Migne Reading Room

PG 24 · cols. 816–825 · Read from the page

Against Marcellus

Against Marcellus

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 24:816Read from the page
Δεῖ γὰρ αὐτὸν βασιλεύειν ἕως ἂν θῇ τοὺς ἐχθροὺς αὐτοῦ ὑποπόδιον τῶν ποδῶν αὐτοῦ. Οὐκοῦν ὅρον τινὰ ἔχειν δοκεῖ ἡ κατὰ ἄνθρωπον αὐτοῦ οἰκονομία τε καὶ βασιλεία. Οὐδὲν γὰρ ἕτερον βούλεται ἢ τοῦτο τὸ ὑπὸ τοῦ Ἀποστόλου ῥηθὲν, » Ἕως ἂν θῇ τοὺς ἐχθροὺς αὐτοῦ ὑποπόδιον τῶν ποδῶν αὐτοῦ. » « Οὐκοῦν ἐπειδὰν τοὺς ἐχθροὺς σχῇ ὑποπόδιον τῶν ποδῶν, οὐκ ἔτι χρήζει τῆς ἐν μέρει ταύτης βασιλείας, πάντων καθόλου βασιλεὺς ὑπάρχων. Συμβασιλεύει γὰρ τῷ Θεῷ καὶ Πατρὶ, οὗ ὁ Λόγος ἦν τε καὶ ἔστιν. Οὐδὲ γὰρ αὐτὸς καθ' ἑαυτὸν ὁ Λόγος ἀρχὴν βασιλείας εἴληφεν, ἀλλ' ὁ ἀπατηθεὶς ὑπὸ τοῦ διαβόλου ἄνθρωπος, διὰ τῆς τοῦ Λόγου δυνάμεως, βασιλεὺς γέγονεν, ἵνα βασιλεὺς γενόμενος τὸν πρότερον ἀπατήσαντα νικήσῃ διάβολον. Διὰ τοῦτο καὶ αἱ Πράξεις τῶν ἀποστόλων περὶ τοῦ ἀνθρώπου τούτου, ὃν ἀνείληφεν ὁ τοῦ Θεοῦ Λόγος, καὶ ἀνειληφὼς ἐν δεξιᾷ τοῦ Πατρὸς καθέζεται, οὕτω διδάσκουσι λέγουσαι, ὃν δεῖ μὲν οὐρανὸν δέξασθαι ἄχρι χρόνων ἀποκαταστάσεως. Καὶ αὗται ὥσπερ ὅρον τινὰ καὶ προθεσμίαν ὁρίζουσαι ἐν ᾧπερ προσήκει τὴν κατὰ ἄνθρωπον οἰκονομίαν ἡνῶσθαι τῷ Λόγῳ, οὕτω λέγουσι. Τί γὰρ ἕτερον βούλεται τὸ, ἄχρι χρόνων ἀποκαταστάσεως, ἢ ὃν ἔμελλεν ἡμῖν συμαίνειν, ἐν ᾧ δεῖ πάντα τῆς τελείας τυχεῖν ἀποκαταστάσεως; Ἢ τοίνυν ἐν τῷ καιρῷ τῆς ἀποκαταστάσεως ἁπάντων καὶ τὴν κτίσιν ἐκ τῆς δουλείας εἰς τὴν ἐλευθερίαν μεταβληθήσεσθαι ὁ Παῦλος ἔφη· λέγει γὰρ ὅτι καὶ, αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ. Πῶς ἐστι τὴν τοῦ δούλου μορφὴν, ἣν ἀνείληφεν ὁ Λόγος μορφὴν οὖσαν δούλου, συνεῖναι τῷ Λόγῳ δυνατὸν γένοιτ' ἂν; Σαφῶς οὖν καὶ διαῤῥήδην ἐν βραχεῖ τινι χρόνῳ τῶν τε παρεληλυθότων καὶ τῶν μελλόντων αἰώνων τὴν κατὰ σάρκα οἰκονομίαν τοῦ Λόγου, δι' ἡμᾶς γεγενῆσθαι συμβέβηκε· καὶ ταύτην, ὥσπερ ἀρχὴν, οὕτω καὶ τέλος ἕξειν ὁ θεσπέ-
For He must reign until He puts His enemies as a footstool of His feet. Therefore His human dispensation and kingship seems to have a certain limit. For nothing else is meant than this by what was spoken by the Apostle: Until He puts His enemies as a footstool of His feet. Therefore, whenever He holds His enemies as a footstool of His feet, He no longer has need of this partial kingship, being universally King of all. For He reigns together with God and the Father, Whose Word He both was and is. For neither did the Word Himself of Himself receive a beginning of kingship, but the man who was deceived by the devil, through the power of the Word, became king, in order that having become king he might conquer the devil who formerly deceived him. For this reason also the Acts of the apostles teach thus concerning this man whom the Word of God assumed, and having assumed sits at the right hand of the Father, saying: whom heaven indeed must receive until the times of restoration. And these words also, as though fixing a certain limit and appointed term in which it is fitting that the human dispensation be united to the Word, speak thus. For what else does the phrase, until the times of restoration, mean than [the time] which it was about to signify to us, in which all things must obtain the perfect restoration? Truly then, in the season of the restoration of all things, Paul said that the creation also will be transformed out of bondage into freedom; for he says that the creation itself also shall be set free from the bondage of corruption into the freedom of the glory of the children of God. How is it that it could become possible for the form of the servant, which the Word assumed when it was the form of a servant, to coexist with the Word? Clearly therefore and expressly, within a certain brief time of both the past and the future ages, the dispensation of the Word according to the flesh has come to pass for our sake; and that just as it had a beginning, so also it will have an end, the divinely
Notes, col. 816

On the reading

Printed συμαίνειν, for σημαίνειν.

PG 24:817Read from the page
σιος εἴρηκε Παῦλος, οὕτω πως εἰπών· Εἶτα τὸ τέλος, ὅταν παραδιδῷ τὴν βασιλείαν τῷ Θεῷ καὶ Πατρί. » Τούτοις μεθ' ἕτερα ἐπιλέγει· « Οὐκοῦν οὐ δι' ἑαυτὸν, ἀλλὰ δι' ἡμᾶς, τὴν ἀνθρωπίνην ἀνείληφε σάρκα. Εἰ δὲ δι' ἡμᾶς ἀνειληφὼς φαίνεται, πάντα δὲ τὰ καθ' ἡμᾶς, τῇ αὐτοῦ προνοίᾳ καὶ ἐνεργείᾳ, ἐν τῷ καιρῷ τῆς κρίσεως τέλους τεύξεται, οὐκέτι οὐδὲ ταύτης τῆς ἐν μέρει βασιλείας ἔσται χρεία. » Ταῦτα Μάρκελλος εἰπὼν, εἶτα συναισθόμενος ἑαυτοῦ εἰς ἄτοπον ἐκπεπτωκότος, προστίθησι τοῖς εἰρημένοις ταῦτα· « Εἰ δέ τις λέγοι, διὰ ταῦτα τὴν ἀνθρωπίνην σάρκα ἀξίαν εἶναι τοῦ Λόγου, ὅτι διὰ τῆς ἀναστάσεως ἀθάνατον αὐτὴν ἀπειργάσατο, γνώτω, ὅτι οὐ πᾶν ὅπερ ἀθάνατον, τοῦτο ἄξιον Θεοῦ. Μείζων γὰρ καὶ αὐτῆς τῆς ἀθανασίας ὁ Θεὸς, ὁ τῇ ἑαυτοῦ βουλήσει καὶ τὰ μὴ ὄντα ἀθάνατα ποιεῖν δυνάμενος. Ὅτι δὲ οὐ πᾶν τὸ ἀθάνατον ἡνῶσθαι Θεῷ ἄξιον δῆλον, ὅτι καὶ ἀπὸ τοῦ, ἀρχὰς, καὶ ἐξουσίας, καὶ ἀγγέλους, ἀθανάτους ὄντας μηδὲν διαφορεῖν τῇ ἑνότητι τοῦ Θεοῦ. » Ταῦτ' εἰπὼν καὶ ὥσπερ εἰς βυθὸν ἀτοπίας ἑαυτὸν ἐκπεπτωκότα συναισθόμενος, ἀνακαλεῖσθαι πειρᾶται τρόπον τινὰ, ἐξομολογούμενος, ὅτι μηδὲν ἠπίστατο ὧν ἔλεγε. Διὸ ἐπανάγει· « Εἰ δέ τις περὶ τῆς σαρκὸς ταύτης τῆς ἐν τῷ Λόγῳ, ἀθανάτου γεγονυίας, πυνθάνοιτό τι, φαμὲν πρὸς αὐτόν· Ὅτι δογματίζειν μὲν ἡμεῖς περὶ ὧν μὴ ἀκριβῶς παρὰ τῶν θείων μεμαθήκαμεν Γραφῶν οὐκ ἀσφαλὲς εἶναι νομίζομεν. Πῶς γὰρ τοῦτο πράττειν δυνατὸν τοῖς καὶ τὰ ἑτέρων ἀνατρέπουσι δόγματα; Ἀλλ' ἐροῦμεν πρὸς τοὺς τὸν ἀκριβῆ περὶ τούτου μαθεῖν παρ' ἡμῶν βουλομένους λόγον, ὅτι πεισθόμενοι τῷ ἱερῷ Ἀποστόλῳ ἴσμεν, ὅτι οὕτως ἡμᾶς ὁρᾷν τὰ ἀποκεκρυμμένα μυστήρια προσήκει, ὡς αὐτὸς ἔφη, Βλέπομεν γὰρ ἄρτι, φησὶ, δι' ἐσόπτρου ἐν αἰνίγματι· τότε δὲ πρόσωπον πρὸς πρόσωπον. Ἄρτι γινώσκομεν ἐκ μέρους, τότε δὲ ἐπιγνωσόμεθα καθὼς καὶ ἐπεγνώσθημεν. Ὥστε μή μου πυνθάνου περὶ ὧν σαφῶς παρὰ τῆς θείας Γραφῆς μὴ μεμάθηκα. Διὰ τοῦτο τοίνυν οὐδὲ περὶ τῆς θείας ἐκείνης, τῆς τῷ θείῳ Λόγῳ κοινωνησάσης σαρκὸς, σαφῶς εἰπεῖν δυνήσομαι. Νῦν δὲ πιστεύω ταῖς θείαις Γραφαῖς, ὅτι εἷς Θεὸς, καὶ ὁ τούτου Λόγος, προῆλθε μὲν τοῦ Πατρὸς, ἵνα πάντα δι' αὐτοῦ γένηται, μετὰ δὲ τὸν καιρὸν τῆς κρίσεως, καὶ τὴν τῶν ἁπάντων διόρθωσιν, καὶ τὸν ἀφανισμὸν τῆς ἀντικειμένης ἁπάσης ἐνεργείας, τότε αὐτὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα Θεῷ καὶ Πατρὶ, ἵνα οὕτως ᾖ ἐν Θεῷ ὁ Λόγος, ὥσπερ καὶ πρότερον ἦν. » Τοιοῦτο τέλος ἐπήγαγε τῇ σαρκὶ τοῦ Σωτῆρος ἡμῶν ὁ θαυμαστὸς οὗτος συγγραφεὺς,
inspired Paul has spoken, saying somewhat thus: Then comes the end, when He delivers up the kingship to God and the Father." To these words after other matters he adds: "Therefore not on His own account, but for our sake, did He assume human flesh. And if He appears to have assumed it for our sake, and all things that concern us, by His providence and activity, will reach an end in the season of the judgement, there will no longer be need even of this partial kingship." Having said these things, Marcellus, next perceiving that he had fallen into absurdity, adds these words to what had been said: "And if someone should say that for these reasons human flesh is worthy of the Word, because through the resurrection He rendered it immortal, let him know that not everything that is immortal is thereby worthy of God. For God is greater even than immortality itself, He Who by His own will is able to make immortal even the things that are not. And that not everything immortal is worthy to be united to God is plain also from the fact that principalities, and authorities, and angels, though immortal, in no way pertain to the unity of God." Having said these things, and perceiving himself to have fallen as it were into an abyss of absurdity, he tries in a certain manner to retract, confessing that he understood nothing of the things he was saying. Wherefore he continues: "And if anyone should inquire anything concerning this flesh that is in the Word, which has become immortal, we say to him: That for us to dogmatize about matters which we have not accurately learned from the divine Scriptures, we consider unsafe. For how is it possible for those who also overturn the doctrines of others to do this? Rather, we shall say to those wishing to learn from us the accurate account concerning this, that in obedience to the sacred Apostle we know that it is fitting for us so to view the hidden mysteries as he himself said: For now we see, he says, through a mirror in a riddle, but then face to face; now we know in part, but then we shall know fully even as we also have been fully known. So do not inquire of me concerning things which I have not clearly learned from divine Scripture. For this reason, therefore, neither concerning that divine flesh which shared in fellowship with the divine Word shall I be able to speak clearly. But now I believe the divine Scriptures, that there is one God, and that His Word came forth indeed from the Father in order that all things might come to be through Him, and after the season of the judgement, and the rectification of all things, and the abolition of every opposing power, then He Himself will be subjected to God and the Father Who subjected all things to Him, so that thus the Word may be in God, just as He also was before." Such an end did this admirable writer assign to the flesh of our Saviour,
Notes, col. 817

On the reading

Printed διαφορεῖν, for διαφέρειν.

PG 24:820Read from the page
ἀμνημονήσας ὧν περὶ αὐτῆς διὰ τῶν ἔμπροσθεν εἴρηκεν. Εἶθ', ὁ σαφῶς οὕτω τὸ σῶμα τὸ σωτήριον ἔρημον τοῦ Λόγου γενήσεσθαι, μετὰ τὸν τῆς κρίσεως καιρὸν ἀποφηνάμενος εὐλάβειαν προσποιεῖται, καὶ μὴ εἰδέναι φησὶν ἀποκρίνεσθαι, εἴ τις αὐτὸν ἔροιτο περὶ τῆς σαρκὸς, φῆσαι δ' ἂν πρὸς τὸν ἐρωτῶντα, Μή που πυνθάνου περὶ ὧν μὴ μεμάθηκα. Ἀλλά καὶ ὁ τυχὼν εἶπεν ἂν πρὸς αὐτόν· τί δὴ οὖν σαυτον σκώπτεις, ἄνθρωπε; Τί δὲ κατὰ κρημνῶν ὠθεῖς, περὶ ὧν μὴ μεμάθηκας ὁριζόμενος ἐγγράφως; Τί δὲ μὴ φυλάττεις ἃ παρὰ τῶν ἐκκλησιαστικῶν πατέρων τε καὶ διδασκάλων παρείληφας, νεωτερίζεις δ' ἄντικρυς νέαν καὶ ξενίζουσαν εἰσάγων τῷ βίῳ διαστροφὴν, ἀρχήν τε πρόσκαιρον καὶ νεωτέραν τῇ βασιλείᾳ τοῦ Χριστοῦ διδοὺς, καὶ ταύτης τέλος ὑφιστάμενος, καὶ τὸν μὲν ἀληθῶς μονογενῆ τοῦ Θεοῦ Υἱὸν ἀρνούμενος, Λόγον δὲ ψιλὸν, ἀνούσιον καὶ ἀνυπόστατον ὑποτιθέμενος· ὃν οὐδ' ἕτερον ἢ ἓν καὶ ταὐτὸν τῷ Θεῷ εἶναι φής; Ὅ δὴ καὶ πᾶς εἴποι ἂν ἀρνούμενος τὸν Υἱὸν τοῦ Θεοῦ, εἰκότως. Οὐ γὰρ υἱὸς ὁ μὴ ὑφεστὼς Λόγος, ὡς οὐδὲ ἐν ἀνθρώπῳ λόγος υἱὸς ἄν ποτε ῥηθείη ἀνθρώπου, ἐνεργείᾳ μόνῃ ἐν τῷ λαλοῦντι συνιστάμενος. Τοῦτο δ' ἐκ τοῦ Πατρὸς, πρὸ ἐτῶν οὐδ' ὅλων τετρακοσίων, διὰ τῆς ἀναλήψεως τῆς σαρκὸς, Υἱὸν τοῦ Θεοῦ γεγεννῆσθαι καθὼς φὴς, καὶ Ἰησοῦν καὶ Χριστὸν ὠνομάσθαι ἄνω, εἰκόνα τε τοῦ Θεοῦ τοῦ ἀοράτου χρηματίσαι, καὶ πρωτότοκον πάσης κτίσεως, καὶ δὴ καὶ βασιλέα τότε γενέσθαι ἀρξάμενον τούτων ἁπάντων, ἐκ τοῦ δηλωθέντος χρόνου, ἔπειτα καιρῷ τῆς συντελείας τούτων ἁπάντων ἀθρόως παυθήσεσθαι. Ποῦ δὴ οὖν ταῦτα μεμάθηκας; Τίς δέ σοι τούτων κατέστη διδάσκαλος, τίς ἐπισκόπων, ποῖαι σύνοδοι, ποῖον ἐκκλησιαστικῶν ἀνδρῶν γράμμα, που δέ σοι τὸ σῶμα τὸ ἀθάνατον χωρήσειε τοῦ Σωτῆρος; ἀθάνατον γὰρ ὁμολογῶν καὶ θεῖον ὀνομάζων αὐτὸ, πάντως που καὶ ἄφθαρτον καὶ ἀδιάλυτον ὑποθήσῃ· πεφυκὸς δὲ τοιοῦτον, μένει συνεστὼς δηλαδὴ καὶ ἀδιάλυτον. Ἀλλὰ τὸν Λόγον ἀφήρεις αὐτοῦ, καὶ τῷ Θεῷ συνῆπτες. Οὐκοῦν ἄνευ Λόγου μόνου τὸ σῶμα στήσεται ἐν ἀθανάτῳ καὶ ἀφθάρτῳ ἀλογίᾳ καὶ ἀκινησίᾳ; τὸ δὲ αὐτὸς ὁ Λόγος εἰς τὸν Θεὸν χωρήσει, καὶ συναφθήσεται αὖθις αὐτῷ μετὰ τὸν τῆς σαρκὸς χωρισμόν. Ἆρα μὴ ὢν ἐν τῷ Θεῷ, ὅτε τῇ σαρκὶ συνῆν· ἀλλ' ὢν ἐν αὐτῷ διὰ παντὸς, συναΐδιός τε ὢν καὶ ἓν καὶ ταὐτὸν τῷ Θεῷ; Πῶς οὖν ὑπῆρχεν ἐν τῷ σώ-
forgetting what he has said concerning it in what went before. Then he who so plainly pronounced that the saving body will become bereft of the Word after the season of the judgement feigns reverence, and says he does not know how to answer if anyone should ask him concerning the flesh, and would say to the questioner: Do not inquire anywhere concerning things which I have not learned. Yet even any ordinary person would say to him: Why then do you mock yourself, O man? And why do you hurl yourself down precipices, defining in writing matters which you have not learned? And why do you not guard what you have received from the ecclesiastical fathers and teachers, whereas you innovate outright, introducing into life a new and strange perversion, assigning both a temporary and novel beginning to the kingship of Christ, and positing an end to it, and denying on the one hand the truly only-begotten Son of God, while supposing on the other a bare Word, unsubstantial and non-subsistent, Which you say is nothing else than one and the very same with God? Which very thing indeed anyone denying the Son of God might reasonably say. For the Word that does not subsist is not a son, just as neither in a man could a word ever be called a son of a man, subsisting by activity alone in him who speaks. And [you say] that this [Word] from the Father, not even four hundred whole years ago, through the assumption of the flesh, was begotten as Son of God, as you say, and was named Jesus and Christ above, and was styled image of the invisible God and firstborn of all creation, and indeed also became king, having then begun all these things from the time indicated, and thereafter at the season of the consummation will all at once cease from all these things. Where then have you learned these things? And who became your teacher of them—which of the bishops, what synods, what writing of ecclesiastical men—and whither for you would the immortal body of the Saviour go? For confessing it to be immortal and calling it divine, you will doubtless also suppose it incorruptible and indissoluble; and being such by nature, it plainly remains subsistent and indissoluble. Yet you were taking the Word away from it, and joining Him to God. Will the body then stand without the Word alone in an immortal and incorruptible irrationality and immobility? Meanwhile the Word Himself will withdraw into God, and will be joined again to Him after the separation of the flesh. Was He then not in God when He was with the flesh—though being in Him continually, and being co-eternal and one and the same with God? How then did He exist in the bo-
Notes, col. 820

On the reading

Printed Ἀλλά, for Ἀλλὰ.

Printed σαυτον, for σαυτὸν.

Printed που, for ποῦ.

Printed ἀφήρεις, for ἀφῄρεις.

PG 24:821Read from the page
ματι, εἰ μὲν ψυχῆς δίκην οἰκῶν ἐν αὐτῷ; ἔσται ἄρα ἐν ὑποστάσει, τοῦ Πατρὸς κεχωρισμένος, ζῶν τε καὶ ὑφεστὼς ἐν ἦ ἀνείληφε σαρκί. Τί οὖν ἐκώλυεν, καὶ πρὸ τῆς τοῦ κόσμου συστάσεως, Υἱὸν Θεοῦ ζῶντα αὐτὸν ὁμολογεῖν; Ἀλλ' εἴποι ἂν ἴσως, ἐνεργείᾳ μόνῃ, οὐχὶ δὲ οὐσίας ὑποστάσει, καὶ ἐν τῷ σώματι γεγονέναι· « δραστικῇ γὰρ ἐνεργείᾳ μόνῃ, φησὶ, τῇ σαρκὶ συνὼν τὸ κινεῖν αὐτὴν, καὶ πράττειν, ὅσαπερ ἐν Εὐαγγελίοις φέρεται, οὐσίᾳ τῷ Θεῷ συνῆπτο, οἷα Λόγος ὑπάρχων αὐτοῦ ἀχώριστος καὶ ἀδιάστατος. » Εἰ δὴ ταῦτα λέγει, ἐρωτήσασιν ἡμῖν ἀποκρινάσθω· Ἆρ' ἐπὶ μόνην τὴν σάρκα ταύτην ἡ τοῦ Λόγου ἐνέργεια ἔφθακεν, οὐχὶ δὲ καὶ ἐφ' ἑτέρους ἀνθρώπους τοὺς ἁγίους τοῦ Θεοῦ, καὶ εἰς τὰ λοιπὰ δὴ πάντα τοῦ Λόγου δημιουργήματα; οὐχὶ ὁ αὐτὸς ἐνεργεῖ Λόγος; Καὶ μὴν μεμαθήκαμεν, ὡς « τῷ Λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, » καὶ « δι' αὐτοῦ πάντα ἐγένετο· καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν. » Οὐκοῦν ὅτι ἐνεργεῖ καὶ ἐπὶ πάντων· ἔγνωμεν ἀπὸ τῶν θείων Γραφῶν, καὶ ὡς Λόγος Κυρίου ἐγένετο πρὸς Ὡσηὲ τὸν τοῦ Βεηρί· καὶ, Λόγος Κυρίου ἐγενήθη πρὸς Ἠσαῗαν υἱὸν Ἀμώς· καὶ ὡς ἐγένετο Λόγος Κυρίου πρὸς Ἰερεμίαν· » καὶ ἐφ' ἑκάστου δὲ προφήτου ὁ αὐτὸς ἐνήργει τοῦ Θεοῦ λόγος. Ἄρ' οὖν τῆς ἴσης ἀξίας τῷ μονογενεῖ Υἱῷ τοῦ Θεοῦ κἀκείνοις ἅπασι μετῆν, καὶ πλέον οὐδὲν ὑπῆρχε τῷ Σωτῆρι, εἰ δὴ ἐνεργείᾳ μόνῃ ὑπὸ τοῦ Λόγου τοῦ τῷ Θεῷ συνημμένου ἐκινεῖτο. Ἀλλ' οὐδὲ τὰ ἴσα τοῖς προφήταις φέρειν δίδωσι Μάρκελλος τῷ Χριστῷ τοῦ Θεοῦ. Οἱ μὲν γὰρ ζωῆς αἰωνίου ἀθανάτου τε καὶ ἀτελευτήτου τεύξονται, εἰς τοὺς ἅπαντας αἰῶνας ἐν τῇ κατηγγελμένῃ τῶν οὐρανῶν βασιλείᾳ βιωσόμενοι, ἀγαθῶν τε ἀπολαύσοντες, ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη· ὁ δὲ Χριστὸς τοῦ Θεοῦ, αὐτὸς ὁ κοινὸς ἁπάντων Σωτὴρ, ὁ πρωτότοκος τῶν νεκρῶν, ἡ ἐλπὶς τῆς τῶν ἁγίων ἀναστάσεως, μόνος ἄρα τότε ἀπολειφθήσεται παυθησημένης αὐτοῦ τῆς βασιλείας, καὶ τῆς ζωοποιοῦ σαρκὸς ἐρήμου καὶ ἀλόγου καταλειφθησομένης, ὡς μήτε προϋπάρχειν αὐτὸν Υἱὸν Θεοῦ ὄντα, μήτε διαρκεῖν εἰς ἄπειρον, κατὰ τὴν τοῦ Μαρκέλλου διδασκαλίαν. Εἰκότως ἄρα ταῦτα βασιλέα τὸν ὡς ἀληθῶς θεοφιλῆ καὶ τρισμακάριον κατὰ τοῦ ἀνδρὸς ἐκίνει, καίτοι μυρία κολακεύσαντος, καὶ πολλὰ βασιλέως ἐγκώμια αὐτοῦ ἐν συγγράμματι διελθόντος. Ταῦτα δὲ καὶ τὴν ἁγίαν σύνοδον, ἐν τῇ βασιλικῇ συνελθοῦσαν πόλει ἐξ ἐπαρχιῶν διαφόρων, Πόντου καὶ Καππαδοκίας, Ἀσίας τε καὶ Φρυγίας, καὶ Βιθυνίας, Θρᾴκης τε καὶ τῶν ἐπέκεινα μερῶν, στηλι-
dy, if indeed dwelling in it after the manner of a soul? He will then be in hypostasis, separated from the Father, both living and subsisting in the flesh in which He assumed it. What then prevented confessing Him to be the living Son of God even before the constitution of the world? But perhaps he might say that even in the body He came to be by activity alone, and not by hypostasis of essence: "for being present with the flesh by effective activity alone," he says, "so as to move it and perform whatsoever things are related in the Gospels, in essence He was conjoined to God, existing as His inseparable and unparted Word." If indeed he says these things, let him answer us when we ask: Did the activity of the Word reach to this flesh alone, and not also to other men, the saints of God, and indeed to all the remaining creations of the Word? Does not the same Word operate? And surely we have learned that "by the Word of the Lord the heavens were established," and "all things came to be through Him, and without Him came to be not even one thing." Therefore that He operates also over all things we have known from the divine Scriptures, and how the Word of the Lord came to Hosea the son of Beeri; and, The Word of the Lord came to Isaiah the son of Amoz; and how the Word of the Lord came to Jeremiah; and in each prophet the same Word of God operated. Did all those, therefore, share in equal dignity with the only-begotten Son of God, and did nothing more belong to the Saviour, if indeed He was moved by activity alone by the Word conjoined to God? Yet Marcellus does not grant to the Christ of God to bear even equal honours with the prophets. For they indeed will obtain life eternal, immortal, and endless, going to live for all ages in the promised kingdom of the heavens, and going to enjoy good things which eye has not seen and ear has not heard and have not entered into the heart of man; whereas the Christ of God, Himself the common Saviour of all, the firstborn of the dead, the hope of the resurrection of the saints, will then alone be left behind, His kingship being brought to an end, and His life-giving flesh being left desolate and irrational, so that neither did He pre-exist being Son of God, nor does He endure unto infinity, according to the teaching of Marcellus. Reasonably therefore did these things move the truly God-beloved and thrice-blessed emperor against the man, even though he had flattered him ten thousand times and rehearsed many praises of the emperor in his treatise. And these things also, as regards the holy synod assembled in the imperial city out of diverse provinces, Pontus and Cappadocia, Asia and Phrygia, and Bithynia, Thrace and the regions beyond, to pil-
Notes, col. 821

On the reading

Printed ἦ, for ᾗ.

Printed Ἄρ', for Ἆρ'.

Printed παυθησημένης, for παυθησομένης.

PG 24:824Read from the page
τεύειν τὸν ἄνδρα, διὰ τῆς κατ' αὐτοῦ Γραφῆς, καὶ μὴ θέλουσαν, ἐξεβιάζετο. Ταῦτα καὶ ἡμᾶς, ἐπὶ τὴν μετὰ χεῖρα ἐξέτασιν προελθεῖν κατηνάγκασεν, ὁμοῦ δὲ τοῖς δόξασιν τῇ ἁγίᾳ συνόδῳ παρισταμένους, ὁμοῦ· καὶ τοῖς συλλειτουργοῖς προστάξασι τοῦτο πρᾶξαι τὸ ἱκανὸν ποιουμένους. Μάλιστα δέ μοι ἀναγκαῖον ἡγοῦμαι γεγεννῆσθαι τὸ γράμμα διὰ τοὺς ἠδικῆσθαι τὸν ἄνδρα νενομικότας. Χρὴ γὰρ ἀποθεραπεῦσαι τὴν τῶν ἡμετέρων ἀδελφῶν ὑπόνοιαν, διὰ τοῦ φανερὰν καταστῆσαι τὴν μακροῖς μὲν χρόνοις ἐμφωλεύσαμεν αὐτῷ εἰς τὸν Υἱὸν τοῦ Θεοῦ ἀπιστίαν, νυνὶ δὲ ἐληλεγμένην διὰ τῆς αὐτοῦ γραφῆς· ἣν, μηδενὸς καλοῦντος, αὐτόμολος φέρων παρῆν, βασιλεῖ τε ἐπὶ χεῖρα δοὺς, ἠξίου διαγνῶναι τὰ ἐγγεγραμμένα· τάχα που ἐλπίσας τῶν εἰς αὐτὸν ἐγκωμίων χάριν αὐτὸς μὲν τυχεῖν προνομίας τῆς παρ' αὐτῷ τῷ βασιλεῖ, τοὺς δ' ὑπ' αὐτοῦ κακηγορηθέντας ἐπισκόπους ὑποβληθῆναι τιμωρίᾳ. Οὐ μὴν κατ' ἐλπίδας αὐτῷ τὰ τῆς ἐκβάσεως προχωρεῖ. Θεὸς γὰρ ἦν ὁ τούτων κριτὴς, καὶ αὐτὸς Χριστὸς Ἰησοῦς, ὁ πρὸς τοῦ συγγραφέως ἀθετούμενος, ἃς δὴ τὰ κρύφια τοῦ ἀνδρὸς συνορῶν, αὐτὸν αὐτοῦ κατήγορον ἅμα καὶ ἔλεγχον, μηδενὸς συνελαύνοντος, γίγνεσθαι παρεσκεύαζεν. Ὅθεν ὁ μὲν ἐπὶ τῷ συγγράμματι καλλωπιζόμενος βασιλεῖ προσῄει, ὁ δὲ τῇ συνόδῳ παρεδίδου τὴν διάκρισιν τῶν ἐγγεγραμμένων. Ἡ δ' ἁγία τοῦ Θεοῦ σύνοδος ἀπεδοκίμαζε τὸ γράμμα. Εἰκότως ὅτι μήτε ἀρχὴν μήτε τέλος εὐσεβὲς ὁμολογεῖ τοῦ Υἱοῦ τοῦ Θεοῦ.
lory the man through the written indictment against him, compelled it even though unwilling. These things constrained us also to proceed to the examination now in hand, both standing by the decrees of the holy synod together, and together rendering satisfaction to our fellow-ministers who enjoined us to do this. Above all, it seems to me necessary that this treatise has been produced on account of those who have supposed that the man has been wronged. For it is needful to heal away the suspicion of our brethren by making manifest the unbelief towards the Son of God that for long times lurked in him, and has now been exposed through his own writing; which, with no one summoning him, he came bringing of his own accord, and having placed it into the emperor's hand, asked him to adjudicate what was written therein—hoping perhaps on account of his praises of him that he himself would obtain privilege from the emperor himself, while the bishops maligned by him would be subjected to punishment. Yet the outcome did not proceed according to his hopes. For God was the judge of these matters, and Christ Jesus Himself, Who was rejected by the writer, Who indeed, beholding the hidden things of the man, contrived that with no one driving him on he should become at once his own accuser and refutation. Hence, while the one approached the emperor priding himself upon his treatise, the latter handed over to the synod the discernment of what was written therein. And the holy synod of God disapproved the writing—reasonably, since it confesses neither a pious beginning nor a pious end of the Son of God.
Τῼ ΤΙΜΙΩΤΑΤῼ ΚΑΙ ΑΓΑΠΗΤῼ ΣΥΛΛΕΙΤΟΥΡΓῼ ΦΛΑΚΙΛΛῼ ΕΥΣΕΒΙΟΣ ΕΝ ΚΥΡΙῼ ΧΑΙΡΕΙΝ.
To his most honoured and beloved fellow-minister Flacillus, Eusebius greeting in the Lord.
Εἰ πρὸς τὴν ἀδόλεσχον καὶ πολυεπῆ Μαρκέλλου γραφὴν τὰ παρ' ἡμῶν ἐν βραχέσιν ἤρκεσεν, οὐ χρὴ θαυμάζειν. Οὐ γὰρ δὴ πολλῶν ἔδει λόγων πρὸς ἀνατροπὴν, τῶν αὐτόθεν καὶ τοῖς τυχοῦσι κατεγνωσμένων. Διὸ δὴ ἐν δυσὶ τοῖς πρώτοις, μόνῃ τῇ παραθέσει τῶν τοῦ ἀνδρὸς ῥημάτων χρησάμενος δίχα πάσης ἀντιῤῥήσεως, ἐξ αὐτῶν τὸν κατ' αὐτῶν ἔλεγχον φανερὸν ἐποιούμην. Νυνὶ δὲ πρὸς ἐκείνῃ τῇ φωρᾷ καὶ τὴν ἀνατροπὴν τῶν αὐτῶν διὰ τριῶν τῶν μετὰ χεῖρας προσήγαγον. Ὁ μὲν γὰρ, ἕν τι διωλύγιον
If against the garrulous and wordy writing of Marcellus what was said by us briefly sufficed, one need not wonder. For indeed there was no need of many arguments for the refutation of things condemned straightway even by ordinary people. Wherefore in the first two books, having made use solely of the citation of the man's own words apart from any counter-argument, out of them I made plain the refutation against them. But now, in addition to that exposure, I have also brought forward the refutation of the same things through the three books in hand. For he, on the one hand, [having composed] one single prolix
Notes, col. 824

On the reading

Printed ἐμφωλεύσαμεν, for ἐμφωλεύσασαν.

Printed ἃς, for ὃς.

PG 24:825Read from the page
καὶ πολυπλανὲς σύγγραμμα συντάξας, τοῦτό φησι πεποιηκέναι, διὰ τὸ ἕνα γνωρίζειν Θεόν· μή πη λάθῃ τῷ Υἱῷ τοῦ Θεοῦ χώραν διδοὺς ὑποστάσεως, διελὼν τὴν γραφήν. Ἡμεῖς δὲ τὴν παναγίαν καὶ τρισμακαρίαν τιμῶντες Τριάδα, ἐν τοσούτοις τὴν πᾶσαν ὑπόθεσιν συνειλήφαμεν· φεισάμενοι μὲν πολυλογίας, ἐν ἐπιτόμοις δὲ καὶ βραχέσι τὴν ἀληθῆ παραστήσαντες θεολογίαν. Εἰ μὲν οὖν αὐτάρκως ἔχει τὰ γραφέντα, κρίνειας ἂν αὐτὸς ἐντυγχάνων· εἰ δέ τινα λείποι, καὶ ταῦτα ἀναπληρώσειας· δηλαδὴ, ἅτε ἀδελφὸς ἀδελφοῦ ὑστερήματα, εἴ που καὶ θεραπείας δέοιτο, δι' ἐπανορθώσεως ἀξιώμενος. Ἐῤῥῶσθαί σε καὶ μνημονεύειν ἐμοῦ τῷ Κυρίῳ διὰ παντὸς εὔχομαι.
and manifoldly erring treatise having composed, he says that he did this on account of recognizing one God, lest perchance by dividing his writing into books he might unawares give place for a hypostasis to the Son of God. We, however, honouring the all-holy and thrice-blessed Trinity, have comprised the whole subject in just so many books, sparing wordiness indeed, and in concise and brief terms presenting the true theology. Whether therefore what has been written suffices, you yourself may judge as you read it; and if anything be wanting, may you supply this also—namely, as a brother, deigning through correction to supply a brother's shortcomings, if anywhere it should even stand in need of healing. I pray always to the Lord that you may fare well and remember me.
ΤΩΝ ΠΡΟΣ ΜΑΡΚΕΛΛΟΝ ΕΛΕΓΧΩΝ ΕΥΣΕΒΙΟΥ ΤΟΥ ΠΑΜΦΙΛΟΥ ΠΕΡΙ ΤΗΣ ΕΚΚΛΗΣΙΑΣΤΙΚΗΣ ΘΕΟΛΟΓΙΑΣ ΛΟΓΟΣ ΠΡΩΤΟΣ.
First Discourse of Eusebius Pamphili On Ecclesiastical Theology, from the Refutations Against Marcellus.
ΤΑΔΕ ΤΟ ΠΡΩΤΟΝ ΠΕΡΙΕΧΕΙ ΣΥΓΓΡΑΜΜΑ.
The First Treatise Contains These Matters.
αʹ. Ὅτι μάτην Σαβέλλιον διέβαλλε Μάρκελλος, τὰ ἴσα αὐτῷ δοξάζων.
1. That in vain did Marcellus traduce Sabellius, while holding the same opinions as he.
β. Ὅτι τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ ἡ Χριστοῦ χάρις, τὴν περὶ Πατρὸς καὶ Υἱοῦ γνῶσιν ἐξαίρετον ἐδωρήσατο.
2. That the grace of Christ bestowed upon the Church of God the pre-eminent knowledge concerning the Father and the Son.
γʹ. Ὅτι ποικίλως ἐσφάλησαν οἱ ἑτερόδοξοι ἐν τῷ περὶ Υἱοῦ λόγῳ.
3. That those of heterodox opinion erred in manifold ways in the doctrine concerning the Son.
δʹ. Ὅτι μάτην Χριστιανοὺς λέγουσιν ἑαυτούς, οἱ μὴ ὑφιστάναι τὸν Υἱὸν τοῦ Θεοῦ ὁμολογοῦντες.
4. That in vain do those call themselves Christians who do not confess that the Son of God subsists.
εʹ. Ὅπως Μάρκελλος τὸν Υἱὸν τοῦ Θεοῦ ἠρνεῖτο, τὴν Σαβελλίου αἵρεσιν μιμούμενος.
5. How Marcellus denied the Son of God, imitating the heresy of Sabellius.
Notes, col. 825

On the reading

Printed ἀξιώμενος, for ἀξιούμενος.