PG 24:233Read from the pageτοῦ Θεοῦ γενησομένου μνημονεύει, καὶ τοῦτο ἔσεσθαι παραδόξως. Τῶν γὰρ πάλαι παρ' Αἰγυπτίοις νομιζομένων θεῶν ἀπολωλότων, καὶ τοῦ ποταμοῦ αὐτῶν ἐκλελοιπότος, καὶ τῶν ἀρχόντων Τάνεως καὶ Μέμφεως ἀπομωρανθέντων, τὸ παρ' Ἰουδαίοις ὀνομαζόμενον Κυρίῳ θυσιαστήριόν φησι συστήσεσθαι· ὃ δὴ καὶ ἡ τῶν πραγμάτων ἔκβασις ὀφθαλμοῖς ἡμῖν αὐτοῖς δείκνυσιν· ὡς μηκέτι εἰς μέλλοντα καιρὸν προσδοκᾷν τοῦ λόγου τὸ ἀποτέλεσμα. Ὡς δὲ μία πίστις καὶ ἓν βάπτισμα καὶ μία Ἐκκλησία εἴρηται, οὕτω καὶ θυσιαστήριον ἓν καθ' ὅλης τῆς Αἰγύπτου ἐγηγερμένον ἐν ταῖς ἐκκλησίαις τοῦ Θεοῦ θυσιαστήρια τυγχάνει, καὶ μία δὴ στήλη γραφὴ σὺν τῷ θυσιαστηρίῳ ἐν δηλωθείσῃ πόλει συνέστη, διορίζουσα τοὺς πιστοὺς τῶν Αἰγυπτίων, καὶ ἀφορίζουσα αὐτοὺς τῶν ἀπίστων. Ἡ μὲν οὖν ἀνωτέρω εἰς φόβητρον τοῖς Αἰγυπτίοις ἔσεσθαι λεγομένη χώρα τῶν Ἰουδαίων, τὴν Ἰουδαϊκὴν αἰνίττεται Γραφὴν, καὶ τὸν τῆς Παλαιᾶς Διαθήκης λόγον· ἡ δὲ τῷ Χριστοῦ θυσιαστηρίῳ
of God that is to come into being, and says that this will happen wondrously. For when the gods formerly supposed to exist among the Egyptians have perished, and their river has failed, and the rulers of Tanis and Memphis have been made utterly foolish, he says that the altar named among the Jews unto the Lord will be established—which indeed the outcome of events displays before our very eyes, so that we no longer await the fulfilment of the word for a future time. And just as one faith and one baptism and one Church has been spoken of, so also the altars raised up throughout the whole of Egypt in the churches of God are one altar, and one pillar—an inscription—has stood together with the altar in the city that was indicated, separating the faithful of the Egyptians, and setting them apart from the unbelievers. Now the land of the Jews spoken of above as going to be a terror to the Egyptians hints at the Jewish Scripture and the word of the Old Testament; whereas that which with the altar of Christ
« Καὶ ἔσται εἰς σημεῖον εἰς τὸν αἰῶνα Κυρίῳ ἐν χώρᾳ Αἰγύπτου, ὅτι κεκράξονται πρὸς Κύριον διὰ τοὺς θλίβοντας αὐτούς. Καὶ ἀποστελεῖ αὐτοῖς ἄνθρωπον ὃς σώσει αὐτούς· κρίνων σώσει αὐτούς. Καὶ γνωστὸς ἔσται Κύριος τοῖς Αἰγυπτίοις, καὶ γνώσονται οἱ Αἰγύπτιοι τὸν Κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ποιήσουσι θυσίαν καὶ δῶρον, καὶ εὔξονται εὐχὰς τῷ Κυρίῳ, καὶ ἀποδώσουσι. » Διὸ τῷ σημείῳ τούτῳ κατασφραγίζεσθαι μεμαθηκότες οἱ τὸν Κύριον παραδεδεγμένοι Αἰγύπτιοι φυλακτηρίῳ τούτῳ κέχρηνται· ὥστε καὶ ἐν ταῖς θλίψεσιν αὐτῷ σημείῳ βοηθῷ χρώμενοι ἀναβοᾷν καὶ ἐπικαλεῖσθαι τὸν Κύριον διὰ τοὺς διαθλίβοντας αὐτούς. Τίνες δὲ ἦσαν οὗτοι, ἀλλ' ἢ οἱ ἀπομείναντες τῇ ἀπωλείᾳ Αἰγύπτιοι, περὶ ὧν κατ' ἀρχὰς ἐλέγετο τῆς προφητείας, « Καὶ ἐπαναστήσονται Αἰγύπτιοι πρὸς Αἰγυπτίους, καὶ πολεμήσει ἄνθρωπος τὸν ἀδελφὸν αὐτοῦ, πόλις ἐπὶ πόλιν, καὶ νομὸς ἐπὶ νομόν. »
"And it shall be for a sign for ever to the Lord in the land of Egypt; for they shall cry out to the Lord because of those who afflict them. And He will send them a man Who will save them; judging He will save them. And the Lord shall be known to the Egyptians, and the Egyptians shall know the Lord in that day, and they shall offer sacrifice and gift, and shall vow vows to the Lord, and pay them." Wherefore the Egyptians who have received the Lord, having learned to be sealed with this sign, use this as a safeguard, so that in their afflictions also, using this sign as a helper, they cry aloud and call upon the Lord because of those who sorely afflict them. And who were these, save the Egyptians who remained in perdition, concerning whom at the beginning of the prophecy it was said, "And Egyptians shall rise up against Egyptians, and a man shall make war against his brother, city against city, and nome against nome"?
« Καὶ πατάξει Κύριος τοὺς Αἰγυπτίους πληγῇ καὶ ἰάσεται αὐτούς· καὶ ἐπιστραφήσονται πρὸς Κύριον, καὶ εἰσακούσεται αὐτῶν, καὶ ἰάσεται αὐτοὺς ἰάσει. » Ἐπεὶ γὰρ « ὃν ἀγαπᾷ Κύριος, καὶ παιδεύει· μαστιγοῖ δὲ πάντα υἱὸν, ὃν παραδέχεται· » εἰκότως καὶ τοὺς Αἰγυπτίους πατάσσει ἀγαπῶν, ἐπειδὰν ἐν χρείᾳ γίνωνται παιδείας καὶ ἐπιστροφῆς, ἀλλ' οὐκ εἰς μακράν· μηδὲν δὲ ὑπερθέμενος ἰᾶται τῇ αὐτοῦ ἰάσει.
"And the Lord will smite the Egyptians with a stroke and will heal them; and they shall return to the Lord, and He will hearken to them, and will heal them with healing." For since "whom the Lord loves, He also chastens, and scourges every son whom He receives," reasonably out of love He smites the Egyptians also, whenever they stand in need of chastening and return—yet not for long, and without any delay He heals them with His healing.
« Τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται ὁδὸς Αἰγύπτου πρὸς Ἀσσυρίους, καὶ εἰσελεύσονται Ἀσσύριοι πρὸς Αἴγυπτον, καὶ Αἰγύπτιοι πορεύσονται πρὸς Ἀσσυρίους, καὶ δουλεύσουσιν Αἰγύπτιοι τοῖς Ἀσσυρίοις. » Ἀσσυρίους δὲ ἐνταῦθα οἶμαι καλεῖν τὴν Γραφὴν τοὺς νῦν καλουμένους Σύρους· κατὰ τὸ πάλαι δὲ οἱ τὴν Συρίαν
"In that day there shall be a way of Egypt to the Assyrians, and the Assyrians shall enter into Egypt, and the Egyptians shall go to the Assyrians, and the Egyptians shall serve the Assyrians." Now by Assyrians here I think the Scripture calls those who are now called Syrians; for in ancient times those inhabiting Syria
PG 24:236Read from the pageκαὶ Μεσοποταμίαν οἰκοῦντες Ἀσσύριοι ἐχρημάτιζον.
and Mesopotamia went by the name of Assyrians.
Ἐχθροὶ δὲ ἦσαν Αἰγύπτιοι καὶ Ἀσσύριοι, καὶ πολέμιοι διετέλουν ὄντες ἐκ τοῦ παντός. Νῦν δὲ ὁ παρὼν λόγος κοινωνίαν αὐτοῖς καὶ ἐπιμιξίαν θεσπίζει, ὅπερ οὐδὲ ἄλλοτε γέγονέ ποτε. Πρὸ γὰρ τῆς Ῥωμαίων ἀρχῆς ἰδιάζοντας εἶχον βασιλέας οἵ τε Αἰγύπτιοι καὶ Ἀσσύριοι· οἱ Αἰγύπτιοι μὲν τοὺς Πτολεμαίους, Σύροι δὲ τοὺς ἀπὸ Ἀντιόχου καὶ Δημητρίου· ὧν μέση κειμένη ἡ Ἰουδαία καὶ ἰδίοις καὶ αὐτὴ ἄρχουσι ἐκυβερνᾶτο. Μεσολαβούμενον δὲ τὸ Ἰουδαίων ἔθνος, ποτὲ μὲν ὑπὸ Σύρων ἐπολεμεῖτο, ποτὲ δὲ ὑπὸ Πτολεμαίων. Ἀλλὰ καὶ Αἰγυπτίοις ἐτύγχανον οἱ Σύροι πολέμιοι· Αἰγύπτιοι δὲ τοῖς Ἀσσυρίοις διεμάχοντο, ὡς ἄμικτα εἶναι αὐτοῖς καὶ ἀδιαβάτας τὰς πρὸς ἀλλήλους πορείας. Τοιαῦτα μὲν οὖν ἐτύγχανον τὰ πάλαι. Μετὰ δὲ τὴν ἄφιξιν τοῦ Κυρίου τὴν εἰς Αἴγυπτον εἰρήνην βαθυτάτην, κοινωνίας τε καὶ ἐπιμιξίας ὁ παρὼν λόγος αὐτοῖς εὐαγγελίζεται. Ὁ μὲν δὴ οὖν συνάγει τοὺς πάλαι ἐχθροὺς, λέγω δὴ Σύρους καὶ Αἰγυπτίους καὶ τὸν Ἰσραὴλ, μιᾶς τε εὐλογίας τῆς παρὰ Θεοῦ τεύξεσθαι αὐτούς φησι· ὡς μηκέτι μέγα φρονεῖν τὸν Ἰσραὴλ, μηδὲ κατεπαίρεσθαι τῶν ἄλλων, ὡς μόνον ηὐλογημένον. Τίς οὖν, ὀφθαλμοῖς ὁρῶν στρατόπεδα Ῥωμαϊκὰ Σύρων ἀνδρῶν κατὰ κεφαλῆς τῶν Αἰγυπτίων ἐγκαθήμενα, Αἰγυπτίους τε τούτοις δουλεύοντας, οὐκ ἂν ἐκπλαγείη τὴν τῆς προφητείας ἔκβασιν; Τίς δὲ οὐ θαυμάσεται ὁρῶν Αἰγυπτίους ἀδεῶς ἐπὶ τὴν Σύρων διαβαίνοντας χώραν, Σύρους τε ἀκωλύτως ἐπιβαίνοντας τοῖς Αἰγυπτίοις, δυνάμει τε ἀρχοντικῆς ἐξουσίας καταδεδουλωμένους αὐτούς; Τὸ δὲ ἁπάντων παραδοξότατον, ταύτην ἤρατο κατὰ τὸν αὐτὸν χρόνον παρὰ Σύροις καὶ παρ' Αἰγυπτίοις καὶ ἐν τῇ γῇ τοῦ Ἰσραὴλ λαοὺς ἔσεσθαι τῷ Θεῷ, καὶ τούτους ηὐλογημένους· ὡς μηδὲ μηκέτι διαφέρειν
Now the Egyptians and the Assyrians were enemies, and continually remained hostile in every way. But now the present word prophesies fellowship and intercourse for them, which never happened at any other time. For before the rule of the Romans both the Egyptians and the Assyrians had kings of their own—the Egyptians the Ptolemies, and the Syrians the descendants of Antiochus and Demetrius—lying in the midst of whom Judaea also was itself governed by rulers of its own. And being situated in between, the nation of the Jews was warred against at one time by the Syrians and at another time by the Ptolemies. Moreover, the Syrians were also enemies to the Egyptians, and the Egyptians fought continually with the Assyrians, so that matters between them were unmixed and the routes towards one another impassable. Such, then, was the state of affairs in ancient times. But after the arrival of the Lord into Egypt, the present word proclaims good tidings to them of deepest peace, and of fellowships and intercourse. Indeed, He brings together those who were anciently enemies—I mean Syrians and Egyptians and Israel—and says that they will obtain one blessing from God, so that Israel may no longer think highly of itself, nor exalt itself over the others as alone blessed. Who then, seeing with his eyes Roman legions of Syrian men stationed over the head of the Egyptians, and the Egyptians serving these, would not be astounded at the outcome of the prophecy? And who will not marvel on seeing Egyptians crossing fearlessly into the land of the Syrians, and Syrians entering unhindered among the Egyptians, and them enslaved by the might of ruling authority? And what is most paradoxical of all, it undertook this, that at the very same time among the Syrians and among the Egyptians and in the land of Israel there would be peoples unto God, and these blessed, so that no longer at all does there differ
« Τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται Ἰσραὴλ τρίτος ἐν τοῖς Αἰγυπτίοις, καὶ ἐν τοῖς Ἀσσυρίοις ηὐλογημένος ἐν τῇ γῇ, ἣν ηὐλόγησε Κύριος Σαβαὼθ ὁ λέγων· Εὐλογημένος ὁ λαός μου ὁ ἐν Αἰγύπτῳ, καὶ ὁ ἐν Ἀσσυρίοις, καὶ ἡ κληρονομία μου Ἰσραήλ. » Ἐὰν δὲ λέγηται τρίτος Ἰσραὴλ ἐν τοῖς Αἰγυπτίοις καὶ ἐν τοῖς Ἀσσυρίοις ἔσεσθαι, εὐλογημένος ἐν τῇ γῇ ἣν εὐλόγησε Κύριος Σαβαὼθ, μὴ ἑτέραν νομίζωμεν εἶναι τὴν γῆν τῆς Ἐκκλησίας τοῦ Θεοῦ. Ἰσραὴλ δὲ νοεῖσθαι δύναται καὶ πᾶς ὁ χορὸς τῶν ἁγίων καὶ θεοφιλῶν ἀνδρῶν ἐκ τοῦ Ἰουδαίων ἔθνους προεξεληλυθότων τοῦ βίου. Διὸ λέλεκται· « Καὶ ἡ κληρονομία μου Ἰσραήλ. Ὅτε γὰρ διεμέριζεν ὁ Ὕψιστος ἔθνη, ἐγενήθη μερὶς Κυρίου λαὸς αὐτοῦ Ἰακὼβ, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ. » Νῦν δὲ καὶ Αἰγύπτιοι λαὸς αὐτοῦ εἴρηται, καὶ λαὸς αὐτοῦ εὐλογημένος, καὶ Ἀσσύριοι ὁμοίως. Τὸ δὲ, « Ἐν τῇ γῇ ἣν ηὐλόγησε Κύριος Σαβαὼθ, » ἔχοι ἂν τὴν ἀναφορὰν καὶ ἐπὶ τὴν ἐπουράνιον, περὶ ἧς φησιν ὁ Σωτήρ· « Μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ
"In that day Israel shall be third among the Egyptians and among the Assyrians, blessed in the land which the Lord Sabaoth blessed, saying: Blessed be My people that is in Egypt, and that is among the Assyrians, and My inheritance Israel." Now if Israel is said to be going to be third among the Egyptians and among the Assyrians, blessed in the land which the Lord Sabaoth blessed, let us think the land to be none other than that of the Church of God. And by Israel can also be understood the whole choir of holy and God-loving men from the nation of the Jews who departed from life beforehand. Wherefore it has been said: "And My inheritance Israel. For when the Most High divided the nations, the Lord's portion became His people Jacob, the allotment of His inheritance Israel." Now, however, the Egyptians also have been called His people, and His blessed people, and the Assyrians likewise. And the phrase, "In the land which the Lord Sabaoth blessed," may also have reference to the heavenly land, concerning which the Saviour says: "Blessed are the meek, for they
PG 24:237Read from the pageκληρονομήσουσι τὴν γῆν· » ἔνθα καὶ ἡ ἐπουράνιος Ἱερουσαλὴμ, καὶ τὸ Σιὼν ὄρος ἐπουράνιον Θεοῦ.
shall inherit the earth," where also are the heavenly Jerusalem and Mount Sion, the heavenly mount of God.
« Τοῦ ἔτους οὗ εἰσῆλθε Ταναθὰν εἰς Ἄζωτον, ἡνίκα ἀπεστάλη ὑπὸ Ἀρνὰ βασιλέως Ἀσσυρίων, καὶ ἐπολέμησε τὴν Ἄζωτον, καὶ κατελάβετο αὐτήν· τότε ἐλάλησε Κύριος πρὸς Ἠσαΐαν λέγων· Πορεύου, καὶ ἄφελε τὸν σάκκον ἀπὸ τῆς ὀσφύος σου. » Θαυμάσαι δὲ ἔστι τὸν προφητικὸν βίον, ὃν ὁ μὲν Ἀπόστολος παρέστησεν εἰπὼν, « Περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι· » ἡ δὲ παροῦσα Γραφὴ ἑνὶ ἐνδύματι σάκκῳ τὸν Ἠσαΐαν κεχρημένον εἰσάγει, πενθοῦντα δηλαδὴ καὶ ἀποκλαιόμενον τοὺς διὰ τὰς οἰκείας ἀσεβείας μακρὰν ἀποπίπτοντας τοῦ Θεοῦ.
"In the year that Tanathan entered into Azotus, when he was sent by Arna king of the Assyrians, and warred against Azotus, and captured it: then the Lord spoke to Isaiah, saying: Go, and take off the sackcloth from your loins." One may marvel at the prophetic life, which the Apostle set forth when he said, "They went about in sheepskins, in goatskins, being destitute, afflicted, ill-treated"; while the present Scripture introduces Isaiah as using a single garment of sackcloth, mourning, that is to say, and bewailing those who through their own impieties fall far away from God.
« Καὶ τὰ σανδάλιά σου ὑπόλυσαι ἀπὸ τῶν ποδῶν σου. Καὶ ἐποίησεν οὕτως, πορευόμενος γυμνὸς καὶ ἀνυπόδετος. Καὶ εἶπε Κύριος, ὃν τρόπον πεπόρευται Ἠσαΐας ὁ παῖς μου γυμνὸς καὶ ἀνυπόδετος τρία ἔτη, τρία ἔτη ἔσται εἰς σημεῖα καὶ τέρατα τοῖς Αἰγυπτίοις καὶ Αἰθίοψιν. » Τὸ δὲ κελευσθέντα γυμνὸν βαδίσαι καὶ μὴ μελλῆσαι, πρᾶξαι δὲ τηῦτο παραχρῆμα ἐπ' ὀφθαλμῶν τῶν παρόντων αὐτῷ, μεγίστης ὑπακοῆς καὶ προθυμίας τῆς πρὸς τὸν Θεὸν δεῖγμα γένοιτο, παραστήματός τε καὶ φρονήματος ἐπηρμένου, πᾶσαν τὴν παρ' ἀνθρώποις δόξαν ἐν οὐδενὶ τιθεμένου. Ταῦτα δὲ πράξαντος τοῦ προφήτου, τὰ ὅμοια πείσεσθαι τῷ τοῦ προφήτου σχήματι τοὺς Αἰγυπτίους πολεμηθέντας ὑπὸ Ἀσσυρίων φησὶν ὁ Θεὸς, γυμνοὺς καὶ ἀνυποδέτους ἀπαχθήσεσθαι, οὐ μόνους, ἀλλὰ καὶ τοὺς ἐπικουρήσειν καὶ συμμαχήσειν αὐτοῖς ἐλπισθέντας Αἰθίοπας. Τῷ γὰρ πλήθει τῶν Αἰθιόπων καὶ τῇ τούτων χειρὶ, μεγάλα κατ' ἐκεῖνο καιροῦ δυναμένων, θαρῥοῦντες οἱ Αἰγύπτιοι, καταφρονητικῶς εἶχοντο τῶν Ἀσσυρίων· ἀλλ' ὁ Θεὸς τὸ μέλλον προφαίνει λέγων, « Ὃν τρόπον πεπόρευται ὁ παῖς μου Ἠσαΐας γυμνὸς καὶ ἀνυπόδετος, » καὶ τὰ ἑξῆς.
"And loose your sandals from off your feet. And he did so, going naked and barefoot. And the Lord said: Just as My servant Isaiah has gone naked and barefoot three years, three years shall he be for signs and wonders to the Egyptians and Ethiopians." That upon being commanded to walk naked he did not delay, but did this immediately before the eyes of those present with him, would be a proof of the greatest obedience and eagerness towards God, and of an elevated resolve and mind that counts all reputation among men as nothing. And when the prophet had done these things, God says that the Egyptians, warred upon by the Assyrians, will suffer things similar to the figure of the prophet: they will be led away naked and barefoot, not alone, but also the Ethiopians who had been hoped to come to their aid and fight alongside them. For taking courage in the multitude of the Ethiopians and in their might, since they were greatly powerful at that season, the Egyptians held the Assyrians in contempt; but God foretells the future, saying, "Just as My servant Isaiah has gone naked and barefoot," and what follows.
« Ὅτι οὕτως ἄξει βασιλεὺς Ἀσσυρίων τὴν αἰχμαλωσίαν Αἰγύπτου καὶ Αἰθιόπων, νεανίσκους καὶ πρεσβύτας γυμνοὺς καὶ ἀνυποδέτους, ἀνακεκαλυμμένους τὴν αἰσχύνην Αἰγύπτου. » Δόξει τὰ προκείμενα ἐναντία εἶναι τοῖς ἀρτίως εἰρημένοις, δι' ὧν ἔσεσθαι Αἰγυπτίων καὶ Ἀσσυρίων ἐπιμιξίαν εἴρηκεν ὁ λόγος· νῦν δὲ τὸν βασιλέα τῶν Ἀσσυρίων αἰχμαλώτους λήψεσθαί φησι τῶν Αἰγυπτίων τοὺς νεανίσκους καὶ τοὺς πρεσβύτας γυμνοὺς καὶ ἀνυποδέτους. Εὑρεθείη δ' ἂν λύσις τῆς ἀπορίας, εἰ ἐπιστήσαιμεν τῷ τρόπῳ τοῦ προφητικοῦ πνεύματος. Ὡς γὰρ τῇ Αἰγύπτῳ προσέσχε, συνεῖδε μὲν καὶ τὰ παραυτίκα τοῖς Αἰγυπτίοις μέλλοντα ἔσεσθαι κατὰ τὸν τοῦ προφήτου χρόνον, ἀπέβλεπε δὲ καὶ ἐπὶ τὰ μακροῖς ὕστερον χρόνοις ἀποβησόμενα χρηστὰ περὶ τὴν τῶν Αἰγυπτίων χώραν. Εἶτα πρῶτα χρηστὰ θεσπίσας διὰ τῶν ἔμπροσθεν, ἐπὶ τὰ παραχρῆμα γενησόμενα μεταβαίνει. Λυπηρὰ δὲ τοῖς Αἰγυπτίοις ταῦτα ἦν· ἃ καὶ οὐκ εἰς μακρὰν ἐπληροῦτο κατ' αὐτοὺς ἐκείνους, καθ' οὓς ὁ προφήτης ἐγνωρίζετο χρόνους. Ἀναγκαίως δὲ τὸ θεῖον
"For thus shall the king of the Assyrians lead the captivity of Egypt and of the Ethiopians, young men and elders naked and barefoot, having uncovered the shame of Egypt." What lies before us will seem to be contrary to the things just spoken, through which the word said there would be intercourse between Egyptians and Assyrians, whereas now it says that the king of the Assyrians will take captive the young men and the elders of the Egyptians naked and barefoot. Yet a solution to the difficulty may be found if we attend to the manner of the prophetic Spirit. For as it turned its attention to Egypt, it perceived at once both the things that were immediately going to happen to the Egyptians in the prophet's own time, and it looked afar also upon the good things that would come to pass long ages afterwards concerning the land of the Egyptians. Then, having first prophesied good things through what went before, it passes over to the things that would come to pass immediately. And these things were grievous for the Egyptians, which indeed were fulfilled not long afterwards in those very times in which the prophet was known. And of necessity the divine
Notes, col. 237
On the reading
Printed τηῦτο, for τοῦτο.
PG 24:240Read from the pageΠνεῦμα τῆς περὶ τοῦ Κυρίου εἰς Αἴγυπτον ἀφίξεως, καὶ περὶ τῶν ἐπ' αὐτῇ γενησομένων τοῖς Αἰγυπτίοις ἀγαθῶν θεσπίσαν, τὰ παραχρῆμα μέλλοντα τέλους τυγχάνειν συνῆψεν· ἵνα ἀπὸ τῆς τῶν παρόντων ἐκβάσεως καὶ τὰ μακροῖς ὕστερον χρόνοις μέλλοντα γίνεσθαι πιστευθείη τοῖς τότε τηνικαῦτα τῶν προφητικῶν λόγων ἐπακούουσι. Οὐκ ἦν οὖν ἐναντία τὰ προκείμενα τῶν διὰ τῶν ἔμπροσθεν προφητευομένων· τὰ μὲν γὰρ εἰς τοὺς προφητευομένους χρόνους· τὰ δὲ περὶ τῶν ἔγγιστα γενησομένων ἀνεφώνει
Spirit, having prophesied concerning the arrival of the Lord into Egypt and concerning the good things that would come to pass upon it for the Egyptians, subjoined the things that were immediately going to reach fulfilment, so that from the outcome of present events the things also that were going to happen long ages afterwards might be believed by those listening at that very time to the prophetic words. What lies before us, therefore, was not contrary to the things prophesied through what went before; for the former it proclaimed with reference to the times prophesied, and the latter concerning the things that would come to pass very soon
« Καὶ ἀναισχυνθήσονται ἡττηθέντες οἱ Αἰγύπτιοι ἐπὶ τοῖς Αἰθίοψιν, ἐφ' οἷς ἦσαν πεποιθότες οἱ Αἰγύπτιοι· ἦσαν γὰρ αὐτοῖς δόξα· » ἐρυθριῶντες ἐφ' οἷς ἐθάρσουν καὶ ἐπεποίθεισαν· ὡς καταγινώσκειν καὶ μέμφεσθαι αὐτοὺς ἑαυτούς.
"And the Egyptians, being defeated, shall be put to shame over the Ethiopians, in whom the Egyptians had trusted; for they were their glory"—blushing over those in whom they took courage and had trusted, so as to condemn and blame themselves.
« Καὶ ἐροῦσιν οἱ κατοικοῦντες ἐν τῇ νήσῳ ταύτῃ· Ἰδοὺ ἡμεῖς ἦμεν πεποιθότες τοῦ φυγεῖν εἰς αὐτοὺς εἰς βοήθειαν, οἳ οὐκ ἠδύναντο σωθῆναι ἀπὸ βασιλέως Ἀσσυρίων· καὶ πῶς ἡμεῖς σωθησόμεθα; »
"And those who dwell in this island shall say: Behold, we had trusted to flee to them for help, who were not able to be saved from the king of the Assyrians; and how shall we be saved?"
ΚΕΦΑΛΑΙΟΝ ΚΑʹ.
Chapter XXI.
« Τὸ ὅραμα τῆς ἐρήμου. Ὡς καταιγὶς δι' ἐρήμου διέλθοι, ἐξ ἐρήμου ἐρχομένη ἐκ γῆς· φοβερὸν τὸ ὅραμα, καὶ σκληρὸν ἀνηγγέλη μοι. Ὁ ἀθετῶν ἀθετεῖ, ὁ ἀνομῶν ἀνομεῖ. Ἐπ' ἐμοὶ οἱ Ἐλαμῖται καὶ οἱ πρέσβεις τῶν Περσῶν ἐπ' ἐμὲ ἔρχονται. » Πέρσαι γοῦν, Μήδους οὐκ εἰς μακρὰν διαδεξάμενοι, τὰ λείψανα τῆς Βαβυλῶνος καθεῖλον. Εἰκότως οὖν περὶ Βαβυλῶνος τὰ πηλεμικὰ εἰρῆσθαι ἡγοῦμαι. Τί δὲ βούλεται ὁ λόγος φάσκων, « Τὸ ὁραμα τῆς ἐρήμου; » Ἐντεῦθεν ἤδη Βαβυλῶνα ἔρημον ὀνομάζει διὰ τὰ θεσπισθέντα περὶ τῆς ἐρημίας αὐτῆς. Διὸ ἐκ προσώπου τῆς Βαβυλῶνος αὐτῆς οἶμαι ταῦτα λέγεσθαι, ὡς εἰς ἀκοὴν παραδεξαμένης τὰ μέλλοντα αὐτῇ ἐπιέναι κακὰ, εὐχομένης τε παρελθεῖν τὴν ἀκοὴν, καὶ μὴ γενέσθαι τὰ προσδοκώμενα.
"The vision of the desert. As a tempest might pass through a desert, coming out of a desert from the land; a fearful vision, and a harsh one, has been announced to me. The treacherous deals treacherously, the lawless acts lawlessly. Upon me the Elamites, and the envoys of the Persians come against me." Now the Persians, having succeeded the Medes not long afterwards, overthrew the remnants of Babylon. Reasonably, therefore, do I judge these warlike things to have been spoken concerning Babylon. And what does the word mean when it says, "The vision of the desert"? From this point already it names Babylon a desert because of the things prophesied concerning its desolation. Wherefore I think these things are spoken in the person of Babylon itself, as having received into its hearing the evils about to come upon it, and praying that the report might pass by and the things expected might not happen.
« Νῦν στενάξω καὶ παρακαλέσω ἐμαυτόν. Διὰ τοῦτο ἐνεπλήσθη ἡ ὀσφύς μου ἐκλύσεως, καὶ ὠδῖνες ἔλαβόν με ὡς τίκτουσαν. » Ἀλλ' ὡς ἔοικε νῦν στενάξω, ὅπερ πρότερον οὐκ ἔπραττον, ὑπερήφανος οὖσα, καὶ τῶν λοιπῶν ἐθνῶν κατεπαιρομένη· ὡς ἑτέροις ἐμποιεῖν στεναγμούς. Νῦν δὲ αὐτὴ ἐγὼ Βαβυλὼν, καὶ ὁ ἐν ἐμοὶ λαὸς, στενόξω, καὶ παρακαλέσω ἐμαυτὴν διὰ τοῦ στεναγμοῦ· ἐπειδὴ καθήψατό μου ἡ περὶ τῶν λεχθέντων ἀγγελία, ἧς ἕνεκα ἐπλήσθη ἡ ὀσφύς μου ἐκλύσεως πάλαι κατεσφιγμένη καὶ νεανιευομένη· ὀδύνη τε καὶ πόνοι κατέλαβόν με, ὡς μηδὲν διαφέρειν με τὴν Βαβυλῶνα, τὴν πάλαι ἑτέροις οὖσαν φοβερὰν, γυναικὸς τικτούσης. Ταῦτα δέ μοι συμβέβηκεν, ἐπειδήπερ ὁμολογῶ ἠδικηκέναι, ὅτε μηδενὸς ἤκουον τῶν παραινούντων μοι, καὶ ὅτε σπουδὴν ἐποιούμην μηδὲν ὀρθὸν βλέπειν. Διὸ, φησὶ, νῦν ἐξομολογουμένη φημί·
"Now I will groan and comfort myself. Therefore my loins have been filled with faintness, and pangs have seized me like a woman in travail." Indeed, as is fitting, now I will groan, which formerly I did not do, being proud and exalting myself over the rest of the nations, so as to cause groanings to others. But now I myself, Babylon, and the people in me, will groan, and will comfort myself through groaning; since the report concerning the things spoken has touched me, on account of which my loins, formerly girt tight and exulting in youth, have been filled with faintness; and pain and labours have overtaken me, so that I, Babylon, formerly fearful to others, differ in nothing from a woman giving birth. And these things have befallen me, inasmuch as I confess that I acted unjustly, when I listened to none of those admonishing me, and when I made it my study to look upon nothing upright. Wherefore, she says, now making confession I say:
« Ἠδίκησα τοῦ μὴ βλέπειν· πλανᾶται ἡ καρδία μου, καὶ ἡ ἀνομία μου βαπτίζει με· ἡ ψυχή μου ἐφέστηκεν εἰς φόβον. » Ταῦτα μὲν οἶμαι λελέχθαι τῷ προφήτῃ, προσωποιοῦντι τὴν Βαβυλῶνα, καὶ ὡς ἐξ αὐτῆς, ἢ καὶ τοῦ ἐν αὐτῇ κατοικοῦντος ἔθνους τὰ εἰρημένα προέρχεσθαι.
"I acted unjustly so as not to see; my heart wanders, and my lawlessness overwhelms me; my soul has stood in fear." These things indeed I think have been spoken by the prophet personifying Babylon, and that the things said proceed as if from her, or even from the nation dwelling in her.
« Ἑτοίμασον τὴν τράπεζαν, φάγετε, πίετε· ἀνα-
"Prepare the table, eat, drink; a-
Notes, col. 240
On the reading
Printed πηλεμικὰ, for πολεμικὰ.
Printed ὁραμα, for ὅραμα.
Printed στενόξω, for στενάξω.
Printed προσωποιοῦντι, for προσωποποιοῦντι.
PG 24:241Read from the pageστάντες, οἱ ἄρχοντες, ἀνασπάσατε θυρεούς. » Τὸ προφητικὸν πνεῦμα πρὸς τοὺς Μήδους καὶ τοὺς Ἐλαμίτας, καὶ πρὸς τοὺς πρέσβεις τῶν Περσῶν ἀποτείνεται, διεγεῖρον καὶ παρορμῶν αὐτοὺς ἐπὶ τὸν κατὰ Βαβυλωνίων πόλεμον. Διὸ ὡς πρὸς αὐτούς φησιν· « Ἑτοίμασον τὴν τράπεζαν, φάγετε, » καὶ τὰ ἑξῆς.
rising, you rulers, take up shields." The prophetic Spirit addresses itself to the Medes and the Elamites, and to the envoys of the Persians, rousing and urging them on to the war against the Babylonians. Wherefore, as speaking to them, it says: "Prepare the table, eat," and what follows.
« Ὅτι οὕτως εἶπε Κύριος πρὸς μέ· Βαδίσας σεαυτῷ στῆσον σκοπὸν, καὶ ὃ ἐὰν ἴδῃς, ἀνάγγειλον. Καὶ εἶδον ἀναβάτας ἱππεῖς δύο, καὶ ἀναβάτην ὄνου, καὶ ἀναβάτην καμήλου. Ἀκρόασαι ἀκρόασιν πολλὴν, καὶ κάλεσον Οὐρίαν εἰς τὴν σκοπιάν. » Σημεῖα δὲ καὶ σύμβολα ἦν ταῦτα τῆς τῶν πολεμίων παρατάξεως, ὧν οἱ μὲν ἐφ' ἁρμάτων ὀχούμενοι ἐπῄεσαν, οἱ δὲ ἐπὶ νωτοφόρων, τὰ δέοντα πρὸς χρείας ἐπαγόμενοι. « Ἀκρόασαι ἀκρόασιν πολλὴν, καὶ κάλεσον Οὐρίαν εἰς τὴν σκοπιὰν, » τὴν ῥηθήσεσθαι μέλλουσαν ἔπειτα, ἢ τὴν λέαιναν, ἢ τὸν Ἀριὴλ κάλεσαι, ὅπως καὶ αὐτὸς ἐλθὼν ὑπὸ τοῦ σκοποῦ θεαθείη, τοῦ προφήτου ἅμα τῷ σκοπῷ θεωμένου. Ὁ δὲ σημαίνων λέγει τὰ ἑξῆς. Οἶμαι διὰ τούτων σημαίνεσθαι τῆς Ἀσσυρίων βασιλείας τὴν παντελῆ καθαίρεσιν Θεοῦ κρίσει γενομένην. Ἀντὶ δὲ τοῦ, « Οὐρίαν, » ὁ μὲν Ἀκύλας, « λέοντα, » ὁ δὲ Σύμμαχος, « λέαιναν, » ὁ δὲ Θεοδοτίων, « Ἀριὴλ, » ἐξέδωκεν. Οὐδεὶς τοίνυν Οὐρίαν ὠνόμασεν· ἐπεὶ οὐδὲ ἡ Ἑβραϊκὴ φωνὴ ἐμνημόνευσε τοῦ Οὐρία.
"For thus said the Lord to me: Go and set a watchman for yourself, and whatever you see, declare. And I saw two mounted horsemen, and a rider on an ass, and a rider on a camel. Hearken with much hearkening, and call Urias to the watchtower." Now these were signs and symbols of the battle array of the enemies, some of whom advanced riding upon chariots, and others upon beasts of burden, bringing along the provisions needed for their wants. "Hearken with much hearkening, and call Urias to the watchtower"—that is, to call her who is about to be spoken of afterwards, either the lioness, or Ariel, so that he too on coming might be beheld by the watchman, while the prophet looked on together with the watchman. And he who gives the sign speaks what follows. I think that through these things is signified the complete overthrow of the kingdom of the Assyrians that came to pass by the judgement of God. Instead of "Urias," Aquila rendered "a lion," Symmachus "a lioness," and Theodotion "Ariel." No one, therefore, named Urias, since not even the Hebrew text made mention of Urias.
« Καὶ εἶπεν· ἔστην διαπαντὸς ἡμέρας, καὶ ἐπὶ τῆς παρεμβολῆς ἔστην ὅλην τὴν νύκτα. » Εἱστήκει τοίνυν καὶ ὁ προφήτης ἅμα τῷ σκοπῷ, καραδοκῶν τὴν μέλλουσαν αὐτοῖς ὀφθήσεσθαι ὄψιν τοῦ λέοντος καὶ τῆς λεαίνης, ἢ τοῦ Ἀριήλ. Διακαρτερήσας δὲ τὸν πάντα τῆς ἡμέρας καὶ τὸν τῆς νυκτὸς χρόνον, ἐπιλέγει· « Καὶ ἰδοὺ αὐτὸς ἔρχεται. » Τίς δὲ οὗτος, ἢ δηλονότι Ἀριὴλ ἐπιβεβηκὼς ξυνωρίδι; Διό φησι· « Καὶ ἰδοὺ αὐτὸς ἔρχεται καὶ ἀναβάτης ξυνωρίδος. » Τίς δὲ οὗτος ἄρα ἦν, ἢ τιμωρός τις ἄγγελος, δι' οὗ τὰ τῆς πολιορκίας τῆς Βαβυλῶνος ἔμελλε πληροῦσθαι; Τάχα που Ἀριὴλ ὀνομαζόμενος, ἢ καὶ αὐτὸς ἐκεῖνος ὁ ὡς λέων ὠρυόμενος, καὶ περιπατῶν ζητῶν τίνα καταπίῃ. Καὶ δὴ θεασάμενος αὐτὸν ὁ προφήτης, συνεῖδεν ὡς τιμωρητικὸς ὢν ἄγγελος τὴν τῆς Βαβυλῶνος ἀπώλειαν ἐργάζεται· διὸ ἐπιβοᾷ λέγων· « Πέπτωκε, πέπτωκε Βαβυλὼν, καὶ πάντα τὰ ἀγάλματα αὐτῆς, καὶ τὰ χει-
"And he said: I stood continually by day, and upon the camp I stood all the night." The prophet, therefore, also stood together with the watchman, eagerly awaiting the vision of the lion and of the lioness, or of Ariel, that was about to appear to them. And having persevered throughout the whole time of the day and of the night, he adds: "And behold, he himself comes." Now who is this, save plainly Ariel mounted upon a pair-horse chariot? Wherefore he says: "And behold, he himself comes, even a rider of a pair-horse chariot." And who then was this, save some avenging angel, through whom the matters of the siege of Babylon were about to be fulfilled? Perhaps named Ariel, or even that very one who as a roaring lion walks about seeking whom he may devour. And indeed upon beholding him the prophet perceived that, being an avenging angel, he works the destruction of Babylon; wherefore he cries out, saying: "Fallen, fallen is Babylon, and all her images, and the hand-
« Ἀκούσατε, οἱ καταλελειμμένοι καὶ οἱ ὀδυνώμενοι, ἀκούσατε, ἃ ἤκουσα παρὰ Κυρίου Σαβχὼθ, ὁ Θεὸς τοῦ Ἰσραὴλ ἀνήγγειλεν ἡμῖν. » Ἃ γὰρ ἐμοὶ ἀπεκάλυψε, ταῦτα καὶ ὑμῖν ἐξέφηνεν ὡς δι' ἑρμηνέως ἐμοῦ.
"Hear, you who are left behind and you who are in pain, hear the things that I heard from the Lord Sabaoth; the God of Israel has declared them to us." For the things that He revealed to me, these He has also set forth to you as through me His interpreter.
« Τὸ ὅραμα τῆς Ἰδουμαίας. Πρὸς ἐμὲ κάλει παρὰ τοῦ Σηείρ. Φυλάσσετε ἐπάλξεις. » Ἔοικε δὲ τοῖς ἑαυτοῦ γνωρί⟨μ⟩οις ὁ Θεὸς προσφωνεῖν λέγων· « Πρὸς ἐμὲ κάλει παρὰ τοῦ Σηείρ· » « τοὺς » γὰρ « φεύγοντας παρὰ τοῦ Σηεὶρ, » κατὰ τοὺς λοιπούς ἑρμηνευτὰς, « πρὸς ἐμὲ κάλει, » φησίν. Σηεὶρ δὲ ἐκαλεῖτο ἐν τῇ Ἀραβίᾳ ὄρος τοῦ Ἠσαῦ, ἐν ᾧ συνειστήκει αὐτοῦ τὰ βασίλεια· γνωρίζεται δὲ τοῖς ἐπιχωρίοις εἰσέτι καὶ νῦν οὕτω καλούμενον. Τοῖς οὖν ἀγωνιῶσι τὸν ἀπὸ τῶν Ἰδουμαίων φόβον φάσκει· Πρὸς ἐμὲ σπουδάζον-
"The vision of Idumaea. Call to Me from Seir. Guard the battlements." God seems to address His own acquaintances, saying: "Call to Me from Seir"; for "those fleeing from Seir," according to the rest of the interpreters, "call to Me," He says. Now Seir was the name in Arabia of the mountain of Esau, on which his royal seat had been established, and it is known to the inhabitants even until now as being so called. To those, therefore, who are in anguish over fear from the Idumaeans He says: Hastening to Me
Notes, col. 241
On the reading
Printed Σαβχὼθ, for Σαβαὼθ.
Printed λοιπούς, for λοιποὺς.
PG 24:244Read from the page«Κἀγὼ δὲ φυλάξω ὑμᾶς δι' ἡμέρας καὶ νυκτὸς, καὶ παρ' ἐμοὶ γένεσθε.» Εἴ τις ἐν ὑμῖν βοηθείας δεῖται, παρ' ἐμοῦ ζητείτω τὴν βοήθειαν· καὶ εἴ τις αὐτοῦ πεφρόντικε σωτηρίας, παρ' ἐμοὶ ἡκέτω. Ταῦτα μὲν εἰρῆσθαί μοι δοκεῖ πρὸς τοὺς ἐπτοημένους τὸν φόβον τῶν Ἰδουμαίων, οὓς πρὸς ἑαυτὸν ἀνακαλεῖ ὁ Θεὸς, ἐπαγγελλόμενος τὴν παρ' αὐτοῦ βοήθειαν, εἰ παραμένοιεν ἐν αὐτῷ.
"And I Myself shall guard you by day and by night, and come to be with Me." If anyone among you stands in need of help, let him seek help from Me; and if anyone has taken thought for his salvation, let him come to Me. These things seem to me to have been spoken to those terrified with the fear of the Idumaeans, whom God calls back to Himself, promising the help that comes from Him, if they should abide in Him.
«Ἐν τῷ δρυμῷ ἑσπέρας κοιμηθῇς, ἢ ἐν τῇ ὁδῷ Δαιδάν· εἰς συνάντησιν διψῶντι ὕδωρ φέρετε, οἱ ἐνοικοῦντες ἐν τῇ χώρᾳ Θαιμάν· ἄρτοις συναντᾶτε τοῖς φεύγουσιν διὰ τὸ πλῆθος τῶν πεφονευμένων, καὶ διὰ τὸ πλῆθος τῶν πλανωμένων, καὶ διὰ τὸ πλῆθος τῆς μαχαίρας, καὶ διὰ τὸ πλῆθος τῶν τοξευμάτων τῶν διατεταμένων, καὶ διὰ τὸ πλῆθος τῶν πεπτωκότων ἐν τῷ πολέμῳ.» Ἤδη γὰρ ἐπιστάντων τῶν κατακοπτόντων ὑμᾶς πολεμίων, οἱ μὲν πλεῖστοι τῶν ἐν ὑμῖν ἀπόλλυνται, εἷς δέ που καὶ δεύτερος, ἢ καὶ σφόδρα βραχεῖς εἰ περισωθεῖεν φυγῇ τὴν σωτηρίαν ποριζόμενοι, τούτοις αὐτοῖς ἐγὼ παρακελεύομαι, ὡσανεὶ φεύγουσι καὶ ἐκ τῆς φυγῆς παρειμένοις ἤδη καὶ ἐκλελυμένοις, μηκέτι γοῦν πόλιν οἰκεῖν ἔχοντες, οὗτοι ἐν δρυμῷ καὶ ἐν ἐρήμοις τόποις, καταλαβούσης αὐτοὺς ἑσπέρας κοιμηθήσονται. Ἀλλ' ἵνα μὴ λιμῷ διαφθαρεῖεν, κεκμηκόσιν αὐτοῖς καὶ διψῶσιν ἀπὸ καμάτου, προσφέρειν ὕδωρ καὶ ἄρτον παρακελεύομαι. Ταῦτα δὲ πρὸς ὑμᾶς φημι τοὺς τὴν Θαιμὰν οὕτω καλουμένην χώραν οἰκοῦντας, οὓς πρέπει δεξιῶς ἀποδέχεσθαι καὶ φιλανθρωπεύεσθαι τοὺς φυγάδας. Οἶμαι δὲ πόλιν ἔτι κατοικεῖν οὐ δυνάμενοι, ἐν ὁδοῖς καὶ δρυμοῖς αὐλισθήσονται. Διὸ μὴ παρίδητε οὕτως οἰκτρῶς λιμῷ φθειρομένους τοὺς διασωθέντας ἐκ τῆς τῶν πολεμίων μαχαίρας· οἳ μάλιστα ἐκ τοσούτου
"In the thicket you shall sleep at evening, or in the way of Daedan; bring water to meet him who is thirsty, you who dwell in the country of Thaeman; meet with loaves those who flee because of the multitude of the slain, and because of the multitude of those wandering astray, and because of the multitude of the sword, and because of the multitude of the stretched arrows, and because of the multitude of those who have fallen in the war." For now that the enemies who cut you down have come upon you, most of those among you perish, yet if one or two perhaps, or even very few, should be preserved alive, procuring safety by flight, regarding these very men I give command, as fleeing and from their flight already exhausted and faint; no longer, then, being able to inhabit a city, these will sleep in a thicket and in desert places when evening overtakes them. Yet lest they perish of famine, since they are weary and thirsty from toil, I command you to bring them water and bread. And these things I say to you who inhabit the country thus called Thaeman, whom it befits to welcome kindly and treat humanely the fugitives. And I suppose that, being no longer able to inhabit a city, they will bivouac in roads and thickets. Wherefore do not overlook those saved from the sword of the enemies perishing thus pitiably by famine; who especially out of so great
«Διότι οὕτως εἶπέ μοι Κύριος· Ἔτι ἐνιαυτὸς ὡς ἐνιαυτὸς μισθωτοῦ, ἐκλείψει ἡ δόξα τῶν υἱῶν Κηδὰρ, καὶ τὸ κατάλοιπον τῶν τοξευμάτων τῶν ἰσχυρῶν υἱῶν Κηδὰρ ἔσται ὀλίγον, ὅτι Κύριος ὁ Θεὸς Ἰσραὴλ ἐλάλησεν.» Ὅτι γέγονεν ἐγγὺς, καὶ οἷον εἴσω βέβηκε θυρῶν ὁ τῆς Ἰδουμαίας ὄλεθρος, καὶ ὅτι πάντη τε καὶ πάντως οἰχήσονται πρὸς ἀπώλειαν, κατεμπιπράντων αὐτοῖς τὰς πόλεις τῶν Βαβυλωνίων, καὶ ἅπασαν δὲ καταδηούντων τὴν χώραν, προαπαγγέλλει σαφῶς. Εἷς γὰρ ἔσται, φησὶν, ὁ ἐνιαυτὸς ὁ μεταξὺ, καὶ οἱ τῆς Κηδὰρ τοξόται, καίτοι, φησὶν, οὐκ ἀθαύμαστον· ἐπ' αὐτῷ δὲ τούτῳ τὴν ὑπόληψιν ἐσχηκότες, ἐκλείψουσί τε καὶ ἀπολοῦνται. Καὶ ἀληθὴς ἡ προαγόρευσις· Κύριος γὰρ ἐλάλησεν ὁ Θεὸς Ἰσραήλ. Ψεύσεται δὲ μᾶλλον οὐδαμῶς ἡ ἀλήθεια.
"Because thus the Lord said to me: Yet a year, as the year of a hired labourer, and the glory of the sons of Kedar shall fail, and the remnant of the strong bows of the sons of Kedar shall be small, because the Lord the God of Israel has spoken." That the destruction of Idumaea has drawn near and, as it were, stepped inside the doors, and that altogether and in every way they will depart into ruin, while the Babylonians burn down their cities for them and lay waste the whole country as well, he clearly foretells. For the intervening year, he says, shall be one, and the archers of Kedar—though, he says, it is no wonder, yet having gained their reputation for this very thing—shall both fail and perish. And the prediction is true; for the Lord the God of Israel has spoken, and the truth will by no means prove false.
ΚΕΦΑΛΑΙΟΝ ΚΒʹ.
Chapter XXII.
«Τὸ ὅραμα τῆς φάραγγος Σιών. Τί ἐγένετό σοι, ὅτι νῦν ἀνέβητε πάντες εἰς δώματα μάταια;» Τό γε μὴν προκείμενον φάραγγος Σιὼν ὅραμα οὐ τῆς αὐτῆς Σιὼν, ἀλλὰ περὶ τῆς προκειμένης αὐτῇ φάραγγος εἴρηται. Διόπερ ἐξῆς προϊὼν ὁ λόγος φησί· «Καὶ ἔσονται ἐκλεκταὶ φάραγγές σου, πλησθήσονται ἁρμάτων· οἱ δὲ ἱππεῖς ἐμφράξουσι τὰς πύλας
"The vision of the valley of Sion. What has happened to you, that now you have all gone up to vain housetops?" Now the present vision of the valley of Sion is spoken not of Sion herself, but concerning the valley lying before her. Wherefore, proceeding next in order, the word says: "And your chosen valleys shall be filled with chariots, and the horsemen shall block up the gates
Notes, col. 244