Migne Reading Room

PG 24 · cols. 532–541 · Read from the page

Commentaries on Luke

Commentaries on Luke

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 24:532Read from the page
ταέτει γενήσεται υἱός; » καὶ ἡ Σάῤῥα δὲ γελάσασα ἐμέμφθη τότε. Ποτὲ μὲν γὰρ λόγῳ μόνῳ ὁ Θεὸς μέμφεται, ποτὲ δὲ καὶ ἔργῳ ἐπιτιμᾷ. Τούτου οὖν χάριν καὶ τῷ Ζαχαρίᾳ δι' ἔργου ἐπετίμησε, καὶ εἰς κωφότητα καὶ ἀφωνίαν αὐτὸν περιέστησεν· ἐχρῆν γὰρ αὐτὸν διὰ τῶν προτέρων παιδεύεσθαι, καὶ τὴν πρὸς τοὺς πατέρας μέμψιν παίδευσιν ἰδίαν ποιήσασθαι.
shall a son be born to a man a hundred years old?" And Sarah too, having laughed, was blamed at that time. For sometimes God blames by word alone, and sometimes He also rebukes by deed. For this reason, therefore, He rebuked Zechariah also through deed, and reduced him to deafness and speechlessness; for he ought to have been instructed through those who came before, and to have made the blame directed at the fathers his own instruction.
Ἐγώ εἰμι Γαβριήλ.
I am Gabriel.
Τί οὖν φησι πρὸς αὐτὸν ὁ ἄγγελος; Ἀγγέλῳ, φησὶν, ἀπιστεῖς, ὃς παρέστηκε Θεῷ; καὶ οὐ πιστεύεις τῷ ἀποστείλαντι, ἀλλὰ πρὸς τὴν τοῦ πράγματος ἀδυναμίαν βλέπεις; Οὐκοῦν διὰ τὴν ἄπιστον ταύτην φωνὴν ἀφαιρεθήσῃ τῆς φωνῆς ἕως τοῦ πράγματος πληρωθέντος, γνούς καὶ τὸ σὸν ἄπιστον καὶ τὸ τοῦ Θεοῦ δυνατόν.
What then does the angel say to him? Do you disbelieve an angel, he says, who stands before God? And do you not believe Him who sent me, but look to the impossibility of the matter? Therefore on account of this unbelieving voice you shall be deprived of your voice until the matter is fulfilled, coming to know both your own unbelief and what is possible with God.
Δώσει αὐτῷ Κύριος ὁ Θεὸς θρόνον Δαυῒδ τοῦ πατρὸς αὐτοῦ.
The Lord God will give to him the throne of his father David.
Θρόνον λέγει τὸν ἐπαγγελθέντα τῷ Δαυῒδ, οὐ μὴν καὶ δοθέντα· Ἅπαξ γὰρ, φησὶ, ὤμοσα ἐν τῷ ἁγίῳ μου, εἰ τῷ Δαυῒδ ψεύσομαι· τὸ σπέρμα αὐτοῦ εἰς τὸν αἰῶνα μένει, καὶ ὁ θρόνος αὐτοῦ ὡς ὁ ἥλιος ἐναντίον μου· καὶ πάλιν· Ὤμοσα Δαυῒδ τῷ δούλῳ μου· Ἕως τοῦ αἰῶνος ἑτοιμάσω τὸ σπέρμα σου, καὶ οἰκοδομήσω εἰς γενεὰν καὶ γενεὰν τὸν θρόνον σου. Ταῦτα δὲ οὐ περὶ σαρκικοῦ σπέρματός φησι, οὐδὲ περὶ αἰσθητοῦ θρόνου, ἀλλὰ περὶ οὗ φησι καὶ ὁ ἄγγελος πρὸς τὴν Παρθένον, τὸν μηδὲν ἐπίκαιρον ἔχοντα, τὸν καθ' ὅλης τῆς οἰκουμένης φωτὸς δίκην ἐκλάμποντα, καὶ ψυχὰς νοερῶς καταυγάζοντα διὰ τῆς ἐνθέου διδασκαλίας. Οἶκον δὲ Ἰακὼβ, μὴ τὸν Ἰουδαίων λαὸν νόμιζε μόνον, ἀλλὰ πάντας τοὺς διὰ τῆς κλήσεως τοῦ Σωτῆρος ἐξ ἁπάντων τῶν ἐθνῶν εἰς τὴν τῶν ἁγίων υἱοθεσίαν εἰσποιουμένους. Ὁ λαὸς τοῦ Θεοῦ ποτὲ μὲν Ἰακὼβ καλεῖται, ποτὲ δὲ Ἰσραήλ· ὁ αὐτὸς γὰρ ἦν καὶ Ἰσραὴλ καὶ Ἰακώβ· καὶ φύσει μὲν Ἰακὼβ ἦν ὁ παλαιὸς λαὸς, ὡς ἐξ Ἰακὼβ κατὰ τὴν ἐξ αἵματος συγγένειαν· θέσει δὲ, ὁ νέος λαὸς κατὰ τὴν ἐξ ἀρετῆς συγγένειαν· ἀντεισήχθη γὰρ ὁ νέος τοῦ παλαιοῦ. Λοιπὸν οὖν ἐπὶ τοῦτον τὸν λαὸν βασιλεύσει εἰς τὸν αἰῶνα, ἤγουν ἀεὶ, ἔκ τε τῶν ἔργων καὶ τῶν λόγων ἐπιγνόντα αὐτὸν, καὶ ἑκουσίως ὑποτεταγμένον αὐτῷ· ὁ γὰρ Χριστὸς ἦν μὲν βασιλεὺς καὶ ὡς Θεός· Ἡ βασιλεία γὰρ, φησὶν, ἡ ἐμὴ οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου· ἦν δὲ καὶ ὡς ἄνθρωπος· εἶχε γὰρ ἔργα βασιλέως τὸ νομοθετεῖν τοῖς ὑπηκόοις αὐτοῦ, τὸ ῥυθμίζειν, τὸ περιέπειν, τὸ ὑπεραποθνήσκειν αὐτῶν· ἃ μάλιστα χαρακτηρίζουσι τὸν ἀληθῆ βασιλέα.
He speaks of the throne that was promised to David, yet not actually given to him: Once, He says, I have sworn by My holiness, that I will not lie to David: his seed shall endure forever, and his throne as the sun before Me; and again: I have sworn to David My servant: Forever I will establish your seed, and I will build up your throne from generation to generation. He says these things not concerning carnal seed, nor concerning a perceptible throne, but concerning the one of which the angel also speaks to the Virgin, one having nothing transitory, shining forth like light throughout the whole inhabited world, and spiritually illuminating souls through divine teaching. And by the house of Jacob, do not suppose only the people of the Jews, but all those from all the nations who through the calling of the Savior are adopted into the sonship of the saints. The people of God is sometimes called Jacob, and sometimes Israel; for the same man was both Israel and Jacob: by nature the old people was Jacob, as being from Jacob according to kinship of blood; by adoption, however, the new people is so according to kinship of virtue; for the new was introduced in place of the old. Henceforth, then, He will reign forever, that is always, over this people, which has recognized Him from both His works and His words and has voluntarily subjected itself to Him; for Christ was indeed king even as God—For My kingdom, He says, is not of this world—and He was also such as man; for He had the works of a king: legislating for His subjects, ordering them, caring for them, and dying on their behalf, things which above all characterize the true king.
Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ.
The Holy Spirit will come upon you.
Θεὸς, φησὶν, ὁ ἐνεργῶν, μὴ ἀμφίβαλλε· ὁ καὶ τὴν φύσιν γεγηρακυῖαν καὶ ἀσθενοῦσαν ἐπιῤῥωννύς, καὶ φύσιν καινοτομῶν, ὅτε βούλεται.
It is God who is at work, he says; do not doubt—He who both strengthens nature when grown old and weak, and renews nature whenever He wills.
Εἶπε Μαριάμ· Ἰδοὺ ἡ δούλη Κυρίου, κ. τ. λ.
Mary said: Behold the handmaid of the Lord, etc.
Δούλη εἰμὶ Κυρίου· πίναξ εἰμὶ γραφήμενος· ὃ
I am the handmaid of the Lord; I am a tablet being written upon: what
Notes, col. 532

On the reading

Printed γραφήμενος, for γραφόμενος.

PG 24:533Read from the page
βούλεται ὁ γραφεὺς, γραφέτω· ποιείτω ὃ ἐθέλει ὁ τοῦ παντὸς Κύριος.
the writer wishes, let Him write; let the Lord of all do what He wills.
Φῶς εἰς ἀποκάλυψιν ἐθνῶν.
A light for revelation to the Gentiles.
Ὅρα πῶς ἤδη λέγει καὶ τὴν μέλλουσαν ἔσεσθαι τῶν ἐθνῶν σωτηρίαν· τὴν γὰρ τούτου παρουσίαν, φησὶ, τὰ ἔθνη προσδοκᾷ.
See how he already speaks also of the salvation of the Gentiles that is to come; for the Gentiles, he says, await His coming.
Πνεῦμα Κυρίου ἐπ' ἐμὲ, οὗ ἕνεκεν ἔχρισέ με.
The Spirit of the Lord is upon Me, because He has anointed Me.
Ὁ μὲν Σωτὴρ, τῶν μακαρισμῶν ἀπαρχόμενος, τοῖς πτωχοῖς τὸν οὐράνιον εὐηγγελίζετο πλοῦτον καὶ τὴν τῶν οὐρανῶν βασιλείαν· Ἠσαΐας δὲ ὁ προφήτης τούτων προλαβὼν ἐμνημόνευσεν, ἐξ αὐτοῦ προσώπου τοῦ Σωτῆρος τὸ μέλλον ὧδε προθεσπίζων· Πνεῦμα Κυρίου ἐπ' ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με. Ἄντικρυς γοῦν ἐσήμανε πτωχοῖς εὐαγγελισμὸν ἀγαθῶν· διὸ ἅμα τε ἐπέφανεν ἀνθρώποις ὁ τῷ ἁγίῳ Πνεύματι κατὰ τὸ ἀνθρώπινον κεχρισμένος· καὶ ἐντεῦθεν ἀπήρχετο τῆς διδασκαλίας, βασιλείαν οὐράνιον δι' αὐτὸν πτωχεύουσιν εὐαγγελιζόμενος.
The Savior, making a beginning of the beatitudes, proclaimed to the poor the good news of heavenly wealth and the kingdom of heaven; and Isaiah the prophet made mention of these things beforehand, foretelling the future thus in the very person of the Savior: The Spirit of the Lord is upon Me, because He has anointed Me; He has sent Me to proclaim good news to the poor. Directly, then, he signified the proclamation of good things to the poor; wherefore as soon as He who was anointed with the Holy Spirit according to His humanity appeared to mankind, from this point He began His teaching, proclaiming the good news of a heavenly kingdom to those who become poor for His sake.
Οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ, καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν.
Who came to hear Him, and to be healed of their diseases.
Ὅρα γοῦν ἐπὶ τοῦ παρόντος, ἄνωθεν ἀρξαμένους τὰς τοῦ Σωτῆρος διελθεῖν φωνάς, καὶ παρ' αὐτοῦ τὰς διδασκαλίας ὥσπερ τινὰς νόμους, δι' ὧν ἄν τις τύχοι τῆς οὐρανίου βασιλείας, παραδέξασθαι· καὶ μὴ μέχρι τοῦ μαθεῖν στῆναι, ἀλλὰ καὶ δι' ἔργων χωρῆσαι, ὡς ἂν μὴ ἐκπέσοιεν τῶν ἐπαγγελμάτων· ὅτι οὐκ ἐν λόγῳ ἡ βασιλεία τοῦ Θεοῦ, ἀλλ' ἐν δυνάμει.
See then in the present passage that we ought, starting from the beginning, to go through the sayings of the Savior, and to receive the teachings from Him like laws through which one might attain the heavenly kingdom; and not to stop at mere learning, but to advance through deeds as well, so that they might not fall short of the promises; because the kingdom of God is not in word, but in power.
Μακάριοι οἱ πτωχοὶ, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ.
Blessed are the poor, for yours is the kingdom of God.
Πλὴν τῆς τῶν οὐρανῶν βασιλείας ἐν πολλοῖς ἀγαθῶν τάγμασιν ἐπινοουμένης, κατὰ τὸ, Πολλαὶ μοναὶ παρὰ τῷ Πατρὶ, τὸ πρῶτον, ὡς ἂν εἴποι τις, ἀξίωμα, καὶ ὁ πρῶτος ἀνιόντων βαθμὸς ὁ τῶν διὰ Θεὸν πτωχευόντων τυγχάνει. Εἶεν δ' ἂν οὗτοι οἱ πάντων τῶν τοῦ παρόντος βίου τιμίων κατολιγωρήσαντες, οἱ πτωχεύοντες τῇ μετριοφροσύνῃ, οἳ καὶ εἰς ἄκρον ἐλάσαντες ἀκτημοσύνης διὰ τὴν κατὰ Θεὸν φιλοσοφίαν, τοῦ σωτηρίου μακαρισμοῦ τεύξονται. Τοιούτους δὲ αὐτοὺς τοὺς πρώτους αὐτῷ μαθητεύοντας ἀπειργάσατο· διὸ καὶ εἰς αὐτῶν πρόσωπον κατὰ θάτερον τῶν εὐαγγελιστῶν ἡρμόττετο λέγων· Μακάριοι οἱ πτωχοὶ, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ· τὸ γὰρ ὑμετέρα δεικτικῶς πρὸς παρόντας ἐλέγετο. Εἰς αὐτοὺς δὲ καὶ τοὺς ὀφθαλμοὺς ἐπῆρε, καὶ πρὸ τοῦ λόγου τῷ ἱλαρῷ βλέμματι πρὸς τὴν ἀκρόασιν αὐτοὺς ἐφελκόμενος· οἱ δὲ προθύμως σφᾶς αὐτοὺς ὑπηκόους τοῖς λεγομένοις παρεῖχον. Πρῶτος μὲν οὖν βαθμὸς τῶν σωτηρίων μακαρισμῶν οὗτος ἦν, ὁ συμβασιλεύειν αὐτῷ παριστὰς τοὺς τὴν δι' αὐτὸν πτωχείαν, καὶ τὸν ἄκρως ἀκτήμονα φιλόσοφόν τε καὶ θεοφιλῆ βίον ἀναδεδεγμένους, ἤγουν τοὺς ταπεινόφρονας.
Yet since the kingdom of heaven is conceived as consisting in many orders of good things, according to the saying, In the Father's house are many dwellings, the first rank, as one might say, and the first step of those ascending belongs to those who become poor for God's sake. These would be those who have disregarded all the prized things of the present life, who are poor through moderation of mind, who also, having pushed on to the summit of non-possession for the sake of philosophy according to God, shall obtain the saving beatitude. And such He made those very first disciples of His; wherefore, according to the other of the evangelists, He adapted His words to their person, saying: Blessed are the poor, for yours is the kingdom of God; for the word "yours" was spoken demonstratively to those present. And He also lifted up His eyes toward them, even before speaking drawing them to listen by His cheerful gaze; and they eagerly rendered themselves obedient to what was said. This, therefore, was the first step of the saving beatitudes, presenting as reigning together with Him those who have taken up poverty for His sake and the utterly propertyless, philosophical, and God-loving life, namely the humble-minded.
Δεύτεροι οὖν καὶ τρίτοι ἐφεξῆς καταλέγονται παρ'
Second, therefore, and third in order are enumerated with
PG 24:536Read from the page
αὐτῷ μακαρισμοὶ, καὶ τέταρτοι καὶ ἐφεξῆς. Ἐξεῖναι γὰρ ἐδίδασκε καθ' ἕνα τινὰ τρόπον τῶν κατωνομασμένων βίων καταξιωθῆναι τῶν ἐπηγγελμένων φιλοτιμεῖσθαι· ὥστ' εἶναι δυνατὸν, ἐν τῇ τοῦ Θεοῦ βασιλείᾳ γενομένους, εἰ καὶ μὴ συμβασιλεῦσαι Χριστῷ κατὰ τοὺς πτωχοὺς τῷ πνεύματι, ἀλλὰ γοῦν παρακληθῆναι ἐφ' οἷς τὰ πρὸς θάνατον ἁμαρτήσαντες ἐπένθησαν, μετανοίᾳ καὶ ἐξομολογήσει καὶ βίῳ σώφρονι ἑαυτοὺς ἐπιδεδωκότες· ἢ τῆς ἐπηγγελμένης γῆς τυχεῖν, οἰκήτοράς τε καὶ πολίτας τῆς ἄνω τοῦ Θεοῦ πόλεως γενέσθαι, πράους καὶ ἀνεξικάκους ἀποδειχθέντας· ἢ πεινήσαντας ἐν τῷ παρόντι βίῳ, καὶ διψήσαντας τῆς δικαιοσύνης τυχεῖν αὐτῆς, καὶ κορεσθῆναι κατὰ τὸν ἐπηγγελμένον αἰῶνα, ἐπὰν αὐτῆς καθαρᾶς τῆς οὐσιώδους ἀρετῆς ἀπολαύωσιν, αὐτὴν ὑποστατικὴν ὁρῶντες τὴν τοῦ Θεοῦ δικαιοσύνην, καὶ αὐτὴν τὴν σοφίαν τοῦ Θεοῦ, καὶ τὴν ζωὴν τὴν αἰώνιον, καὶ τὸ ψυχῶν φωτιστικόν· ἃ δὴ πάντα ἐπινοεῖται κατὰ τὰς ἐνυπαρχούσας δυνάμεις τῷ μονογενεῖ τοῦ Θεοῦ Λόγῳ. Εἰ δὲ ἄλλως τινὲς φιλάνθρωποι καὶ ἐλεήμονες γεγόνασι, τὸ συμπαθὲς καὶ κοινωνικὸν πρὸς τοὺς πέλας ἐπιδεικνύμενοι, ταὐτὸν πείσονται οἷς ἔδρασαν, κατ' ἔλεον Θεοῦ καὶ φιλανθρωπίαν ἐλεηθέντες. Ἄλλο δὲ τάγμα γένοιτ' ἂν τῶν κατὰ τὴν ἐπαγγελίαν μακαρίων, τὸ τῶν τὴν καρδίαν τουτέστι τὴν διάνοιαν κεκαθαρμένων· καὶ ἄλλο πάλιν τῶν εἰρηνοποιῶν· ὧν οἱ μὲν πρότεροι γέρας λήψονται τῆς καθαρότητος, τὴν τοῦ Θεοῦ θέαν, ἅτε δὲ ὀφθαλμοῖς ψυχῆς κεκαθαρμένοις αὐτὸν ὀψόμενοι· οἱ δὲ δεύτεροι υἱοὶ Θεοῦ γενήσονται, ὡς ἂν ἔργον ὅμοιον κατωρθωκότες· οἷον καὶ ὁ τοῦ Θεοῦ Υἱὸς εἰρηνοποιήσας τὰ πάντα δι' ἑαυτοῦ, τά τε ἐν οὐρανῷ καὶ τὰ ἐπὶ τῆς γῆς. Ἀλλ' οὗτοι μὲν ἐπὶ διαφόροις κατορθώμασι διαφόρων τεύξονται τιμῶν ἐν τῇ κατηγγελμένῃ τῶν οὐρανῶν βασιλείᾳ. Οἵ γε μὴν αὐτῷ συμβασιλεύσοντες τῷ Υἱῷ τοῦ Θεοῦ πρῶτοι μὲν ἦσαν οἱ δηλωθέντες πτωχοὶ τῷ πνεύματι· δεύτεροι δὲ μετ' ἐκείνους οἱ γενναῖοι τοῦ Θεοῦ μάρτυρες, περὶ ὧν ἑξῆς ἐδίδασκε λέγων· Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης· διὰ τούτων γὰρ τοὺς μέλλοντας ὑπεραγωνίζεσθαι τῆς βασιλείας ὡς εὐγενεῖς Θεοῦ στρατιώτας ἐμακάριζεν· ἀναγκαίως καὶ αὐτοῖς ὡς ἀδελφοῖς τῶν προμεμακαρισμένων πτωχῶν βραβεῖα τῶν ἐπάθλων τὴν τῶν οὐρανῶν βασιλείαν ὑπισχνούμενος. Τάξει δὲ πολλῇ καὶ ἀκολουθίᾳ τούτοις μετεδίδου τῆς αὐτοῦ βασιλείας μετὰ τοὺς πτωχοὺς τῷ πνεύματι· βιῶναι γὰρ δεῖ πρότερον θεοφιλῶς τὸν πάντα χρόνον τῆς ζωῆς ἐν ἀκτήμονι καὶ φιλοσόφῳ τρόπῳ διατελέσαντας, εἶθ' οὕτως ἐπὶ τὸ θεοφιλὲς τέλος ἐλθεῖν. Οἱ μὲν οὖν πρῶτοι τὴν ἄκραν ἀκτήμονα μετήρχοντο ἀγωγὴν τοῦ βίου, διὰ πάσης αὐτῶν τῆς ζωῆς τοῖς τῆς ἀρετῆς ἄθλοις ἐναγωνιζόμενοι· οἱ δὲ δεύτεροι τῆς εἰς αὐτὸν μαρτυρίας
Him beatitudes, and fourth, and so on. For He taught that it is permissible, according to some one manner of the ways of life named, to strive eagerly to be counted worthy of the things promised; so that it is possible for those who come to be in the kingdom of God, even if they do not reign together with Christ like the poor in spirit, at least to be comforted over the deadly sins they mourned, having given themselves over to repentance, confession, and a temperate life; or to obtain the promised land and become inhabitants and citizens of the heavenly city of God above, having proved gentle and patient of wrong; or, having hungered and thirsted for righteousness in the present life, to obtain that righteousness itself and be satisfied in the promised age, whenever they enjoy essential virtue itself in its purity, beholding the substantive righteousness of God itself, and the wisdom of God itself, and eternal life, and that which illuminates souls—all of which are conceived according to the powers inherent in the only-begotten Word of God. And if in another way some have been humane and merciful, displaying sympathy and fellowship toward their neighbors, they shall experience the same as what they did, receiving mercy according to the mercy and loving-kindness of God. Another order of those blessed according to the promise would be that of those purified in heart, that is, in mind; and yet another, that of the peacemakers: of whom the former shall receive as the reward of purity the vision of God, inasmuch as they will behold Him with purified eyes of the soul; while the latter shall become sons of God, as having accomplished a like work, just as the Son of God also made peace in all things through Himself, both the things in heaven and the things on earth. Now these, for diverse achievements, shall obtain diverse honors in the proclaimed kingdom of heaven. Yet those who will reign together with the Son of God Himself were, first, the aforesaid poor in spirit, and second after them, the noble martyrs of God, concerning whom He taught next, saying: Blessed are those who have been persecuted for righteousness' sake; for through these words He pronounced blessed, as noble soldiers of God, those who were going to contend on behalf of the kingdom, necessarily promising to them also, as brothers of the poor previously pronounced blessed, the kingdom of heaven as the prize of their contests. And with great order and sequence He imparted a share in His kingdom to these after the poor in spirit; for one must first live in a God-loving way, having spent the whole time of life in a propertyless and philosophical manner, and then thus come to the God-loving end. The first, therefore, pursued the supreme propertyless conduct of life, contending throughout their whole life in the struggles of virtue; whereas the second, on account of their witness to Him
PG 24:537Read from the page
ἕνεκεν ἠλαύνοντο πολεμούμενοι καὶ μισούμενοι, συκοφαντούμενοί τε ψευδέσι διαβολαῖς δι' οὐδὲν ἕτερον ἢ
were driven out, warred against, and hated, and slandered with false accusations for nothing other than
Καὶ ταῦτ' ἔλεγεν ὁπλίζων καὶ περιφράττων τοὺς μαθητὰς εἰς τὸν κατὰ τῶν ἐναντίων πόλεμον, ὃν ἔμελλον ἐπαναντλεῖσθαι κηρύττοντες παντὶ τῷ κόσμῳ, καὶ μαρτυρόμενοι τὴν ἑνὸς τοῦ ἐπὶ πάντων Θεοῦ βασιλείαν. Μέλλοντας γὰρ αὐτοὺς διὰ τὸ νέον κήρυγμα πρὸς ἁπάντων ἐλαύνεσθαι καὶ πολεμεῖσθαι, προησφαλίζετο καὶ προέφραττε μακαρισμῶν τε ἠξίου· ὅτι δὴ ἄληπτον βίον προβαλλόμενοι, ὡς μηδὲ τοῖς ἐχθροῖς προφάσεις κατ' αὐτῶν θηρωμένοις ἀφορμὰς διαβολῆς παρέχειν· ὅμως διὰ μόνην τὴν εἰς αὐτὸν ὁμολογίαν, καὶ τῶν αὐτοῦ παραγγελμάτων ἕνεκεν, διώκεσθαι καὶ πολεμεῖσθαι μέλλοιεν, δυσφημούμενοι καὶ πάσας ὑπομένοντες λοιδορίας καὶ ὕβρεις καὶ ὀνειδισμοὺς, οὐ δι' οἰκείας πλημμελείας, διὰ δὲ τὸν ἐνάρετον καὶ ἄκρον ἐν δικαιοσύνῃ βίον αὐτῶν· ὃ δὴ καὶ αὐτὸ κατὰ τὴν θείαν προμήθειαν εἰρημένον τέλους ἐτύγχανεν ἀληθοῦς ἐν τῷ μετὰ ταῦτα χρόνῳ. Πλὴν ἀλλὰ θεραπεύει τὸ λυπηρὸν τοῦ λόγου, ἰσοτίμους αὐτοὺς ἀποφαίνων τοῖς πάλαι τοῦ Θεοῦ προφήταις. Διὸ καὶ χαίρειν καὶ ἀγαλλιᾷν ἐν πᾶσι τοῖς ἐπιοῦσι παρήνει, ὡς ἂν τὰ ὅμοια τοῖς προφήταις πεισομένους, καὶ δηλαδὴ ὁμοίως αὐτοῖς τῆς παρὰ τῷ Θεῷ τιμῆς ἀξιωθησομένους. Ἔνθεν εἰκότως Παῦλος τούτοις ἐπιθαῤῥῶν ἔλεγεν· Εἴπερ συμπάσχομεν, ἵνα καὶ συνδοξασθῶμεν· καὶ, Οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἐκκαλυφθῆναι εἰς ἡμᾶς. Καὶ οὐ λόγοις μὲν ταῦτα ἔλεγεν, ἔργοις δὲ ἀφυστέρει τῶν λελεγμένων, ἀλλὰ καὶ αὐταῖς πράξεσι τοὺς ὑπὲρ εὐσεβείας ἄθλους ἐνεδείκνυτο, οὓς καὶ κατηριθμεῖτο λέγων· Διὸ εὐδοκῶ ἐν ἀσθενείαις, ἐν ὕβρεσι, καὶ τὰ ἑξῆς. Καὶ ταῦτα μὲν ἔτι τὰ τῶν ἄθλων προοίμια· τὸ δὲ συμπέρασμα τοῦ παντὸς ἀγῶνος αὐτῷ ἐπὶ τῆς Ῥωμαίων ἐτελειοῦτο πόλεως, ἔνθα μαρτυρίῳ τὴν κεφαλὴν ἀπετμήθη. Ὁ Πέτρος δὲ ἁρπαγμὸν τὸν διὰ σταυροῦ θάνατον ἐποιεῖτο διὰ τὰς σωτηρίους ἐλπίδας· Ἰάκωβός τε ὁμοίως ξίφει τὴν κεφαλὴν ἐν Ἱεροσολύμοις ἀποτέμνεται· καὶ Ἰωάννης νῆσον οἰκεῖν Πάτμον κατεκρίνετο· καὶ ἄλλος ἄλλως τὸ καθαρὸν καὶ ἄπλαστον τῆς τῶν αὐτοῦ λόγων ὑπακοῆς ἐνδειξάμενοι, διάφορον ὑπέμειναν τοῦ βίου τελευτήν. Καὶ ταῦτ' οὐ παρὰ γνώμην ἔπασχον, πάσης δὲ ἡδονῆς ἡδίω τιθέμενοι τὴν τῶν σωτηρίων ἐπαγγελιῶν ἐλπίδα· ἐπεὶ γοῦν ποτε συλλαβόντες αὐτοὺς οἱ τοῦ Ἰουδαίων ἔθνους ἄρχοντες μαστίγων αἰκίαις ὑπέβαλον, ὡς ἡ περὶ αὐτῶν ἱστορία μαρτυρεῖ, ὡς ἄρα προῄεσαν ἐκ τοῦ συνεδρίου χαίροντες, ὅτι κατηξιώθησαν ὑπὲρ τοῦ
And He said these things arming and fortifying the disciples for the war against their adversaries, which they were going to endure as they proclaimed to the whole world and bore witness to the kingdom of the one God over all. For since on account of the new proclamation they were going to be driven out and warred against by all, He secured and fortified them beforehand and counted them worthy of beatitudes: because, putting forward a blameless life, so as not even to give pretexts for slander to enemies hunting for excuses against them, nevertheless solely on account of their confession of Him and for the sake of His commands they were going to be persecuted and warred against, defamed and enduring all revilings, outrages, and reproaches, not on account of faults of their own, but on account of their virtuous life supreme in righteousness—which very thing, spoken according to divine foreknowledge, attained true fulfillment in the time thereafter. Yet He heals what is painful in the saying by declaring them equal in honor to the prophets of God of old. Wherefore He also exhorted them to rejoice and be glad in all things coming upon them, inasmuch as they would suffer things similar to the prophets, and manifestly would like them be counted worthy of honor with God. Hence Paul, taking courage from these words, fittingly said: If indeed we suffer with Him, so that we may also be glorified with Him; and, The sufferings of the present time are not worthy to be compared with the glory that is to be revealed to us. And he did not say these things in words while falling short of what was said in deeds, but by his very actions displayed his struggles on behalf of godliness, which he also enumerated, saying: Therefore I take pleasure in weaknesses, in insults, and so forth. And these were still the preludes of his struggles; the conclusion of the whole contest was consummated for him in the city of the Romans, where in martyrdom his head was cut off. And Peter counted death by the cross a prize to be seized on account of the saving hopes; James likewise had his head cut off with a sword in Jerusalem; and John was condemned to inhabit the island of Patmos; and one in one way, another in another, having displayed the pure and unfeigned obedience to His words, endured a different end of life. And they did not suffer these things against their will, considering the hope of the saving promises sweeter than every pleasure; when indeed at one time the rulers of the nation of the Jews seized them and subjected them to the indignities of scourging, as the history concerning them testifies, how they went forth from the council rejoicing that they were counted worthy on behalf of the
PG 24:540Read from the page
ὀνόματος τοῦ Χριστοῦ ἀτιμασθῆναι. Καὶ τοῦτ' ἔπραττον, αὑτοῦ παράγγελμα πληροῦντες, ἐπειδὴ χαίρειν ἐδίδασκεν ὑπὲρ αὐτοῦ πάσχοντας. Ἰσοτίμους δ' αὐτοὺς τοῖς προφήταις ἀπέφαινε, λέγων κατὰ Ματθαῖον· Οὕτω γὰρ ἐδίωξαν τοὺς πρὸ ὑμῶν· ὡς καὶ τούτων μὲν ὄντων προφητῶν, λειπομένων δὲ χρόνῳ, ἐξισουμένων γε μὴν ἐκείνοις διὰ τὴν ὁμοιοπάθειαν. Ἐπεὶ κἀκείνων ὁ μέν τις ἀνῃρεῖτο ξίφει, ὁ δὲ λίθοις, ὁ δὲ λέουσι παρεβάλλετο, ὁ δὲ ἐν λάκκῳ βορβόρου ἐβάλλετο· καὶ ἄλλος πρίονι τὸ σῶμα κατετέμνετο· οἱ δ' ἐν πυρὸς καμίνῳ συνεκλείοντο. Διὸ δὴ θαῤῥεῖν ὁ Σωτὴρ ἐν τῇ τῶν δεινῶν ὑπομονῇ τοῖς κατ' αὐτοῦ παρεκελεύετο γνωρίμοις, κατὰ καιρὸν ὑπομνήσας ὧν οἱ τοῦ Θεοῦ προφῆται πεπόνθασι· ὅπως διὰ τῆς ἐκείνων παραθέσεως καὶ αὐτοὶ τὰς αὐτὰς ὑπογρά-
name of Christ to suffer dishonor. And they did this fulfilling His own command, since He taught them to rejoice when suffering on His behalf. And He declared them equal in honor to the prophets, saying according to Matthew: For so they persecuted the prophets who were before you—inasmuch as these too were prophets, falling behind in time, yet made equal to those former ones through similarity of suffering. Since among those also, one was put to death by the sword, another by stones, another was cast to lions, and another was thrown into a pit of mire; another had his body sawn in two; and others were shut up in a furnace of fire. Wherefore indeed the Savior exhorted His disciples to take courage in the endurance of terrible things, seasonably reminding them of what the prophets of God had suffered, so that through comparison with them they themselves also might trace out the same—
Καὶ πᾶς ὁ λαὸς ἀκούσας, καὶ οἱ τελῶναι ἐδικαίωσαν τὸν Θεὸν, βαπτισθέντες τὸ βάπτισμα Ἰωάννου. Οἱ δὲ Φαρισαῖοι καὶ οἱ νομικοὶ τὴν βουλὴν τοῦ Θεοῦ ἠθέτησαν εἰς ἑαυτοὺς, μὴ βαπτισθέντες ὑπ' αὐτοῦ.
And all the people when they heard, and the tax collectors, justified God, having been baptized with the baptism of John. But the Pharisees and the lawyers rejected the counsel of God for themselves, not having been baptized by him.
Ἑκατέρους δὲ τούτους αἰνίττεται καὶ ὅταν ἐν παραβολῇ λέγῃ· Τί ὑμῖν δοκεῖ; Ἄνθρωπός τις εἶχε τέκνα δύο· καὶ προσελθὼν τῷ πρώτῳ εἶπε· Τέκνον, ὕπαγε, σήμερον ἐργάζου ἐν τῷ ἀμπελῶνί μου. Ὁ δὲ ἀποκριθεὶς εἶπεν, Οὐ θέλω· ὕστερον δὲ μεταμεληθεὶς ἀπῆλθε. Καὶ προσελθὼν τῷ ἑτέρῳ ὁμοίως εἶπεν· ὁ δὲ ἀποκριθεὶς εἶπεν, Ἐγὼ, κύριε· καὶ οὐκ ἀπῆλθε. Τίς ἐκ τῶν δύο ἐποίησε τὸ θέλημα τοῦ πατρός; λέγουσιν αὐτῷ, Ὁ πρῶτος.
He alludes to both of these groups also when He says in a parable: What do you think? A certain man had two children; and coming to the first he said: Child, go, work today in my vineyard. And he answered and said, I will not; yet afterward he regretted it and went. And coming to the other he spoke likewise; and he answered and said, I go, sir; and did not go. Which of the two did the will of his father? They say to Him, The first.
Ἐνταῦθα γὰρ δύο τάγματα τῷ λόγῳ παραστησάμενος, ἓν μὲν τὸ Ἰσραηλιτικὸν, ἕτερον δὲ τὸ τῶν ἀλλοφύλων ἐθνῶν διὰ τῶν τελωνῶν δηλούμενον, ἄμφω δύο τέκνα ἑνὸς πατρὸς ὠνόμαζεν, ἐπεὶ ἐξ ἑνὸς Θεοῦ πάντες, Ἰουδαῖοί τε καὶ Ἕλληνες. Καὶ πρώτους μὲν ἐκάλεσε τοὺς ἐξ ἐθνῶν, δευτέρους δὲ τοὺς ἐκ περιτομῆς· ἐπειδὴ πρὸ τοῦ Ἰσραὴλ ὑπῆρχε τὰ ἔθνη, καὶ τοῖς ἔθνεσι πρώτοις, μήπω μηδὲ ὀνόματος ὄντος ἐν ἀνθρώποις Ἰσραηλιτικοῦ, οἱ χρησμοὶ παρείχοντο τοῦ Θεοῦ καὶ αἱ θεοφάνειαι. Ὅ τε γὰρ Ἐνὼχ ἐθνικὸς ἦν ἀπερίτμητος ὢν, ὃς ἔπαθλον εἴληφε τῆς εὐαρεστήσεως τὴν ἐξ ἀνθρώπων μετάθεσιν· καὶ Νῶε δίκαιος ἐν τῇ γενεᾷ αὐτοῦ γεγονὼς, χρησμῶν Θεοῦ κατηξιώθη, ἀπερίτμητος ὢν καὶ αὐτός· καὶ Μελχισεδὲκ παλαιότερος γεγονὼς τοῦ ἐκ περιτομῆς λαοῦ, ἱερεὺς τοῦ Θεοῦ τοῦ ὑψίστου κεχρημάτικε· καὶ Ἀβραὰμ δὲ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ πρὸ τοῦ Ἰσραὴλ χρησμῶν Θεοῦ κατηξιώθησαν· ἄντικρυς δὲ καὶ ὁ Ἰὼβ, Ἰδουμαῖος ὢν τῶν υἱῶν Ἠσαῦ, θεοσεβείας ἀνδραγαθήμασι διέλαμψε. Τὸ μὲν λοιπὸν τάγμα τῶν ἐθνῶν κελευόμενον φυσικοῖς νόμοις ἐργάζεσθαι εἰς τὸν ἀμπελῶνα, τοῦτο δ' ἦν τὸ τῆς θεοσεβείας τὸ πολίτευμα, ἀνένευσε καὶ ἀντεῖπε τῷ προστάγματι τῷ πατρικῷ, πάντα τὸν
For here, having set forth two orders in His discourse—the one that of Israel, and the other that of the foreign nations signified through the tax collectors—He named both of them two children of one father, since all, both Jews and Greeks, are from one God. And He called those from the Gentiles first, and those of the circumcision second; since the Gentiles existed before Israel, and to the Gentiles first, when there was not yet even an Israelite name among mankind, the oracles of God and the theophanies were granted. For Enoch was a Gentile, being uncircumcised, who received translation from among mankind as the reward of pleasing God; and Noah, having proved righteous in his generation, was counted worthy of divine oracles, being himself also uncircumcised; and Melchizedek, having lived earlier than the people of the circumcision, was entitled priest of God Most High; and Abraham too and Isaac and Jacob were counted worthy of divine oracles before Israel existed; and manifestly Job as well, being an Idumean of the sons of Esau, shone forth in brave deeds of godliness. Now the order of the Gentiles, when commanded by natural laws to work in the vineyard—that is, the way of life of godliness—refused and spoke against the paternal command, for the whole
PG 24:541Read from the page
χρόνον εἰδωλολατροῦν· πλὴν ἐπὶ τέλει τὴν ὑπακοὴν ἐνεδείξατο· τὸ δὲ Ἰουδαίων ἔθνος, ὅπερ ἦν τὸ δεύτερον τέκνον, μετὰ τὴν ἀνάνευσιν τοῦ προτέρου κληθὲν ἐπὶ τὴν αὐτὴν ἐργασίαν διὰ Μωϋσέως καὶ τῶν προφητῶν, λόγῳ μὲν τὴν προθυμίαν ἐνεδείξατο· εἶπον γὰρ, ὅτι Πάντα ποιήσομεν καὶ ἀκουσόμεθα· ἔργῳ δὲ πᾶν τοὐναντίον. Διὸ πυνθάνεται τῶν ἀρχιερέων ὁ Σωτήρ· Τίς ἄρα τῶν δύο τούτων ἐποίησε τὸ θέλημα τοῦ πατρός; Ἐκείνων δὲ ὁμολογησάντων, ὅτι ὁ πρῶτος, τίς ἦν οὗτος ὁ πρῶτος διασαφεῖ λέγων· Οἱ τελῶναι καὶ αἱ πόρναι καὶ πᾶν τὸ τῶν ἀπίστων ἐθνῶν τάγμα προσάγουσιν ὑμᾶς εἰς τὴν ἀγάπην τοῦ Θεοῦ. Ὑμᾶς δὲ τίνας, ἢ τοὺς ἀρχιερέας καὶ πρεσβυτέρους, καὶ πᾶν αὐτῶν τὸ ἔθνος, τὸ δὴ λόγῳ μὴν ἐπαγγελλόμενον θεοσεβεῖν, ἔργοις δὲ ἀντιπράττον τῇ ἐπαγγελίᾳ; Διὸ οἱ μὲν ἐξ ἐθνῶν μεταβαλόντες τῆς προτέρας μοχθηρίας, καὶ καρποὺς ἐνδεξάμενοι τῆς βασιλείας ἀξίους, τεύξονται αὐτῆς· ὑμεῖς δὲ, οἱ φάσκοντες ἑαυτοὺς Θεοῦ εἶναι τέκνα, τῆς βασιλείας ἐκκλεισθήσεσθε· ὅτι ὑμεῖς μὲν οὐκ ἐπιστεύσατε αὐτῷ, οἱ δὲ τελῶναι καὶ αἱ πόρναι ἐπίστευσαν. Διὸ καὶ ἐδικαίωσαν τὸν Θεόν· δίκαιος γὰρ ἐφάνη ἐπὶ πᾶσιν οἷς ἐποίησεν, ὑμᾶς μὲν ὡς ἀπειθεῖς καὶ ἀγνώμονας ἀπωσάμενος, ἐκείνους δὲ ὡς εὐπειθεῖς καὶ εὐγνώμονας ἐκλεξάμενος. Καὶ οὐκ ἔχετε λοιπον αὐτῷ ἐγκαλεῖν, ὁ προφήτης φησίν· Ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου.
time practicing idolatry; yet at the end it displayed obedience. The nation of the Jews, however, which was the second child, having been called to the same work after the refusal of the former through Moses and the prophets, displayed eagerness in word—for they said, All that the Lord has spoken we will do and obey—yet in deed quite the opposite. Wherefore the Savior inquires of the chief priests: Which then of these two did the will of his father? And when they acknowledged that it was the first, He makes clear who this first one was, saying: The tax collectors and the prostitutes and the whole order of the unbelieving nations go before you into the love of God. And "you" means whom, if not the chief priests and elders, and their whole nation, which in word indeed professed to be godly, yet in deeds acted contrary to its profession? Therefore those from the Gentiles, having turned away from their former wickedness and shown forth fruits worthy of the kingdom, shall obtain it; whereas you, who claim that you yourselves are children of God, shall be shut out of the kingdom, because you did not believe him, while the tax collectors and the prostitutes believed. Therefore they also justified God; for He was shown righteous in all that He did, rejecting you as disobedient and ungrateful, and choosing them as obedient and grateful. And you no longer have grounds to bring a charge against Him, as the prophet says: So that You may be justified in Your words.
Εἰς τὴν ἄβυσσον ἀπελθεῖν.
To depart into the abyss.
Ὅτι τὸν λεγόμενον τάρταρον ἄβυσσον θεῖοι λόγοι παλοῦσι.
Because the divine Scriptures call what is named Tartarus the abyss.
Καὶ γυνὴ οὖσα ἐν ῥύσει αἵματος ἀπὸ ἐτῶν δώδεκα, κ. τ. λ.
And a woman having a flow of blood for twelve years, etc.
Ἐγὼ δὲ οὐκ ἄξιον ἡγοῦμαι παρελθεῖν διήγησιν καὶ τοῖς μεθ' ἡμᾶς μνημονεύεσθαι ἀξίαν. Τὴν γὰρ αἱμοῤῥοοῦσαν ἐκ Πανεάδος ἔλεγον ὁρμᾶσθαι, τόν τε οἶκον αὐτῆς ἐπὶ τῆς πόλεως δείκνυσθαι, καὶ τῆς ὑπὸ τοῦ Σωτῆρος εἰς αὐτὴν εὐεργεσίας θαυμαστὰ τρόπαια παραμένειν. Ἑστάναι γὰρ ἐφ' ὑψηλοῦ λίθου πρὸς μὲν ταῖς πύλαις τοῦ αὐτῆς οἴκου γυναικὸς ἐκτύπωμα χάλκεον, ἐπὶ γόνυ κεκλιμένον, καὶ τεταμέναις ἐπὶ τὸ πρόσθεν ταῖς χερσὶν, ἱκετευούσῃ ἐοικός· τούτου δὲ ἀντικρὺ ἄλλο τῆς αὐτῆς ὕλης ἀνδρὸς ὄρθιον σχῆμα, διπλοΐδα κοσμίως περιβεβλημένον, καὶ τὴν χεῖρα τῇ γυναικὶ προτεῖνον· οὗ παρὰ τοῖς ποσὶν ἐπὶ τῇ στήλῃ ξένον τι βοτάνης εἶδος φυὲν, ὃ, μέχρι τοῦ κρασπέδου τῆς τοῦ χαλκοῦ διπλοΐδος ἀνιὸν, ἀλεξιφάρμακόν τι παντοίων νοσημάτων τυγχάνει. Τοῦτον τὸν ἀνδριάντα τοῦ Ἰησοῦ εἰκόνα φέρειν ἔλεγον, ὃν Μαξιμῖνος τῆς
Now I do not deem it right to pass over a narrative worthy to be remembered also by those after us. For they used to say that the woman with the flow of blood came from Paneas, and that her house was pointed out in the city, and that marvelous monuments of the benefit conferred upon her by the Savior remained. For on a lofty stone at the gates of her house there stood a bronze figure of a woman, bent upon one knee, and with hands stretched forward like a suppliant; and opposite this was another upright figure of a man, of the same material, modestly clad in a double cloak and stretching out his hand to the woman; at whose feet upon the pedestal grew a strange kind of herb which, rising up as far as the hem of the bronze double cloak, served as an antidote for all sorts of diseases. This statue, they used to say, bore the likeness of Jesus, which Maximinus, of his
Notes, col. 541

On the reading

Printed προσάγουσιν, for προάγουσιν.

Printed μὴν, for μὲν.

Printed λοιπον, for λοιπὸν.

Printed παλοῦσι, for καλοῦσι.