Κατέβη εις ᾅδου ἡ δόξα σου, ἡ πολλὴ εὐφροσύνη σου. Ὑποκάτω σου στρώσουσι σῆψιν, καὶ τὸ κατακάλυμμά σου σκώληξ. Πῶς ἐξέπεσεν ἐκ τοῦ οὐρανοῦ ὁ Ἑωσφόρος ὁ πρωῗ ἀνατέλλων: συνετρίβη πρὸς τὴν γῆν ὁ ἀποστέλλων πρὸς πάντα τὰ ἔθνη; » Οἱ μὲν ἐπὶ γῆς ὄντες, φησὶ, τὰ ἀνωτέρω εἰρημένα φήσουσιν· οἱ δὲ τὸν ἀνθρώπινον ἀπαλλάξαντες βίον, καὶ ὥσπερ ἐν δεσμοῖς τοῖς τοῦ ᾅδου χωρίοις ἀπολειφθέντες, καὶ αὐτοὶ τῇ ἀπωλείᾳ αὐτοῦ λέξουσι τὰ ἐπιφερόμενα. Φθάσας δὲ τοὺς ἐκεῖ πάντας ὁ ᾅδης, καὶ ἡ ἐφεστῶσα ταῖς τῶν τεθνηκότων ψυχαῖς δύναμις, ὥσπερ τις δεσμωτηρίου τυγχάνουσα φρουρὸς, κάτωθεν ἐκ τῶν σκοτεινῶν μυχῶν μετὰ θυμοῦ καὶ ὀργῆς ἐπαναστήσεταί σοι. Τούτου δὲ ὥσπερ ἄρχοντος τῶν ἐκεῖ κρατοῦντος τοῦ οἰκείου διεγερθέντος θρόνου, καὶ οἱ λοιποὶ πάντες γίγαντες, οἱ κατὰ τοὺς ἑρμηνευτὰς « Ῥαφαῗμ, » συνανέστησαν. Τίνες δὲ οὗτοι, διερμηνεύει λέγων· Οἱ ἄρχοντες τῆς γῆς, οἱ ἐγείραντες ἐκ τῶν θρόνων αὐτῶν πάντας βασιλεῖς ἐθνῶν, καὶ τὰ αὐτὰ τῷ κατηγορουμένῳ βασιλεῖ Βαβυλῶνος πράξαντες. Οἳ καὶ γυμνήν καὶ ἔρημον τοῦ σώματος τὴν τοῦ ποτε βασιλεύσαντος Βαβυλῶνος ψυχὴν ὁρῶντες φήσουσιν αὐτῇ· Καὶ σοῦ κρείττων γέγονε θάνατος, ὡς καὶ σὲ ὅμοιον ἡμῖν ἀπελέγξαι; Οὐδὲν ἄρα ἦν ὁ ὑπὲρ γῆν βίος, καὶ ὁ πλοῦτος καὶ ἡ δόξα, καὶ ἡ τοσαύτη δυναστεία· ἀλλὰ τῶν πάντων ἐκείνων πέρας γῆ καὶ σποδὸς διαδέξεται, σκώληξ τε καὶ σαρκῶν σῆψις. Ἡμεῖς δέ σε οὐ θνητὸν ἐνομίζομεν· ἀπατώμενοι δὲ τῇ περὶ σὲ δόξῃ, τῷ κατ' οὐρανὸν λαμπροτάτῳ φωστῆρι, τῷ τὸν ἥλιον προσκαλουμένῳ Ἑωσφόρῳ ἀπεικάζομεν. Σὺ δὲ ἐπὶ σαυτῷ καὶ μείζονα τούτων ἐφρόνεις γαυριῶν, καὶ μανίᾳ φρενῶν ἀλαζονευόμενος, ὡς σαυτὸν τῷ ὑψίστῳ Θεῷ παραβάλλειν, καὶ ὑπὲρ τὰς οὐρανίας ἁψῖδας τὸν σαυτοῦ θρόνον θήσειν φαντάζεσθαι. Ταῦτα μὲν οὖν περὶ σοῦ ἡμεῖς, θνητοῖς λογισμοῖς ἀπατώμενοι, διενεούμεθα· τοιαῦτα δὲ καὶ σὺ ἐπὶ σαυτῷ φρενῶν ἐκστάσει ἐφρόνεις. Ἦν δ' ἄρα καὶ τοῦ περὶ σὲ τέλους ἔλεγχος ὁ χρόνος καθ' ὃ ἑάλως· οὐδὲ τοῖς λοιποῖς ἀνθρώποις ὁμοίαν ἐσχηκὼς τελευτήν. Οἱ μὲν γὰρ ἐφ' ἡσυχίας, ἠρέμα καὶ πράως ἐπὶ τῆς ἑαυτῶν ἑστίας, τὸ χρέος ἀπέδοσαν· σὺ δὲ, τῇ τῶν πολεμίων μαχαίρᾳ τὴν ζωὴν ἀφαιρεθεὶς, νεκρὸς ἄταφος ῥιφήσῃ, θηρσὶ βορὰ καὶ οἰωνοῖς ἐγκείμενος. Ἕως μὲν οὖν συνειστήκει ἡ Βαβυλὼν, βασίλειόν τε ἦν καὶ δυναστεία μεγάλη τῶν αὐτόθεν κρατούντων· τάχα που καὶ ἡ ἐπιστατοῦσα δύναμις αὐτοῖς τὰ μεγάλα συνέπραττεν· ἐπεὶ δὲ ἠφάνιστο ἡ βασιλεία τοῦ ἔθνους, καὶ ὁ ἐφεστὼς αὐτοῖς ἄρχων, ὡσπερεὶ πληρώσας τοὺς ἑαυτοῦ χρόνους, εἰς τὸν τῶν ὁμοίων αὐτῷ χῶρον παρελαμβάνετο, ἐν ᾧ συνήντησαν αὐτῷ πάντες οἱ Ῥαφαῗμ καλούμενοι, ἢ οἱ γίγαντες· οὗτοι δὲ καὶ αὐτοὶ δυνάμεις εἰσί τινες, αἳ, ὡς εἰκὸς, ἦσαν ἑτέρων ἐθνῶν κατὰ χρόνους οὐκ ὀρθῶς ἡγησάμεναι. Μήτι οὖν αὐτὸς οὗτος ὁ τῆς Βαβυλῶνος ἄρχων ποτὲ γεγονὼς, τὴν ἑαυτοῦ γῆν διέφθειρε, Θεὸς παρ' αὐτοῖς νομιζόμενος, οὕτω δὲ καὶ τὸν ἑαυτοῦ λαὸν ἀπέκτεινε, καὶ τοὺς ἑαυτοῦ υἱοὺς σφαγῇ παραδέδωκεν, εἰς ἀπώλειαν τοῖς ὑπ' αὐτοῦ ἀρχομένοις, διὰ τὸ νομισθῆναι παρ' αὐτοῖς Θεὸς εἶναι γεγονώς; Εἰ δ'
Your glory has gone down to Hades, your great gladness. Beneath you they will spread corruption, and your covering is the worm. How has Lucifer, who rises early, fallen out of heaven: he who sends forth to all the nations has been crushed to the earth!" Those who are upon the earth, he says, will utter the things spoken above; while those who have departed human life, and been left behind as if in bonds in the regions of Hades, will themselves also speak what follows over his ruin. And anticipating all who are there, Hades, and the power set over the souls of the dead, being like some warder of a prison, from beneath out of the dark recesses with wrath and anger will rise up against you. And when this one, holding sway like a ruler over those there, has been roused from his own throne, all the remaining giants also, those called according to the translators "Raphaim," rose up together with him. And who these are he interprets, saying: The rulers of the earth, who raised up from their thrones all kings of nations, and did the same things as the accused king of Babylon. Seeing stripped also and bereft of its body the soul of him who once reigned over Babylon, they will say to it: Has death proved stronger even than you, so as to convict you also of being like us? Nothing, then, was life above the earth, and wealth and glory, and such great sovereignty; rather, earth and ashes will succeed as the end of all those things, the worm and the corruption of flesh. Yet we supposed you not to be mortal; and deceived by the glory surrounding you, we likened you to the brightest luminary in heaven, Lucifer who summons forth the sun. Yet you exulted and thought even greater things than these concerning yourself, boasting in madness of mind, so as to compare yourself to the Most High God, and to imagine that you would set your throne above the heavenly vaults. Such things, then, we, deceived by mortal reasonings, thought concerning you; and such things you too in derangement of mind thought concerning yourself. Yet after all, the very time whereby you were captured was proof of the end awaiting you; nor did you obtain a death like that of the rest of men. For they in quietness, gently and calmly upon their own hearth, paid their debt; whereas you, deprived of life by the sword of enemies, will be cast out an unburied corpse, lying exposed as prey for wild beasts and birds of prey. So long, therefore, as Babylon stood firm, it was both a royal seat and a great sovereignty of those who held sway from there; perhaps too the power presiding over them cooperated with them in great things; whereas once the kingdom of the nation had been wiped out, the ruler set over them also, as though having completed his own times, was received into the place of those like him, in which all those called Raphaim, or the giants, met him; and these themselves are also certain powers which, as is likely, had from time to time governed other nations unrighteously. Was it, then, this very one who had once been ruler of Babylon that destroyed his own land, being esteemed a God among them, and thus also slew his own people, and delivered his own sons to slaughter, unto ruin for those ruled by him, through having come to be esteemed among them to be God? Yet if