Migne Reading Room

PG 24 · cols. 656–665 · Read from the page

On the Theophany

On the Theophany

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 24:656Read from the page
δεῖν προσδοκᾷν αὐτὸν διδάσκει. Εἰ δὲ ἐπὶ γῆς λέγοιτό τις καὶ ἀκούοιτο θρυλλούμενος καὶ φημιζόμενος παρὰ τοῖς πολλοῖς, ὡς αὐτὸς παρὼν ὁ Χριστὸς κατὰ τὴν δευτέραν αὐτοῦ παρουσίαν, Ὑμεῖς, φησὶ, μὴ πιστεύσητε, μηδὲ ἐξέρχησθε τοῦ ἰδίου τόπου
He teaches that we ought to await Him. But if someone on earth should be spoken of and heard bruited about and rumored among the multitude as being the Christ Himself present in His second coming, "Do not believe it," He says, "you yourselves, nor go out from your own place."
Αὐτίκα Σαμαρεῖται Δοσίθεον μετὰ τοὺς χρόνους τοῦ Σωτῆρος γενόμενον, αὐτὸν εἶναι τὸν ὑπὸ Μωϋσέως προφητευόμενον προφήτην ἐπείσθησαν· ἀπατηθέντες ὑπ' αὐτοῦ, ὡς τὸν Χριστὸν αὐτὸν εἶναι ἀποφήνασθαι. Ἄλλοι δὲ κατὰ τοὺς χρόνους τῶν ἀποστόλων Σίμωνα τὸν μάγον τὴν μεγάλην τοῦ θεοῦ δύναμιν ἐκάλουν, αὐτὸν εἶναι νομίσαντες τὸν Χριστόν· καὶ κατὰ τὴν Φρυγίαν δὲ Μοντανὸν ἕτεροι· ἀλλαχοῦ δὲ πάλαι ἑτέρους ἄλλοι νενομίκασι. Καὶ οὐ παύσονταί γε ἀπατεῶνες· προσδοκᾷν γὰρ χρὴ καὶ πλείους τοιούτους ἔσεσθαι· ἐξ ὧν δὴ καὶ αὐτῶν ἡ ἀλήθεια τῶν σωτηρίων προγνώσεων τὴν μαρτυρίαν εἴληφεν.
For instance, the Samaritans were persuaded that Dositheus, who arose after the times of the Savior, was himself the prophet foretold by Moses, having been deceived by him into declaring that he was the Christ. Others, in the times of the apostles, called Simon Magus the Great Power of God, supposing that he was the Christ; and in Phrygia others supposed the same of Montanus; and elsewhere in former times different people have supposed the same of various others. Nor indeed will impostors cease; for one must expect that there will be still more such men, from whose very case the truth of the saving forewarnings has received its testimony.
ΙΑʹ.
XI.
Ἄξιον θαυμάσαι τὸ ἄπλαστον καὶ φιλάληθες ἦθος, καὶ τὴν φιλοσοφίαν τοῦ εὐαγγελιστοῦ Ματθαίου· οὗτος γὰρ τὸν πρότερον βίον οὐκ ἀπὸ σεμνῆς διατριβῆς ὡρμᾶτο, ἐκ δὲ τῶν ἀμφὶ τὰς τελωνίας καὶ πλεονεξίας σχολαζόντων. Καὶ τοῦτο τῶν λοιπῶν εὐαγγελιστῶν οὐδεὶς δῆλον ἡμῖν ἐποίησεν, οὐχ ὁ συναπόστολος αὐτοῦ Ἰωάννης, οὐδέ γε Λουκᾶς, οὐδὲ Μάρκος, οἱ τῶν λοιπῶν Εὐαγγελίων συγγραφεῖς· ἀλλ' ὁ μὲν Λουπᾶς συγκαλύπτων τὸ ὄνομα, τῇ ἀρχαιοτέρᾳ προσηγορίᾳ κατεχρήσατο· αὐτὸς δὲ Ματθαῖος τὸν ἑαυτοῦ στηλιτεύων βίον, καὶ κατήγορος ἑαυτοῦ γινόμενος, ὀνομαστὶ αὐτὸς ἑαυτοῦ μεμνημένος, ἐν τῷ οἰκείῳ συγγράμματι τόνδ' ἱστορεῖ τὸν τρόπον· Καὶ παράγων ἐκεῖθεν ὁ Ἰησοῦς εἶδεν ἄνθρωπον καθήμενον ἐπὶ τὸ τελώνιον, Ματθαῖον ὀνόματι· ἐλέγχων ἑαυτοῦ τὸ τραῦμα, ἵνα θαυμάσῃς τὴν τέχνην τοῦ ἰατρεύσαντος. Καὶ πάλιν προϊὼν ἑξῆς τόν τε κατάλογον τῶν λοιπῶν μαθητῶν ἐξαριθμούμενος, αὐτὸς ἑαυτῷ τὸ τοῦ τελώνου προστίθησιν ὄνομα, δι' ὑπερβολὴν ἐπιεικείας μὴ ἐπικρύπτων τὸν πρότερον ἑαυτοῦ βίον· καὶ ἁμαρτωλοῖς ἑαυτὸν συναριθμεῖ, καὶ τοῦ συναποστόλου δεύτερον ἑαυτὸν καταλέγει. Συνεζευγμένος γοῦν τῷ Θωμᾷ, ὡς Πέτρος Ἀνδρέᾳ, καὶ Ἰάκωβος Ἰωάννῃ, Φίλιππός τε καὶ Βαρθολομαῖος, προτάττει ἑαυτοῦ τὸν Θωμᾶν, προτιμῶν ὡς κρείττονα τὸν συναπόστολον, τῶν λοιπῶν εὐαγγελιστῶν τοὐναντίον πεποιηκότων.
It is worthy of admiration to behold the unfeigned and truth-loving character, and the philosophic spirit, of the evangelist Matthew; for in his former life he did not come from a reputable occupation, but from those who busied themselves with tax-collecting and extortion. Yet none of the other evangelists made this known to us—neither his fellow apostle John, nor indeed Luke, nor Mark, the writers of the remaining Gospels; rather, Luke, veiling his name, made use of his older appellation, whereas Matthew himself, exposing his own life as on a public pillar, becoming his own accuser, and making mention of himself by name, narrates it in his own work in this manner: "And passing on from there, Jesus saw a man sitting at the tax-office, Matthew by name"—laying bare his own wound, that you may marvel at the skill of the One who healed him. And again, proceeding further on and enumerating the list of the rest of the disciples, he himself attaches to his own name the title of tax-collector, through an abundance of modesty not concealing his former life; and he numbers himself with sinners, and enrolls himself second after his fellow apostle. Thus, when paired with Thomas—just as Peter is with Andrew, and James with John, and Philip and Bartholomew—he places Thomas ahead of himself, honoring his fellow apostle before himself as his superior, whereas the other evangelists have done the opposite.
Διὰ δὴ τούτων τῶν ἀνδρῶν ἡ πολύθεος πλάνη μικρὸν ὕστερον ἀνετρέπετο, ἥ τε τοῦ Θεοῦ βασιλεία τοῖς πᾶσιν ἐκηρύττετο. Διὸ καὶ ἀναγκαίως ἐχρῆν ἡμᾶς μηδ' ἐξ ὀνόματος ἀγνοῆσαι τίνες ἦσαν οὗτοι. Ἡ μὲν οὖν πρώτη συζυγία Πέτρος καὶ Ἀνδρέας, οὓς ἔμπροσθεν ἐδηλώσαμεν ἁλιεῖς ὄντας· δευτέρα δὲ Ἰάκωβος καὶ Ἰωάννης, ἄμφω Ζεβεδαίου παῖδες, καὶ οὗτοι ἁλιεῖς· ἑξῆς δὲ τούτοις ἦν Φίλιππος καὶ Βαρθολομαῖος· τίς ποτε δὲ ἦν καὶ οὗτος ὁ Φίλιππος, Ἰωάν
Through these very men polytheistic error was shortly afterward overthrown, and the kingdom of God was proclaimed to all. Wherefore it was also needful that we should not be ignorant even by name of who these men were. Now the first pair was Peter and Andrew, whom we previously showed to have been fishermen; the second was James and John, both sons of Zebedee, and they too were fishermen; and next after them were Philip and Bartholomew; and who indeed this Philip also was, Jo-
Notes, col. 656

On the reading

Printed Λουπᾶς, for Λουκᾶς.

PG 24:657Read from the page
νης ὁ εὐαγγελιστὴς διδάσκει, φήσας εἶναι αὐτὸν ἀπὸ Βηθσαϊδὰ ἐκ τῆς πόλεως Ἀνδρέου καὶ Πέτρου· καὶ ὁ Βαρθολομαῖος δὲ ἁπλοῦς τις ἀνήρ, καὶ τῆς τῶν πολλῶν συνέσεώς τε καὶ πικρίας εἰσῆκται ἀλλότριος· καὶ Ματθαῖος δὲ τῶν περὶ τοὺς τελώνας πάλαι πρότερον ἠσχολημένων γέγονε. Τοιοῦτοί τινες ἦσαν οἱ πρῶτοι κήρυκες τῆς οὐρανίου βασιλείας, οἷς ὑπηρέταις καὶ διακόνοις τῶν αὐτοῦ λόγων ὁ Σωτὴρ ἐχρῆτο, παριστὰς αὐτόθεν, ὡς θεϊκῇ δυνάμει, ἀλλ' οὐ θνητοῖς ἐπιτηδεύμασι τὸ κατορθούμενον αὐτῷ συνετελεῖτο. Ἄλλος μὲν γὰρ τάχα τῆς τῶν ἀνθρώπων οἰκουμένης νομοθέτας καὶ διορθωτὰς, εὐσεβείας τε κήρυκας προχειριζόμενος, πάντως που δυνατοὺς ἐν λόγῳ καὶ ἔργῳ πρὸς τὸ μέγεθος τοῦ πράγματος ἀπιδὼν, ἐπενόησεν ἂν, ἐπελέξατο δ' ἂν σοφίᾳ καὶ συνέσει κεχορηγημένους ἄνδρας, ἢ πλουσίους καὶ εὐσχήμονας, τοὺς καὶ χρημάτων δόσεσι προτρεψομένους, καὶ λόγῳ πείσοντας· καὶ τὰς μὲν περὶ θεῶν δόξας ἐπιστημόνως διελέγξοντας, τὴν δὲ περὶ τοῦ πάντων ποιητοῦ τε καὶ δημιουργοῦ Θεοῦ γνῶσίν τε καὶ εὐσέβειαν λογισμοῖς ἀποδεικτικοῖς παραστήσοντας· καὶ πρό γε πάντων προὐνόησεν ἂν, μέλλων αὐτοὺς ἐπὶ πᾶν ἔθνος ἐκπέμπειν, ἑρμηνέας αὐτοῖς παραστήσεσθαι τῶν λόγων, ὡς ἂν ἑκάστοις ἔθνεσι τῇ αὐτῶν γλώττῃ ὁμιλοῖεν, καὶ τῇ
the evangelist teaches, saying that he was from Bethsaida, of the city of Andrew and Peter; and Bartholomew too is introduced as a simple man, a stranger to the shrewdness and bitterness of the multitude; and Matthew likewise had formerly, long before, been one of those occupied among the tax-collectors. Such men were the first heralds of the heavenly kingdom, whom the Savior employed as ministers and servants of His words, showing from the very outset that what was accomplished by Him was brought to pass by divine power, and not by mortal contrivances. For anyone else, perhaps, in appointing lawgivers and reformers of the inhabited world of mankind and heralds of piety, looking to the greatness of the undertaking, would surely have thought of men powerful in word and deed, and would have chosen men endowed with wisdom and intelligence, or wealthy and distinguished men, such as would win others over by gifts of money and persuade them by eloquence, and who would skillfully refute opinions concerning the gods while establishing knowledge of and piety toward God, the Maker and Creator of all, by demonstrative arguments; and above all, being about to send them forth to every nation, he would have taken forethought to provide interpreters of their discourses for them, so that they might converse with each nation in its own tongue, and to the
Ἑβδομήκοντα δὲ ἀνεδείκνυ μαθητὰς, ὁπόσα λέγεται καθ' ὅλης τῆς οἰκουμένης ἔθνη τυγχάνειν· τοῦτο δὲ καὶ ἡ Μωϋσέως δηλοῖ Γραφὴ τὸν κατάλογον ποιουμένη τῶν μετὰ τὸν κατακλυσμὸν τοῦ Νῶε γενομένων παίδων· ἐξ ὧν τοὺς πάντας ἑβδομήκοντα φυναι, οὓς προπάτορας τῶν καθ' ὅλης τῆς οἰκουμένης ἐθνῶν λόγος ἀληθὴς γεγονέναι κατέχει.
Moreover, He appointed seventy disciples, as many as the nations throughout the whole inhabited world are said to be; and this the Scripture of Moses also indicates when it draws up the catalogue of the descendants of Noah born after the flood, from whom in all seventy sprang, who, as a true account holds, became the forefathers of the nations throughout the whole inhabited world.
ΙΒʹ.
XII.
Ἡμεῖς δὲ καὶ τῆς τοῦ Δανιὴλ μνησθῶμεν ἐνταῦθα προφητείας, ἵνα δείξωμεν, ὅτι καὶ ἡ Ῥωμαϊκὴ ἀρχὴ
Let us also make mention here of the prophecy of Daniel, in order to show that the Roman empire too
Notes, col. 657

On the reading

Printed ἀνήρ, for ἀνὴρ.

Printed φυναι, for φῦναι.

PG 24:660Read from the page
προτεθέσπιστο καὶ προελαλήθη τῷ Πνεύματι, ὡς κατ' αὐτὴν μέλλοντος γεννηθῆναι Χριστοῦ, ὃς ἔμελλε πάσας τὰς ἐν ἀνθρώποις βασιλείας καθαιρεῖν, καὶ τὴν ἰδίαν ἀποδεικνύειν μόνην πάντων κρατοῦσαν, καὶ τέλος οὐκ ἐπιδεχομένην. Τά γε μὴν τοῦ ἀνδρὸς τῶν ἐπιθυμιῶν θεσπίσματα ὧδέ πη εἶχεν ὑποθέσεως.
had been foreordained by oracle and foretold by the Spirit, inasmuch as in its time Christ was to be born, who would pull down all kingdoms among men and establish His own alone as ruling over all and admitting of no end. Now the oracles of the man of desires had their subject matter somewhat as follows.
Ὥσπερ ποτὲ τῷ τῆς Αἰγύπτου ἄρχοντι ἑρμηνεὺς τῶν τεθεαμένων ἐν ὕπνοις κατέστη ὁ Ἰωσὴφ, οὕτως ὁ Δανιὴλ τῷ Χαλδαίων ἄρχοντι Ναβουχοδονόσορ τὴν ὄψιν διασαφεῖ, ὡς ἄρα ἡ εἰκὼν κατὰ τοὺς ὕπνους αὐτῷ ὀφθεῖσα, ἧς ἡ κεφαλὴ χρυσῆ, τὸ δὲ στῆθος ἀργύρεον, ἡ δὲ κοιλία χαλκῆ, καὶ οἱ πόδες σιδηροῖ, τέσσαρας δηλοῖ βασιλείας· αὐτὸς μὲν ἔστιν ἡ χρυσῆ κεφαλὴ διὰ τὸ βαθύπλουτον καὶ τρυφηλὸν τῶν παρὰ Ἀσσυρίοις βεβασιλευκότων. Μεγάλη δὲ καὶ αὕτη ἡ τῶν Ἀσσυρίων βασιλεία· κατέσχον γὰρ Αἰγύπτου καὶ Λιβύης Ἀσίας τε πάσης, διῆλθόν τε καὶ μέχρι τῆς Ἰνδῶν οἰκουμένης· διήρκεσέ τε μακραῖς ἐτῶν περιόδοις, ἀρξαμένη μὲν ἀπὸ τοῦ Νεβρὼδ, παρατείνασα δὲ ἐπὶ τὸν Ναβουχοδονόσορ· οὐ πρότερον δὲ ἀπεσβέσθη, ἢ χεῖρας ἐπὶ τὸν ἐν Ἱεροσολύμοις νεὼν τοῦ Θεοῦ βαλεῖν. Τούτου γὰρ γενομένου, Μῆδοι παραχρῆμα τὴν Ἀσσυρίων ἀρχὴν καταλύουσιν· ὧν πρῶτος Κῦρος εἰς Πέρσας μετεστήσατο τὴν ἡγεμονίαν. Καὶ δὲ δεύτεροι μετὰ Ἀσσυρίους Πέρσαι τῆς οἰκουμένης ἐπῆρξαν λαμπρότατα καὶ διαφανῶς· ὃ δὴ καὶ ἐδήλου τὰ δεύτερα μέρη τῆς εἰκόνος ἐξ ἀργύρου πεποιημένα. Τρίτος δὲ ἐπελθὼν Ἀλέξανδρος ὁ Μακεδὼν συμβάλλει μὲν τῷ Πέρσῃ Δαρείῳ· ἑλὼν δὲ τοῦτον, τὴν ἀρχὴν εἰς Μακεδόνας μετεστήσατο· καὶ κρατοῦσιν οὗτοι τῶν ἐθνῶν ἁπάντων τρίτοι μετὰ τοὺς πρώτους. Ἐσήμαινε δὲ ἄρα καὶ τούτους τὰ τρίτα μέρη τῆς εἰκόνος διὰ τοῦ χαλκοῦ· εὔφωνος γὰρ αὕτη ἡ ὕλη καὶ μακρὰν ἠχεῖν δυναμένη. Τοιαύτη δέ τις ἡ τῶν Μακεδόνων ἡγεμονία, Ἑλλήνων ὄντων καὶ τὴν γλῶτταν λογικωτέρων· ἐπὶ δὲ τούτοις τὴν σιδήρεον ᾐνίξατο βασιλείαν, κραταιὰν καὶ διαφερόντως παρὰ πάσας τὰς πρὸ αὐτῆς ἰσχυροτάτην· ἐπεὶ καὶ ἡ τοῦ σιδήρου δύναμις ἐλαύνειν καὶ δαμάζειν τὰς λοιπὰς ὕλας φύσιν ἔχει. Τίς δὲ αὕτη, ἢ τῶν Ῥωμαίων ἀρχὴ, τῆς τῶν Μακεδόνων καταστᾶσα διάδοχος; ἐν ταύτῃ τῇ σιδηρᾷ βασιλείᾳ Χριστὸς γεννᾶται, ὁ τμηθεὶς λίθος ἐξ ὄρους, οὐ σιδήρῳ, ἀλλ' ἄνευ χειρῶν· τῷ δὲ προφήτῃ θηρίων ἀλόγων τε καὶ ἀγρίων ἐν μορφαῖς ἐδείκνυτο.
Just as of old Joseph became the interpreter for the ruler of Egypt of the things seen in his dreams, so Daniel makes clear the vision to Nebuchadnezzar, the ruler of the Chaldeans: namely, that the image seen by him in his dreams—whose head was of gold, its breast of silver, its belly of bronze, and its feet of iron—signifies four kingdoms; he himself is the head of gold because of the deep wealth and luxury of those who had reigned among the Assyrians. Great indeed was this kingdom of the Assyrians as well: for they gained mastery over Egypt and Libya and all Asia, and penetrated even as far as the inhabited land of the Indians; and it endured through long cycles of years, having begun from Nimrod and extended down to Nebuchadnezzar; nor was it extinguished before laying hands upon the temple of God in Jerusalem. For when that happened, the Medes straightway overthrew the empire of the Assyrians; and first among them Cyrus transferred the hegemony to the Persians. And second after the Assyrians, moreover, the Persians ruled over the inhabited world most brilliantly and illustriously—which very thing the second parts of the image, wrought of silver, indicated. Third, Alexander the Macedonian came on and joined battle with Darius the Persian; and having conquered him, he transferred the empire to the Macedonians; and these hold sway over all the nations third after the first. Them too, then, the third parts of the image signified by the bronze; for this material is resonant and able to sound afar. Of some such sort was the hegemony of the Macedonians, since they were Greeks and more eloquent of tongue; and after them he shadowed forth the kingdom of iron, mighty and surpassingly strongest beyond all those before it, since the power of iron by nature beats out and subdues the other materials. And what is this, other than the empire of the Romans, which succeeded that of the Macedonians? In this kingdom of iron Christ is born, the stone cut out of a mountain, not with iron, but without hands; whereas to the prophet these kingdoms were also shown under the forms of brute and wild beasts.
Ὥσπερ μέντοι διὰ τοῦ χρυσοῦ τὸ βαθύπλουτον τῶν Ἀσσυρίων παρίστατο, οὕτω διὰ τῆς λεαίνης τὸ τεθηλυμένον αὐτῶν καὶ χαῦνον ἐδηλοῦτο· τὸ δὲ βραδὺ τῶν Περσῶν καὶ δυσκίνητον, διὰ τῆς ἄρκου· παρδάλει δὲ πτερωτῇ τὸν Ἀλέξανδρον ἀφωμοίου διὰ τὸ τῆς φύσεως ὀξὺ καὶ εὐκίνητον· οὐδ' ὅλοις γοῦν ἔτεσι τρισὶ καὶ δέκα τὴν ἀρχὴν ἐπικρατήσας, τὴν οἰκουμένην ἐπῆλθεν ἅπασαν, παντὸς ὀρνέου θᾶττον διαπτὰς, Εὐρώπην ὁμοῦ καὶ Ἀσίαν, ὡς μέχρις αὐτοῦ ψαῦσαι ὠκεανοῦ· Ῥωμαῖοι δὲ Μακεδόνας μὲν τῆς ἀρχῆς ἀφαιροῦνται, ὕστατον αὐτῶν βασιλέα καθελόντες Περσέα· Σύρους δὲ ὑποτάττουσι διὰ Πομπηΐου καὶ Γαβινίου στρατηγῶν, τήν τε Ἀσίαν ἑλόντες διὰ τῶν
Yet just as through the gold the deep wealth of the Assyrians was represented, so through the lioness their effeminacy and laxity were indicated; and the slowness and sluggishness of the Persians, through the bear; while to a winged leopard he likened Alexander, because of the swiftness and agility of his nature; at all events, having held sway over his empire for not even thirteen whole years, he traversed the entire inhabited world, flying faster than any bird across Europe and Asia alike, so as to touch the very ocean itself; whereas the Romans strip the Macedonians of their empire, having overthrown Perseus, their last king, and subjugate the Syrians through their generals Pompey and Gabinius, having also taken Asia through the
PG 24:661Read from the page
αὐτῶν, ὑποχείριον ἐποιήσαντο· καὶ ἐπὶ πᾶσιν ὑστάτην ἁπάντων Κλεοπάτραν εἷλεν Αὔγουστος, κρατήσας Αἰγύπτου καὶ Ἀλεξανδρείας· ἐξ ἐκείνου τε ἤδη καθόλου κρατεῖν ἤρξατο ἡ τετάρτη βασιλεία, ἣν ἡ μὲν τῆς εἰκόνος ὄψις σιδηρᾶν ὠνόμασεν, ὡς πάντα δαμάζουσαν καὶ λεπτύνουσαν· ἡ δὲ τοῦ προφήτου ὅρασις ζῶον φοβερὸν καὶ ἔκθαμβον καὶ ἰσχυρὸν περισσῶς· μαρτυρεῖ δὲ τῷ λόγῳ τὰ τῆς προῤῥήσεως τέλη· μόνα γοῦν ἡ Ῥωμαίων ἀρχὴ ὁμοῦ δημοκρατίας καὶ τοπαρχίας τε καὶ ἐθναρχίας καθεῖλε τῶν ἐξ αἰῶνος μακροῦ καθ' ἕκαστον ἔθνος ὑπὸ οἰκείοις ἄρχουσι τυραννουμένων· καὶ μόνη κατὰ πάντων μίαν μόναρχον ἡγεμονίαν συνεστήσατο, ἐφ' ἧς καὶ Χριστὸς γεννᾶται.
of their own, brought it under their sway; and last of all, after everyone else, Augustus captured Cleopatra, becoming master of Egypt and Alexandria; and from that time the fourth kingdom began to hold universal sway—which the vision of the image named iron, as subduing and crushing all things fine, while the vision of the prophet called it a beast dreadful and terrifying and exceedingly strong; and the outcomes of the prediction bear witness to the word; at all events, the empire of the Romans alone pulled down at once democracies and toparchies and ethnarchies alike among those who from a long age past had in each nation been tyrannized under their own rulers, and alone established over all one monarchical hegemony, in the time of which Christ also is born.
ΙΓʹ.
XIII.
Ὁ ὕστατός τε καὶ μέγιστος προφητῶν Ἰωάννης, κήρυξ ὁμοῦ καὶ πρόδρομος Χριστοῦ γεγονὼς, πρῶτος ἁπάντων ἀνεφώνει κηρύττων εἰς πάντας καὶ εὐαγγελιζόμενος τὴν τοῦ Θεοῦ βασιλείαν· οὗ δὴ πρώτου ταύτην ἀφέντος τὴν φωνὴν, μετανοεῖν τε παρακελευομένου, λουτρῷ τε προσιέναι, καὶ τὰς ψυχὰς ἀποκαθαίρεσθαι τῶν προτέρων ἀμπλακημάτων, φαιδρύνεσθαί τε παραινοῦντος, καὶ παρασκευάζεσθαι ἐπὶ τὴν εἴσοδον τῆς βασιλείας, οὐκέτι μὲν ἀμφὶ τὰ Ἱεροσόλυμα, οὐδ' ἐπὶ τὰ ταύτῃ συντελούμενα Μωϋσέως νόμιμα συγκροτοῦντος, ἀμφὶ δὲ τὸν Ἰορδάνην ποταμὸν διὰ νέας καὶ ξενιζούσης ἐπαγγελίας τῆς δι' ὕδατος καθάρσεως τὸν πάντα λεὼν προκαλουμένου· οἱ τῶν ἀνέκαθεν προφητῶν τὰς περὶ τούτων προῤῥήσεις διὰ μνήμης φέροντες ἀρχιερεῖς καὶ διδάσκαλοι, οἱ τοῦ ἔθνους Ἰουδαίων καθηγούμενοι, τὰς ἀκοὰς ἐπὶ τῷ νέῳ κηρύγματι πληγέντες, αὐτὸν ὑπετόπησαν εἶναι τὸν καὶ πάλαι αὐτοῖς ἥξειν προσδοκώμενον, κοινὸν τοῦ τῶν ἀνθρώπων γένους Σωτῆρα, Ἠσαΐου προφήτου συμβάλλοντες φωνὰς, ὃς δὴ ὀνομαστὶ τῆς ἐρήμου καὶ τοῦ κηρύγματος, καὶ δὴ καὶ τοῦ Ἰορδάνου ὧδέ πη ἐμνημόνευσε λέγων· Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, καὶ τὰ ἑξῆς· καὶ αὖθις· Εὐφράνθητι, ἔρημος διψῶσα, ἀγαλλιάσθω ἔρημος καὶ ἀνθείτω ὡς κρίνον· καὶ, Ἐξανθήσει καὶ ἀγαλλιάσεται τὰ ἔρημα τοῦ Ἰορδάνου· οἷς ἐπισυνῆπτε λέγων· Ἰσχύσατε, χεῖρες ἀνειμέναι, καὶ γούνατα παραλελυμένα· παρακαλέσατε οἱ ὀλιγόψυχοι τῇ διανοίᾳ· ἰσχύσατε, μὴ φοβεῖσθε· ἰδοὺ ὁ Θεὸς ἡμῶν κρίσιν ἀνταποδίδωσιν· αὐτὸς ἥξει καὶ σώσει ἡμᾶς· τότε ἀνοιχθή-
John, at once the last and the greatest of the prophets, having become both herald and forerunner of Christ, first of all lifted up his voice, proclaiming unto all and preaching the good news of the kingdom of God; and when he first sent forth this voice, exhorting men to repent, and to draw near to the washing, and to cleanse their souls of their former transgressions, counseling them to brighten themselves and make ready for entrance into the kingdom, and no longer gathering them around Jerusalem nor unto the ordinances of Moses performed there, but calling forth the whole people around the river Jordan by a new and strange promise of purification through water, the chief priests and teachers—the leaders of the Jewish nation, who bore in memory the predictions of the prophets of old concerning these things—struck in their hearing at the new proclamation, surmised that he himself was the common Savior of the human race who had long been expected by them to come, comparing the utterances of the prophet Isaiah, who indeed made mention by name of the wilderness and of the proclamation, and even of the Jordan, speaking somewhat thus: "A voice of one crying in the wilderness: Prepare the way of the Lord," and what follows; and again: "Be glad, O thirsty wilderness, let the wilderness exult and blossom like a lily"; and, "The desert places of the Jordan shall blossom forth and exult"; to which he subjoined, saying: "Be strong, you slackened hands and palsied knees; offer comfort, you fainthearted in mind; be strong, fear not: behold, our God renders judgment in recompense; He Himself will come and save us; then shall be opened"
Notes, col. 661

On the reading

Printed μόνα, for μόνη.

PG 24:664Read from the page
Ταῦτα βίβλοις ἱεραῖς, ὥσπερ ἐν στήλαις, τετυπωμένα πάλαι παρ' ἑαυτοῖς ἔχοντες οἱ καθηγεμόνες τοῦ Ἰουδαίων ἔθνους, ἐπειδὴ Ἰωάννης αὐτοῖς κηρύττειν ἐπὶ τῆς ἐρήμου καὶ ἀμφὶ τὸν Ἰορδάνην ποταμὸν ἠγγέλλετο, τοῖς πράγμασι τὰς προῤῥήσεις συμβάλλοντες, αὐτὸν εἶναι καὶ οὐκ ἄλλον τὸν διὰ τοῦ προφήτου σημαινόμενον ὑπετόπησαν· ἠρώτων τε ἀποστείλαντες, εἰ αὐτὸς εἴη ὁ Χριστός. Ὁ δὲ μὴ εἶναι μὲν ὡμολόγει, ἐπεὶ μηδ' αὐτὸς τὸ κοινὸν ἁπάντων σωτήριον· παρόντος δὲ ἤδη τοῦ προσδοκωμένου, ἑαυτὸν εἶναι πρόδρομον, καὶ τὴν ἐπὶ τῆς ἐρήμου φωνὴν τὴν καταγγελικὴν τοῦ σωτηρίου, αὐτὸς ἑαυτὸν εἶναι ἐδίδασκε· καὶ τοῦτο ἡ θεία τοῦ Εὐαγγελίου παρίστησι Γραφή· Ὡμολόγησε γὰρ, φησὶν, ὅτι Οὐκ εἰμὶ ἐγὼ ὁ Χριστὸς, ἀλλ' ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, Εὐθύνατε τὴν ὁδὸν Κυρίου· ἐγὼ βαπτίζω ὑμᾶς ἐν ὕδατι, μέσος δὲ ὑμῶν εἰστήκει, ὃν ὑμεῖς οὐκ οἴδατε. Καὶ Λουκᾶς δὲ τὰ ὅμοια ἱστορεῖ, ὅτι Πάντων διαλογιζομένων περὶ Ἰωάννου, μή ποτε αὐτὸς εἴη ὁ Χριστὸς, ἀπεκρίνατο ὁ Ἰωάννης· Ἐγὼ μὲν ὕδατι βαπτίζω ὑμᾶς, ἔρχεται δὲ ὁ ἰσχυρότερός μου· αὐτὸς ὑμᾶς βαπτίσει ἐν Πνεύματι ἁγίῳ καὶ πυρί. Τί δὲ τὸ πῦρ; ἡ τοῦ κούφου δαπάνη, καὶ ἡ ζέσις τοῦ πνεύματος. Τῆς αὐτῆς ἔχεται διανοίας καὶ ὁ Ἰωάννης λέγων· Οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτὸς, ἵνα πάντες πιστεύσωσι δι' αὐτοῦ· οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἀλλ' οὕτος μὲν ὧδέ πη προκατήρχετο τοῦ κηρύγματος, ὁδοποιῶν οἷα φωνὴ τὰς τῶν ἀνθρώπων ψυχὰς εἰς ὑποδοχὴν τοῦ τελείου λόγου· ἔνθεν εἰκότως ἀπαρχὴν τοῦ Εὐαγγελίου αὐτὸν εἶναι ὁ Μάρκος ἐδίδασκεν· ἐπειδὴ δὲ ἐσιώπα μὲν ἡ φωνὴ τὰ οἰκεῖα πληρώσασα μέρη, σμικρῷ τε οἷα φωσφόρῳ φωτὶ τὰς τῶν ἀνθρώπων καταυγάσασα διανοίας, αὐτὸς δὴ λοιπὸν ὁ μονογενὴς καὶ προὼν τοῦ Θεοῦ Λόγος διὰ σαρκὸς τὰς οἰκείας ἐξέπεμπε μαρμαρυγάς.
Possessing these words long since engraved among themselves in sacred books as though upon stone pillars, the leaders of the Jewish nation, when John was reported to them to be preaching in the wilderness and around the river Jordan, compared the predictions with the events and surmised that he himself and no other was the one signified through the prophet; and they sent and asked whether he himself were the Christ. He, however, confessed that he was not, since he himself was not the common salvation of all; rather, now that the Expected One was already present, he himself taught that he was His forerunner, and that he himself was the voice in the wilderness heralding that salvation; and this the divine Scripture of the Gospel sets forth: "For he confessed," it says, "that 'I am not the Christ, but I am the voice of one crying in the wilderness, Make straight the way of the Lord; I baptize you with water, and in the midst of you has stood One whom you do not know.'" And Luke too narrates the like, that "While all were reasoning concerning John, whether perhaps he himself might be the Christ, John answered: 'I indeed baptize you with water, but there comes He who is mightier than I; He will baptize you with the Holy Spirit and with fire.'" And what is the fire? The consuming of what is light and vain, and the fervor of the spirit. To the same purport John the Evangelist also adheres when he says: "This man came for a witness, that he might bear witness concerning the light, that all might believe through him; he was not that light, but came that he might bear witness concerning the light." Thus in some such way did this man make the preliminary beginning of the proclamation, preparing like a voice the souls of men for the reception of the perfect Word; whence with good reason Mark taught that he was the beginning of the Gospel; and when the voice fell silent, having fulfilled its proper part and having illumined the minds of men as with a small morning-star's light, then at last the Only-begotten and pre-existent Word of God Himself sent forth through the flesh His own radiant beams.
ΙΔʹ.
XIV.
Διὰ τοῦ τῶν ἁλῶν συμβόλου τὴν δύναμιν αἰνίττεται τῶν μαθητῶν αὐτοῦ. Ἐπεὶ γὰρ οἱ ἅλες τὴν μὲν οὐσίαν ἐξ ὕδατος καὶ πνεύματος συνεστήκασι, σμικρόν τι τοῦ γεώδους μετέχοντες, τῆς δὲ τῶν φθαρτῶν σωμάτων ῥευστῆς φύσεως πυκνωτικοὶ τυγχάνουσιν, ὡς καὶ τὰ νεκρὰ διακρατεῖν σώματα κρείττονι δυνάμει· εἰκότως τοὺς αὐτῷ μαθητευομένους τῇ τῶν ἁλῶν παραβάλλει φύσει, ἐπεὶ καὶ αὐτοὶ ἐξ ὕδατος καὶ Πνεύματός εἰσι γεγενημένοι ὅλοι τε Πνεύματι ζῶντες, καὶ οὐ κατὰ σάρκα βιοῦντες, ἅλες τινὲς ὥσπερ ὑπῆρχον, τὸν φθαρτικὸν βίον τῶν ἐπὶ γῆς ἀνθρώπων ἐπιστρέφοντες καὶ πυκνοῦντες, τῷ τε κατὰ ἀρετὴν βίῳ τοὺς αὐτοῖς πλησιάζοντας ἀρτύοντες καὶ
Through the symbol of salt He hints at the power of His disciples. For since salt has its substance compounded out of water and wind, partaking only slightly of the earthy element, and yet has the property of compacting the fluid nature of corruptible bodies, so as even to preserve dead bodies by a superior power, with good reason He compares those who become His disciples to the nature of salt: since they too have been born of water and of the Spirit, and living wholly in the Spirit and not conducting their lives according to the flesh, they were, as it were, a kind of salt, turning back and bracing up the corruptible life of men upon earth, and by a life according to virtue seasoning those who draw near to them and
Notes, col. 664

On the reading

Printed οὕτος, for οὗτος.

PG 24:665Read from the page
καθηδύνοντες. Ταύτῃ τοι καὶ Μωϋσῆς ἐνομοθέτει διὰ συμβόλων τοὺς ἅλας προσφέρειν τῷ Θεῷ, ὧδέ πη λέγων· Καὶ πᾶν δῶρον θυσίας ὑμῶν ἁλὶ ἁλισθήσεται· ἀλλ' ὅμως δι' αἰσθητῶν σωμάτων ταῦτ' ἐπιτελεῖν ἐνομοθέτει. Ὁ δὲ τῶν καινῶν αὐθέντης νόμων τοὺς ἅλας ἡμῖν τοὺς θεοφιλεῖς διαῤῥήδην ἐδείκνυ, τούτους εἶναι παριστὰς τοὺς φύλακας τῶν αὐτοῦ παραγγελμάτων· οἷς καὶ εἰς πρόσωπον ἔλεγέν· Ὑμεῖς ἐστε τὸ ἅλας τῆς γῆς.
making them sweet. For this reason Moses also ordained by law through symbols that salt should be offered to God, speaking somewhat thus: "And every gift of your sacrifice shall be salted with salt"; yet he ordained that these things should be performed by means of perceptible substances. But the Author of the new laws expressly showed us the God-beloved salt, presenting as such the guardians of His precepts, to whom He even said to their face: "You are the salt of the earth."
ΙΕʹ.
XV.
Φησὶ γάρ· Πᾶς, ὃς ἂν ὁμολογήσῃ ἐν ἐμοὶ, ὁμολογηθήσεται ἐνώπιον τῶν ἀγγέλων. Ὡς γὰρ ἐπὶ ἡγεμόνων καὶ βασιλέων, ὁ τῆς ἐμῆς βασιλείας γνήσιος στρατιώτης πεπαῤῥησιασμένως τὴν εἰς ἐμὲ ποιήσεται ὁμολογίαν, οὕτω κἀγὼ τὸν τοιοῦτον ἀμειβόμενος κατὰ τὸν τῆς ἐμῆς βασιλείας καιρὸν, μάρτυς αὐτῷ παραστήσομαι τῆς εὐσεβοῦς ὁμολογίας, τὰς ἐνστάσεις, καὶ τὴν παῤῥησίαν, καὶ τὴν ὑπομονὴν, καὶ τὸ τέλειον τῆς πρὸς Θεὸν ἀγάπης, τούς τε λοιποὺς ἄθλους τῆς φιλοθέου στρατείας αὐτοῦ καταριθμούμενος, καὶ τὴν ὑπὲρ αὐτοῦ συνηγορίαν ποιησόμενος ἐπὶ τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς· ταύτην ἀμοιβὴν ἐντεῦθεν ἤδη παρέξειν ἐπαγγέλλομαι τοῖς ἐμοῖς ὁμολογηταῖς καὶ μάρτυσι τοῖς ἐπὶ πάντων ἀνθρώπων πεπαῤῥησιασμένως τὴν ἐμὴν ἀνακηρύξασι βασιλείαν. Καὶ τί δ' ἂν γένοιτο μακαριώτερον τῆς τοιαύτης ἐπαγγελίας; Τί δ' ἂν κρεῖττον καὶ ἐνδοξότερον τοῦ πρὸ τοῦ θείου βήματος αὐτὸν τὸν μονογενῆ τοῦ Θεοῦ Λόγον ἀναδέξασθαι τὴν ὑπὲρ ἡμῶν ὁμολογίαν; ἔργῳ τε τῆς μαρτυρίας τὴν ἀμοιβὴν ἐνδείξασθαι, ἐν αὐτῇ ψυχῇ τοῦ μαρτυρουμένου γενόμενον, καὶ ὥσπερ ἐν ἁγίῳ ναῷ ἐν αὐτῷ κατοικήσοντα; Τοῦτο δ' οὖν ἐπήγγελται, οὐ παρέργως εἰπών· Ὁμολογήσω κἀγὼ ἐν αὐτῷ· οὐ γὰρ ἔξω που τυγχάνων τοῦ μαρτυρουμένου, ἀλλ' ἐν αὐτῷ κατοικῶ, καὶ τῆς θεότητος αὐτὸν πληρῶν τῆς ἐμῆς, δι' αὐτῆς τῆς ἐνεργείας τὴν ἐν αὐτῷ ποιήσομαι ὁμολογίαν.
For He says: "Everyone who shall confess in Me shall be confessed before the angels." For just as before governors and kings the genuine soldier of My kingdom will boldly make his confession in Me, so I also, requiting such a man at the time of My kingdom, will stand beside him as a witness of his pious confession—recounting his steadfastness, and his boldness of speech, and his endurance, and the perfection of his love toward God, and the remaining contests of his God-loving warfare, and making defense on his behalf before My Father who is in heaven; this recompense even now from this present time I promise to grant to My confessors and martyrs who before all men have boldly proclaimed My kingdom. And what indeed could be more blessed than such a promise? What could be better and more glorious than that before the divine tribunal the Only-begotten Word of God Himself should take upon Himself the confession on our behalf, and in deed display the recompense of our testimony, coming to be in the very soul of him to whom witness is borne, and about to dwell in him as in a holy temple? This, then, is what He has promised, saying not casually: "I also will confess in him"; for not being somewhere outside him to whom witness is borne, I rather dwell in him, and filling him with My divinity, through that very working I will make My confession in him.
Πλὴν ἐπιῤῥώσας αὐτοὺς ἐλπίσιν ἀγαθαῖς διὰ τῆς τοσαύτης ἐπαγγελίας, ἐπιστρέφει πάλιν τοὺς αὐτοὺς δι' ἀπειλῆς φοβερωτέρας ἐπιλέγων, ὅτι, Τὸν ἀρνησάμενον ἀπαρνήσομαι. Ἀναγκαίως δὲ καὶ ταύτην αὐτοῖς ἐπανετείνατο τὴν ἀπειλὴν, ὡς ἂν μὴ καταφρονήσαιεν τῆς εἰς αὐτὸν ὁμολογίας, ἔμπαλιν δὲ ὅπως φρίττοιεν τὴν ἄρνησιν τῆς αὐτοῦ μαρτυρίας, διὰ τὴν ἐπακολαυθοῦσαν αὐτῇ τιμωρίαν, ἥτις ἦν τὸ πρὸς τοῦ Υἱοῦ τοῦ Θεοῦ ἀρνηθῆναι. Ὅμοιον δ' ἂν εἴη τὸ ἀρνηθῆναι ὑπὸ τοῦ Πατρὸς τῷ ἀρνηθῆναι ὑπὸ τῆς τοῦ Θεοῦ σοφίας, καὶ τῷ ἐκπεσεῖν τῆς ζωῆς, καὶ τῷ στερηθῆναι τοῦ φωτὸς, καὶ τῷ πάντων τῶν ἀγαθῶν ἀποβληθῆναι. Τὸ δὲ καὶ ταῦτα πάντα παθεῖν ἐνώπιον τοῦ Πατρὸς τοῦ ἐν τοῖς οὐρανοῖς, καὶ ἐπὶ τῶν ἀγγέ-
Nevertheless, having strengthened them with good hopes through so great a promise, He turns the same men back again to soberness through a more fearful threat, adding, "Him who has denied Me I will deny." And of necessity He held this threat also over them, lest they should make light of confession in Him, and on the contrary that they might shudder at denying their testimony to Him on account of the punishment consequent upon it, which was to be denied by the Son of God. Now to be denied by the Father would be the same thing as to be denied by the Wisdom of God, and to fall away from life, and to be deprived of light, and to be cast out from all good things. And to suffer all these things in the sight of the Father who is in heaven, and before the an-
Notes, col. 665

On the reading

Printed ἔλεγέν, for ἔλεγεν.

Printed ἐπακολαυθοῦσαν, for ἐπακολουθοῦσαν.