νοις· αλλα τις γυμνὸς, καὶ εὐτελὴς καὶ ἀπεῤῥιμμένος· διὸ καὶ λίθος προσκόμματος, καὶ πέτρα σκανδάλου ἀπηγόρευται. Ὁ μὲν οὖν τίς φησιν· Οὕτω λέγει Κύριος· Ἰδοὺ ἐγὼ ἐμβάλλω εἰς τὸν θεμέλιον Σιὼν λίθον πολυτελῆ, ἐκλεκτὸν, ἀκρογωνιαῖον, ἔντιμον· καὶ ὁ πιστεύων ἐπ' αὐτὸν οὐ μὴ καταισχυνθῇ· ὁ δὲ βοᾷ· Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες· καὶ Λίθον δὲ προσκόμματος κεκλήκασιν αὐτόν. Ἠσαΐας δὲ ἀποτολμᾷ, καὶ τὸν Κύριον αὐτὸν εἶναι τὸν λίθον διδάσκει, ὧδέ πη θεσπίζων· Κύριον αὐτὸν ἁγιάσατε· καὶ αὐτὸς ἔσται σου φόβος. Κἂν ἐπ' αὐτῷ πεποιθὼς ᾖς, ἔσται σοι εἰς ἁγίασμα, καὶ οὐχ ὡς λίθου προσκόμματι συναντήσεσθε, οὐδ' ὡς πέτρας πτώματι. Ὁ δὲ οἶκος Ἰσραὴλ ἐν παγίδι, καὶ ἐν κοιλάσματι οἱ καθήμενοι ἐν Ἱερουσαλήμ· διὰ τοῦτο ἀδυνατήσουσιν. Ἀνθ' οὗ σαφέστερος ὁ Σύμμαχος ἡρμήνευσε· Κύριον τῶν δυνάμεων, αὐτὸν ἁγιάσατε· καὶ αὐτὸς ἔσται φόβος ὑμῶν καὶ κραταίωμα ὑμῶν, καὶ ἔσται εἰς ἁγίασμα· εἰς δὲ λίθον προσκόμματος καὶ εἰς πέτραν σκανδάλου τοῖς δυσὶν οἴκοις Ἰσραὴλ, εἰς παγίδα καὶ εἰς σκάνδαλον τῷ οἰκοῦντι ἐν Ἱερουσαλήμ. Ἔνθα γενόμενος ἐπίστησον τίνα τρόπον αὐτὸν τὸν Κύριον τῶν δυνάμεων τοῖς μὲν ἐπ' αὐτὸν πεποιθόσιν ἔσεσθαι εἰς ἁγίασμά φησιν, ἀλλ' οὐχ ὡς λίθον προσκόμματος, οὐδὲ ὡς πέτραν πτώματος· τοῖς δὲ μὴ ἐπ' αὐτὸν πεποιθόσι λίθον προσκόμματος καὶ πέτραν πτώματος γενήσεσθαι δοκεῖν, διδάσκει. Καὶ τίνες οὗτοι, προφητεύει, σαφῶς δηλώσας τοὺς εἰς τὸν Χριστὸν ἐπιστήσαντας τῶν ἐκ περιτομῆς. Λίθος δὲ καὶ ἄλλως ἐχρημάτιζεν ὁ Σωτὴρ διὰ τὸ θεμέλιος ἀῤῥαγὴς καὶ πετραῖος ὑποβεβλῆσθαι τῇ πάσῃ οἰκοδομίᾳ τῆς κατὰ Θεὸν πολιτείας. Θεμέλιον ἄλλον, φησὶν ὁ θεῖος Ἀπόστολος, οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν Ἰησοῦς Χριστός· καὶ αὖθις· Ἡ δὲ πέτρα ἦν ὁ Χριστός. Λίθος τοιγαροῦν καὶ πέτρα καὶ θεμέλιος τοῦ κατὰ Θεὸν πολιτεύματος αὐτὸς ἦν· καὶ λίθος ἀκρογωνιαῖος, ἐκλεκτὸς, ἔντιμος, μηδένα τῶν εἰς αὐτὸν ἠλπικότων καὶ πεπιστευκότων αἰσχύνων· ὁ δ' αὐτὸς λίθος ἦν προσκόμματος καὶ πέτρα σκανδάλου διὰ τὸ πάθος, ᾧ προσκόπτειν τοὺς ἀπιστοῦντας συμβαίνει· καὶ λίθος ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες. Ταύτην αὐτὸς ἐπισφραγίζεται τὴν ἑρμηνείαν διὰ τῆς παραβολῆς, ἀμπελῶνα καὶ γεωργοὺς εἰσάγων δούλους τε ἀπεσταλμένους πρώτους καὶ δευτέρους ὑβριζομένους πρὸς τῶν γεωργῶν· καὶ τέλος Υἱὸν ἀγαπητὸν ὑπὸ μὲν τοῦ Πατρὸς ἐκπεμπόμενον, ὑπὸ δὲ ἀσεβῶν γεωργῶν ἀπο-
indicated; but rather someone naked, and lowly and cast aside; wherefore also He has been proclaimed a stone of stumbling and a rock of offence. Accordingly one says: Thus says the Lord: Behold, I lay for the foundations of Sion a costly stone, chosen, a cornerstone, precious; and he who believes in Him shall by no means be put to shame (Isa. 28:16); and another cries aloud: The stone which the builders rejected (Ps. 117:22); and they have also called Him a Stone of stumbling. And Isaiah ventures boldly, and teaches that the Lord Himself is the stone, prophesying somewhat thus: Sanctify the Lord Himself; and He Himself shall be your fear. And if you trust in Him, He shall be to you for a sanctuary, and you shall not meet Him as the stumbling of a stone, nor as the fall of a rock. Yet the house of Israel is in a snare, and those who sit in Jerusalem are in a hollow; therefore they shall be powerless (Isa. 8:13-15). Instead of which Symmachus translated more clearly: The Lord of hosts, sanctify Him; and He Himself shall be your fear and your strength, and He shall be for a sanctuary; yet for a stone of stumbling and for a rock of offence to the two houses of Israel, for a snare and for an offence to the inhabitant in Jerusalem. Arriving at this point, consider in what way he says that the Lord of hosts Himself will be for a sanctuary to those who trust in Him, and not as a stone of stumbling, nor as a rock of falling; whereas to those who do not trust in Him he teaches that He seems to become a stone of stumbling and a rock of falling. And who these are, he prophesies, clearly indicating those of the circumcision who rose up against Christ. And in another way too the Saviour was styled a stone, because as an unbreakable and rocky foundation He has been laid beneath the whole edifice of the polity according to God. Other foundation, says the divine Apostle, can no man lay beside that which is laid, which is Jesus Christ (1 Cor. 3:11); and again: And the rock was Christ (1 Cor. 10:4). Accordingly He Himself was stone and rock and foundation of the commonwealth according to God; and a cornerstone, chosen, precious, putting to shame none of those who have hoped and believed in Him; yet the same was a stone of stumbling and a rock of offence on account of His passion, against which it happens that unbelievers stumble, and a stone which the builders rejected. This interpretation He Himself seals through the parable, introducing a vineyard and husbandmen, and servants sent, first and second, treated insolently by the husbandmen, and finally a beloved Son sent forth indeed by the Father, yet by impious husbandmen put
Ἐπειδὴ δὲ καὶ περὶ τοῦ τόπου ἔχρησεν ὁ τοῦ Θεοῦ Λόγος, φέρε ἴδωμεν τὰς αὐτοῦ περὶ τούτου φωνάς. Οὐ φέροντες αὐτοῦ τὴν σεμνὴν διδασκαλίαν, οὔτε τὴν πρόῤῥησιν καὶ τοὺς ἐλέγχους, οἱ τῶν Ἰουδαίων
Now since the Word of God delivered an oracle concerning the place also, come, let us see His utterances concerning it. Not enduring His venerable teaching, nor His prediction and reproofs, the Jews'