PG 24:57Read from the pageΤου [δικαίου] μὲν διὰ τὸ φοβεῖσθαι τὸν Κύριον, μακάριοι οἱ υἱοὶ ὡσεὶ νεόφυτά εἰσιν ἐλαιῶν κύκλῳ τῆς τραπέζης αὐτοῦ· τῶν δὲ ἀλλοτρίων οἱ υἱοὶ ὡς νεόφυτα ἱδρυμένα ἐν τῇ νεότητι αὐτῶν. Κἀκείνῳ μὲν οὐκ εἰσὶ θυγατέρες· τούτοις δέ εἰσι κεκαλλωπισμέναι, περικεκοσμημέναι ὡς ὁμοίωμα ναοῦ· κἀκείνῳ μὲν εἰσὶν υἱοὶ υἱῶν, τούτοις δὲ οὐχί· ἔτι ἐκείνῳ μὲν οὐκέτι ταμεῖον οὐδὲ ἀποθήκη· τούτων δὲ τὰ ταμεῖα πλήρη ἐξερευγόμενα ἐκ τούτου εἰς τοῦτο· καὶ κατὰ τὸ Εὐαγγέλιον δὲ τοῖς τρεφομένοις ὑπὸ τοῦ οὐρανίου Πατρὸς πετεινοῖς τοῦ οὐρανοῦ οὐκέτι ταμεῖον οὐδὲ ἀποθήκη. Υἱοὶ οἱ αἱρετικοὶ λόγοι, καὶ τὰ νοήματα ὡς νεόφυτα, διὰ τὴν καινοτομίαν· θυγατέρες αἱ λέξεις· κεκαλλωπισμέναι δὲ διὰ τὴν φράσιν, ναὸν οὖσαι τοῦ φρονήματος.
Of the [righteous man] indeed, because he fears the Lord, blessed are the sons, as young olive plants round about his table; whereas of the strangers the sons are as young plants firmly set in their youth. And to him indeed there are no daughters; whereas to these there are daughters beautified, adorned round about as the likeness of a temple; and to him indeed there are sons' sons, whereas to these not so; furthermore to him indeed there is no longer storehouse nor barn; whereas of these the storehouses are full, bursting forth from this into that; and according to the Gospel also for the birds of the air that are fed by the heavenly Father there is no longer storehouse nor barn. Sons are heretical words, and their conceits as young plants, on account of their novelty; daughters are their expressions, beautified in diction, being a temple of their pride.
Οὐκ ἔστι κατάπτωμα φραγμοῦ, κ. τ. λ.
There is no falling down of a hedge, etc.
Καὶ ἐν τῷ Ἰὼβ εἴρηται· Διὰ τί ἀσεβεῖς ζῶσι, πεπαλαίωνται δὲ καὶ ἐν πλούτῳ; καὶ τὰ ἐφεξῆς· πλὴν ἐπιφέρει· Οὐ μὴν καὶ ἀσεβῶν λύχνος σβεσθήσεται. Καὶ ἐν ἑβδομηκοστῷ δευτέρῳ ψαλμῷ λέγεται· Ἐζήλωσα ἐπὶ τοῖς ἀνόμοις, εἰρήνην ἁμαρτωλῶν θεωρῶν, καὶ τὰ ἑξῆς· ὧν καὶ αὐτῶν ἡ λύσις ἐπάγεται ἐν τῷ, Πῶς ἐγένοντο εἰς ἐρήμωσιν; ἐξάπινα ἀπώλοντο διὰ τὴν ἀβουλίαν αὐτῶν, ὡς ἐνύπνιον ἐξεγειρομένων.
In Job also it has been said: Wherefore do the ungodly live, and grow old even in wealth? and what follows; nevertheless he adds: Yet shall not the lamp of the ungodly also be quenched. And in the seventy-second psalm it is said: I was envious at the lawless, seeing the peace of sinners, and what follows; of which very things the solution is added in the words, How are they brought into desolation? suddenly have they perished because of their folly, as a dream of them that awake.
Οὔτε δι' ὀργάνου τοῦ καλουμένου ψαλτηρίου λέλεκται τὰ προκείμενα, οὔτε δι' ᾠδῆς, καθ' ἕτερον δὲ τρόπον, Αἴνεσις ἐπιγέγραπται.
Neither through the instrument called the psaltery have the present words been spoken, nor through a song, but in another manner it has been inscribed A Praise.
Καθ' ἑκάστην ἡμέραν εὐλογήσω σε.
Every day will I bless Thee.
Ἀρχὴ παρ' Ἑβραίοις τοῦ παρόντος στίχου τὸ βήθ. Διδάσκει δὲ ὅτι προσήκει ὥσπερ ὀφειλὴν ἑκάστης ἡμέρας τῷ Θεῷ τὸν ὕμνον ἀποδιδόναι. μηδεμιᾶς ἡμέρας τῷ Θεῷ ὕμνον ὀλιγωρεῖν καὶ ἀπολιμπάνεσθαι. Διανοίᾳ μὲν οὖν καὶ λογισμοῖς, καὶ αὐτῇ τοῦ ἐν ἡμῖν πνεύματος δυνάμει αὐτὸν τὸν Θεὸν ὑψοῦμεν καὶ εὐλογοῦμεν· χείλεσι δὲ καὶ θνητοῖς ῥήμασι τοῦ Θεοῦ τὸ ὄνομα δοξάζομεν· Αεὶ σὲ, φησὶν, ὑμνῶν διατελῶ, καὶ οὐδεμίαν ἄμοιρον ἐάσω τῆς ὑμνῳδίας. Ἀντὶ δὲ τοῦ, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, ὁ μὲν Ἀκύλας εἰσέτι, ὁ δὲ Σύμμαχος διηνεκῶς ἡρμήνευσαν. — Ἀκόλουθα δὲ πάντα τοῖς προλαβοῦσι· εἰπὼν γὰρ εὐλογήσω καὶ ὑψώσω, δείκνυσιν ὡς οὐδὲν αὐτῷ προστίθησιν ἡ παρ' ἡμῶν εὐφημία· ἑαυτοὺς δὲ λαμπρύνομεν, αἶνον δὲ εἰς τὸν αἶνον προσάγοντες.
The beginning of the present verse among the Hebrews is the letter beth. And he teaches that it is fitting as a debt of each day to render the hymn unto God, and on no day to neglect or leave off the hymn to God. With the mind, therefore, and thoughts, and the very power of the spirit within us, we exalt and bless God Himself; while with lips and mortal words we glorify the name of God; I continue always, he says, singing hymns unto Thee, and I will leave no day without hymnody. And instead of, for ever and ever, Aquila indeed interpreted, yet still, and Symmachus, continually. — And all these things are consistent with what preceded; for having said I will bless and I will exalt, he shows that the praise from us adds nothing to Him; rather we make ourselves bright, bringing praise upon praise.
Καὶ τῇ δικαιοσύνῃ σου ἀγαλλιάσονται.
And in Thy righteousness shall they rejoice.
Διὰ τούτων διδάσκει τοῦ Θεοῦ τὰς ἀρετὰς, ὅσαι εἰς ἡμᾶς διήκουσιν, ἀφ' ὧν αὐτὸν καὶ γνωρίζομεν· τὰς γὰρ ὑπὲρ ἡμᾶς ἀθεωρήτους ἡμῖν οὔσας καὶ ἀκαταλήπτους, οὐχ οἷόν τέ ἐστι θνητῇ φύσει περιλαβεῖν. Ἀεὶ δὲ εἰς ἡμᾶς φθάνουσαι τοῦ Θεοῦ ἀρεταὶ, ἀφ' ὧν αὐτὸν γινώσκομεν, αἱ φωναί εἰσιν αὗται.
Through these words he teaches the virtues of God, as many as reach unto us, from which also we come to know Him; for those that are above us, being invisible to us and incomprehensible, it is not possible for mortal nature to comprehend. And the virtues of God that always reach unto us, from which we know Him, are these voices.
Notes, col. 57
PG 24:60Read from the pageΟἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος, καὶ τὰ ἀκόλουθα.
The Lord is compassionate and merciful, and what follows.
Μὴ γὰρ ὄντας ἡμᾶς, μηδὲ ὑφεστῶτας, παρήγαγεν εἰς φῶς· εἶτα πολλὰ δρῶντας κακὰ καὶ καταφρονητικῶς ἔχοντας αὐτοὺς οὐ μετέρχεται κατ' ἀξίαν· ἐμ.. δὲ ἐλεεῖ, ἀλλὰ καὶ μακροθυμεῖ προσκαλούμενος ἡμᾶς εἰς μετάνοιαν, διὰ τὸ μὴ βούλεσθαι τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὴν μετάνοιαν αὐτοῦ· οὐ μόνον δὲ περὶ τοὺς οἰκείους τοῦτό ἐστιν, ἀλλὰ καὶ περὶ πάντας ἁπαξαπλῶς, ἐπεὶ καὶ χρηστός ἐστι τοῖς σύμπασιν.
For when we were not, nor even existed, He brought us forth into light; then when they do many evils and are contemptuous, He does not visit them with vengeance according to their desert; ... He has mercy, and is also long-suffering, calling us unto repentance, because He wills not the death of the sinner, so much as his repentance; and not only towards His own is He thus, but also towards all simply, since He is kind also to all together.
Καὶ οἱ οἰκτιρμοὶ αὐτοῦ ἐπὶ πάντα τὰ ἔργα αὐτοῦ.
And His tender mercies are over all His works.
Ἐπειδὴ οἱ οἰκτιρμοὶ αὐτοῦ ἐπὶ πάντα τὰ ἔργα αὐτοῦ, ἀκολούθως λέλεκται· Ἐξομολογησάσθωσάν σοι πάντα τὰ ἔργα σου· προσοφείλεται αὐτῷ ὡς καὶ αὐτὰ τὰ νομιζόμενα εἶναι ἄψυχα, φωνὴν ἀφιέντα μονονουχὶ εὐχαριστεῖν καὶ ἐξομολογεῖσθαι τῷ ποιήσαντι αὐτά. Μετέχει γὰρ τῆς αὐτοῦ σοφίας ἕκαστον αὐτοῦ τῶν ἔργων ποικίλως κατεσκευασμένον, καὶ πανσόφως μετέχον τῆς δημιουργικῆς δυνάμεως· ἀφωρισμένως δὲ καὶ ἐξαιρέτως οἱ ὅσιοι αὐτοῦ τὸ μεῖζον τῆς ἐξομολογήσεως ἀποδιδόασι· δι' ὧν γὰρ φρονοῦσι καὶ πράττουσι, τὴν βασιλείαν αὐτοῦ ἐροῦσιν, ἐμφανίζοντες προγευστικῶς, ὡς αὐτῷ στρατευσάμενοι δόξαν εἶναι τῆς βασιλείας αὐτοῦ· λαλήσουσι δὲ καὶ συμφυῆ δυναστείαν τῇ βασιλείᾳ, ὡς ἕκαστα τῶν κτισμάτων τεταμένως αὐτῷ ὑποτέτακται· ὄντες φιλάνθρωποι οἱ τῆς πρὸς σὲ καὶ παρὰ σοῦ ὁσιότητος μεταποιούμενοι, ἀφθόνως ὧν ἔσχον ἀγαθῶν μεταδιδόασι τοῖς τῶν ἀνθρώπων υἱοῖς διδασκαλικῶς· μόνων γὰρ τῶν τὴν ἀνθρωπίνην ζωὴν ὑπεραναβεβηκότων διδάσκαλος καὶ καθηγητὴς ὁ Χριστὸς, τῶν ἔτι τυγχανόντων υἱῶν ἀνθρώπων διδασκάλων γινομένων ὑπὸ τῶν ὑπὸ Χριστοῦ πεπαιδευμένων· Παῦλος γοῦν ὁ μὴ παρὰ ἀνθρώπων, ἢ δι' ἀνθρώπων, ἀλλὰ δι' ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ παραλαβὼν καὶ διδαχθεὶς τὸ Εὐαγγέλιον, διδάσκαλος ἐθνῶν ἐν πίστει καὶ ἀληθείᾳ· ἀμέλει γοῦν καὶ αὐτὸς ὁ Σωτὴρ ἐκπέμπει τοὺς ἀποστόλους ἐπὶ τῷ μαθητεῦσαι πάντα τὰ ἔθνη, πρότερον παιδεύσας αὐτοὺς μὴ καλεῖν διδάσκαλον ἐπὶ τῆς γῆς· ἃ τοίνυν παρ' αὐτοῦ μανθάνουσιν οἱ ὅσιοι, γνωρίζουσι τοῖς τῶν ἀνθρώπων υἱοῖς.
Since His tender mercies are over all His works, consistently it has been said: Let all Thy works give thanks unto Thee; it is owed unto Him besides that even the very things that are supposed to be lifeless, all but uttering a voice, should give thanks and confess unto Him Who made them. For each of His works partakes of His wisdom, being variously fashioned, and all-wisely partaking of the creative power; and separately and pre-eminently His saints render the greater part of the thanksgiving; for through the things which they think and do, they shall speak of His kingdom, manifesting by way of foretaste, as soldiers in His service, that they are the glory of His kingdom; and they shall speak also of a dominion congenital with the kingdom, how each of the creatures is intently subjected unto Him; being lovers of mankind, those who lay claim to the holiness that is towards Thee and from Thee ungrudgingly impart of the good things which they have received unto the sons of men by way of teaching; for only of those who have ascended above human life is Christ the Teacher and Guide, while those who are still sons of men have teachers made for them from among those who have been instructed by Christ; Paul, at any rate, having received and been taught the Gospel not of men, neither by man, but by revelation of Jesus Christ, became a teacher of the Gentiles in faith and truth; assuredly therefore the Saviour Himself also sends forth the apostles to make disciples of all the nations, having previously instructed them to call no man teacher upon the earth; the things, therefore, which the saints learn from Him, they make known unto the sons of men.
Πιστὸς Κύριος ἐν τοῖς λόγοις αὐτοῦ.
The Lord is faithful in His words.
Πιστὸς δὲ ὁ Θεὸς οὐχ ὡς μετέχων πίστεως, ἀλλ' ὡς ἀξιόπιστος εἴρηται· πάντα γὰρ ἃ λέγει γίνεται· κατὰ τὸ, Αὐτὸς εἶπεν· Οὐχὶ ποιήσει καὶ οὐχὶ ἐμμενεῖ; λέγει δὲ καὶ τό· Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσεται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι. Καὶ ὅσιος δὲ, ὡς ὁσιότητος μεταδιδοὺς τοῖς ἔργοις αὐτοῦ· ὥσπερ καὶ ἅγιος ἐν τοῖς μετέχουσι τῆς ἁγιότητος αὐτοῦ· καὶ σοφία ἐστὶν ὁ Σωτὴρ ἐν τοῖς κατ' αὐτὸν σοφοῖς.
And God has been called faithful, not as partaking of faith, but as worthy of faith; for all things which He says come to pass; according to that saying, He hath said: Shall He not do it, and shall He not abide by it? And He says also that word: Heaven and earth shall pass away, but My words shall in no wise pass away. And holy also, as imparting holiness to His works; just as He is also holy in those who partake of His holiness; and the Saviour is wisdom in those who are wise according to Him.
Σὺ δίδως τὴν τροφὴν αὐτῶν ἐν εὐκαιρίᾳ.
Thou givest them their meat in due season.
Φησὶ δὲ καὶ ὁ Εὐσέβιος, ὡς οὐ μόνον ἰατρός ἐστιν ὁ Θεὸς τῶν πεπτωκότων, καὶ θεραπευτὴς τῶν
And Eusebius also says that God is not only a physician of those who have fallen, and a healer of those who
PG 24:61Read from the pageκατεῤῥαγμένων, ἀλλὰ καὶ τροφεὺς τῶν ἁπάντων· διὸ καὶ πάντων τῶν λογικῶν τε καὶ ἀλόγων ζώων οἱ ὀφθαλμοὶ ἄνω εἰς αὐτὸν ἀναβλέπουσι, καὶ φυσικαῖς τισι καὶ διδακταῖς ὁρμαῖς πρὸς αὐτὸν πάντων ἀφορώντων, αὐτὸς οἷα πατὴρ ἀγαθὸς τὰς τροφὰς τοῖς καιροῖς ἐπιτηδείως ἄλλοτε ἄλλας χορηγεῖ, τοῖς πᾶσιν τὴν χεῖρά τε τὴν δημιουργικὴν, τουτέστι τὴν δύναμιν, ἐξαπλῶν ἀφθόνως καὶ ἀνεπικωλύτως πᾶν ζῶον ἐμπίπλησι τῆς τῶν ὑπ' αὐτοῦ δωρουμένων ἀπολαύσεως.
are broken down, but is also the nourisher of all; wherefore also the eyes of all living creatures, both rational and irrational, look up on high unto Him, and as all look away unto Him with certain natural and taught impulses, He Himself like a good father supplies nourishment suitably to the seasons, different at different times, and spreading out to all His creative hand, that is, His power, ungrudgingly and unhinderedly fills every living creature with the enjoyment of the things bestowed by Him.
Ἐγγὺς Κύριος πᾶσι τοῖς ἐπικαλουμένοις αὐτὸν ἐν ἀληθείᾳ.
The Lord is nigh unto all them that call upon Him in truth.
Εἶτα ἐπειδὴ ὀλίγων ἐστὶ τὸ δύνασθαι ἐπιστημόνως αὐτὸν ἐπικαλεῖσθαι, καὶ καταξιοῦσθαι αὐτοῦ τῆς ἀκοῆς, ἐπιφέρει ἀναγκαίως ἐπαναλαβὼν τὸν λόγον καὶ φησὶν ὅτι οὐ πᾶσι τοῖς ἐπικαλουμένοις αὐτὸν, ἀλλὰ μόνοις τοῖς ἐν ἀληθείᾳ τοῦτο πράττουσιν ἐπιτυγχάνει· τῶν γὰρ μὴ τοιούτων μακρὰν ἀφέστηκεν· οἷς καὶ φησίν· Αἱ ἁμαρτίαι ὑμῶν διιστῶσιν ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν· περὶ τούτων δὲ καὶ ἀλλαχοῦ λέλεκται· Διότι οἱ μακρύνοντες ἑαυτοὺς ἀπὸ σοῦ ἀπολοῦνται. Πᾶσι μὲν οὖν ἐγγὺς κατὰ πρόνοιαν, κατὰ σχέσιν δὲ τοῖς σὺν ἐπιστήμῃ καλοῦσι· τοῦτο γὰρ τὸ, ἐν ἀληθείᾳ. — Μετὰ τὴν κοινὴν δὲ πρόνοιαν ἐξαίρετον τὴν περὶ τῶν πιστῶν ἐπενήνοχε, τὸ τοιούτων ἐγγὺς εἶναι, καὶ μειζόνως αὐτῶν προνοεῖσθαι.
Then since it belongs to few to be able with knowledge to call upon Him, and to be counted worthy of His hearing, he necessarily adds, resuming the word, and says that He is not found by all who call upon Him, but only by those who do this in truth; for from those who are not such He stands far off; to whom He also says: Your sins separate between Me and you; and concerning these it has also been said elsewhere: For lo, they that put themselves far from Thee shall perish. Unto all, therefore, He is nigh according to providence, but according to relation unto those who call with knowledge; for this is the meaning of, in truth. — And after the common providence He has brought in the special providence concerning the faithful, namely, to be nigh unto such, and to provide more greatly for them.
Αἴνεσιν Κυρίου λαλήσει τὸ στόμα μου, καὶ εὐλογείτω πᾶσα σὰρξ τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
My mouth shall speak the praise of the Lord, and let all flesh bless His holy name.
Τέως μὲν αἰνῶν οὐ διαλείψω Θεόν. Εὔχομαι δὲ καὶ θᾶττον ἀποβῆναι τὴν λέγουσαν προφητείαν· Ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα· καί· Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον· ἔσται δὲ τοῦτο ἡνίκα τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, ὅτε καὶ πᾶν γένος ἀνθρώπων σωθήσεται· στόμα δὲ λέγει τὸ νοητὸν, περὶ οὗ καὶ ἀλλαχοῦ· Πᾶσα σὰρξ εὐλογοῦσα τὸ ὄνομα Κυρίου ἔσται, δηλονότι εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, ὀψομένη τὸ σωτήριον τοῦ Θεοῦ, καὶ οὐκ οὖσα ὡς χόρτος.
Meanwhile I will not cease praising God. And I pray also that the prophecy may more quickly come to pass which says: I will pour out of My Spirit upon all flesh; and: Let every breath praise the Lord; and this shall be when the fullness of the Gentiles comes in, when also every race of men shall be saved; and by mouth he means the spiritual mouth, concerning which elsewhere also it is said: All flesh shall be blessing the name of the Lord, manifestly for ever and for ever and ever, seeing the salvation of God, and not being as grass.
Τὸ ἀλληλούϊα αἶνον Κυρίου σημαίνει· οὕτως γὰρ ἡρμηνεύεται ἡ λέξις· ἔστιν οὖν καὶ τὸ προκείμενον, αἶνος· διὸ δὴ ἀρχόμενός φησιν ὁ λόγος· Αἴνει, ἡ ψυχή μου, τὸν Κύριον, ἤτοι τοῦ πνεύματος τῇ ψυχῇ παρακελευομένου, ἢ αὐτῆς ἑαυτῇ· εἶθ' ὑπακούσασα τῷ προστάγματι, προθύμως ἀποκρίνεται λέγουσα· Αἰνέσω Κύριον ἐν ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω. Εἰ δὲ ἀθάνατός ἐστιν ἡ ψυχὴ, ἀεί τε ζῇ καὶ ὑπάρχει καὶ μετὰ τὴν τοῦ σώματος ἀπαλλαγὴν δυναμένη, φησίν· Ὡς ἄρα οὐδὲ πώποτε παύσομαι αἰνοῦσα τὸν Κύριον, ἀλλ' εἰς μακροὺς αἰῶνας, καὶ πάντα τὸν τῆς ἀθανάτου ζωῆς μου βίον, οὐδὲν ἕτερον πράττουσα τοῦ αἰνεῖν τὸν Κύριον διατελέσω. Ὡς ψυχῆς δὲ ἀκουστέον λεγούσης τὸ, ἕως ὑπάρχω, οὐχ ὡς μελλούσης μετ' αὐτὰ μὴ ὑπάρχειν, ἀλλ' εἰς ἄπειρον τὸν τῆς ὑπάρξεως αὐτῆς χρόνον αἰνέσειν ἐπαγγελλομένης τὸν Κύριον.
The word Alleluia signifies praise of the Lord; for thus the expression is interpreted; what is before us, therefore, is also praise; wherefore indeed in beginning the word says: Praise the Lord, O my soul, either the spirit exhorting the soul, or the soul exhorting itself; then hearkening to the command, it readily answers, saying: I will praise the Lord in my life, I will sing praises unto my God while I have my being. And if the soul is immortal, and always lives and exists, being able to do so even after its departure from the body, it says: So then I shall never cease praising the Lord, but unto long ages, and throughout all the course of my immortal life, doing nothing else I shall continue praising the Lord. And one must understand it as of a soul saying the words, while I have my being, not as though after those things it were about not to exist, but as promising to praise the Lord unto the boundless time of its existence.
Notes, col. 61
On the reading
Printed ἡρμηνεύεται, for ἑρμηνεύεται.
PG 24:64Read from the pageΜὴ πεποίθατε ἐπ' ἄρχοντας
Put not your trust in princes
Ὅμοιον τῷ, Ἀγαθὸν πεποιθέναι ἐπὶ Κύριον, ἢ πεποιθέναι ἐπ' ἄνθρωπον· ἀγαθὸν ἐλπίζειν ἐπὶ Κύριον, ἢ ἐλπίζειν ἐπ' ἄρχοντας· τοῦτο δὲ παρίστησι διὰ συλλογισμοῦ· εἰ γὰρ αὐτοὶ, φησὶν, ἑαυτοῖς περιποιήσασθαι σωτηρίαν οὐχ οἷοί τέ εἰσι, τίς ἂν γένοιτο ἀπὸ τῶν τοιούτων ὠφέλεια; οὐδὲ γὰρ δύνανται ἑαυτοὺς ἐξελέσθαι τοῦ θανάτου μετὰ τὸ τέλος· τὸ μὲν γὰρ τοῦ θνήσκοντος ἐξελεύσεται πνεῦμα, ἔνθα ἂν ἀπάγῃ ὁ ἀπάγων· ὁ δὲ λοιπὸς ἄνθρωπος ἀποστρέψει εἰς τὴν γῆν αὐτοῦ, νόμον φύσεως πληρῶν ὃν ἐπέσκηψεν ἀρχῆθεν ὁ Θεὸς τῷ Ἀδὰμ εἰπών· Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσει· οὗ λεγόμενον, Οἱ λογισμοὶ πάντες οὓς ἔτι περιὼν τῷ βίῳ συνήγαγε παρ' ἑαυτῷ διανοούμενος, καὶ ὥσπερ τις αἰώνιος συνάγων καὶ θησαυρίζων ἐπὶ γῆς, ποιήσειν τε τὰ δεινὰ ἐπαγγελλόμενος, καὶ πάλιν ἑτέροις ἀπειλῶν, ὑπὸ μίαν ὥραν σβεσθήσονται, καὶ ἀπολοῦνται πάντες οἱ διαλογισμοὶ αὐτῶν, δηλαδὴ τῶν ἀρχόντων τῶν παρὰ πολλοῖς θαυμαζομένων. Λέγοι δ' ἂν καὶ ἄρχοντας τούτου τοῦ αἰῶνος· μεταπτωτὴν γὰρ καὶ οὗτοι ἔχουσι τὴν ἀρχήν· ὁ δὲ Σωτὴρ μόνος αἴτιος σωτηρίας, ὁ λέγων· Σώζων οὐκέτι πάρεξ ἐμοῦ· εἰ τοίνυν ἐξ αὐτοῦ· καὶ οὐκ οἴκοθεν σώζονται, πῶς ἑτέρους σώζειν δυνήσονται;
This is like unto that saying, It is good to trust in the Lord, rather than to trust in man; it is good to hope in the Lord, rather than to hope in princes; and he establishes this by reasoning; for if they themselves, he says, are not able to procure salvation for themselves, what benefit could come from such men? For neither can they deliver themselves from death after the end; for the spirit of the dying man shall go forth, whithersoever he who leads it away may lead it; while the rest of the man shall return unto his earth, fulfilling the law of nature which God enjoined from the beginning upon Adam, saying: Earth thou art, and unto earth shalt thou depart; the meaning of which is, All the thoughts which while still going about in life he gathered together in his own mind, collecting and laying up treasure upon earth as though he were someone eternal, and promising to do dreadful things, and again threatening others, within a single hour shall be quenched, and all their thoughts shall perish, namely, those of the rulers who are admired among many. And he might also mean the rulers of this world; for these too have a changeable rule; whereas the Saviour alone is the author of salvation, Who says: There is no longer a saviour beside Me; if therefore they are saved from Him, and not from themselves, how shall they be able to save others?
Τὸν φυλάσσοντα ἀλήθειαν εἰς τὸν αἰῶνα.
Who keepeth truth for ever.
Τῶν λόγων αὐτοῦ, ὧν ἐν ταῖς Γραφαῖς ἐπηγγείλατο, πιστούμενος τὴν ἀλήθειαν· ἐκδικήσειν γὰρ ἐπηγγείλατο τοὺς κατὰ τὸν παρόντα βίον ἀδικουμένους, ἐν καιρῷ τῷ τῆς κρίσεως· καὶ ἄλλη ἐπαγγελία, τό· Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες, ὅτι αὐτοὶ χορτασθήσονται, ὑμεῖς δὲ πεινάσετε· ἀλλὰ καὶ αἰσθητῶς τροφὴν ἐν ἐρήμῳ τοῖς πεινῶσι τὸ μάννα παρέσχε, καὶ πέντε χιλιάδας διέθρεψε, καὶ διὰ κοράκων Ἠλίαν, καὶ δι' Ἀμβακοὺμ τοῦ προφήτου τὸν Δανιήλ· ἐποίησε δὲ κρίμα τοῖς ἀδικουμένοις Ἰωσὴφ καὶ Σωσάννῃ, τῷ μὲν ὑπὸ τῆς Αἰγυπτίας, τῇ δὲ ὑπὸ τῶν κριτῶν Ἰσραὴλ, καὶ τῷ Δαυῒδ ὑπὸ Σαούλ. Καὶ πλήρη τῶν τοιούτων τὰ θεῖα συγγράμματα
Confirming the truth of His words, which He promised in the Scriptures; for He promised to avenge those who are wronged in the present life, in the season of judgment; and another promise is that saying: Blessed are they which do hunger and thirst, for they shall be filled, but ye shall hunger; moreover sensibly also He granted manna as food in the wilderness to the hungry, and nourished five thousand, and Elias by ravens, and Daniel by Habakkuk the prophet; and He executed judgment for the wronged, Joseph and Susanna, for the former against the Egyptian woman, and for the latter against the judges of Israel, and for David against Saul. And the divine writings are full of such things
Κύριος λύει πεπεδημένους, Κύριος σοφοῖ τυφλούς.
The Lord looseth the fettered, the Lord maketh wise the blind.
Πεπεδημένους λύει, ἄφεσιν ἁμαρτιῶν διδοὺς ταῖς σειραῖς τῶν ἰδίων ἁμαρτημάτων κατεσφιγμένοις. Ἔοικε δὲ διὰ τούτων αἰνίττεσθαι τὴν τῶν ἐθνῶν κλῆσιν, καὶ τοῦ Κυρίου τὴν εἰς ἀνθρώπους παρουσίαν, τήν τε δι' αὐτῆς ἅπασι γενησομένην θεραπείαν. Τοῦτο δὲ νοεῖν μοι ἐπῆλθεν εἰς μνήμην ἀναλαβόντι τὴν Ἡσαΐου περὶ τοῦ Σωτῆρος ἡμῶν πρόρρησιν, δι' ἧς φησιν· Ἰδοὺ τέθεικά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν, ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν, ἐξαγαγεῖν ἐκ δεσμῶν δεδεμένους. Οὕτω γὰρ καὶ ἐνταῦθα ὁ Κύριος λύει πεπεδημένους· εἴρηται δὲ καὶ τὸ, Ὁ Κύριος σοφοῖ τυφλούς· θαυμάσαι δ' ἔστιν, ὅπως καὶ τοῖς τὰ σώματα πηροῖς πλεῖόν τι συνέσεως
He looseth the fettered, giving remission of sins to those who are bound fast with the cords of their own sins. And He seems through these words to hint at the calling of the Gentiles, and the coming of the Lord among men, and the healing that shall come to pass for all through it. And it occurred to me to understand this when I called to remembrance the prediction of Esaias concerning our Saviour, through which he says: Behold, I have set Thee for a covenant of a race, for a light of the Gentiles, to open the eyes of the blind, to bring out the bound from bonds. For thus here also the Lord looseth the fettered; and there has also been said that word, The Lord maketh wise the blind; and one may wonder how even to those who are maimed in body a greater measure of understanding
PG 24:65Read from the pageπάρεστι, τοῦ Θεοῦ σοφίσαντος αὐτοὺς ἀντὶ τῆς τῶν ὀφθαλμῶν στερήσεως.
is present, God having made them wise in compensation for the deprivation of their eyes.
Ὀρφανὸν καὶ χήραν ἀναλήψεται.
He will take up the fatherless and the widow.
Αἱ ἀποβαλοῦσαι ψυχαὶ τὸν γενόμενον ἐν κακίᾳ πατέρα αὐτῶν διάβολον, ἢ καὶ ἄνδρα, ὀρφαναὶ καὶ χῆραι ἀναλαμβανόμεναί εἰσι· τούτων ἀναληφθέντων, ἡ τῶν ἁμαρτωλῶν ὁδὸς οὐκ ἄλλη τῆς κακίας οὖσα ὑπὸ Θεοῦ ἀφανισθήσεται. Καὶ ταῦτα μὲν εἴρηνται ἀλληγορικώτερον. Χηρῶν δὲ λέγει οὐ τῶν τυχουσῶν, ἀλλὰ τῶν σὺν ἁγνείᾳ καὶ σεμνότητι διατελουσῶν, ὀρφανῶν δὲ, τοὺς θεοσεβείας ἕνεκα καταλιπόντας γενεάς.
The souls that have cast off the devil who in wickedness had become their father, or also husband, are taken up as fatherless and widows; and when these have been taken up, the way of sinners, being none other than that of wickedness, shall be destroyed by God. And these things indeed have been spoken more allegorically. And of widows he speaks, not of any chance ones, but of those who continue with chastity and gravity, and of the fatherless, those who for the sake of godliness have left their kindred.
Ἐν τῷ παρόντι ψαλμῷ ἀντὶ τοῦ, αἰνεῖτε τὸν Κύριον, ὁ μὲν Σύμμαχος, ἀλληλούϊα, ὅτι ἀγαθὸν ᾠδὴ, εἴρηκεν, ἀνερμήνευτον φυλάξας τὴν Ἑβραίων λέξιν τὴν σημαίνουσαν τὸ, αἰνεῖτε τὸν Κύριον. Ὁμοίως δὲ καὶ ἡ πέμπτη ἔκδοσις, αἰνεῖτε τὸν ἰὰ, ἐξέδωκεν. Ὁ μὲν οὖν πρὸ τούτου ψαλμὸς μιᾷ ψυχῇ αἰνεῖν τὸν Κύριον παρακελεύεται· ἐνταῦθα δὲ πλήθεσι λέγεται τὸ, αἰνεῖτε τὸν Κύριον· ἐπειδὴ οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ Θεὸς, εἰκότως πᾶν τὸ εἰς αὐτοῦ δόξαν ἀναφερόμενον, καὶ εἰς αὐτοῦ τιμὴν πραττόμενον, ἀγαθὸν ἂν εἴη· ὥσπερ οὖν καὶ ἀγαθὸν ὁ ψαλμὸς ὡς ἂν εἰς ἀγαθὸν Θεὸν ἀναπεμπόμενος. Ἀνθ' οὗ ὁ μὲν Ἀκύλας, ἀγαθὸν ἐγκώμιον ἡρμήνευσεν· ὁ δὲ Σύμμαχος, ἀγαθὸν ᾠδή. Οὐ μὴν ἀλλὰ καὶ ἡ αἴνεσις ἡ εἰς τὸν Θεὸν ἀναπεμπομένη παντός τε εὐώδους θυμιάματος καὶ πάσης ἡδονῆς ἡδίων αὐτῷ τυγχάνει· καὶ γὰρ ὡς ἀληθῶς αἶνος Θεοῦ ἐκ λογικῆς καὶ καθαρᾶς ἀναπεμπόμενος ψυχῆς προσφιλὴς ἂν εἴη αὐτῷ, καὶ ὡς ἂν εἴπερ τις ἡδύς· χαίρει γὰρ καὶ ἀποδέχεται τὸν τοιοῦτον τῆς ἀνθρωπίνης διανοίας καρπόν.
In the present psalm instead of, Praise ye the Lord, Symmachus indeed said, Alleluia, for a song is good, having kept untranslated the expression of the Hebrews that signifies, Praise ye the Lord. And in like manner the Fifth Edition also rendered, Praise ye Ia. Now the psalm before this exhorts a single soul to praise the Lord; whereas here it is said to multitudes, Praise ye the Lord; since none is good save one, that is, God, reasonably everything that is referred unto His glory, and done unto His honour, would be good; just as therefore the psalm also is a good thing as being sent up unto a good God. Instead of which Aquila indeed interpreted, a good encomium; and Symmachus, a song is a good thing. Nay more, the praise also that is sent up unto God is sweeter to Him than every fragrant incense and every pleasure; for truly praise of God sent up from a rational and pure soul would be dear to Him, and as sweet as any could be; for He rejoices in and accepts such fruit of the human mind.
Ὁ ἰώμενος τοὺς συντετριμμένους τὴν καρδίαν.
Who healeth the broken in heart.
Ἐπειδὴ Σωτῆρός ἐστι καὶ ἰατροῦ τὸ ἰάσασθαι καὶ καταδεσμεύειν τὰ συντετριμμένα, εἰκότως καὶ διὰ τούτων νοηθείη αὐτὸς ὢν ὁ Κύριος ὁ Σωτὴρ ἡμῶν, ὁ τοῦ Θεοῦ Λόγος, ὁ εἰπών· Οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλ' οἱ κακῶς ἔχοντες· οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν. Ψυχῶν δὲ ὢν ἰατρὸς, τοὺς τὴν καρδίαν συντετριμμένους, καὶ τῶν κατὰ φύσιν λογισμῶν παρατετραμμένους, ἐκ τῆς νοητῆς αἰχμαλωσίας λυτρωσάμενος ἰάσεται. Ὁ μὲν Σύμμαχός φησιν, Ὁ ἰώμενος τοὺς κεκλασμένους τὴν καρδίαν, καὶ ἐπιδεσμῶν κατάγματα αὐτῶν, δηλονότι δεσμοὺς ὑποβάλλων λογικούς· οὕτω γοῦν ἐπέδησε τοῖς πνευματικοῖς καὶ λογικοῖς δεσμοῖς τὸν ὑπὸ λῃστῶν τραυματισθέντα καὶ συντριβέντα ἐν τῷ καταβαίνειν ἀπὸ Ἱερουσαλὴμ εἰς Ἱεριχώ.
Since it belongs to a Saviour and a physician to heal and bind up the broken things, reasonably through these words also He Himself would be understood as being the Lord our Saviour, the Word of God, Who said: They that be whole need not a physician, but they that are sick; I came not to call the righteous, but sinners to repentance. And being a physician of souls, those who are broken in heart, and turned aside from natural thoughts, He will redeem from spiritual captivity and heal. Symmachus indeed says, Who healeth the broken in heart, and bindeth up their fractures, manifestly putting rational bandages under them; thus at any rate He bound up with spiritual and rational bandages him who was wounded and bruised by robbers in going down from Jerusalem to Jericho.
Καὶ δεσμεύων τὰ συντρίμματα αὐτῶν. Ὁ ἀριθμῶν πλήθη ἄστρων, κ. τ. λ.
And bindeth up their bruises. Who telleth the multitude of the stars, etc.
Μετὰ τὸ ἰάσασθαι τοὺς συντετριμμένους τὴν καρδίαν, καὶ δῆσαι τὰ συντρίμματα αὐτῶν, ἐπανάγων εἰς τὴν φυσικὴν ὑγείαν τοὺς πάλαι νενοσηκότας, φωστῆράς τε αὐτοὺς ἀπεργασάμενος, ἀξίους τοῦ παρ' αὐτοῦ ἀριθμοῦ καθίστησι. Συνήθως ὁ λόγος συμπλέκει τό τε περὶ σωτηρίας ἀνθρώπων, καὶ τὰ περὶ
After healing the broken in heart, and binding up their bruises, bringing back to natural health those who had long been sick, and making them luminaries, He renders them worthy of the numbering that is from Him. Customarily the word interweaves both the matter concerning the salvation of men, and the things concerning
PG 24:68Read from the pageτῆς καθόλου Προνοίας, δεικνὺς, ὡς οὐ μόνον κήδεται τῶν τοῦ κόσμου μερῶν, ἀλλὰ καὶ τῶν ἀνθρωπίνων δογμάτων· καὶ μόνος ἀριθμὸν ἄστρων οἶδε, καὶ θέσεις, καὶ τὰς αἰτίας, μεγέθη τε καὶ ἀποστήματα, δυνάμεις τε καὶ ἐνεργείας, ἑκάστῳ πρόσφορον ὄνομα τίθησιν.
universal Providence, showing that He cares not only for the parts of the world, but also for human doctrines; and He alone knows the number of the stars, and their positions, and causes, both magnitudes and distances, both powers and operations, and sets a fitting name upon each.
Ἐξάρξατε τῷ Κυρίῳ ἐν ἐξομολογησει.
Begin unto the Lord with thanksgiving.
Ὁ Σύμμαχος, Καταλέξατε τῷ Κυρίῳ ἐξομολόγησιν, μελῳδήσατε τῷ Θεῷ ἡμῶν διὰ λύρας. Ἀκύλας, Καταλέξατε τῷ Κυρίῳ ἐν εὐχαριστίᾳ, μελῳδήσατε τῷ Θεῷ ἡμῶν ἐν κιθάρᾳ. Οἱ προστάττοντες ἑτέροις ἐξομολογεῖσθαι καὶ ψάλλειν, ἕτεροι ἂν εἶεν τῶν προσταττομένων· χορὸς τοίνυν προφητικὸς διὰ τούτων καὶ ἀποστολικὸς ἐπὶ τὸν αὐτὸν Θεὸν τοὺς μὴ ὄντας ἐξ αὐτῶν ἀνακαλεῖται, τοὺς ἀπὸ τῶν ἐθνῶν δηλονότι, λέγοντες· Ψάλατε τῷ Θεῷ ἡμῶν. Προστάττει δὲ ὁ λόγος διανοίᾳ μὲν καὶ λογισμοῖς ψυχῆς ἐξομολογεῖσθαι, ἔργοις δὲ τοῖς διὰ τοῦ σώματος ὥσπερ διὰ κιθάρας ἐνεργουμένης ψάλλειν αὐτῷ· συνήθως δὲ τὸ σῶμα ψαλτήριον καὶ κιθάραν ὠνόμασεν, ἅτε εὐρύθμως καὶ μεθ' ἁρμονίας σοφῆς συγκείμενον· ἐν τούτῳ γὰρ ὁ νοῦς ἀνακρουόμενος διὰ τῶν κατ' ἀρετὴν πράξεων τὴν ἔνθεον καὶ πνευματικὴν μελῳδίαν ἀναπέμπει τῷ Θεῷ.
Symmachus: Recount unto the Lord thanksgiving, make melody unto our God with the lyre. Aquila: Recount unto the Lord in thanksgiving, make melody unto our God with the harp. Those who command others to give thanks and sing praises would be different from those who are commanded; a prophetic and apostolic choir, therefore, through these words calls back unto the same God those who are not of them, namely those from the Gentiles, saying: Sing praises unto our God. And the word commands us with the mind indeed and the thoughts of the soul to give thanks, and with the works done through the body, as though through a harp that is played, to sing praises unto Him; and customarily he named the body a psaltery and a harp, inasmuch as it is rhythmically composed and with wise harmony; for in this the mind, striking up through virtuous actions, sends up the divine and spiritual melody unto God.
Διδόντι τροφὴν καὶ τοῖς νεοσσοῖς τῶν κοράκων τοῖς ἐπικαλουμένοις αὐτόν.
Who giveth food also to the young ravens that call upon Him.
Ἦλθε δέ τις εἰς ἡμᾶς φυσικὸς λόγος, ὡς μὴ τρεφομένων νεοττῶν τῶν κοράκων ὑπὸ τῶν γεννησάντων, ὁμοίως τοῖς τῶν ἄλλων ὀρνέων νεοττοῖς· καταλείπεσθαι μὲν γὰρ τῶν κοράκων φασὶ τοὺς νεοττοὺς ὑπὸ τῶν γεγεννηκότων, τρέφεσθαι δὲ ἄλλῳ παραδόξῳ τοῦ Θεοῦ δυνάμει· μηκέτι γὰρ αὐτοῖς πλησιαζόντων γεγεννηκότων, κεχηνέναι τὸ στόμα τροφῆς ἐνδείᾳ, καὶ ἐοικέναι ἐπικαλουμένοις τὸν Θεὸν, φυσικῇ τινι ἐνεργείᾳ τὴν τροφὴν αἰτοῦντας παρὰ τοῦ τὸ εἶναι αὐτοῖς δεδωρημένου· οὕτω δὲ φέρεσθαι αὐτοῖς τινα ἐξ ἀέρος τροφὴν κατὰ τοῦ στόματος ὑπό τινος αὔρας συνωθουμένην.
And a certain natural account has come to us, that the young of ravens are not fed by their parents like the young of other birds; for they say that the young of ravens are abandoned by their parents, and are fed in another marvellous way by the power of God; for when their parents no longer come near them, their mouth gapes open through lack of food, and they resemble those who call upon God, asking by a certain natural operation for food from Him Who has bestowed being upon them; and thus a certain food is borne to them out of the air down into their mouth, driven together by a certain breeze.
Ὁ ἀπαγγέλλων τὸν λόγον αὐτοῦ τῷ Ἰακώβ.
Who declareth His word unto Jacob.
Φησὶ δὲ καὶ ὁ Εὐσέβιος. Σφόδρα δὲ ἀπηκριβωμένως μοι δοκεῖ ἡ παροῦσα λέξις διδάσκειν, Ὁ ἀπαγγέλλων τὸν λόγον αὐτοῦ τῷ Ἰακώβ· οὐ γὰρ εἴρηκεν, ὁ ἀποστέλλων, ἢ ὁ ἀποστείλας. Ἄλλο δήπου ἐστὶν ἀπαγγεῖλαι, καὶ ἄλλο τὸ ἀποστεῖλαι ἢ ἀποστέλλεσθαι· τὸ μὲν γὰρ προμηνύει τὸ μέλλον καὶ προλέγει· τὸ δὲ παρουσίαν σημαίνει, καὶ τὸν ἀποσταλέντα δι' ἑαυτοῦ κηρύττειν· ὥστε τὴν μὲν ἀπαγγελίαν καὶ τὴν πρόρρησιν τοῦ μέλλοντος, γεγενῆσθαι παρὰ μόνῳ τῷ Ἰσραὴλ, τὴν δὲ ἀποστολὴν οὐκ ἐν ἐκείνῳ μόνῳ, ἀλλὰ καὶ πᾶσι τοῖς λοιποῖς ἔθνεσιν. Ἀλλ' ἴσως εἴποι τις ἄν· Καὶ μὴ δηλώσας τοῖς λοιποῖς ἀνθρώποις, πῶς αὐτοὺς κολάζει, καὶ τοὺς πρὸ τοῦ νόμου καὶ τοὺς ἁπανταχοῦ τῆς οἰκουμένης ἁμαρτάνοντας; Καὶ φαμέν· Τούτους μὲν κρίνει ἀπὸ τοῦ φυσικοῦ νόμου καὶ τοῦ ἐν ἡμῖν, τοὺς δὲ Ἰσραηλίτας
And Eusebius also says: Very exact does the present expression seem to me to teach, Who declareth His word unto Jacob; for he did not say, Who sendeth, or Who sent. Surely it is one thing to declare, and another to send or be sent; for the former foretells the future and predicts; whereas the latter signifies presence, and that He Who was sent proclaims by Himself; so that the declaration and prediction of the future came to pass among Israel alone, whereas the sending was not in him alone, but also among all the rest of the nations. But perhaps someone might say: And if He did not make it known to the rest of men, how does He punish them, both those before the law and those who sin everywhere in the world? And we say: These indeed He judges by the natural law and that which is within us, whereas the Israelites
Notes, col. 68
On the reading
Printed ἐξομολογησει, for ἐξομολογήσει.