PG 24:69Read from the pageκαὶ ἀπὸ τούτου καὶ ἀπὸ τοῦ γραπτοῦ, ὥστε ἡ πολλὴ εὐεργεσία πλείονος αὐτοῖς κατακρίσεως ὑπόθεσις γίνεται ῥεραθυμηκόσι· διὰ τοῦτο καὶ αὐτὸς οὐκ εἶπεν, ὅτι οὐκ ἐποίησε παντὶ ἔθνει, ἀλλ' οὕτως οὐκ ἐποίησε· τουτέστιν οὐ πλάκας ἔπεμψεν, οὐ γράμματα τὰ ἐπὶ τοῦ Σινέου ὄρους, ἀλλὰ τοῖς Ἰουδαίοις ἐκ περιουσίας.
both by this and by the written law, so that the great benefit becomes a ground of greater condemnation to them when they have been slothful; on this account He Himself also did not say that He hath not done unto any nation, but He hath not done so; that is, He did not send tables, nor the letters upon Mount Sinai, save to the Jews out of superabundance.
Ἐν μὲν τῷ ρμεʹ ψαλμῷ μία καθ' ἑαυτὴν ἡ ψυχὴ τὸν Κύριον αἰνεῖν ἐκελεύετο, φάσκοντος τοῦ λόγου, Αἴνει, ἡ ψυχή μου, τὸν Κύριον. Ἐν δὲ τῷ μετ' αὐτὸν πλῆθος ἐπὶ τὸν αἶνον ἐκάλει διὰ τοῦ, Αἰτεῖτε Κύριον, ὅτι ἀγαθὸν ψαλμός· ἐπὶ δὲ τοῦ ἑξῆς αὐτὴ Ἱερουσαλὴμ τοῦτο πράττειν προσετάττετο ἐν τῷ, Ἐπαίνει, Ἱερουσαλὴμ, τὸν Κύριον. Ἀκολούθως οὖν ἐκείνοις ὁ προκείμενος αἶνος ἐπιτείνει τὸ παράγγελμα, μετὰ τὴν μερικὴν παρακέλευσιν αὔξον τὸ πρόσταγμα· ἀθρόως τε ὁμοῦ τὴν γενητὴν ἅπασαν κτίσιν τήν τε ὁρωμένην καὶ τὴν ἀόρατον ἐπὶ τὸν αἶνον τοῦ Θεοῦ παρορμᾷ· κατὰ μὲν τὴν ἀρχὴν τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐν τοῖς ὑψίστοις ἀνακαλούμενος· προϊὼν δὲ τὰ ἐπὶ τῆς γῆς καὶ τὰ ἐν ταῖς ἀβύσσοις, οὐχ ὡς πάντων ψυχῆς καὶ λόγου μετεχόντων, ἀλλ' εἰς ταῦτα τοὺς λόγου μετειληχότας ἀποβλέπειν κελεύει, καὶ τὴν τούτοις γενομένην σοφίαν καταμανθάνοντας, τὸν Ποιητὴν ἀνυμνεῖν.
In the 145th psalm indeed the soul by itself alone was commanded to praise the Lord, the word saying, Praise the Lord, O my soul. And in the one after it he called a multitude unto praise through the saying, Praise ye the Lord, for a psalm is a good thing; and in the next one Jerusalem herself was commanded to do this in the saying, Praise the Lord, O Jerusalem. Consistently with those, therefore, the present praise extends the precept, after the partial exhortation enlarging the command; and all together at once it urges on the whole created creation, both the visible and the invisible, unto the praise of God; at the beginning indeed calling upon the things in the heavens and the things in the highest; and proceeding, the things upon the earth and the things in the deeps, not as though all partook of soul and reason, but he commands those who have partaken of reason to look upon these things, and learning thoroughly the wisdom that has come to be in them, to hymn the Maker.
Καὶ πᾶσαι ἄβυσσοι.
And all deeps.
Ἕτερος ἀβύσσους τὴν τῶν καταχθονίων ἔφησε χώραν, κατὰ Παῦλον εἰπόντα· Μὴ εἴπῃς, Τίς καταβήσεται εἰς τὴν ἄβυσσον, τουτέστι Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν; καὶ ἐν Ἰὼβ, Ἐν δὲ, φησὶν, ἴχνεσιν ἀβύσσου περιεπάτησας; Μήποτε δὲ καὶ τοῦτο πλῆθος ὑδάτων δηλοῖ καθ' οὗ περιεπάτησε Κύριος; ὡς ἀφ' ἑτέρας ἀρχῆς εἶναι τὸ, Ἀνοίγονται δέ σοι φόβῳ πύλαι θανάτου;
Another said that the deeps mean the region of the underworld, according to Paul who said: Say not, Who shall descend into the deep? that is, to bring up Christ again from the dead; and in Job, Hast thou walked, he says, in the tracks of the deep? Or perhaps this also signifies a multitude of waters, upon which the Lord walked; so that from another beginning is that saying, And do the gates of death open unto thee for fear?
Ἄσατε τῷ Κυρίῳ ᾆσμα καινὸν, κ. τ. λ.
Sing unto the Lord a new song, etc.
Τοῦ καινοῦ ᾄσματος... τῇ τῶν ὁσίων Ἐκκλησίᾳ ᾀδομένου, δηλαδὴ τῆς τοῦ Σωτῆρος ἡμῶν Καινῆς Διαθήκης.. παλαιῷ προσέχων Ἰσραὴλ τῷ διὰ Μωϋσέως· τὸ καινὸν δὲ τοῦτο παράδειγμα.. εὐφραινέσθω· αὐτὸς γὰρ ἦν ὁ τοῦ Θεοῦ Λόγος ὁ χρηματίσας τῷ Μωϋσεῖ, καὶ τὸν Ἰσραὴλ ἐξαγαγὼν ἐκ τῆς Αἰγύπτου, ποιήσας τε αὐτὸν ἑαυτοῦ λαόν. Τοῖς μὲν οὖν υἱοῖς Σιὼν χαίρειν καὶ ἀγαλλιᾷν πρώτοις παρακελεύεται ἐπὶ τῷ βασιλεῖ αὐτῶν· αὐτὸς δὲ ἦν ..τὸς πάλιν ὁ τοῦ Θεοῦ Λόγος, πάλαι μὲν αὐτῶν βασιλεὺς ὢν, ὕστερον δὲ παραιτηθεὶς [ὑπ' αὐ]τῶν· διὸ πρὸς τὸν προφήτην Σαμουήλ φησιν· Οὐ σὲ ἐξουθενήκασιν, ἀλλ' ἐμέ.. μὴ βασιλεύειν ἐπ' αὐτῶν. Ἐπεὶ δὲ μὴ ὑπήκουσαν τῇ κλήσει, εἰκότως τῆς χάριτος τῆς εὐφροσύνης ἑαυτοὺς ἐστέρησαν· τά γε μὴν ἔθνη τὸν ἐκείνοις πρώτοις κατηγγελμένον βασι-
The new song... being sung in the Church of the saints, namely that of the New Covenant of our Saviour... Israel cleaving to the old covenant given through Moses; and let this new pattern... rejoice; for He Himself was the Word of God Who gave oracles to Moses, and brought Israel out of Egypt, and made him His own people. The sons of Sion, therefore, He exhorts first to rejoice and be glad in their King; and He Himself was... again the Word of God, Who of old indeed was their King, and afterwards was rejected [by] them; wherefore He says unto the prophet Samuel: They have not rejected thee, but Me... that I should not reign over them. And since they did not obey the calling, reasonably they deprived themselves of the grace of gladness; the Gentiles, however, having recognized the King who was proclaimed to those first,
Notes, col. 69
On the reading
Printed Αἰτεῖτε, for Αἰνεῖτε.
PG 24:72Read from the pageλέα ἐπιγνόντα κατεδέξαντο· διόπερ ἡ κατὰ Θεὸν εὐφροσύνη καὶ ἀγαλλίασις μετῆλθεν ἐπ' αὐτά· ὅθεν τὰ μὲν καθ' ὅλης τῆς οἰκουμένης ἔθνη ταῖς ἑαυτῶν Ἐκκλησίαις αἰνοῦσι τὸ ὄνομα αὐτοῦ τοῦ βασιλέως ἑαυτῶν, ἐν χορῷ τοῦ Θεοῦ Λόγου τὸ ὄνομα Ἰησοῦν Χριστὸν μετὰ χορείας δοξάζοντες· ἀλλὰ καὶ ὁ καθεὶς παρ' ἑαυτῷ ..νων δ' ἔργων ἀγαθῶν, καὶ διὰ τῶν τοῦ σώματος πράξεων τὰ συντελοῦντα εἰς ὕμνον καὶ δοξολογίαν τοῦ Θεοῦ διαπράττεται. Εἰκότως τοῦτο αὐτὸ προλαβὼν ὁ λόγος προστάττει φάσκων· Ἐν τυμπάνῳ καὶ ψαλτηρίῳ ψαλάτωσαν αὐτῷ· τύμπανον μὲν τὸ σῶμα προσαγορεύων, ψαλτήριον δὲ τὸ πνεῦμα.. νεκρώσαντες τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, καὶ τὴν Ἰησοῦ νέκρωσιν ἐν τῷ σώματι περιφέροντες· οἱ ἀγαλλιώμενοι ἐπὶ τῷ βασιλεῖ αὐτῶν ἅμα τῷ εὐφραινομένῳ.. ποιήσαντι αὐτὸν, ἐν τυμπάνῳ καὶ ψαλτηρίῳ ψάλλουσιν.
received Him; wherefore the gladness and exultation that are according to God passed over unto them; whence the nations throughout the whole world in their own Churches praise the name of Him their own King, in the choir of the Word of God glorifying with dancing the name Jesus Christ; moreover each one also by himself... of good works, and through the actions of the body performs the things that contribute unto a hymn and doxology of God. Reasonably the word, anticipating this very thing, commands, saying: Let them sing praises unto Him with the timbrel and psaltery; calling the body indeed a timbrel, and the spirit a psaltery... having mortified their members which are upon the earth, and bearing about in the body the dying of Jesus; those who exult in their King together with him who rejoices... in Him that made him, sing praises with the timbrel and psaltery.
Ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.
They shall be joyful upon their beds.
Ἄλλως δὲ τὸν θάνατον τῶν ὁσίων ᾐνίξατο διὰ τῶν κοιτῶν. Κοίμησιν γὰρ εἴωθε καλεῖν αὐτὸν ἡ Γραφὴ, λέγοντος καὶ Παύλου· Περὶ δὲ τῶν κοιμωμένων οὐ θέλω ὑμᾶς ἀγνοεῖν, ἀδελφοί· καὶ ἡ Παλαιὰ δέ φησιν· Ἐκοιμήθη Δαυῒδ μετὰ τῶν πατέρων αὐτοῦ.
Otherwise also he hinted at the death of the saints through the beds. For Scripture is accustomed to call it a falling asleep, as Paul also says: But concerning them which are asleep I would not have you to be ignorant, brethren; and the Old Testament also says: David slept with his fathers.
Αἱ ὑψώσεις τοῦ Θεοῦ ἐν λάρυγγι αὐτῶν, καὶ ῥομφαῖαι δίστομοι ἐν ταῖς χερσὶν αὐτῶν.
The high praises of God are in their throat, and two-edged swords in their hands.
Παραδόξως δὲ Ἀκύλας τὴν ἀποδοθεῖσαν διάνοιαν παρέστησε, δουλεύσας τῇ τῶν Ἑβραίων φωνῇ εἰπών· Μάχαιρα στομάτων ἐν χειρὶ αὐτῶν. Ἀλλὰ καὶ περὶ τῶν τοιούτοις ἐναντίων εἴρηταί που· Υἱοὶ ἀνθρώπων, οἱ ὀδόντες αὐτῶν ὅπλα καὶ βέλη, καὶ ἡ γλῶσσα αὐτῶν μάχαιρα ὀξεῖα, φονευόντων τοὺς ὑπ' αὐτῶν ἡλωκότας. Οἰκείως δὲ τὴν μὲν μάχαιραν τῶν στομάτων ἐν ταῖς πράξεσιν ἐνεργεῖν ὁ λόγος παρέστησε, τὰς δὲ ὑψώσεις τοῦ Θεοῦ ἐν τῷ στόματι αὐτῶν, φωνῇ γὰρ ἐχρῶντο ἐπὶ διδασκαλίᾳ τοῦ λόγου, παρὰ τοῖς ἀκούειν δυναμένοις ἀνυψοῦντες τὸν ὕμνον· ταῖς δὲ πράξεσιν ἰσχὺν εἶχον καθαιρετικὴν πάσης ἀντικειμένης δυνάμεως. Χεῖρας μὲν αὐτῶν τὰς πράξεις φησὶν, ἤτοι ἣν μετεχειρίζοντο πραγματείαν. Αὕτη δὲ ἦν ὁ εὐαγγελικὸς λόγος, ὃς καὶ ῥομφαία ὠνομάσθη, ἐκδιώκουσα τὰς τῶν πονηρῶν καὶ ἀκαθάρτων πνευμάτων ἀγέλας· ποιεῖν τέ τὴν ἐκδίκησιν τῶν ἠδικημένων ἐθνῶν, καὶ ἐλέγχειν τοῦ λαοῦ τὴν εἰδωλολατρείαν.
And paradoxically Aquila presented the meaning rendered, serving the language of the Hebrews and saying: A sword of mouths in their hand. Moreover concerning those who are opposite to such men it has also been said somewhere: The sons of men, their teeth are weapons and arrows, and their tongue a sharp sword, murdering those who have been captured by them. And fittingly the word presented the sword of mouths indeed as working in their actions, and the high praises of God in their mouth, for they used their voice for the teaching of the word, exalting the hymn among those who were able to hear; while in their actions they had a strength destructive of every opposing power. By their hands indeed he means their actions, that is, the business which they handled. And this was the evangelical word, which was also named a sword, driving out the herds of evil and unclean spirits; and executing vengeance for the wronged nations, and reproving the idolatry of the people.
Τοῦ δεῖσαι τοὺς βασιλεῖς αὐτῶν ἐν πέδαις, κ. τ. λ.
To bind their kings with fetters, etc.
Ἐπειδὴ οὐκ ἄλλως ἦν ὑπεξαγαγεῖν καὶ ἐλευθερῶσαι τοὺς πάλαι τοῖς δαίμοσι δεδουλωμένους ἢ καθυποτάξαντας πρότερον καὶ καταδήσαντας τοὺς ἄρχοντας αὐτῶν, εἰκότως ἐπιλέλεκται ταῦτα. Νοήσεις δὲ καὶ τοῦτο ἀπὸ τῆς σωτηρίου φωνῆς, δι' ἧς εἴρηται· Πῶς δύναταί τις εἰσελθεῖν εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦ καὶ τὰ σκεύη αὐτοῦ διαρπάσαι, ἐὰν μὴ πρῶτον
Since it was not otherwise possible to rescue and set free those who of old had been enslaved to the demons than by first subjecting and binding their rulers, reasonably these things have been said in addition. And you will understand this also from the saving voice, through which it has been said: How can one enter into a strong man's house, and spoil his goods, except he first
Notes, col. 72
On the reading
Printed ποιεῖν τέ, for ποιεῖν τε.
Printed δεῖσαι, for δῆσαι.
PG 24:73Read from the pageδήσῃ τὸν ἰσχυρὸν, καὶ τότε τὴν οἰκίαν αὐτοῦ διαρπάσει; Εὐχαὶ τοίνυν ἀποστολικαὶ καὶ λόγοι τε αὐτῶν καὶ διδασκαλίαι καὶ βίος ὁ τούτοις κατάλληλος, αἵ τε κατὰ δαιμόνων ἐνεργοῦσαι πράξεις, δεσμοὺς ἐνεποίουν ταῖς ἀντικειμέναις δυνάμεσιν· καὶ τούτων μάλιστα ταῖς μείζοσι καὶ ἀρχοντικαῖς· ὧν τὰς κατὰ τῶν ἐθνῶν ἐνεργείας τοῖς ἑαυτῶν λόγοις, καὶ ταῖς ἑαυτῶν εὐχαῖς καταδήσαντες οἱ τοῦ Σωτῆρος ἀπόστολοι, ὑπὲρ πάσας τὰς ἐκ σιδήρου πεποιημένας χειροπέδας τὴν δύναμιν αὐτῶν, δι' ἧς περιέτρεχον ὧδε κἀκεῖσε, τὰ ἔθνη πάντα χειρούμενοι, τῷ ἑαυτῶν ἐπηγάγοντο βασιλεῖ.
bind the strong man, and then he will spoil his house? Apostolic prayers, therefore, and both their words and teachings and the life conformable to these, and the actions working against demons, put bonds upon the opposing powers; and of these especially upon the greater and ruling ones; binding whose operations against the nations by their own words and by their own prayers, the apostles of the Saviour, beyond all handcuffs made of iron, bound their power, through which they ran about hither and thither, and subduing all the nations, brought them unto their own King.
Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον.
To execute among them the judgment written.
Παραλαβόντες δὲ τὰ ἔθνη εἰς μαθητείαν, τὸν περὶ τῆς κρίσεως αὐτοῖς παρεδίδοσαν λόγον, ἔγγραφον καταλιπόντες τὸ δόγμα, ὥστε ἔχειν διὰ παντὸς εἰς ἀνάγνωσιν, τὴν μνήμην τῶν ἐγγεγραμμένων ποιεῖσθαι. Μετὰ ταῦτα σφόδρα ἀκολούθως ἐπήγαγεν· Δόξα αὕτη ἐστὶν πᾶσι τοῖς ὁσίοις αὐτοῦ· ἑκάστῳ γὰρ τῶν ὁσίων τῶν ἀποδεδομένων ἡμῖν δι' ... αὐτῶν κατορθοῦται ἡ δόξα, οἷον ὡς ἐπὶ παραδείγματος Παύλου δρ ... λέγειν· Οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τοὺς ἄρχοντας ἐξουσίας καὶ τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου· δόξα δὲ η ... ου καὶ λαοὶ, οὓς ἐλευθερώσας ἀπὸ τῆς δαιμονικῆς πλάνης, τῷ Χριστοῦ λόγῳ προσηγάγετο, ἀπὸ Ἱερουσαλὴμ καὶ κύκλῳ μέχρι τοῦ Ἰλλυρικοῦ Ἐκκλησίαν συστησάμενος. Δόξα δὲ αὐτοῦ ἦν καὶ τὰ εἰσέτι καὶ νῦν παραδεδομένα ἐν ταῖς Ἐκκλησίαις ἔγγραφα αὐτοῦ ἀναγνώσματα· ἐν οἷς τὸ κρῖμα τοῦ Θεοῦ τὸ περὶ τῆς δαιμονικῆς καθαιρέσεως περί τε τῆς ἐλευθερίας τῶν ἀνθρωπίνων ψυχῶν ἐγγράφως καταβέβληται· οὕτω δὲ καὶ Πέτρου καὶ Ἰωάννου καὶ τῶν λοιπῶν ἀποστόλων.
And having received the nations into discipleship, they delivered unto them the word concerning the judgment, leaving behind the doctrine in writing, so that they might have it continually for reading, to make remembrance of the things written. After these things he very consistently added: This honour have all His saints; for to each of the saints that have been rendered unto us through... their glory is achieved, as for example in the case of Paul... to say: We wrestle not against flesh and blood, but against principalities, against powers, and against the rulers of the darkness of this world; and his glory was... and the peoples, whom having set free from demonic error, he brought unto the word of Christ, having established the Church from Jerusalem and round about unto Illyricum. And his glory was also his written readings handed down even until now in the Churches; wherein the judgment of God concerning the overthrow of the demons and concerning the freedom of human souls has been laid down in writing; and so also of Peter and John and the rest of the apostles.
Πρόσαπτε δὲ τὸν νοῦν ἐπιστῆσαι, ὡς ὁ μὲν πρῶτος τῆς ὅλης βίβλου ψαλμὸς ὄλεθρον ἀσεβῶν ἐθέσπιζεν, ἐμακάριζέν τε ἕνα τινὰ καὶ ὡς ἂν σπάνιον τὸν δυνάμενον τῶν ἀσεβῶν βίον διαφυγεῖν. Ὁ δέ γε πάντων τελευταῖος πᾶσαν πνοὴν προσάγει τῇ ὑμνολογίᾳ τοῦ Θεοῦ. Πλὴν εἰ καὶ πᾶσαν πνοὴν ὁ παρὼν λόγος
And apply your mind to observe how the first psalm of the whole book prophesied the destruction of the ungodly, and pronounced blessed some single man, and as it were a rare one, who is able to escape the life of the ungodly. Whereas the last of all brings every breath unto the hymnody of God. Nevertheless, even though the present word calls every breath