Migne Reading Room

PG 24 · cols. 696–705 · Read from the page

On the paschal solemnity

On the paschal solemnity

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 24:696Read from the page
τροφῆς τε ἀζύμων ἄρτων μετίσχοντες, και πόας πικρίδων προσφερόμενοι, τόπον ἐκ τόπου διέβαινον, τὸν ἀπὸ τῆς Αἰγυπτίων γῆς ἐπὶ τὴν ἔρημον. Ταῦτα γοῦν αὐτοῖς ὁμοῦ τῇ τοῦ προβάτου σφαγῇ τε καὶ τροφῇ πράττειν νενομοθέτητο. Ἔνθεν ἡ ἐξ Αἰγύπτου μετάβασις τὴν τῶν διαβατηρίων αὐτοῖς ἐπωνυμίαν ἐπλήρου. Ἀλλ' ἐκείνοις μὲν τυπικῶς ταῦτα συνέβαινεν, ἐγράφη δὲ δι' ἡμᾶς. Καί γε διερμηνεύει Παῦλος τῶν παλαιῶν συμβόλων διαφαίνων τὴν ἀλήθειαν δι' ὧν φησι· Καὶ γὰρ τὸ Πάσχα ἡμῶν ἐτύθη Χριστός. Τὸ δὲ αἴτιον τοῦ τυθῆναι αὐτὸν ὁ Βαπτιστὴς παρίστησιν εἰπών· Ἴδε ὁ Ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. Καὶ γὰρ σφάγιον κακῶν ἁπάντων ἀποτρόπαιον τὸ σῶμα τὸ σωτήριον τῷ θανάτῳ παρεδίδοτο, ὃ δὴ καθαρσίου δίκην τοῦ παντὸς ἀφεῖλε κόσμου τὴν ἁμαρτίαν· κέκραγε γοῦν τηλαυγῶς Ἠσαΐας· Οὗτος τὰς ἁμαρτίας ἡμῶν φέρει καὶ περὶ ἡμῶν ὀδυνᾶται.
and partaking of the food of unleavened loaves, and taking bitter herbs, they passed across from place to place, from the land of the Egyptians unto the desert. These things, accordingly, had been ordained by law for them to perform together with the slaughtering and eating of the sheep. Hence the departure out of Egypt fulfilled for them the name of the Passover rites. Yet to them these things happened by way of type, whereas they were written for our sake. And indeed Paul interprets them, bringing to light the truth of the ancient symbols by the words in which he says: For Christ our Passover also has been sacrificed. And the Baptist sets forth the cause of His being sacrificed, saying: Behold the Lamb of God Who takes away the sin of the world. For indeed as a victim averting all evils the saving body was delivered over to death, which after the manner of an expiatory offering took away the sin of the whole world; accordingly Isaiah has cried aloud clearly: He bears our sins and suffers pain on our behalf.
βʹ. Τούτου δὴ τοῦ σωτηρίου θύματος τοῦ τῷ ἰδίῳ αἵματι τὸ πάντων ἀνθρώπων γένος ἀνασωσαμένου ταῖς λογικαῖς σαρξὶ τρεφόμενοι, μαθήμασι δηλαδὴ καὶ λόγοις βασιλείας οὐρανῶν καταγγελτικοῖς, τὴν κατὰ Θεὸν εἰκότως τρυφῶμεν τρυφήν. Ἀλλὰ καὶ πίστει τοῦ αἵματος αὐτοῦ, ὃ δὴ λύτρον ὑπὲρ τῆς ἡμετέρας ἀντιδέδωκε σωτηρίας, τοὺς ψυχῆς οἴκους τὰ σώματα κατασημαινόμενοι, πᾶν γένος δαιμόνων ἐπιβούλων ἐξ ἑαυτῶν ἀπελαύνομεν· καὶ τὴν τῶν διαβατηρίων ἑορτὴν ἐπιτελοῦντες, διαβαίνειν μελετῶμεν ἐπὶ τὰ θεῖα, ὡς πάλαι τῆς Αἰγύπτου μεταβεβηκότες ἐπὶ τὴν ἔρημον. Ταύτη γοῦν καὶ ἡμεῖς ἀτριβῆ τινα καὶ ἔρημον τοῖς πολλοῖς στελλόμεθα πορείαν, παλαιὰν ζύμην ἀθέου πλάνης τῆς αὐτῆς ψυχῆς ἐξόριον ποιούμενοι, και τὰς ἀληθεῖς πικρίδας διὰ τῆς πικρᾶς καὶ ἀλγεινῆς διαίτης προσφερόμενοι. Καὶ ὁ καιρὸς δὲ τῆς ἑορτῆς εὔκαιρος, οὐκ ἐν μέσῃ χειμῶνος ὥρᾳ παρηγμένος· στυγνὸς γὰρ οὗτος· ἀλλ' οὐδ' ἐν μέσῳ θέρει κατάλληλος ἦν, καθ' ὃν ἡ τροπὴ φλεγμαίνουσα, τῶν κατ' ἀγροὺς σχολαζόντων περιαιρεῖται τὸ κάλλος· πλεονεκτεῖ δὲ καὶ τά τῶν ὡρῶν, οὐκ ἐπαμφοτερίζοντα τῇ ἰσομοιρίᾳ· μετοπώρου γὰρ τροπῆς οὐκ ἐπιτερπὴς ἡ θέα, χηρευούσης μὲν τῆς χώρας, τῶν δ' οἰκείων καρπῶν ὡς ἂν τέκνων ἀπεστερημένης. Ἔαρ δὴ λείπεται τὸ φαιδρὸν, ὃ δὴ τοῦ παντὸς ἔτους κεφαλή τις οἷα σώματος ἡγεῖται, ἡλίου μὲν δὴ ἄρτι τὸ πρῶτον τμῆμα διιππεύοντος, σελήνης δ' ἐκ παραλλήλου πλησιφαεῖ τῷ φωτὶ τὸν τῆς νυκτὸς δρόμον εἰς λαμπρὰν μεθαρμοζομένης ἡμέραν. Τοῦτο λύει μὲν κτύπων χειμερίων φόβητρα, λύει δε μακρὰ διαστήματα, πλημμύρας ὑδάτων μεταβάλλει. Ἤδη δὲ νεαρᾶς ἐπιλαμπούσης αἰθρίας, γαλήνη μὲν τοῖς θαλαττεύουσι καθίστησι τὰ πελάγη, εὔδιον δὲ ἀέρα τοῖς κατὰ γῆν ὁδοιπόροις ἐνδίδωσι. Χῶραι δ' ἐν τούτῳ κατ' ἀγροὺς ἐγκύμονες
2. Fed, then, upon the rational flesh of this saving victim Who by His own blood rescued the race of all mankind, namely upon teachings and discourses proclaiming the kingdom of heaven, we fittingly revel in the delight that is according to God. Nay more, sealing our bodies, the houses of the soul, by faith in His blood, which He gave in exchange as a ransom on behalf of our salvation, we drive away from ourselves every race of plotting demons; and celebrating the feast of the Passover rites, we practise passing over unto things divine, as those of old having crossed over out of Egypt unto the desert. In this way, accordingly, we too set out upon a certain journey untrodden and solitary to the many, banishing from the soul itself the ancient leaven of godless error, and taking to ourselves the true bitter herbs through a bitter and painful regimen of life. Moreover, the season of the feast is also well-timed, not brought in during the mid-season of winter, for that is gloomy; nor again was it suitable in mid-summer, at which time the solstice, blazing fiercely, strips away the beauty of those tarrying in the fields, and the lengths of the hours also exceed measure, not poised evenly in equal share; for of the autumnal solstice the sight is not pleasing, the countryside being widowed and bereft of its proper fruits as though of children. Radiant spring, then, remains, which leads the whole year like a head of a body, while the sun is just riding through its first sector, and the moon in parallel by its full-orbed light transforms the course of night into bright day. This dispels the terrors of wintry thunderclaps, loosens long intervals, and turns back floods of waters. And as fresh clear weather already shines forth, in calm it settles the seas for mariners, and grants mild air to travellers by land. And therein the lands throughout the countryside, pregnant
Notes, col. 696

On the reading

Printed και, for καὶ.

Printed Ταύτη, for Ταύτῃ.

Printed και, for καὶ.

Printed τά, for τὰ.

Printed δε, for δὲ.

Printed γαλήνη, for γαλήνῃ.

PG 24:697Read from the page
γʹ. Οὗτος ὁ τῆς ἑορτῆς καιρὸς, Αἰγυπτίοις μὲν ὄλεθρον τοῖς δαιμόνων φίλοις, Ἑβραίοις δὲ ἑορτάζουσι τῷ Θεῷ, κακῶν ἐλευθερίαν προὐξένει· οὗτος ἦν αὐτὸς ἐκεῖνος, ὁ δὴ καὶ ἐπὶ τῆς πρώτης τοῦ παντὸς κοσμογονίας τετηρημένος, κάθ' ὃν ἡ γῆ ἐβλάστησε, καθ' ὃν οἱ φωστῆρες ἐγένοντο, καθ' ὃν οὐρανὸς καὶ γῆ παρήχθησαν καὶ πάντα τὰ ἐν αὐτοῖς· κατὰ τοῦτον καὶ ὁ Σωτὴρ τοῦ σύμπαντος κόσμου τὸ τῆς οἰκείας ἑορτῆς ἐξετέλεσε μυστήριον, καὶ τὴν οἰκουμένην ὁ μέγας φωστὴρ, εὐσεβείας αὐγαῖς κατελάμπρυνε καὶ δὴ γενέθλιον κόσμου ὁ καιρὸς περιέχειν ἔοικε. Κατὰ τοῦτον δὲ τὸν καιρὸν καὶ τύπος ἐτελεῖτο, τὸ παλαιὸν Πάσχα, ὃ καὶ διαβατήριον εἴρηται· ἀλλὰ καὶ προβάτου σφαγῆς σύμβολον ἔφερεν· ἀλλὰ καὶ τροφῆς ἀζύμων ἄρτων ἠνίττετο εἰκόνα. Ταῦτα δὲ ἐπὶ τὴν σωτήριον ἑορτὴν ἅπαντα συνεπληροῦτο· τό τε γὰρ πρόβατον αὐτὸς ἦν καθ' ὃ περιέκειτο σῶμα. Αὐτὸς καὶ ἥλιος δικαιοσύνης, ἔαρος δῆτα θείου καὶ σωτηρίου τροπῆς ἀπὸ χειρόνων ἐπὶ τὰ κρείττω τὴν τῶν ἀνθρώπων βίον διαλαβούσης. Αἰγυπτίων μὲν δαίμοσιν εἰσέτι καὶ νῦν θεήλατοι μάστιγες καταπέμπονται, λαοὶ δὲ πανταχοῦ γῆς οἰκοῦντες τὴν σφῶν ἐλευθερίαν τὴν ἐκ τῆς πολυπλανοῦς ἀθεότητος ἑορτάζουσι. Τῶν λαοπλανῶν δὲ πνευμάτων πεπαυμένων, καὶ χειμῶνος κακῶν, καινῶν καρπῶν εὐφορία διαφόροις χαρίσμασιν ἁγίου Πνεύματος τὴν Ἐκκλησίαν τοῦ Θεοῦ στεφανοῖ· καὶ ἁπλῶς πᾶν γένος ἀνθρώπων ἐπὶ τὸ ἡμέτερον μεταβέβληται· χῶραι δὲ πᾶσαι, πρὸς τοῦ γεωργοῦ Λόγου τῆς κατὰ ψυχὴν γεωργίας τυχοῦσαι, τὰ ὡραῖα τῆς ἀρετῆς ἄνθη βεβλαστήκασιν· ἀλλὰ καὶ τῶν τοῦ σκότους κακῶν ἠλευθερωμένοι, φωτὸς ἐν ἡμέρᾳ Θεοῦ γνώσεως κατηξιώθημεν.
3. This season of the feast procured ruin for the Egyptians, the friends of demons, whereas for the Hebrews keeping feast to God it procured freedom from evils; this was that very season which had also been observed at the first cosmogony of the universe, at which the earth sprouted forth, at which the luminaries came into being, at which heaven and earth were brought forth and all the things that are in them; at this season too the Saviour of the whole world accomplished the mystery of His own feast, and the great Luminary illuminated the inhabited world with rays of piety, and indeed the season seems to contain the birthday of the world. At this season also a type used to be celebrated, the ancient Passover, which has also been called the rite of crossing over; moreover it bore the symbol of the slaughtering of a sheep; moreover it hinted darkly at the image of the food of unleavened loaves. And all these things found their fulfilment in the saving feast; for He Himself was the sheep in respect of the body with which He was clothed. He Himself was also the Sun of righteousness, a divine spring indeed and a saving turning from worse things unto better having taken hold of the life of men. Upon the demons of the Egyptians even still to this day God-sent scourges are sent down, whereas peoples dwelling everywhere on earth celebrate their freedom from manifoldly wandering godlessness. Now that the people-deceiving spirits have been stopped, and the winter of evils, an abundance of new fruits crowns the Church of God with diverse gifts of grace of the Holy Spirit; and in short every race of mankind has been changed over to our side; and all lands, having obtained spiritual husbandry from the Husbandman Word, have sprouted forth the lovely flowers of virtue; nay more, having been set free from the evils of darkness, in the day of light we have been deemed worthy of the knowledge of God.
δʹ. Τοιαῦτα τὰ καινὰ μαθήματα πάλαι μὲν διὰ συμβόλων ἐπεσκιασμένα, νεωστὶ δὲ εἰς φῶς ἀνακεκαλυμμένα. Καὶ δὴ καὶ ἡμεῖς τὸ κεφάλαιον τῆς ἑορτῆς κύκλων περιόδοις καθ' ἕκαστον ἔτος ἀναζωπυροῦμεν, προέορτα μὲν προπαρασκευῆς ἕνεκα τὴν τεσσαρακονθήμερον ἄσκησιν παραλαμβάνοντες κατὰ τὸν τῶν ἁγίων ζῆλον Μωϋσέως καὶ Ἠλίου, τὴν δὲ ἑορτὴν αὐτὴν εἰς ἄληστον αιῶνα ἀνανεούμενοὶ. Τὴν γοῦν πρὸς τὸν Θεὸν πορείαν στελλόμενοι, τὰς μὲν ὀσφῦς εὖ μάλα δεσμῷ σωφροσύνης περιδούμεθα, τὰ δὲ τῆς ψυχῆς βαδίσματα ἐν ἀσφαλείᾳ φυλάττοντες, ὥσπερ ἐν ὑποδήμασι δὴ τὸν δρόμον τῆς οὐρανίου κλήσεως παρασκευάζομεν· βακτηρίᾳ δὲ λόγου θείου ἐν εὐχῶν δυνάμει πρὸς ἄμυναν ἐχθρῶν χρώμενοι, σὺν πάσῃ προθυμίᾳ διαβαίνομεν τὴν εἰς οὐρανοὺς φέρουσαν διάβασιν, σπεύδοντες ἀπὸ τῶν τῇδε ἐπὶ τὰ οὐράνια, καὶ ἀπὸ ζωῆς θνητῆς ἐπὶ τὴν ἀθάνατον· οὕτω γὰρ διαδέξεται ἡμᾶς ἐντεῦθεν τὰ διαβατήρια εὖ καὶ καλῶς διαβεβηκότας ἄλλη τις μείζων ἑορτή· Πεντηκοστὴν αὺτὴν ἐπίκλην Ἑβραίων παῖδες ὀνομάζουσιν, εἰκόνα φέρουσαν τῆς τῶν οὐρανῶν βασιλείας. Λέγει γοῦν
4. Such are the new teachings, of old overshadowed through symbols, but lately unveiled unto the light. And indeed we too kindle anew each year in revolving cycles the chief point of the feast, before the feast on the one hand undertaking for the sake of preliminary preparation the forty-day ascetic discipline in emulation of the saints Moses and Elijah, and renewing the feast itself unto an unceasing age. Setting out, therefore, upon the journey towards God, we bind our loins right well about with the girdle of temperance, and keeping the steps of the soul in safety, as though in sandals indeed we prepare the course of the heavenly calling; and using the staff of the divine word in the power of prayers for defence against enemies, with all eagerness we cross the passage that leads into heaven, hastening from the things here unto the heavenly things, and from mortal life unto the immortal; for thus another greater feast will receive us once we have well and nobly crossed the Passover passage hence: the children of the Hebrews name it by title Pentecost, bearing an image of the kingdom of heaven. Accordingly, says
Notes, col. 697

On the reading

Printed κάθ', for καθ'.

Printed τὴν, for τὸν.

Printed αιῶνα, for αἰῶνα.

Printed ἀνανεούμενοὶ, for ἀνανεούμενοι.

Printed αὺτὴν, for αὐτὴν.

PG 24:700Read from the page
Μωϋσῆς· Ἀρχομένου σου δρέπανον ἐπ' ἄμητον, ἑπτὰ ἑβδομάδας ἀριθμήσεις σεαυτῷ, καὶ νέους ἄρτους ἐκ νέων ἀμήτων παραθήσεις τῷ Θεῷ. Ἐδήλου δὲ ἄρα προφητικῷ τύπῳ ἄμητον μὲν τῶν ἐθνῶν τὴν κλῆσιν, νέους δὲ ἄρτους τὰς διὰ Χριστοῦ τῷ Θεῲ προσενηνεγμένας ψυχὰς, τάς τε ἐξ ἐθνῶν ἐκκλησίας, ἐφ' αἷς ἑορτὴ μεγίστη τῷ φιλανθρώπω Θεῷ συντελεῖται· οἱ ταῖς τῶν ἀποστόλων λογικαῖς δρεπάναις θερισθέντες, καὶ ὥσπερ εἰς ἅλως τὰς ἁπανταχοῦ γῆς Ἐκκλησίας συναχθέντες ὑφ' ἓν, ὁμοφώνῳ τε διαθέσει πίστεως σωματοποιηθέντες, καὶ ἁλσὶ τοῖς ἀπὸ τῶν
Moses: When you begin your sickle upon the harvest, seven weeks shall you number for yourself, and new loaves from new harvests shall you set before God. Now he was indicating in prophetic type that the harvest is the calling of the nations, and the new loaves are the souls offered through Christ to God, and the churches from among the nations, over which a greatest feast is celebrated to the man-loving God: we who have been reaped by the rational sickles of the apostles, and gathered together into one as though unto threshing-floors into the Churches everywhere on earth, and formed into one body by a harmonious disposition of faith, and with the salts from the
εʹ. Ταύτη πη τῶν παρὰ Μωϋσεῖ προφητικῶν συμβόλων εἰς ἔργα σεμνοτέροις τοῖς ἀποτελέσμασι χωρούντων, αὐτοί γε μὴν τὴν ἑορτὴν φαιδροτέραν ἄγειν παρειλήφαμεν, ὡς ἂν τῷ Σωτῆρι συναγηγερμένοι, καὶ τῆς αὐτοῦ βασιλείας ἀπολαύοντες. Διὸ οὐκέτι πονεῖσθαι κατὰ τήνδε τὴν ἑορτὴν συγχωρούμεθα, τῆς δ' ἐλπιζομένης ἐν οὐρανοῖς ἀναπαύσεως τὴν εἰκόνα φέρειν διδασκόμεθα· ὅθεν οὐδ' ἐν ταῖς εὐχαῖς γόνυ κλίνομεν, οὐδ' ἀσιτίαις καταπονούμεθα· τοὺς γὰρ τῆς κατὰ Θεὸν ἀναστάσεως ἠξιωμένους οὐκέτ' αὖθις οἷόν τε ἐπὶ γῆς πίπτειν· οὐδὲ τοὺς τῶν παθῶν ἠλευθερωμένους τὰ ἴσα πάσχειν τοῖς καταδεδουλωμένοις. Διὸ μετὰ τὸ Πάσχα τὴν Πεντηκοστὴν ἐν ἑβδομάσιν ἑπτὰ τελείαις ἑορτάζομεν, τὸν μὲν πρότερον αἰῶνα τῆς πρὸ τοῦ Πάσχα τεσσαρακονθημέρου συνασκήσεως ἐν ἓξ ἑβδομάσιν ἀνδρισάμενοι· πρακτικὴ γὰρ ἡ ἑξὰς καὶ ἐνεργητική· διὸ καὶ ἐν ἓξ ἡμέραις ὁ Θεὸς πεποιηκέναι λέγεται τὰ σύμπαντα. Τοὺς δ' ἐν ἐκείνῃ πόνους εἰκότως ἡ δευτέρα ἑορτὴ ἐν ἑβδομάσιν ἑπτὰ διαδέξεται, πολυπλασιαζομένης ἡμῖν τῆς ἀναπαύσεως, ἧς τὰ σύμβολα ἡ ἑβδομὰς σημαίνειν θέλει. Οὐ μὴν ἐπὶ ταύτας ὁ τῆς Πεντηκοστῆς ἀριθμὸς ἵσταται· ὑπερακοντίσας δὲ τὰς ἑπτὰ ἑβδομάδας, μονάδι τῇ μετὰ ταύτας ὑστάτη τὴν πανέορτον ἡμέραν τῆς Χριστοῦ ἀναλήψεως ἐπισφραγίζεται. Εἰκότως ἄρα ἐν ταῖς τῆς ἁγίας Πεντηκοστῆς ἡμέραις τὴν μέλλουσαν ἀνάπαυσιν διαγράφοντες, τὰς ψυχὰς γαννύμεθα, καὶ τὸ σῶμα διαναπαύομεν, ὡς ἂν αὐτῷ συνόντες ἤδη τῷ Νυμφίῳ, καὶ νηστεύειν μὴ δυνάμενοι.
5. As the prophetic symbols in Moses thus somehow advance into deeds with more august results, we ourselves have received by tradition to keep the feast more radiantly, as having been raised together with the Saviour, and enjoying His kingdom. Wherefore we are no longer permitted to toil in hardship during this feast, but are taught to bear the image of the rest hoped for in heaven; hence we neither bend the knee in prayers, nor wear ourselves down with fastings; for it is not possible for those who have been deemed worthy of the resurrection according to God to fall once more upon the earth; nor for those who have been set free from the passions to suffer the same things as those who are enslaved. Wherefore after the Passover we celebrate Pentecost for seven complete weeks, having played the man for six weeks during the former period of the forty-day shared ascetic discipline before the Passover; for the number six is practical and active; wherefore God also is said to have made all things in six days. And the toils endured in that period the second feast in seven weeks will fittingly succeed, rest being multiplied for us, the symbols of which the hebdomad means to signify. Yet the number of Pentecost does not stop at these; but shooting beyond the seven weeks, by the final monad after them it sets its seal upon the all-festal day of Christ's Ascension. Fittingly, then, during the days of holy Pentecost, portraying the rest that is to come, we gladden our souls, and give rest to the body, as being already together with the Bridegroom Himself, and unable to fast.
ϛʹ. Πλὴν ὅτι οἱ ἱεροὶ εὐαγγελισταὶ τὸ σωτήριον πάθος κατὰ τὰς ἡμέρας τοῦ Ἰουδαϊκοῦ Πάσχα τῶν ἀζύμων ἱστόρησαν γεγονέναι, οὐδεὶς ἂν ἀμφιβάλοι· τοῦτο γὰρ ἦν τοῦ νόμου τοῦ παρὰ Μωϋσεῖ περὶ τοῦ Πάσχα λεγομένου αἴτιον. Ἐπειδὴ γὰρ ἔμελλεν ὁ Ἀμνὸς τοῦ Θεοῦ ὡς πρόβατον ἐπὶ σφαγὴν ἄγεσθαι παρ' αὐτοῖς Ἰουδαίοις, καὶ τοῦτο πάσχειν ὑπὲρ τῆς κοινῆς πάντων ἀνθρωπων σωτηρίας, οὐκ ἄλλοτε ἢ κατὰ τὸν δηλούμενον καιρὸν, προλαβὼν τὸ μέλλον ὁ Θεὸς διὰ συμβόλων εἰκονικῶς, κατ' αὐτὸν ἐκεῖνον τὸν μέλλοντά ποτε κατὰ χρόνων περιόδους ἐπιστήσεσθαι καιρὸν, ἀμνὸν παρὰ Ἰουδαίοις αἰσθητὸν ἐκέλευε θύεσθαι· καὶ τοῦτο αὐτοῖς κατ' ἐνιαυτὸν ἐτελεῖτο, ἕως ἡ ἀλήθεια ἀποπληρωθεῖσα, τὰς παλαιὰς εἰκόνας περιέγραψεν. Ὅθεν ἐξ ἐκείνου παρὰ μὲν τοῖς ἔθνεσιν ἡ ἀληθὴς τῶν μυστηρίων κεκράτηκεν ἑορτὴ, παρὰ δὲ Ἰουδαίοις οὐκέτι οὐδ' αὐτῶν ἡ μνήμη τῶν συμβόλων
6. Nevertheless, that the sacred evangelists recorded the saving passion to have taken place during the days of the Jewish Passover of Unleavened Bread, no one could doubt; for this was the cause of the law in Moses spoken concerning the Passover. For since the Lamb of God was going to be led as a sheep to slaughter among the Jews themselves, and to suffer this on behalf of the common salvation of all mankind, at no other time than at the season indicated, God, anticipating the future figuratively through symbols, at that very season which in revolving cycles of times was one day going to arrive, commanded a perceptible lamb to be sacrificed among the Jews; and this was performed by them year by year, until the truth, having been fulfilled, circumscribed the ancient images. Hence from that time among the nations the true feast of the mysteries has prevailed, whereas among the Jews not even the memory of the symbols themselves any longer
Notes, col. 700

On the reading

Printed Θεῲ, for Θεῷ.

Printed φιλανθρώπω, for φιλανθρώπῳ.

Printed Ταύτη, for Ταύτῃ.

Printed πη, for πῃ.

Printed ὑστάτη, for ὑστάτῃ.

Printed ἀνθρωπων, for ἀνθρώπων.

PG 24:701Read from the page
φυλάττεται, περιῃρημένου αὐτῶν τοῦ τόπου ἐν ᾧ τὰ τῆς ἑορτῆς τελεῖσθαι νενομοθέτητο. Εἰκότως ἄρα ἡ θεία τῶν Εὐαγγελίων γραφὴ κατὰ τὸν χρόνον τῶν Ἰουδαϊκῶν ἀζύμων πεπονθέναι φησὶ τὸν Σωτῆρα· ἐπειδὴ καὶ τότε ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη ταῖς προφητικαῖς ἀκολούθως φωναῖς.
is preserved, the place having been taken away from them in which the rites of the feast had been ordained by law to be celebrated. Fittingly, then, the divine Scripture of the Gospels says that the Saviour suffered at the time of the Jewish Unleavened Bread; since then too He was led as a sheep to slaughter in accordance with the prophetic voices.
ζʹ. Καὶ οἱ μὲν κατὰ Μωϋσέα ἅπαξ τοῦ παντὸς ἔτους πρόβατον τοῦ Πάσχα ἔθυον τεσσαρεσκαιδεκάτῃ τοῦ πρώτου μηνὸς, τὸ πρὸς ἑσπέραν· ἡμεῖς δὲ οἱ τῆς Καινῆς Διαθήκης ἐφ' ἑκάστης Κυριακῆς ἡμέρας τὸ ἑαυτῶν Πάσχα τελοῦντες, ΑΕΙ ΤΟΥ ΣΩΜΑΤΟΣ ΤΟΥ ΣΩΤΗΡΙΟΥ ΕΜΦΟΡΟΥΜΕΘΑ, ΑΕΙ ΤΟΥ ΑΙΜΑΤΟΣ ΤΟΥ ΠΡΟΒΑΤΟΥ ΜΕΤΑΛΑΜΒΑΝΟΜΕΝ. ἀεὶ τὰς ὀσφῦς τῆς ἑαυτῶν ψυχῆς ἁγνείᾳ καὶ σωφροσύνῃ περιεζώσμεθα, ἀεὶ τοὺς πόδας παρεσκευάσμεθα ἐν ἑτοιμασίᾳ τοῦ Εὐαγγελίου, ἀεὶ τὰς βακτηρίας ἔχομεν ἐν ταῖς χερσὶ, καὶ τῇ ῥάβδῳ τῇ ἐκ ῥίζης Ἰεσσαὶ προελθούσῃ ἐπαναπαυόμεθα, ἀεὶ τῆς Αἰγύπτου ἀπαλλαττόμεθα, ἀεὶ τὴν ἐρημίαν τοῦ ἀνθρωπείου βίου μεταδιώκομεν, ἀεὶ τὴν πρὸς Θεὸν πορείαν στελλόμεθα, ἀεὶ τὰ διαβατήρια ἑορτάζομεν. Ταῦτα γὰρ πάντα οὐχ ἅπαξ τοῦ ἔτους πράττειν ἡμᾶς, ἀεὶ δὲ καὶ διὰ πάσης ἡμέρας ὁ εὐαγγελικὸς λόγος βούλεται. Διὸ καὶ καθ' ἑκάστην ἑβδομάδα τὴν τοῦ Πάσχα τοῦ ἡμετέρου ἑορτὴν κατὰ τὴν σωτήριον καὶ Κυριακὴν ἡμέραν ἐπιτελοῦμεν τοῦ ἀληθινοῦ προβάτου, δι' οὗ ἐλυτρώθημεν, τὰ μυστήρια ἀποκληροῦντες· καὶ οὔτε τὸ σῶμα σιδήρῳ περιτέμνομεν, τῆς δὲ ψυχῆς τῷ τμητικῷ λόγῳ πᾶσαν περιαιροῦμεν κακίαν· οὔτε σωματικοῖς ἀζύμοις χρώμεθα, μόνοις δὲ τοῖς τῆς εἰλικρινείας καὶ ἀληθείας. Ἡ χάρις γὰρ, ἡμᾶς τῆς γεγηρακυίας ἐλευθερώσασα συνηθείας, τὸν καινὸν ἄνθρωπον παρέδωκεν ἡμῖν τὸν κατὰ Θεὸν κτισθέντα, καὶ τὸν καινὸν νόμον, καινήν τε περιτομὴν, καινόν τε Πάσχα, καὶ τὸν ἐν κρυπτῷ Ἰουδαῖον, οὕτω καὶ τῶν παλαιῶν καιρῶν ἐλευθέρους ἡμᾶς ἀφῆκε.
7. And those who followed Moses used to sacrifice the Passover sheep once in the whole year on the fourteenth day of the first month, towards evening; whereas we of the New Covenant, celebrating our own Passover on every Lord's day, are always filled with the saving body, always partake of the blood of the Lamb. Always we have girt the loins of our own soul about with purity and temperance, always we have prepared our feet in readiness of the Gospel, always we hold our staffs in our hands, and rest upon the rod that came forth from the root of Jesse, always we are being delivered out of Egypt, always we pursue the solitude of human life, always we set out upon the journey towards God, always we keep the feast of the Passover rites. For the evangelical word wills that we perform all these things not once in the year, but always and throughout every day. Wherefore every week also on the saving and Lord's day we celebrate the feast of our Passover, fulfilling the mysteries of the true Sheep through Whom we were ransomed; and neither do we circumcise the body with iron, but strip away every wickedness of the soul with the cutting word; nor do we use bodily unleavened bread, but only that of sincerity and truth. For grace, having set us free from the aged custom, has delivered to us the new man created according to God, and the new law, and a new circumcision, and a new Passover, and the Jew who is one inwardly (Rom. 2:29), so too has it let us go free from the old seasons.
ηʹ. Πλὴν τοῦ θεοφιλεστάτου βασιλέως, μέσου τῆς ἁγίας συνόδου προκαθεζομένου, ὡς ἤχθη εἰς μέσον τὸ περὶ τοῦ Πάσχα ζήτημα, ἐλέγετο μὲν ὅσα καὶ ἐλέγετο· ἐπλεονέκτει δὲ τῷ πλήθει τῶν ἐπισκόπων ἡ τριπλασίων μοῖρα τῆς ὅλης οἰκουμένης ἑτέρωθεν ἀντιτείνουσα τοῖς τῆς ἀνατολῆς· ἀρκτῷα γὰρ ὁμοῦ καὶ μεσημβρινὰ, καὶ τὰ κατὰ δύοντα ἥλιον ἔθνη, τῇ συμφωνίᾳ φραξάμενα, τὴν ἐναντίαν ἀνθεῖλκε τοῖς τῆς ἑῴας τὴν παλαιὰν διεκδικοῦσι συνήθειαν. Τέλος δὲ λόγου εἶξαν οἱ ἀνατολικοί· καὶ οὕτω μία Χριστοῦ γέγονεν ἑορτή· καὶ οὕτω τῶν μὲν κυριοκτόνων ἀπέστησαν, τοῖς δὲ ὁμοδόξοις συνήφθησαν· ἡ φύσις γὰρ
8. Nevertheless, while the emperor most beloved of God was presiding in the midst of the holy synod, when the question concerning the Passover was brought forward, all that was said on either side was spoken; yet in the multitude of bishops the threefold portion of the whole inhabited world opposing those of the East from the other side prevailed; for the northern nations together with the southern, and those towards the setting sun, fenced round in concord, pulled the opposite way against those of the East who were claiming the ancient custom. At the end of the discussion the Easterners yielded; and thus there came to be one feast of Christ; and thus they withdrew from the slayers of the Lord, and were joined to those of like belief; for nature
Notes, col. 701

On the reading

Printed 709, for 701.

Printed ἀποκληροῦντες, for ἀποπληροῦντες.

PG 24:704Read from the page
ἕλκει τὰ ὅμοια πρὸς τὰ ὅμοια. Εἰ δέ τις εἴποι, ὡς ἄρα γέγραπται· Τῇ πρώτῃ ἡμέρᾳ τῶν ἀζύμων προσελθόντες οἱ μαθηταὶ εἶπον τῷ Σωτῆρι, Ποῦ θέλεις ἑτοιμάσωμέν σοι φαγεῖν τὸ Πάσχα; Ὁ δὲ πρὸς τὸν δεῖνα ἀπέστειλε, παραγγείλας εἰπεῖν· Πρὸς σὲ ποιῶ τὸ Πάσχα· ἐροῦμεν, ὅτι τοῦτο παράγγελμα οὐκ ἔστιν, ἀλλ' ἱστορία πράγματος συμβεβηκότος κατὰ τὸν τοῦ σωτηρίου πάθους καιρόν. Ἕτερον δέ ἐστι τὸ παλαιὰν πρᾶξιν διηγεῖσθαι, καὶ ἕτερον τὸ νομοθετεῖν καὶ τοῖς μετὰ ταῦτα παραγγελίας καταλιμπάνειν.
draws like towards like. And if someone should say that it is written: On the first day of Unleavened Bread the disciples came and said to the Saviour, Where do You wish us to prepare for You to eat the Passover? And He sent to such a man, charging them to say: At your house I keep the Passover; we shall say that this is not a commandment, but a narrative of an event that took place at the season of the saving passion. And it is one thing to relate an ancient action, and another to legislate and leave behind injunctions for those hereafter.
θʹ. Ἀλλὰ καὶ ὁ Σωτὴρ οὐ μετὰ Ἰουδαίων ἐπετέλεσε τὸ Πάσχα κατὰ τὸν καιρὸν τοῦ ἰδίου πάθους. Οὐ γὰρ ὅτε ἔθυον ἐκεῖνοι τὸ πρόβατον, τότε καὶ αὐτὸς μετὰ τῶν αὐτοῦ μαθητῶν τὸ ἑαυτοῦ ἤγαγε Πάσχα· οἱ μὲν γὰρ κατὰ τὴν Παρασκευὴν, ἐν ᾗ πέπονθεν ὁ Σωτὴρ, τοῦτ' ἔπραττον· ὅθεν οὐδὲ εἰσῆλθον εἰς τὸ πραιτώριον, ἀλλ' ὁ Πιλάτος πρὸς αὐτοὺς ἔξεισιν· αὐτὸς δὲ πρὸ ὅλης ἡμέρας τῇ πέμπτῃ τοῦ Σαββάτου τοῖς μαθηταῖς συνανέκειτο, καὶ συνεσθίων αὐτοῖς ἔλεγεν· Ἐπιθυμίᾳ ἐπεθύμησα τοῦτο τὸ Πάσχα φαγεῖν μεθ' ὑμῶν. Ὁρᾷς ὅπως ὁ Σωτὴρ οὐ μετὰ Ἰουδαιων τὸ Πάσχα ἤσθιεν; Ἐπειδὴ καινὸν ἦν ἐκεῖνο καὶ ξενίζον παρὰ τὰ συνήθη καὶ Ἰουδαϊκὰ ἔθη, ἀναγκαίως ἐπέστησεν εἰπών· Ἐπιθυμίᾳ ἐπεθύμησα τοῦτο τὸ Πάσχα φαγεῖν μεθ' ὑμῶν, πρὸ τοῦ με παθεῖν· τὰ μὲν γὰρ παλαιὰ ἤθη ὄντα καὶ πεπαλαιωμένα, ἃ δὴ μετὰ Ἰουδαίων ἤσθιεν, οὐκ ἦν ἐπιθυμητά· τὸ δὲ καινὸν μυστήριον τῆς Καινῆς αὐτοῦ Διαθήκης, ὃ δὴ μετεδίδου τοῖς ἑαυτοῦ μαθηταῖς, ἐπιθυμητὸν ἦν αὐτῷ εἰκότως· ἐπεὶ πολλοὶ πρὸ αὐτοῦ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν τὰ τῆς Νέας Διαθήκης μυστήρια· καὶ αὐτὸς δὲ ὁ Λόγος, πάντοτε διψῶν τὴν κοινὴν σωτηρίαν, μυστήριον παρεδίδου, δι' οὗ πάντες ἄνθρωποι ἔμελλον ἑορτάζειν, ἐπιθυμητὸν τοῦτο αὐτῷ εἶναι ὡμολόγησε. Τὸ μὲν Μωϋσέως Πάσχα οὐχ ἥρμοζε πᾶσι τοῖς τότε ἔθνεσι· πῶς γάρ; ὁπότε ὑφ' ἕνα τόπον τὸν ἐν τῇ Ἱερουσαλὴμ τελεῖσθαι νενομοθέτητο· διὸ
9. Moreover, the Saviour Himself did not celebrate the Passover with the Jews at the season of His own passion. For not when they were sacrificing the sheep did He Himself also keep His own Passover with His disciples; for they were doing this on the Preparation, on which the Saviour suffered; whence they did not even enter into the praetorium, but Pilate goes out to them; whereas He Himself a whole day before, on the fifth day of the week, was reclining at table together with the disciples, and eating with them said: With desire I have desired to eat this Passover with you. Do you see how the Saviour did not eat the Passover with the Jews? Since that one was new and strange beside the customary and Jewish usages, He necessarily drew attention to it by saying: With desire I have desired to eat this Passover with you before I suffer; for the ancient usages, being old and antiquated, which He used to eat with the Jews, were not desirable; whereas the new mystery of His New Covenant, which He was imparting to His own disciples, was fittingly desirable to Him; since many prophets and righteous men before Him desired to see the mysteries of the New Covenant; and the Word Himself also, ever thirsting for the common salvation, was delivering a mystery through which all mankind would keep feast, and confessed that this was desirable to Him. Now the Passover of Moses was not suited to all the nations of that time; for how could it be? seeing that in a single place, the one in Jerusalem, it had been ordained by law to be celebrated; wherefore
ιʹ. Ἀλλ' αὐτὸς μὲν, πρὸ τοῦ παθεῖν, σὺν τοῖς ἑαυτοῦ μαθηταῖς ἔφαγε τὸ Πάσχα, καὶ τὴν ἑορτὴν ἐπετέλεσεν, οὐ μετὰ τῶν Ἰουδαίων· ἑορτάσαντος δὲ αὐτοῦ ἑσπέρας, οἱ ἀρχιερεῖς ἅμα τῷ προδότῃ ἐπιστάντες, ἐπέβαλον ἐπ' αὐτὸν τὰς χεῖρας· οὐ γὰρ ἤσθιον αὐτοὶ κατὰ τὴν ἑσπέραν τὸ Πάσχα· ἦ γὰρ ἂν τὴν σχολὴν περὶ αὐτὸν εἶχον· καὶ δῆτα συλλαβόντες ἀπήγαγον εἰς τὴν οἰκίαν τοῦ Καϊάφα, ἔνθα διανυκτερεύσαντες, ὡς ἡμέρα ἐγένετο, συνήχθησαν, καὶ ἀνακρίνουσιν αὐτὸν πρότερον· εἶτα μετὰ ταῦτα ἀναστάντες ἅμα τῷ πλήθει ἤγαγον αὐτὸν πρὸς Πιλάτον. Καὶ τότε φησὶν ἡ Γραφὴ, ὅτι μὴ εἰσῆλθον εἰς τὸ πραιτώριον, ἵνα δὴ μὴ, ὑπὸ στέγην Ἑλληνικὴν εἰσελθόντες, ὥς γε ᾤοντο, μιανθῶσι, καθαροὶ δὲ μείναντες οἱ παμμίαροι, ἑσπέρας ἐπιστάσης, φάγοιεν τὸ Πάσχα, οἱ τὸν κώνωπα διυλίζοντες, τὴν δὲ κάμηλον καταπίνοντες, οἱ τὰς ψυχὰς αὐτοῖς σώμασι κατὰ τοῦ Σωτῆρος μιαι-
10. Yet He Himself, before He suffered, ate the Passover with His own disciples, and celebrated the feast, not with the Jews; and after He had kept the feast in the evening, the chief priests, coming upon Him together with the traitor, laid their hands upon Him; for they themselves were not eating the Passover in the evening, else indeed would they have had leisure to busy themselves about Him; and having seized Him they led Him away to the house of Caiaphas, where having passed the night, when day came, they assembled together, and examine Him first; then after these things, rising up together with the multitude, they led Him to Pilate. And then the Scripture says that they did not enter into the praetorium, lest forsooth, having entered under a Gentile roof, as at least they supposed, they should be defiled, and so that remaining pure, utterly polluted men that they were, when evening came on they might eat the Passover, straining out the gnat, and swallowing the camel, who in their souls together with their very bodies against the Saviour were staining
Notes, col. 704

On the reading

Printed Ἰουδαιων, for Ἰουδαίων.

PG 24:705Read from the page
φονίᾳ μεμιαμμένοι, τὴν ὄροφον ἐδεδίεσαν ὑπεισελθεῖν· ἀλλ' οἱ μὲν κατ' αὐτὴν ἐκείνην τοῦ πάθους τὴν ἡμέραν τὸ λυμαντικὸν τῆς ἑαυτῶν ψυχῆς ἔφαγον Πάσχα, τὸ αἷμα τὸ σωτήριον οὐχ ὑπὲρ ἑαυτῶν, ἀλλὰ καθ' ἑαυτῶν ἐξαιτησάμενοι. Ὁ δ' ἡμέτερος Σωτὴρ οὐ τότε, πρὸ ἡμέρας δὲ ἀνακείμενος μετὰ τῶν μαθητῶν, τὴν ἐπιθυμητικὴν ἑαυτῷ ἑορτὴν ἦγεν.
defiled with bloodshed, feared to enter under the roof; yet on that very day of the Passion they ate the Pascha ruinous to their own soul, having demanded the saving blood not on their own behalf, but against themselves. Our Saviour, however, not then, but reclining a day before with the disciples, kept the feast desired by Himself.
ιαʹ. Ὁρᾷς, ὡς ἐξ ἐκείνου, ὁ μὲν κὐτῶν ἐχωρίζετο καὶ τῆς Ἰουδαϊκῆς ἀνεχώρει μιαιφονίας, συνήπτετο δὲ τοῖς μαθηταῖς, ἅμα αὐτοῖς τὴν ἐπιθυμητὴν ἑορτὴν πανηγυρίζων; Οὐκοῦν καὶ ἡμῖν τὸ Πάσχα σὺν Χριστῷ βρωτέον, καθαιροῦσι μὲν τῆς ἑαυτῶν διανοίας πᾶσαν ζύμην κακίας καὶ πονηρίας, ἀζύμων δ' ἀληθείας καὶ ειλικρινείας ἐμπιπλαμένοις, ἔχουσιν ἐν ἑαυτοῖς ἔνδον ἐν τῇ ψυχῇ τὸν ἐν κρυπτῷ Ἰουδαῖον καὶ τὴν ἀληθῆ περιτομήν, καὶ τοῦ τυθέντος ὑπὲρ ἡμῶν προβάτου τῷ αἵματι τὰς τῆς διανοίας ἡμῶν φλιὰς περιχρίουσιν εἰς ἀποτροπὴν τοῦ καθ' ἡμᾶς ὀλοθρευτοῦ. Καὶ τοῦτο οὐ πρὸς μίαν περίοδον τοῦ παντὸς ἔτους, ἀλλὰ καὶ δι ἑβδομάδος ἁπάσης. Παρασκευὴ μὲν ἡμῖν ἔστω νηστεία, πένθους σύμβολον, τῶν προτέρων ἡμῖν χάριν ἁμαρτημάτων, καὶ μνήμης ἕνεκα τοῦ σωτηρί ουπάθους.
11. Do you see how from that time He separated Himself from them and withdrew from Jewish blood-guiltiness, while He joined Himself to the disciples, keeping with them the desired feast? Therefore we too must eat the Pascha with Christ, cleansing from our own mind all leaven of malice and wickedness, and being filled with the unleavened bread of truth and sincerity, having within ourselves inwardly in the soul the Jew in secret and the true circumcision, and with the blood of the sheep sacrificed on our behalf anointing around the doorposts of our mind to ward off the destroyer who comes against us. And this not for a single circuit of the whole year, but also throughout every week. Let Friday be a fast for us, a symbol of mourning, on account of our former sins, and for the remembrance of the saving Passion.
ιβʹ. Ἰουδαίους γε μὲν ἐξ ἀρχῆς ἀπεσφάλθαι τῆς ἀληθείας φημὶ, ἐξ ουπερ αὐτῇ τῇ ἀληθείᾳ ἐπιβεβουλεύκασι, τὸν Λόγον τῆς ζωῆς ἐξ ἑαυτῶν ἀπελαύνοντες. Καὶ τοῦτο σαφῶς ἡ τῶν ἱερῶν Εὐαγγελίων παρίστησι γραφή. Τῷ μὲν γὰρ Κυρίῳ ἐπιμαρτυρεῖ τὸ Πάσχα βεβρωκέναι τῇ πρώτῃ τῶν ἀζύμων· μηδ', ὥς φησιν ὁ Λουκᾶς, ἀν ᾗ ἔδει θύεσθαι τὸ Πάσχα ἡμέρᾳ τὸ σύνηθες αὐτοῖς βεβρώκασι Πάσχα, ἀλλὰ τῇ μετ' ἐκείνην ἑξῆς, ἥτις ἦν τῶν μὲν Ἀζύμων δευτέρα, σελήνης δὲ πεντεκαιδεκάτη, ἐν ᾗ τοῦ Σωτῆρος ἡμῶν κρινομένου ὑπὸ Πιλάτου, οὐκ εἰσῆλθον εἰς τὸ πραιτώριον. Οὐκ ἄρα τῇ πρώτῃ τῶν ἀζύμων, ἐν ᾗ ἔδει θύεσθαι, βεβρώκασιν αὐτὸ κατὰ τὸν νόμον· ἦ γὰρ ἂν μετὰ τοῦ Σωτῆρος καὶ αὐτοὶ τὸ Πάσχα πεποιήκεσαν· ἀλλ' ἐξ ἐκείνου ἅμα τῇ τοῦ Σωτῆρος ἡμῶν ἐπιβουλῇ, πρὸς τῆς αὐτῶν τυφλωθέντες κακίας, καὶ πάσης ἀληθείας ἐσφάλησαν. Ἡμεῖς δὲ τὰ αὐτὰ μυστήρια δι' ὅλου τοῦ ἔτους ἄγομεν, ἐν παντὶ μὲν προσαββάτῳ τοῦ σωτηρίου πάθους τὴν ἀνάμνησιν ποιούμενοι διὰ νηστείας, ἣν ἐνήστευσαν, ἀρθέντος ἀπ' αὐτῶν τοῦ Νυμφίου, τότε πρῶτον οἱ ἀπόστολοι· διὰ πάσης δὲ Κυριακῆς ἡμέρας τῷ ἡγιασμένῳ σώματι τοῦ αὐτοῦ σωτηρίου Πάσχα ζωοποιούμενοι, καὶ τῷ τιμίῳ αἵματι αὐτοῦ τὰς ψυχὰς κατασφραγιζόμενοι.
12. The Jews indeed, I say, erred from the truth from the beginning, ever since they plotted against the truth itself, driving away from themselves the Word of life. And this the Scripture of the sacred Gospels clearly presents. For to the Lord it bears witness that He ate the Pascha on the first day of Unleavened Bread; nor did they eat their customary Pascha on the day, as Luke says, on which the Pascha had to be sacrificed, but on the next day following that, which was the second day of Unleavened Bread and the fifteenth of the moon, on which, while our Saviour was being judged by Pilate, they did not enter into the praetorium. Not therefore on the first day of Unleavened Bread, on which it had to be sacrificed, did they eat it according to the law—for truly then they too would have kept the Pascha with the Saviour—but from that time, together with their plot against our Saviour, blinded by their own malice, they erred from all truth as well. We, however, celebrate the same mysteries throughout the whole year, on every day before the Sabbath making the remembrance of the saving Passion through the fast which the apostles fasted then for the first time when the Bridegroom was taken away from them; and throughout every Lord's day being quickened by the sanctified body of the same saving Pascha, and having our souls sealed with His precious blood.
LECTURIS JOAN. HENR. NOLTE S. P. D.
Johann Heinrich Nolte Sends Hearty Greetings to Those Who Shall Read.
Libros ab Eusebio contra Marcellum conscriptos ad fidem quattuor codicum, quos ego aut amici contulimus de quibusque olim pluribus alibi explicandum mihi erit, recensui. Unicae, quae hucusque exstabat editionis Parisiensis lectiones brevitatis studio ductus voce ‹ vulgo, › lectiones in margine eiusdem propositas litteris Mp., quae in Corrigendis ad eiusdem calcem leguntur, in corr. insignivi; cod. significat unum, codd. plures codices afferre id quod ascriptum est. Montacutii notas integras et littera M. a meis distinctas eiusdemque translationem immutatam repetendam curavi. Littera R. significat Rettbergium, qui Marcelli fragmenta collecta et disposita Goettingae 1794 edidit; ut numerum, quem singulis fragmentis dedit R, in hac editione iis apponeretur faciundum mihi putavi. Quin errorum a me forte commissorum veniam facile a lectore, qui intra paucos dies totum recensionis et annotationum scribendarum negotium a me conficiendum fuisse secum reputaverit, impetraturus sim, non dubito. Paris. Kal. Decembr. MDCCCLVII.
I have edited the books written by Eusebius against Marcellus on the authority of four manuscripts which I or my friends have collated and concerning which I shall hereafter have to explain at greater length elsewhere. Led by a desire for brevity, I have marked the readings of the sole Paris edition hitherto extant by the word ‹ vulgo, › the readings proposed in the margin of the same by the letters Mp., and those read in the Corrigenda at the foot of the same by in corr.; cod. signifies that one manuscript brings forward what is noted, codd. that several manuscripts do so. I have taken care that Montagu's notes should be reprinted entire and distinguished from my own by the letter M., and his translation unchanged. The letter R. signifies Rettberg, who published the collected and arranged fragments of Marcellus at Goettingen in 1794; I thought I ought to see to it that the number which R gave to the individual fragments should be set beside them in this edition. Indeed I do not doubt that for any errors perchance committed by me I shall easily obtain pardon from the reader who reflects within himself that the entire task of the recension and of writing the annotations had to be completed by me within a few days. Paris, on the Kalends of December, 1857.
Notes, col. 705

On the reading

Printed κὐτῶν, for αὐτῶν.

Printed ειλικρινείας, for εἰλικρινείας.

Printed δι, for δι'.

Printed σωτηρί ουπάθους, for σωτηρίου πάθους.

Printed ουπερ, for οὗπερ.

Printed ἀν, for ἐν.