ὁρῶντα τὸ παράδοξον τῆς τῶν ἐθνῶν μεταβολῆς, καὶ ὡς ἀλλόφυλοί τινες ἄνδρες τὸν Ἅγιον τοῦ Ἰσραὴλ καὶ τὸν Θεὸν τοῦ Ἰακὼβ ἁγιάζουσι, καὶ φόβον ἀναλάβονται τοῦ ἐπὶ πάντων Θεοῦ.
"Therefore thus says the Lord upon the house of Jacob, whom He set apart out of Abraham: Jacob shall not now be ashamed, nor shall he now change his face; but when their children see my works, for my sake they will sanctify my name, and they will sanctify the Holy One of Jacob, and will fear the God of Israel." Now I mean you, the so-called house of Jacob, whom—as being unworthy of that God-beloved Abraham—God set apart and alienated them, because they did not show themselves worthy of Abraham by their works. For the children of Abraham are recognized through works, as the Savior taught, saying: "If you were children of Abraham, you would do the works of Abraham." And what time could this be, if not that of the fulfillment of my words, when your children shall see those of another race and strangers to our race glorifying my name? For then your very children will be put to shame and confounded, beholding the marvel of the transformation of the Gentiles, and how certain men of foreign race sanctify the Holy One of Israel and the God of Jacob, and take up the fear of the God over all.
« Καὶ γνώσονται οἱ πλανώμενοι τῷ πνεύματι σύνεσιν· οἱ δὲ γογγύζοντες μαθήσονται ὑπακούειν, καὶ αἱ γλῶσσαι αἱ ψελλίζουσαι μαθήσονται λαλεῖν εἰρήνην. » Αἱ γλῶσσαι αἱ ψελλίζουσαι καὶ μηδὲν τρανὸν μηδὲ ἀληθὲς λαλεῖν δυνάμεναι, εἰς τὸ κατὰ φύσιν ἐλθοῦσαι, τρανώτατα λαλήσουσι, μαθοῦσαι εἰρήνης λόγους, ὡς ἂν παντὸς ἀπηλλαγμέναι πολέμου, καὶ τὴν πρὸς Θεὸν εἰρήνην ἀσπασάμεναι.
"And those who err in spirit shall know understanding; and those who murmur shall learn to obey, and the stammering tongues shall learn to speak peace." The stammering tongues, unable to speak anything distinct or true, having come into their natural state, shall speak most distinctly, having learned words of peace, as being freed from every war and having embraced peace toward God.
ΚΕΦΑΛΑΙΟΝ Λʹ.
Chapter XXX.
« Οὐαὶ τέκνα ἀποστάται, λέγει Κύριος. Ἐποιήσατε βουλὴν, οὐ δι' ἐμοῦ, καὶ συνθήκας, οὐ διὰ τοῦ πνεύματός μου, προσθεῖναι ἁμαρτίας ἐφ' ἁμαρτίας, οἱ πορευόμενοι καταβῆναι εἰς Αἴγυπτον, ἐμὲ δὲ οὐκ ἐπηρώτησαν, τοῦ βοηθῆναι ὑπὸ Φαραὼ, καὶ σκεπασθῆναι ὑπὸ Αἰγυπτίων. Ἔσται γὰρ ὑμῖν σκέπη Φαραὼ εἰς αἰσχύνην, καὶ τοῖς πεποιθόσιν ἐπ' Αἴγυπτον ὄνειδος· ὅτι εἰσὶν ἐν Τάνει ἀρχηγοὶ, ἄγγελοι πονηροί. Μάτην κοπιάσουσι πρὸς λαὸν, ὃς οὐκ ὠφελήσει αὐτοὺς εἰς βοήθειαν, ἀλλὰ εἰς αἰσχύνην καὶ ὄνειδος. » Σαφῶς παριστᾷ γεγονέναι τότε παρ' Αἰγυπτίοις δαίμονας, ἀγγέλους πονηροὺς ὀνομάζει αὐτοὺς, οἳ μάλιστα ἐνήργουν τὰ πολλὰ ἐν τῇ καλουμένῃ πόλει τῆς Αἰγύπτου Τάνει, ἔνθα τὸ βασίλειον τοῦ Φαραὼ κατ' ἐκεῖνο ἵδρυτο.
"Woe, apostate children, says the Lord. You made counsel, not through me, and covenants, not through my spirit, to add sins upon sins—you who proceed to go down into Egypt, and did not inquire of me, so as to be helped by Pharaoh and sheltered by the Egyptians. For the shelter of Pharaoh shall be to you for shame, and a reproach to those who trust in Egypt; because princes are in Tanis, wicked angels. In vain will they labor toward a people that will not profit them for help, but for shame and reproach." He clearly shows that at that time there were demons among the Egyptians—he names them wicked angels—who above all worked extensively in the city of Egypt called Tanis, where the royal palace of Pharaoh was established at that time.
Notes, col. 304

On the reading

Printed καλούμενην, for καλούμενον.