Migne Reading Room

PG 24 · cols. 620–629 · Read from the page

On the Theophany

On the Theophany

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 24:620Read from the page
Ἠφίει τοίνυν πρὸς βραχὺ τὸ σῶμα ἡ τοῦτο διακρατοῦσα τοῦ Θεοῦ Λόγου δύναμις· τὸ δ' ἀνηρτημένον ἐπὶ τοῦ ξύλου παραχρῆμα νεκρὸν ἦν· ἀλλ' οὐχ ὁ Λόγος ὁ ζωοποιὸς τὸ νεκρούμενον ἦν· τὸ δὲ θνητὸν τὴν οἰκείαν ὡμολόγει φύσιν.
The power of the Word of God that held the body fast therefore released it for a brief while; and that which hung upon the tree was immediately dead; yet it was not the life-giving Word that was put to death, whereas the mortal part confessed its own nature.
Μνήματι δὲ κατὰ νόμους ἀνθρώπων παρεδίδοτο· τὸ δὲ μνῆμα σπήλαιον ἦν ἄρτι κατὰ πέτρας λελαξευμένον, οὔπω σώματος ἑτέρου πεπειραμένον· ἔδει γὰρ μόνῳ σχολάζειν τῷ μόνῳ παραδόξῳ νεκρῷ Θαυμαστὴ δὲ ἰδεῖν ἡ πέτρα ἐν ἡπλωμένῳ χώρῳ μόνη ὄρθιος ἀνεσταμένη· καὶ μόνον ἦν ἄντρον εἴσω ἐν αὐτῇ περιέχουσα, ὡς ἂν μὴ, πολλῶν γενομένη, τοῦ τὸν θάνατον καταγωνισαμένου ἐπισκιάσῃ τὸ θαῦμα. Ἔκειτο μὲν δὴ νεκρὸς αὐτόθι, τὸ τοῦ ζῶντος Λόγου ὄργανον· λίθος δ' ἀπέκλειε παμμεγέθης τὸ σπήλαιον. Καὶ πολὺς ἦν ἐν τούτῳ γαυριῶν ὁ θάνατος, ὡς ἂν τοῦτον μετὰ τῶν ἐξ αἰῶνος ἑλὼν ὑποχείριον· ἀλλ' οὔπω τριήμερος παρῄει χρόνος, καὶ ἡ ζωὴ πάλιν ἑαυτὴν ἔφαινε μετὰ τὸν αὐτάρκη τοῦ θανάτου ἔλεγχον. Εἰ γὰρ δὴ θᾶττον ἀνέστη φθάσας, οὐκ ἂν οὐδὲ τεθνεὼς ἐνομίσθη· ἀλλ' ὅτε γε ἀληθῶς ὑψοῦτο, καὶ ἀληθῶς ἐτεθνήκει, ἐν χρόνῳ δὲ τὸν θάνατον ἀληθῶς ὑποδέδεκτο, τότε δὴ τότε ὁ τῶν ἁπάντων ζωοποιὸς τοῦ Θεοῦ Λόγος τὴν πᾶσαν ἀνθρώποις ἀποκειμένην ἐλπίδα διὰ τῆς τοῦ τότε θνητοῦ παλιγγενεσίας ἐπεδείκνυτο. [Καὶ τοῦ σώματος αὐτοῦ ληφθέντος πρὸς τῶν γνωρίμων καὶ τῇ προσηκούσῃ παραδοθέντος ταφῇ, τριταῖος αὖθις ἀπελάμβανε τοῦτο αὐτός. Καὶ πάλιν αὐτὸς ἑαυτὸν ἔνσαρκον, ἔνσωμον αὐτὸν ἐκεῖνον, οἷος καὶ τὸ πρῶτον ἦν, τοῖς οἰκείοις μαθηταῖς δείκνυσιν· οἷς καὶ ἐπὶ βραχὺ ὁμιλήσας, καί τινα συνδιατρίψας χρόνον, ἄνεισιν ὅθεν καὶ παρῆν, ὑπ' ὀφθαλμοὺς αὐτῶν τὴν εἰς οὐρανοὺς πορείαν στειλάμενος.] Τί οὖν ἐπὶ τούτοις γίνεται; Οὐκέτι ἐγώ σοι γενοίμην ἂν τῶν πεπραγμένων διδάσκαλος· οἱ δὲ τούτων ἐπόπται εἶεν ἂν πάντων ἀξιόχρεοι μάρτυρες, οἱ δι' αἵματος καὶ ψυχῆς τῇ θέᾳ τῶν πεπραγμένων τὴν ἀλήθειαν πιστωσάμενοι, καὶ τὴν σύμπασαν οἰκουμένην τῆς πρὸς αὐτῶν κατηγγελμένης θεοσεβείας καταπλήσαντες. Οἱ δὲ γοῦν τὴν αὐτοῖς ὀφθαλμοῖς καταληφθεῖσαν παλιγγενεσίαν ταῖς ἑαυτῶν παρέδωκαν μαρτυρίαις· οὐκ ἦν γὰρ αὐτοῖς ἄχρι λόγου καὶ φωνῆς ἀκουόμενα τὰ πραττόμενα, ἀλλ' ἤδη καὶ ἔργοις ἐθεωρεῖτο καὶ ἐψηλαφᾶτό γε ἀκριβῶς πρὸς τῶν ταῦτα μεμαρτυρηκότων· διὸ δὲ καὶ αὐτοψίᾳ καὶ ἀληθείᾳ τὸ ἐναργὲς κατειληφότες, καὶ τῆς κατὰ τοῦ θανάτου νίκης τὰ τρόπαια τεθεαμένοι, εἰκότως ἔμαθον καταφρονεῖν τοῦ θανάτου· ταὐτὸ δὲ καὶ τοὺς αὐτῶν φοι-
And it was delivered over to a tomb according to the laws of men; and the tomb was a cave newly hewn out in rock, having not yet experienced another body; for it was needful that it be reserved solely for the sole wondrous dead. And wondrous to behold was the rock, standing upright alone in an open space, and containing only a single cavern within itself, lest, had it belonged to many, it should overshadow the miracle of Him Who overcame death. There lay the dead there, the instrument of the living Word; and a stone of vast size closed off the cave. And death was greatly exulting over this, as having taken Him also captive under its hand along with those from of old; yet a three-day time had not yet passed by, and Life showed Himself once again after the sufficient proof of death. For indeed if He had anticipated and risen sooner, He would not even have been thought to have died; but when indeed He was truly lifted up, and had truly died, and over a period of time had truly undergone death, then indeed, then did the life-giving Word of God of all things display the whole hope laid up for men through the rebirth of Him Who was then mortal. [And when His body had been taken by His acquaintances and delivered over to fitting burial, on the third day He Himself took it back again. And once more He Himself shows Himself incarnate, embodied, that very same One, such as He also was at the first, to His own disciples; and having conversed with them briefly, and having spent some time together with them, He ascends whence He had also come, setting out upon His journey into the heavens before their eyes.] What then comes to pass after these things? No longer might I be to you a teacher of the things that were done; rather, the eyewitnesses of these things would be trustworthy witnesses of all, who through blood and life confirmed the truth by the sight of the things done, and filled the entire inhabited world with the godliness proclaimed by them. They at all events handed down by their own testimonies the rebirth apprehended by their very eyes; for the things being accomplished were not heard by them merely so far as word and voice, but already even in deeds were beheld and handled accurately by those who bore witness to these things; wherefore also, having grasped the manifest certainty both by personal sight and in truth, and having gazed upon the trophies of the victory over death, they reasonably learned to despise death; and the very same thing also to their disci-
Notes, col. 620

On the reading

Printed νεκρῷ Θαυμαστὴ, for νεκρῷ. Θαυμαστὴ.

PG 24:621Read from the page
τητὰς ἐδίδασκον, τῆς ἀθανάτου ζωῆς παρὰ τοῦ Σωτῆρος εἰληφότες τὰ ἐχέγγυα.
ples they taught, having received from the Saviour the pledges of immortal life.
Δʹ.
IV.
Ἐπίδοξος ἦν τις ἀνὴρ τῶν ἐν στρατείαις, ἀξιώματος καὶ ἀρχῆς Ῥωμαϊκῆς ἐπειλημμένος· ἐπειδὴ δὲ ὁ δοῦλος αὐτοῦ γνήσιος πάρετες τὰ μέλη οἴκοι βέβλητο, συνιδὼν οἵας ὁ Σωτὴρ εἰς ἑτέρους ἐπεδείκνυτο δυνάμεις, ἰώμενος τοὺς κάμνοντας, πᾶσάν τε νόσον καὶ πᾶσαν μαλακίαν ἀκούμενος, λογισμῷ κρίνας μὴ κατ' ἄνθρωπον εἶναι τὸ θαῦμα, πρόσεισιν ὡς Θεῷ, οὐκ εἰς τὸ φαινόμενον τοῦ σώματος ἀπιδὼν ὄργανον, δι' οὗ τὰς ὁμιλίας ἀνθρώποις ἐποιεῖτο, εἰς δὲ τὸν ἀφανῆ Θεὸν τὸν διὰ τοῦ θνητοῦ τὰς οἰκείας ἀρετὰς ὑποφαίνοντα. Διὸ ἐδεῖτο καὶ αὐτὸς ἐπὶ τῷ παιδὶ τῆς θεϊκῆς εὐεργεσίας τυχεῖν. Καὶ οἱ μὲν πρεσβύτεροι τῶν Ἰουδαίων μικρῶν ἕνεκα τὴν χάριν αἰτοῦσι, τῶν εἰς τὴν συναγωγὴν γενομένων ἀναλωμάτων· ὁ δὲ Κύριος οὐκ ἐπὶ τούτῳ δίδωσιν ἑαυτὸν, ἀλλ' ἐπὶ τῷ πολὺ μείζονι, πίστιν κατεργάσασθαι διὰ τῆς δυνάμεως εἰς πάντας ἀνθρώπους βουλόμενος· καὶ χαρίσασθαι μὲν τῷ ἑκατοντάρχῃ ἐπιτηδείως ἔχοντι, καθηγήσασθαι δὲ καὶ τοῖς ἄλλοις διὰ τούτου πρὸς τὴν πίστιν. Καὶ οὐδήπουθεν ἀγνοεῖ τὸ μέλλον, ὅτι μέλλει πυθόμενος ὁ ἑκατόνταρχος ἐφικνούμενον εἰς τὴν οἰκίαν παραιτεῖσθαι· ἀλλ' εἰδὼς τὴν μέλλουσαν ἐξ εὐλαβείας παραίτησιν, ἐπινεύει τῇ πιστῇ ἀξιώσει, ἑκατέρᾳ κινήσει τοῦ ἀνθρώπου τὸ οἰκεῖον ἐφαρμόζων· τῇ μὲν ἀξιώσει τὴν ἐπαγγελίαν καὶ τὴν ἀκολούθησιν, τῇ δὲ παραιτήσει τὴν δύναμιν, ὡς καὶ μὴ παραγενόμενος ἰάσασθαι· ὥστε οὐχ ἵνα τὴν ἑαυτοῦ πρόγνωσιν ἐπιδείξῃ, τὴν ἐκείνου δικαίως ἂν διεκώλυσεν ἀρετήν· ἀλλ' ἀτύφως κατὰ τὸν ἀνθρώπινον τρόπον, ὡς δὴ ἀγνοῶν τὸ μᾶλλον, ἀκολουθεῖ, ἵνα χώραν τῆς εὐλαβοῦς ἀποκρίσεώς τε καὶ προθέσεως ἐκείνῳ καταλίποι, καὶ τὴν πόῤῥωθεν ἴασιν αἰτοῦντι παράσχοι.
There was a distinguished man among those in military service, who had attained Roman dignity and command; and since his devoted servant had been laid low at home, paralysed in his limbs, perceiving what mighty works the Saviour was displaying towards others, healing the sick, and curing every disease and every infirmity, judging by reason that the miracle was not according to man, he approaches Him as God, looking away not towards the visible instrument of the body, through which He held converse with men, but towards the invisible God Who through the mortal frame revealed His own virtues. Wherefore he himself also besought that he might obtain the divine beneficence for his servant. And the elders of the Jews indeed ask the favour on account of small things, namely the expenditures made upon the synagogue; whereas the Lord gives Himself not for this, but for that which is far greater, willing to work faith in all men through His power: both to show grace to the centurion who was suitably disposed, and through him to guide others also towards the faith. And nowise is He ignorant of the future, namely that the centurion on hearing that He is coming to his house is about to beg off; rather, knowing the forthcoming entreaty out of reverence, He assents to the faithful request, adapting what is fitting to either movement of the man: to the request, the promise and the following along, and to the entreaty, the power to heal even without coming in person; so that He would not justly have hindered that man's virtue in order to display His own foreknowledge; rather, without ostentation after the human manner, as though ignorant of the future, He follows along, so that He might leave room for that man's reverent answer and purpose, and grant healing from afar to him who asked it.
Τοιαῦτα τοῦ πράου Σωτῆρος ὡς καὶ πρὸ τῆς τεραστίας δυνάμεως τὰ θαυμάσια· θαυμάσιος γὰρ ἐν τούτοις οὐκ ἔλαττον ἢ ἐν τῷ τὴν νόσον ἰάσασθαι, καὶ τὸν θάνατον ἀποστῆσαι. Μεθ' ὅσης μὲν ἐξουσίας ἡ τοῦ Σωτῆρος προσενήνεκται φωνὴ, ὁπόσης τε πεπλήρωτο δυνάμεως! ὅσον τε τὸ φιλάνθρωπον καὶ πρόχειρον εἰς εὐεργεσίαν, ὡς ἐξ ἑτοίμου ἐπαγγείλασθαι τὴν αὐτοῦ παρουσίαν! Οἷον δὲ καὶ τὸ θαῦμα τῆς εὐεργεσίας, οὐδ' ἔστιν ἐπαξίως νοῆσαι. Τὸ γὰρ μόνον φθέγξασθαι, καὶ ἅμα λόγῳ τὴν ἴασιν τῷ τοῦ ἑκατοντάρχου παιδὶ παρασχεῖν, καὶ ἀπαλλάξαι παραχρῆμα τοῦ νοσεῖν τὸν παρὰ βραχὺ τῷ θανάτῳ κατεσχημένον, πῶς οὐ Θεὸν ἀληθῶς διὰ θνητῆς φωνῆς φθεγξάμενον παρίστη; Οὐ πάρεστι, καὶ ὡς παρὼν ἐνεργεῖ· λόγων γὰρ Θεοῦ καὶ ἔργων οὐδὲν τὸ μεταξύ. Καὶ οὐ μέχρι λόγων γέγονε τῷ ἑκατοντάρχῳ ὁ ἔπαινος, ἀλλὰ καὶ τὸν νοσοῦντα ὑγιῆ ἀπέδωκεν ἐπὶ τῆς πίστεως, καὶ λαμπρὸν αὐτῷ πλέκει τὸν στέφα-
Such are the wonders of the gentle Saviour even prior to His prodigious power; for He is wondrous in these things no less than in healing the disease and driving away death. With what authority was the voice of the Saviour uttered, and with how great a power was it filled! And how great His love of mankind and readiness for beneficence, so as promptly to promise His coming! And of what sort also was the miracle of the beneficence, it is not even possible worthily to conceive. For merely to utter a sound, and simultaneously with the word to grant healing to the centurion's servant, and immediately to rid of sickness him who was all but held fast by death, how did this not present God truly speaking through a mortal voice? He is not present, and He works as though present; for between the words of God and His deeds there is nothing intervening. And the praise for the centurion did not stop at words, but on account of his faith He also restored the sick one sound, and weaves for him the radiant gar-
Notes, col. 621

On the reading

Printed πάρετες, for πάρετος.

Printed μᾶλλον, for μέλλον.

PG 24:624Read from the page
νον. Εἶπε γὰρ, καὶ τὸ ἔργον ἠκολούθησε μαρτυροῦν τῇ προῤῥήσει· καὶ ἰάθη ὁ παῖς αὐτίκα.
land. For He spoke, and the deed followed bearing witness to the declaration; and the servant was healed straightway.
Ἀλλ' εἰ πρὸς τοῦτό τις δυσπίστως ἔχει διὰ τὴν τοῦ θαύματος ὑπερβολὴν, ἀλλ' οὐκ ἐπὶ προῤῥήσεως σκήπτοιτο ἂν εὐλόγως, ἐφ' ᾗ μείζων ὁ τῆς πράξεως ἔλεγχος ἀποδειχθήσεται, εἴ τις ἐν νῷ λάβοι, ὡς τότε μὲν εἷς Ῥωμαῖος ἦν ὁ τῷ Σωτῆρι προσεληλυθὼς χιλίαρχος, ὁ δὴ μείζονα καὶ εὐγνωμονεστέραν τοῦ Ἰουδαίων ἔθνους ἐνδειξάμενος τὴν εἰς αὐτὸν ὁμολογίαν· ὁ δ' ἡμέτερος Σωτὴρ πολλοὺς ἀνθ' ἑνὸς ἔσεσθαι τοὺς κατ' ἐκεῖνον μέλλοντας αὐτῷ προσιέναι ἐκ τῶν τε πρὸς ἕω καὶ ἀνατολὴν κλιμάτων, τῶν τε κατὰ δυόμενον ἥλιον οἰκούντων θεσπίζει, τοὺς διὰ τῆς εἰς αὐτὸν ἐπιγνώσεώς τε καὶ ὁμολογίας τῆς ἴσης παρὰ Θεῷ τιμῆς τοῖς Ἑβραίων προπάτορσι καταξιωθησομένους· ὅτι δὴ κἀκείνων ὁ προπάτωρ, αὐτὸς δὴ ὁ βοώμενος Ἀβραὰμ ἐκ πατέρων ὁρμώμενος δεισιδαιμόνων μετεβάλλετο τὸν βίον, τῆς μὲν πολυθέου πλάνης ἀναχωρήσας, ἕνα δὲ τὸν ἐπὶ πάντων Θεὸν ἐπιγνοὺς ὁδί· καὶ τοῖς αὐτοῦ παισὶ τῷ Ἰσαὰκ καὶ τῷ Ἰακὼβ ὁμοίους ἔσεσθαι μυρίους καθ' ὅλης τῆς οἰκουμένης, καὶ τούτων μάλιστα τὰ πρὸς ἕω ἔθνη, καὶ τοὺς κατὰ δυόμενον ἥλιον οἰκοῦντας προαγορεύει· προστίθησί τε τούτοις τὸ μέγιστον τῆς προῤῥήσεως· αὐτοὶ Ἰουδαῖοι τῶν θεοφιλῶν ἐκείνων ἀπόγονοι, τὸν Ἀβραὰμ αὐχοῦντες καὶ τὸν Ἰσαὰκ καὶ τὸν Ἰακὼβ, διὰ τὴν εἰς αὐτὸν ἀλογίαν τε καὶ ἀπιστίαν, ὡς ἂν τοῦ τῆς γνώσεως φωτὸς ἀπεστερημένοι, ἀπόβλητοι γενήσονται εἰς τὸ σκότος τὸ ἐξώτερον, τὴν ἄγνοιαν αὐτῶν καὶ τὴν ἐσχάτην ἀμαθίαν, τοῦ τε σωτηρίου φωτὸς τὴν στέρησιν ὧδέ πη προαναφωνήσας. Ἔνθα δὴ ἐπιστῆσαι τοῖς ἀποτελέσμασι προσήκει τὸν νοῦν, ὀφθαλμοῖς τε αὐτοῖς παραλαβεῖν, ὡς Ἰουδαῖοι μὲν, οἱ τῶν εἰρημένων θεοφιλῶν ἀνδρῶν γένος εἶναι σεμνυνόμενοι, ἔκβλητοι γεγόνασιν οὐ τῆς τοῦ Θεοῦ βασιλείας μόνον, ἀλλὰ καὶ τῆς αὐτῶν ἱερᾶς καὶ βασιλικῆς μητροπόλεως· ἐπὶ δὲ ἑνὸς τοῦ πάλαι τῷ Σωτῆρι προσεληλυθότος χιλιάρχου ἄφατος ἀνδρῶν ἀριθμὸς ἐξ ἁπάντων τῶν ἐθνῶν ὁμοίως ἐκείνῳ τῷ Χριστῷ προσιόντων, καὶ διὰ τῆς αὐτοῦ διδασκαλίας τὸν τῶν παρ'
Yet if anyone is distrustful towards this on account of the surpassing greatness of the miracle, still he could not reasonably make excuses over the prediction, wherein a greater proof of the deed will be demonstrated, if anyone should take to mind how at that time there was a single Roman tribune who had approached the Saviour, he indeed who displayed a confession in Him greater and more grateful than the nation of the Jews; whereas our Saviour decrees by oracle that there shall be many instead of one who like that man are going to approach Him both from the regions towards dawn and the rising sun, and from those dwelling towards the setting sun, who through knowledge of Him and confession shall be counted worthy of equal honour before God with the forefathers of the Hebrews: seeing that their forefather too, that celebrated Abraham himself, springing from superstitious fathers, changed his manner of life, withdrawing on the one hand from polytheistic error, and on the other hand coming to recognize the one God over all, even this man here; and He foretells that like unto his children Isaac and Jacob there shall be countless thousands throughout the whole inhabited world, and of these above all the nations towards dawn and those dwelling towards the setting sun; and He adds to these things the greatest point of the prediction: the Jews themselves, descendants of those God-beloved men, boasting of Abraham and Isaac and Jacob, on account of their unreason and unbelief towards Him, as having been deprived of the light of knowledge, shall be cast out into the outer darkness, having thus in some such way proclaimed beforehand their ignorance and utter unlearning, and their deprivation of the saving light. Here indeed it befits one to fix the mind upon the outcomes, and to grasp with one's very eyes how the Jews, who prided themselves on being the race of the aforesaid God-beloved men, have become castaways not only from the kingdom of God, but also from their own sacred and royal metropolis; whereas in place of the one tribune who of old approached the Saviour, an untold number of men out of all the nations likewise approaching Christ as that man did, and through His teaching [the God] of those among
Εʹ.
V.
Παρακελεύεται μὲν τῷ Πέτρῳ ὁ Κύριος χαλάσαι εἰς ἄγραν τὰ δίκτυα· ὁ δὲ τὸ προστεταγμένον ἐποίει. Ὡς δὲ συνέκλεισαν πλῆθος ἰχθύων πολὺ, καὶ διεῤῥήγνυτο τὰ δίκτυα τῷ πλήθει βαρούμενα, προσκαλοῦνται μὲν εἰς βοήθειαν τοὺς ἐν τῷ γειτνιῶντι πλοίῳ· εἶτ' ἀνελκύσαντες τοὺς ἰχθύας, πληροῦσιν ἄμφω τὰ σκάφη, ὡς κινδυνεύειν αὐτὰ βυθισθῆναι ἐφ' οἷς ὁ Πέτρος ἀποθαυμάσας ἐξεπλάγη, ἀνάξιόν τε ἑαυτὸν τῆς σωτηρίου ἐπιβάσεως ὡμολόγει. Ὁ δ ὥσπερ ἐπιδείξας αὐτῷ τὴν τοῦ μέλλοντος εἰκόνα διασαφεῖ τὴν ἑρμηνείαν, καί φησι πρὸς αὐτόν· Μὴ φοβοῦ· ἀπὸ τοῦ νῦν ἀνθρώπους ἔσῃ ζωγρῶν· πρὸς δὲ πάντας· Δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων. Γαλιλαίους ἄνδρας, εὐτελεῖς,
The Lord bids Peter let down the nets for a catch; and he did what was commanded. And when they enclosed a great multitude of fishes, and the nets were breaking apart under the weight of the multitude, they call for help to those in the neighbouring boat; then, having hauled up the fishes, they fill both vessels, so that they were in danger of sinking whereat Peter, marvelling greatly, was struck with amazement, and confessed himself unworthy of the Saviour's coming aboard. And He, as having shown him the image of the future, makes clear the interpretation, and says to him: Fear not; from henceforth you shall be catching men alive; and to them all: Come after Me, and I will make you fishers of men. Galilaean men, lowly,
Notes, col. 624

On the reading

Printed βυθισθῆναι ἐφ', for βυθισθῆναι· ἐφ'.

Printed δ, for δ'.

PG 24:625Read from the page
ἀγροίκους, οὐδὲν πλέον τῆς Σύρων φωνῆς ἐπισταμένους, ἀλλὰ καὶ τὸ ἐπιτήδευμα ταπεινὸν τῆς ἁλιείας μετερχομένους, εἰκότως ὁ Σωτὴρ ἡμῶν θηρευτὰς ἀνθρώπων καὶ κήρυκας τῆς αὐτοῦ διδασκαλίας ποιήσειν ἐπηγγέλλετο, καὶ πεποίηκεν οὐ ψευσάμενος τὴν ὑπόσχεσιν, παριστὰς Θεοῦ δύναμιν ἐνεργητικήν τοῦ πράγματος. Εἰ μὲν γὰρ, λογίους τινὰς καὶ σοφοὺς, ἢ καὶ τῶν παρὰ Ἰουδαίοις ἀνθρώπων ἐνδόξων καὶ πλουσίων προσαγόμενος, τούτοις ἐκέχρητο διδασκάλοις τῶν αὐτοῦ λόγων, κἂν εἰκὸς ἦν ἀνθρωπινώτερον ἐπινενοῆσθαι τὸ πρᾶγμα· οὕτω γοῦν οἱ πλείους τῶν ἀνθρώπων εἰώθασιν ὑποτάττεσθαι, ἢ χρήμασιν ὑπὸ πλουσίων δελεαζόμενοι, ἢ λόγων περιβολῇ καὶ φαντασίᾳ σοφίας ἀπατώμενοι, ἢ ὑπεροχὰς ἐνδόξων προσώπων καταπληττόμενοι. Ὁ δὲ μὴ τοιούτοις χρησάμενος μαθηταῖς, τοὐναντίον δὲ πένησι καὶ ἀδόξοις, καὶ τὸν λόγον ἰδιώταις, Σύροις τε τὴν φωνὴν, καὶ τὸ σχῆμα ταπεινοῖς, καὶ εὐτελέσιν ἔργῳ, δῆλος ἦν μόνῃ τῇ θεϊκῇ δυνάμει χρώμενος, ἣν ἐνεδείξατο πρῶτα μὲν φωνῇ μιᾷ προσκαλεσάμενος αὐτοὺς καὶ ἀκολούθους αὐτοῦ καταστήσας, κἄπειτα ἐπαγγειλάμενος σαγηνευτὰς καὶ ἁλιεῖς ἀνθρώπων ποιήσειν αὐτοὺς, ἵν' ἀνθ' ὧν εἶχον δικτύων, λαβόντες παρ' αὐτοῦ τὴν ἀπὸ παντοίων λόγων νομικῶν τε καὶ προφητῶν, τῶν τε τῆς ἐνθέου διδασκαλίας αὐτοῦ πλακεῖσαν
rustic, knowing nothing more than the speech of the Syrians, and moreover pursuing the humble occupation of fishing, our Saviour reasonably promised that He would make hunters of men and heralds of His teaching, and He has done so without falsifying the promise, presenting the active power of God in the matter. For if indeed, bringing to Himself certain eloquent and wise men, or even some of the illustrious and wealthy men among the Jews, He had used these as teachers of His words, it would perhaps have been reasonable to suppose that the matter had been devised in a merely human way; for thus at least the majority of men are accustomed to submit themselves, either enticed with money by the wealthy, or deceived by compass of words and display of wisdom, or overawed as to the pre-eminences of illustrious persons. Whereas He Who did not use such disciples, but on the contrary poor and obscure men, unlearned in speech, Syrians in language, humble in bearing, and lowly in occupation, was manifestly using solely the divine power, which He displayed first by calling them to Himself with a single utterance and appointing them His followers, and thereafter promising that He would make them netters and fishers of men, so that in place of the nets they held, receiving from Him that [seine] woven out of manifold words both of the law and of the prophets, and out of those of His divinely inspired teaching
Ἀλλὰ ταῦτα μὲν διὰ φωνῆς ἀκουόμενα ῥήματα καὶ ψόφοι, καὶ πλέον ὑπῆρχεν οὐδέν· τῆς δ' ἐνθέου δυνάμεως τὸ ἔργον οὐκ εἰς μακρὰν παρεστήσατο· αὐτὰ δὴ ταῦτα τὰ διὰ τῶν λόγων προηγορευμένα τοῖς ἔργοις ἐπιτελέσας, ὡς ἐν βραχεῖ χρόνῳ τὴν σύμπασαν ἀνθρώπων οἰκουμένην μυρία πλήθη τῶν σαγηνευθέντων ὑπὸ τῶν ἰδιωτῶν τούτων ἀνδρῶν κτήσασθαι, πληρωθῆναί τε Ἐκκλησιῶν πάντα τόπον Ἑλλήνων τε καὶ βαρβάρων, διὰ μίαν ἐκείνην ἐπαγγελίαν τῆς θεϊκῆς φωνῆς, δι' ἧς οὐ διδάξειν τοὺς ἑαυτοῦ μαθητὰς, ἀλλ' αὐτὸς ποιήσειν αὐτοὺς ἁλιέας ἀνθρώπων ἐπηγγείλατο. Ὥστ' οὐ προέγνω μόνον οὔτε προέφησε τὸ μέλλον, ἀλλὰ καὶ ποιητὴς τοῦ τηλικούτου κατορθώματος ἀποπέφανται· εἶπέ τε τῷ λόγῳ, καὶ πεποίηκε τῷ ἔργῳ· παρέστησέ τε τὸ μέλλον διὰ συμβόλου καὶ εἰκόνος, καὶ δι' αὐτῆς ἐνεργείας ἀπεπλήρωσε. Τοῖς γὰρ πάλαι πρότερον ἐν σκοτίᾳ φωτὸς ἀληθείας, καὶ Θεοῦ γνώσεως ἐν νυκτὶ καταπονηθεῖσι, καὶ μηδένα πρὸς σωτηρίαν θηρεῦσαι δεδυνημένοις, ἐπιλάμψας τὸ ἑαυτοῦ φέγγος, ἐν ἡμέρᾳ καὶ φωτὶ γενομένοις προστάττει, οὐ τῇ οἰκείᾳ ἐπιστήμῃ, τῷ δὲ αὐτοῦ ῥήματι θαρσοῦντας, ἐπιβάλλειν τῷ βυθῷ τὰ δίκτυα. Οἱ δὲ τοσαῦτα συνήγαγον ἰχθύων πλήθη, ὡς διαῤῥήγνυσθαι μὲν τὰ θηρευτικὰ ὄργανα, κινδυνεύειν δὲ εἰς βυθὸν χωρεῖν ἀπὸ τοῦ φόρτου τὰ πλοῖα.
Yet these things, heard through the voice, were words and sounds, and were nothing more; whereas not long afterwards He presented the work of His divinely inspired power: having accomplished in deeds these very things foretold through words, so that in a brief time the entire inhabited world of men acquired countless multitudes of those netted by these unlearned men, and every place of both Greeks and barbarians was filled with Churches, through that single promise of the divine voice, whereby He promised not that He would teach His disciples, but that He Himself would make them fishers of men. So that He not only foreknew nor merely foretold the future, but has also been shown to be the maker of so great an achievement; He both spoke by word, and has done it in deed; and He both presented the future through symbol and image, and fulfilled it through actual working itself. For upon those who of old formerly in darkness from the light of truth, and in night as to the knowledge of God, had laboured sore and been unable to catch anyone unto salvation, shining forth His own radiance, now that they had come to be in day and light, He commands them, trusting not in their own skill, but in His word, to cast the nets upon the deep. And they gathered together such great multitudes of fishes that on the one hand the fishing gear was breaking apart, and on the other the boats were in danger of sinking into the deep from the load.
Ἐπεὶ δὲ ταῦθ' οὕτως προσταττόμενα τὸν Πέτρον εἰς ἔκπληξιν καὶ φόβον οὐ τὴν τυχόντα ἦγεν· Ἀλλὰ ταῦτά σε, φησὶ πρὸς αὐτὸν ὁ Σωτὴρ, μήπω ἐκπληττέτω· παιδιαὶ γὰρ ἔτι ταῦτα καὶ μελλόντων εἰκόνες· οἱ δὲ μὲν ἰχθύες ἄναυδοι καὶ ἄλογοι, καὶ ταῦτα σκάφη
And since these things thus commanded were bringing Peter into no ordinary astonishment and fear: Yet let not these things, says the Saviour to him, amaze you as yet; for these things are still sports and images of things to come; whereas the fishes indeed are mute and irrational, and these vessels
Notes, col. 625

On the reading

Printed ἐνεργητικήν, for ἐνεργητικὴν.

Printed τὴν τυχόντα, for τὸν τυχόντα.

PG 24:628Read from the page
καὶ δίκτυα ἐξ ἀψύχου ὕλης κατεσκευασμένα· ἀλλ' οὐ τοιαῦτα τούτων τὰ παραδείγματα. Μικρὴν γοῦν ὕστερον, μᾶλλον δὲ ἐντεῦθεν ἤδη καὶ ἀπὸ τοῦ νῦν ἀνθρώπους ἔσῃ ζωγρῶν· τῆς μὲν μοχθηρᾶς ταύτης καὶ ἀνωφελοῦς ἀπαλλαγεὶς ἁλιείας, λογικῶν δὲ ζώων ἀντὶ τῶν ἀλόγων θηρευτὴς γινόμενος· καὶ οὐκέτι ἐκ βυθῶν θαλάττης, ἐκ δὲ τῆς ἁλμυρᾶς τοῦ βίου πικρίας, ἐκ σκοτίων τε μυχῶν ἀθεότητος καὶ κακίας εἰς φῶς νοερὸν καὶ καθαρὰν πνοὴν ἀνελκύσεις τοὺς ὑπὸ σοῦ θηρευσομένους, μᾶλλον δὲ ζωγρήσεις αὐτοὺς διὰ τοῦ ζωὴν αὐτοῖς ἀλλ' οὐ θάνατον προξενεῖν. Οἱ μὲν γὰρ ἐκ πελάγους ἰχθύες, ἐν σκότῳ καὶ βυθῷ πρότερον ζῶντες, αὐτίκα φωτὸς καὶ πνοῆς μεταλαχόντες ἀπόλλυνται· οἱ δὲ, ἐξ ἀνθρώπων ὑπὸ σοῦ θηρευθησόμενοι, ἐκ σκότους ἀγνοίας μεταβάλλοντες ἐπὶ ζωὴν ἔνθεον ἀγρευθήσονται. Διὸ καὶ ζωγρῶν ἔσῃ ἀπὸ τοῦ νῦν ἀνθρώπους.
and nets have been fashioned out of lifeless matter; yet not such are the realities which these prefigure. A little later, therefore, or rather henceforth already and from now on, you shall be catching men alive: freed on the one hand from this toilsome and unprofitable fishing, and becoming on the other a hunter of rational living beings instead of irrational ones; and no longer out of the depths of the sea, but out of the briny bitterness of life, and out of dark recesses of godlessness and wickedness, you shall draw up into intellectual light and pure breath those who shall be hunted by you, or rather you shall catch them alive by procuring for them life and not death. For the fishes from the sea, living formerly in darkness and the deep, perish straightway upon partaking of light and breath; whereas these, who out of men shall be hunted by you, passing over from the darkness of ignorance unto divinely inspired life, shall be caught. Wherefore also from now on you shall be catching men alive.
Ταῦτα θεϊκῇ δυνάμει προηγόρευσεν ὁ Σωτήρ· ταῦτα ζοῖς ἔργοις πιστὰ καὶ ἀληθῆ ἐπέδειξεν ὁ αὐτός· ἤγουν ἀμφιβολεὺς ἐκεῖνος, ὁ ἁλιεὺς, ὁ Σύρος, ἀντὶ τῆς τῶν ἰχθύων θήρας, ὅσας ἀνθρώπων ἐσαγήνευσε μυριάδας λόγων ἀποῤῥήτων δικτύοις θεϊκῇ δυνάμει πλακεῖσιν, ουκ ἔστιν ἀριθμῷ περιλαβεῖν δυνατόν. Ὄψις δ' ἀῤῥήτων τὰ φαινόμενα· ἃ γὰρ ὁ μακρὸς αἰὼν τοῦ βίου πρὸ τῆς τοῦ Σωτῆρος θεοφανείας οὐκ ἤνεγκεν, ἃ μήτε Μωϋσῆς ὁ τῶν Ἑβραίων νομοθέτης, μήτε οἱ μετὰ Μωϋσέα τοῦ Θεοῦ προφῆται πολλὰ καμόντες διὰ πάσης νυκτὸς τῆς ἐπιφανείας αὐτοῦ καταπράξασθαι μὴ δεδύνηνται, ταῦτα ὁ Γαλιλαῖος, ὁ πένης, ὁ βάρβαρος τὴν φωνὴν, αὐτὸς ἐκεῖνος ὁ Πέτρος κατεπράξατο. Δεῖγμα δὲ τῶν τότε ἐπιτελεσθέντων πρὸς Πέτρου αἱ εἰς δεῦρο διαλάμπουσαι Ἐκκλησίαι, πολὺ μᾶλλον τῶν τότε σκαφῶν λογικῶν ἰχθύων πληθύουσαι· οἵα ἡ κατὰ Καισάρειαν τῆς Παλαιστίνης τυγχάνει, οἵα ἡ ἐπὶ Ἀντιοχείας τῆς κατὰ τὴν Συρίαν, οἵα ἡ ἐπὶ αὐτῆς τῆς Ῥωμαίων πόλεως· τάσδε γὰρ αὐτὴς ὁ Πέτρος τας Ἐκκλησίας, καὶ τὰς ἀμφ αὐτὰς ἁπάσας συστησάμενος μνημονεύεται, καὶ τὰς ἐπ' Αἰγύπτου καὶ κατ' αὐτὴν τὴν Ἀλεξάνδρειαν πάλιν αὐτὴς, οὐ μὴν δι' αὐτοῦ, διὰ δὲ Μάρκου τοῦ μαθητευθέντος αὐτῷ κατεστήσατο. Αὐτὸς μὲν γὰρ ἀμφὶ τὴν Ἰταλίαν καὶ πάντα τὰ ἀμφὶ ταύτην ἔθνη ἐσχέλαζε, τὸν δ' αὐτοῦ φοιτητὴν Μάρκον τῶν κατ' Αἴγυπτον διδάσκαλον καὶ σαγηνευτὴν ἀποδέδειχεν.
These things the Saviour foretold by divine power; these things the Same showed to be faithful and true by His deeds; that is to say, how many tens of thousands of men that caster of nets, the fisherman, the Syrian, in place of the hunting of fishes, netted with nets of ineffable words woven by divine power, it is not possible to embrace by number. And things visible are a sight of things unspoken; for what the long age of human life prior to the Saviour's theophany did not bring forth, what neither Moses the lawgiver of the Hebrews, nor the prophets of God after Moses, though toiling much throughout the whole night of His manifestation, have been able to accomplish, these things the Galilaean, the poor man, the barbarian in speech, that very Peter himself accomplished. And a proof of the things accomplished at that time by Peter are the Churches shining forth unto this day, abounding in rational fishes far more than those vessels then did: such as is that at Caesarea of Palestine, such as is that at Antioch in Syria, such as is that at the city of the Romans itself; for Peter himself is recorded to have established these Churches and all those round about them, and those in Egypt and at Alexandria itself he himself again established, yet not in person, but through Mark who had been made his disciple. For he himself was occupied round about Italy and all the nations round about it, while he appointed his disciple Mark teacher and netter of those in Egypt.
Notes, col. 628

On the reading

Printed Μικρὴν, for Μικρὸν.

Printed ζοῖς, for τοῖς.

Printed ουκ, for οὐκ.

Printed αὐτὴς, for αὐτὸς.

Printed τας, for τὰς.

Printed ἀμφ, for ἀμφ'.

Printed αὐτὴς, for αὐτὸς.

Printed ἐσχέλαζε, for ἐσχόλαζε.

PG 24:629Read from the page
Ὅμοια δ' ἂν εὕροι τις τῷ Πέτρῳ, τὸν νοῦν ἐπιστήσας, καὶ ἐπὶ τῶν λοιπῶν τοῦ Σωτῆρος ἡμῶν μαθητῶν, οὓς ἐπαγγειλάμενος ποιήσειν ἁλιεῖς ἀνθρώπων, ἔργῳ τὸν λόγον ἔδειξεν· εἰσέτι γοῦν καὶ νῦν ὁ αὐτὸς ἐνεργεῖ καὶ ποιεῖ, πανταχοῦ γῆς παρὼν, καὶ [κατὰ] πᾶσαν τὴν ἀνθρώπων οἰκουμένην τὰ αὐτοῦ λογικὰ δίκτυα πληρῶν ἐκ παντὸς γένους λογικῶν ἰχθύων καὶ βαρβάρων τε καὶ Ἑλλήνων, ἀνασπῶν τοῦ τῆς κακίας βυθοῦ καὶ τοῦ τῆς ἀθεότητος σκότους τὰς τῶν ἀνθρώπων ψυχὰς, ἀνέλκων τε αὐτὰς ἐπὶ τὸ φῶς τῆς ὑπ' αὐτοῦ παραδοθείσης ἐνθέου γνώσεως. Οὕτω δὲ καὶ Ἰωάννου τοῦ υιοῦ Ζεβεδαίου, ὃν ἐπὶ τῆς ἁλιείας, ἅμα τῷ πατρὶ καὶ τῷ ἀδελφῷ καταρτίζοντα τὰ δίκτυα θεασάμενος, τῆς αὐτῆς ἠξίωσε κλήσεώς τε καὶ ἐπαγγελίας, καθ' ὅλης τῆς οἰκουμένης ἐκλάμπει τοὔνομα, καὶ οἱ λόγοι τὰς τῶν ἀνθρώπων ψυχὰς καταυγάζουσι, διὰ τῆς αὐτοῦ παραδοθείσης τοῦ Εὐαγγελίου γραφῆς, παντοίᾳ γλώττῃ Ἑλληνικῇ τε καὶ βαρβάρῳ μεταβληθείσης, εἰς ἐξάκουστόν τε πᾶσι τοῖς ἔθνεσιν ἐφ' ἑκάστης ἡμέρας κηρυττομένης.
And things similar to those of Peter might one find, upon fixing the mind, in the case of the rest of the disciples of our Saviour as well, whom having promised to make fishers of men, He proved His word by deed; unto this day at all events and even now the Same works and acts, being present everywhere on earth, and [throughout] the whole inhabited world of men filling His rational nets from every race of rational fishes, both barbarians and Greeks, drawing up the souls of men out of the depth of wickedness and the darkness of godlessness, and hauling them up unto the light of the divinely inspired knowledge handed down by Him. And thus too the name of John the son of Zebedee, whom having beheld at his fishing mending the nets together with his father and his brother, He counted worthy of the same calling and promise, shines forth throughout the whole inhabited world, and his words illumine the souls of men, through the Scripture of the Gospel handed down by him, translated into every tongue both Greek and barbarian, and proclaimed every day in the hearing of all the nations.
αʹ. Ἐπειδήπερ ἐν προφητείαις ἀναγράπτοις εἰς αὐτοῦ πρόσωπον εἴρηται προφητικῶς, Αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς, διὰ τοῦτο, ὡς ἂν τῆς προφητικῆς μαρτυρίας ἔργῳ νῦν πληρωθείσης, φησὶ τοῖς αὐτοῦ μαθηταῖς, κατὰ μὲν τὸν Ματθαῖον, Ἐδόθη μοι πᾶσα ἐξουσία ὡς ἐν οὐρανῷ καὶ ἐπὶ γῆς· κατὰ δὲ τὸν Λουκᾶν, ὅτι δεῖ κηρυχθῆναι ἐπὶ τῷ ὀνόματι αὐτοῦ μετάνοιαν καὶ ἄφεσιν ἁμαρτιῶν εἰς πάντα τὰ ἔθνη· τῶν μὲν γὰρ κατ' οὐρανὸν ἐξ αἰῶνος ἐπεῖχε τὴν βασιλείαν, τῶν δ' ἐπὶ γῆς νῦν αὐτῷ δεδόσθαι φησὶ τὴν ἀρχήν. Πάλαι μὲν γὰρ, ὡς Μωϋσῆς μαρτυρεῖ, ἄγγελοι Θεοῦ ἦσαν τοὺς ἐπὶ γῆς ἐγκεχειρισμένοι· διατραπείσης δὲ τῆς ἀνθρωπότητος ἐπὶ τὴν πολύθεον πλάνην, καὶ τῶν ἐπιστατούντων ἀγγέλων μηδὲν πρὸς τοῦτο ἐπικουρεῖν δυναμένων, αὐτὸς δὴ λοιπὸν ὁ τῶν ὅλων Σωτὴρ διὰ τῆς αὐτοῦ θεοφανείας, μετὰ τὴν κατὰ τοῦ θανάτου νίκην διδάσκει, ὅτι μηκέτ' ἀγγέλοις, ἀλλ' αὐτῷ πρὸς τοῦ Πατρὸς ἡ τῶν ἐπὶ γῆς ἐθνῶν ἐξουσία δέδοται. Διὸ τοῖς αὐτοῦ μαθηταῖς οὐ πρότερον, ἀλλὰ νῦν παρεκελεύσατο περιελθεῖν καὶ μαθητεῦσαι πάντα τὰ ἔθνη. Ἀναγκαίως δὲ προστίθησι τὸ μυστήριον τῆς ἀποκαθάρσεως· ἐχρῆν γὰρ τοὺς ἐξ ἐθνῶν ἐπιστραφέντας, παντὸς μολυσμοῦ καὶ μιάσματος διὰ τῆς αὐτοῦ δυνάμεως ἀπο-
1. Since indeed in recorded prophecies it has been spoken prophetically with reference to His person, Ask of Me, and I will give Thee the nations as Thine inheritance, and as Thy possession the ends of the earth, on this account, as though the prophetic testimony had now been fulfilled in deed, He says to His disciples, according to Matthew on the one hand, All authority has been given unto Me, as in heaven, so also on earth; and according to Luke on the other, that repentance and forgiveness of sins must be proclaimed in His name unto all the nations; for of the things in heaven He held the kingship from eternity, whereas of the things on earth He says that the sovereignty has now been given to Him. For of old indeed, as Moses bears witness, angels of God had been entrusted with those upon earth; but when humanity had turned aside unto polytheistic error, and the presiding angels were able to render no aid at all against this, henceforth the Saviour of the universe Himself through His theophany, after His victory over death, teaches that no longer to angels, but to Himself has authority over the nations upon earth been given by the Father. Wherefore He charged His disciples not formerly, but now, to go about and make disciples of all the nations. And of necessity He adds the mystery of purification; for it behoved those who had turned back from the nations, from every defilement and pollution through His power to be puri-
Notes, col. 629

On the reading

Printed υιοῦ, for υἱοῦ.