PG 24:45Read from the pageἀπολαβεῖν· τὸ δὲ ἐκτιλλήσονται δηλοῖ, ὅτι καὶ τοὺς ἑαυτῶν ἄρχοντας καὶ κριτὰς ἴδωσι κατασπωμένους ἐκ ῥιζῶν, ὥσπερ ἀποτιλλομένους δυνάμει τοῦ στερεοῦ λόγου.
to shut it up; and the phrase they shall be plucked out signifies that they shall see even their own rulers and judges pulled down from the roots, as though plucked up by the power of the firm word.
Μὴ ἀντανέλῃς τὴν ψυχήν μου.
Take not away my soul.
Ὁ Σύμμαχος ἀντὶ τοῦ, οὐκ ἀντανέλῃς, μὴ ἀποκενώσῃς, τουτέστι, μὴ συγχωρήσῃς τὸν ἀποκείμενον ἐν τῇ ψυχῇ μου ἀγαθὸν θησαυρὸν ἀποκενωθῆναι· τότε γὰρ ἀφόβως ἀπελεύσομαι, φησὶν, ὅτ' ἂν ἁμαρτωλοὶ τοῖς ἑαυτῶν περιπαρῶσι δικτύοις.
Symmachus instead of, Thou shalt not take away, renders, empty not out, that is, suffer not the good treasure laid up in my soul to be emptied out; for then I shall depart fearlessly, he says, whenever sinners are pierced through in their own nets.
Συνέσεως τῷ Δαυῒδ, ἐν τῷ εἶναι αὐτὸν ἐν τῷ σπηλαίῳ, προσευχή.
Of understanding for David, when he was in the cave; a prayer.
Καὶ ὁ νςʹ ὁμοίαν ἔχει τὴν ἐπιγραφὴν οὕτως· Εἰς τὸ τέλος, μὴ διαφθείρῃς, τῷ Δαυῒδ εἰς στηλογραφίαν, ἐν τῷ αὐτὸν ἀποδιδράσκειν ἀπὸ προσώπου Σαοὺλ εἰς τὸ σπήλαιον. Κεῖται δὲ ἡ ἱστορία ἐν τῇ πρώτῃ τῶν Βασιλειῶν· Καὶ ἀνέβη Δαυῒδ ἐκεῖθεν, καὶ ἐκάθισεν ἐν τοῖς σπηλαίοις τοῖς ὀχυροῖς Ἐγγαδδί· καὶ ἐγένετο ὡς ἐπέστρεψε Σαοὺλ ὄπισθεν τῶν ἀλλοφύλων· καὶ ἀνήγγειλαν αὐτῷ λέγοντες, Ἰδοὺ Δαυῒδ ἐν τῇ ἐρήμῳ Ἐγγαδδί. Καὶ παρέλαβε Σαουλ τρισχιλίους ἄνδρας ἐκλεκτοὺς ἐκ παντὸς Ἰσραὴλ, καὶ ἐπορεύθη τοῦ ζητεῖν τὸν Δαυῒδ καὶ τοὺς ἄνδρας τοὺς μετ' αὐτοῦ, ἐπὶ πρόσωπον τῆς θήρας τῶν ἐλάφων· καὶ ἦλθον εἰς τὰς μάνδρας τῶν προβάτων ἐπὶ τὴν ὁδὸν καὶ ἐπὶ τὸ σπήλαιον· καὶ εἰσῆλθε Σαοὺλ εἰς τὸ σπήλαιον ἀποκοινῶσαι τοὺς πόδας αὐτοῦ· καὶ Δαυῒδ καὶ οἱ ἄνδρες μετ' αὐτοῦ ἐν μέρεσι τοῖς ἐσωτέροις τοῦ σπηλαίου ἐκάθηντο.
And the 56th also has a similar superscription, thus: Unto the end, destroy not, for David, for a pillar-inscription, when he fled from the face of Saul into the cave. And the history lies in the First Book of Kings: And David went up from thence, and dwelt in the strongholds of Engaddi; and it came to pass, when Saul returned from following the Philistines, that they told him, saying, Behold, David is in the wilderness of Engaddi. And Saul took three thousand chosen men out of all Israel, and went to seek David and his men upon the face of the hunting of the deer; and they came to the sheepfolds by the way, and to the cave; and Saul went in to the cave to relieve his feet; and David and his men were sitting in the inner parts of the cave.
Προεγράφη ἡ ἱστορία ἡ περὶ Σαοὺλ καὶ τοῦ σπηλαίου· τὸ δὲ τοῦ Δαβὶδ ὄνομα διαφόρως ἑρμηνεύεται, ὡς πολλάκις εἰρήκαμεν, καὶ διαφόρως λαμβάνεται· ὅτε γὰρ εἰς πρόσωπον τοῦ Κυρίου εὑρήσεις, οὕτω κείμενον ἑρμηνεύεται πεποθημένος· ὅτε δὲ εἰς πρόσωπον τῶν ἁμαρτανόντων καὶ ἐπιστρεφόντων, ἑρμηνεύεται ἐξουδενημένος, διὰ τὰς ἁμαρτίας αὐτοῦ. Νῦν τοῦ Δαυῒδ ὄνομα λαβεῖν ἔστιν εἰς τὸν λαὸν τὸν ἡμαρτηκότα καὶ εἰς σύνεσιν ἐλθόντα, καὶ ἐν σπηλαίῳ αὐτὸν κατακλείσαντα, καὶ προσευχόμενον μετὰ δακρύων ἰσχυρῶς, καὶ ἐξομολογούμενον, ὡς καὶ αὐτὸ τὴ ἐπίγραμμα τοῦτο δηλοῖ· ὁμοίως δὲ καὶ ὁ ψαλμὸς ταῦτα διδάσκει.
The history concerning Saul and the cave has been written beforehand; and the name of David is variously interpreted, as we have often said, and is variously taken; for when you find it for the person of the Lord, standing thus it is interpreted beloved; whereas when it is for the person of those who sin and turn back, it is interpreted despised, on account of his sins. Now the name of David may be taken for the people that has sinned and come to understanding, and has shut itself up in a cave, and prays mightily with tears, and confesses, as this very inscription also signifies; and in like manner the psalm also teaches these things.
Ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου.
When my spirit was fainting within me.
Σφόδρα καταλλήλως τῇ τοῦ καιροῦ καὶ τοῦ τόπου συνοχῇ καὶ ταῦτα λέλεκται· ὅσον γὰρ ἐπ' ἀνθρώποις ἔνδον ἐν τῷ σπηλαίῳ συνεχόμενος, παντὸς δρασμοῦ καὶ φυγῆς ἐπεκέκλειστο, οὔτε μία τε παρῆν αὐτῷ βοηθείας ἐλπίς· ἀλλ' οὐδὲ ἦν ὁ τὴν ψυχὴν αὐτοῦ ῥυόμενος ἢ ἐπιζητῶν. Ὁρῶν δὲ τοὺς τῆς ψυχῆς αὐτοῦ νοητοὺς ἐχθροὺς, ὅλον τοῦτο κατεργασαμένους, λέγω δὲ τὸ εἰσελθεῖν Σαοὺλ εἰς τὸ σπήλαιον ὑπὲρ τοῦ συλληφθῆναι τὸν Δαυῒδ, εἰκότως ἔλεγεν τὸ, Ἔκρυψαν παγίδα μοι. Ἀλλ' οὐ προκεχωρήκει αὐτοῖς τὰ τῆς παγίδος διὰ τὴν προκειμένην προσευχήν· θαρσῶν δὲ τῇ τοῦ βίου αὐτοῦ πορείᾳ, ταῖς τε πράξεσι καὶ ταῖς
Very suitably to the distress both of the time and of the place have these words also been spoken; for so far as rested with men, being hemmed in within the cave, he was shut off from all escape and flight, nor was any single hope of help present to him; nay, neither was there any who delivered or sought after his soul. And seeing the spiritual enemies of his soul, who had wrought this whole thing, I mean Saul's entering into the cave in order that David might be caught, he reasonably said that word, They have hid a snare for me. Yet the matters of the snare had not succeeded for them on account of the present prayer; and taking courage in the course of his life, both in the actions and in the
Notes, col. 45
On the reading
Printed Σαουλ, for Σαοὺλ.
Printed τὴ ἐπίγραμμα, for τὸ ἐπίγραμμα.
PG 24:48Read from the pageὁδοῖς αἷς ἐβάδιζεν, ἀδίκως ἐλαυνόμενος καὶ πολεμούμενος, φησὶ τῷ Θεῷ· καὶ σὺ ἔγνως τὰς τρίβους μου.
ways wherein he walked, being unjustly driven and warred against, he says to God: and Thou knewest my paths.
Πρὸς σὲ, Κύριε, ἐκέκραξα.
Unto Thee, O Lord, have I cried.
Πάλιν καὶ ἐνταῦθα κράζειν ὁμολογεῖ, οὐχ ἁπλῶς, ἀλλὰ πρὸς τὸν Κύριον· ἄλλως γὰρ ἀδύνατον ἦν αὐτῷ φωνὴν ἀφιέναι, πλησίον παρόντος τοῦ ἐχθροῦ· τὴν μόνην δὲ ἐλπίδα αὐτοῦ τὸν Θεὸν ἔχειν ὁμολογήσας, οὐκ ἐξέπεσε τοῦ σκοποῦ· ἡ γὰρ ἐλπὶς οὐ καταισχύνει· ἀλλὰ καὶ εἴ τις ἔσται γῆ ζώντων, ὁμολογῶ, φησὶ, μηδεμίαν ἔχειν χώραν ἐν ταύτῃ ἢ σὲ μόνον τὴν ἐμὴν ἐλπίδα· σὺ γὰρ εἶ Θεὸς, ἡ μερίς μου ἐν γῇ ζώντων· ὡς εἰ μὴ σὲ εἶχον, οὐκ ἂν ἐξετάσθην ποτὲ ἐν γῇ ζώντων. Ζώντων δὲ γῆ, οὐχ ἡ πατουμένη νῦν πρὸς ἡμῶν, θανάτου γὰρ γῆ καὶ νεκρῶν αὕτη, ἀλλ' ἣν κληρονομήσουσιν οἱ πραεῖς· ἐφ' ᾗ ζῶντες πάντες κατὰ τὴν αἰώνιον ζωὴν διατρίβουσιν.
Again here also he confesses that he cries, not simply, but unto the Lord; for otherwise it was impossible for him to utter a voice, since the enemy was present nearby; and having confessed that he has God as his only hope, he did not fall short of his aim; for hope maketh not ashamed; moreover even if there shall be a land of the living, I confess, he says, that I have no place in it save Thee alone, my hope; for Thou art God, my portion in the land of the living; so that if I had not had Thee, I should never have been reckoned in the land of the living. And the land of the living is not that which is now trodden by us, for this is a land of death and of the dead, but that which the meek shall inherit; wherein all the living pass their life according to everlasting life.
Οὐκ ἦν ὁ ἐπιγινώσκων με.—Οὐκ ἔστιν ὁ ἐκζητῶν τὴν ψυχήν μου.
There was none that knew me. — There is none that seeketh after my soul.
Ὁ ὑπὸ τῶν προΐστασθαι τῶν ἐκκλησιῶν νομιζομένων ἀμελούμενος καὶ μηδόλως ἐκζητούμενος εὐκαίρως τοῦτο ἐρεῖ· καὶ τὸ ἑξῆς ἐπιφέρει τὸ κεκραγὸς πρὸς τὸν Θεὸν, καὶ μὴ ἐλπίζειν ἐπὶ ἡγουμένοις, ἀλλ' ἐπὶ Κυρίῳ, καὶ μερίδα ἔχειν ἐν γῇ ζώντων καὶ οὐκ ἐν ἐπιλελησμένῃ γῇ.
He who is neglected and not at all sought after by those who are supposed to preside over the churches will seasonably say this; and he adds what follows, the crying unto God, and not hoping in leaders, but in the Lord, and having a portion in the land of the living and not in a forgotten land.
Πᾶς ὁ ἐν μεγίστοις πειρασμοῖς καὶ θλίψεσιν ὑπερβαλλούσαις ἐξεταζόμενος, εὐκαίρως χρήσαιτο τῇ προκειμένῃ προσευχῇ· διὸ καὶ ἀνεπίγραφος ὁ ψαλμός. Ἀκούει μὲν οὖν πάντων ὁ Κύριος, ὀλίγων δὲ εἰσακούει· ἐὰν τῶν δεομένων ἡμῶν ἐπακυύσωμεν, ἀκουσθησόμεθα καὶ αὐτοί· ὁ θαρσῶν δὲ τῇ ἑαυτοῦ προσευχῇ ἀκροατὴν καλεῖ τὸν Θεόν. Ἄλλοι δέ φασι μὴ εἶναι ἀνεπίγραφον τὸν ψαλμὸν, ἀλλ' ἐπιγεγράφθαι, Ψαλμὸς τῷ Δαυῒδ, ὅτε αὐτὸν ὁ υἱὸς κατεδίωκεν. Οὐ διὰ πασῶν μέντοι τῶν ἑρμηνειῶν πρόσκειται τοῦτο· τὰ δὲ λεγόμενα οὐκ ἀλλότρια· οὐδὲν δὲ κωλύει περὶ τῆς ὑπὸ Σαοὺλ διώξεως εἰρῆσθαι αὐτά.
Every one who is proved in greatest temptations and surpassing afflictions might seasonably use the present prayer; wherefore also the psalm is uninscribed. Now the Lord hears all indeed, yet hearkens unto few; if we hearken unto those who entreat us, we ourselves also shall be heard; and he who is confident in his own prayer calls God to be a hearer. Others, however, say that the psalm is not uninscribed, but is inscribed, A Psalm of David, when his son pursued him. Yet this is not added throughout all the versions; still the things said are not foreign to it; and nothing prevents them from having been spoken concerning the persecution by Saul.
Ἠκηδίασεν ἐπ' ἐμὲ τὸ πνεῦμά μου.
My spirit was overwhelmed within me.
Τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ ἀκηδιᾷ, ἐπειδὰν ἡ καρδία ταραχθῇ μνησθεῖσα πῶς ὁ ἐχθρὸς ἐταπείνωσεν εἰς τὴν γῆν τὴν ζωὴν αὐτῆς, καὶ ὡς ἐκάθισεν αὐτὴν ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· ταραχθεῖσα δὲ, φησὶν, ἡ καρδία μου ἐν αὐτῇ, ἔνδον ἐπέσχε τὸ πάθος παντελῶς μὴ ἐκπεσοῦσα, ὡς εἰς φανερὸν ἐλθεῖν τοῖς πᾶσι, καὶ τοῖς ἐκτὸς γνωσθῆναι τὴν ταραχήν.
The spirit of man that is within him is overwhelmed, whenever the heart is troubled on remembering how the enemy has humbled its life to the ground, and how he has made it to sit in dark places as those dead of old; and my heart being troubled within it, he says, held back the passion within, not falling away utterly so that it should come into the open before all, and the trouble become known to those outside.
Ἐμνήσθην ἡμερῶν ἀρχαίων.
I remembered the days of old.
Ἐπεὶ καὶ ὁ Μωϋσῆς προστάττει λέγων, Μνήσθητε ἡμέρας αἰῶνος· καὶ ὁ Δαυῒδ πάλιν φησὶ, Καὶ ἔτη αἰώνια ἐμνήσθην, καὶ ἐμελέτησα· εἰκότως θεραπεύων ἑαυτὸν ὁ ταραχθεὶς τὴν καρδίαν, ἀνατρέχει ἐπὶ τὰς παλαιὰς αὐτοῦ ἡμέρας, τὰς πρὸ τῆς ταραχῆς, ἐν αἷς κατώρθου, ἢ ἐπὶ τὰς παλαιὰς ἱστορίας· καὶ τὴν μνήμην ἀναλαβὼν, μελετᾷ ἐν τοῖς ἔργοις τοῦ Θεοῦ, καὶ ἐν τοῖς ποιήμασι τῶν χειρῶν αὐτοῦ, οὐ μικρᾶς τυγχάνων παραμυθίας ἀπὸ τῶν παλαιῶν
Since Moses also commands, saying, Remember the days of old; and David again says, And I remembered the eternal years, and meditated; reasonably healing himself, he who was troubled in heart runs back to his old days, those before the trouble, wherein he prospered, or to the ancient histories; and taking up the remembrance, he meditates on the works of God, and on the creations of His hands, obtaining no small comfort from the ancient
Notes, col. 48
On the reading
Printed ἐπακυύσωμεν, for ἐπακούσωμεν.
PG 24:49Read from the pageἀναγνωσμάτων, μανθάνων ἐξ αὐτῶν, ὅτι τοὺς παλαιοὺς μετὰ μυρίας θλίψεις καὶ πειρασμοὺς ἐπεσκέπτετο ὁ Θεὸς, καὶ ὅσας παρέσχεν αὐτοῖς θεραπείας τε καὶ εὐεργεσίας. Ἀλλὰ καὶ ἐν τοῖς τῆς δημιουργίας λόγοις μελετῶν ἐθεραπεύετο τὴν ψυχὴν, παιδευόμενος, ὡς οὐκ ἔστιν ἀπρονόητος ὁ τῶν ἀνθρώπων βίος. οὐδὲ ἀθεράπευτος ἡ τοῦ ταραχθέντος ψυχή· ἐφορᾷ δὲ καὶ ἐφέστηκε πᾶσιν ὁ τοῦ Θεοῦ Λόγος ἰώμενος τοὺς συντετριμμένους τὴν καρδίαν.
readings, learning from them that after ten thousand afflictions and temptations God visited the men of old, and how many healings and benefits He granted unto them. Moreover, meditating also on the principles of creation, he was healed in soul, being taught that the life of men is not uncared for by providence, nor is the soul of him who is troubled left unhealed; but the Word of God looks upon and presides over all, healing the broken in heart.
Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου· ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι.
I stretched forth my hands unto Thee; my soul is as a waterless land unto Thee.
Μνησθεὶς τῶν ἀρχαίων ἡμερῶν ἐκ τῆς μελέτης τῶν θείων ἀναγνωσμάτων, τὰς χεῖράς μου, καὶ τὰς διὰ μετανοίας πράξεις καθαράς σοι ἐπιδεικνὺς διεπέτασα, οὕτως διψῶν σου, ὁ Θεὸς, καὶ τῆς παρὰ σοῦ ἰάσεως, οὐ μόνον ὃν τρόπον ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, ἀλλὰ καὶ ὡς ἄνυδρος καὶ ξηρὰ γῆ ὀρέγεται τοῦ ἐπ' αὐτὴν κατιόντος ὑετοῦ. Εἰ δὲ καὶ ἔστιν ἡ ψυχή μου ὡς γῆ ἄνυδρος, ὡς πρὸς σὲ τὸν Θεὸν τοιαύτη ἐστίν· καθ' ἑαυτὴν γὰρ καὶ ὡς ἐν ἀνθρώπων συγκρίσει γόνιμος καὶ τεθηλυῖα καρπῶν ἀγαθῶν ὑπάρχει· σοὶ δὲ ἄνυδρός ἐστιν οὕτως, ὡς οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν.
Having remembered the days of old from meditation on the divine readings, I stretched forth my hands, showing forth unto Thee my actions pure through repentance, thus thirsting for Thee, O God, and for the healing that is from Thee, not only in the manner in which a hart longs for the fountains of waters, but also as a waterless and dry land longs for the rain that comes down upon it. And even if my soul is as a waterless land, it is such in comparison with Thee, O God; for in itself and as in comparison with men it is fruitful and flourishing with good fruits; yet unto Thee it is waterless, just as in Thy sight shall no man living be justified.
Ταχὺ εἰσάκουσόν με, κ. τ. λ. Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ.
Hear me speedily, etc. Turn not Thy face away from me.
Ἐν τοῖς κατεπείγουσι καιροῖς τῶν περιστάσεων ἤτοι ἐν διωγμοῖς ἢ τοῖς ἐσχάτοις κινδύνοις, ἐπειδὰν παρακινδυνεύει τινὸς ἡ ψυχὴ, ἐκλείποντος τοῦ ἐν αὐτῇ πνεύματος, καὶ τῆς καρδίας ἐν αὐτῇ ταραττομένης, προσήκει ὁμοίως τῷ Δαυῒδ λέγειν εὐχομένους τὰ Χριστοῦ, Εἰσάκουσόν με, Κύριε· οὐ μὴν ἐπὶ τοῖς ἀνθρωπίνοις πράγμασιν ἀναγκαῖον κεχρῆσθαι. — Ἐφ' ὅσον μὲν τὸ πρόσωπόν σου καταξιοῖ με τῶν ἰδίων αὐτοῦ, τὸ φῶς σου ἐστὶν ἐν ἐμοὶ, καὶ πᾶσά μου ἀπελήλαται σκοτία· ὥστ' ἂν εἰπεῖν· Ἐσημειώθη ἐφ' ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύριε· εἰ δὲ ἀποστρέψειάς ποτε τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ, γίνομαι ἐν σκοτίᾳ ἐν ᾗ γίνονται πάντες οἱ καταβαίνοντες εἰς λάκκον· ἐν ᾧ λάκκῳ οὐδὲν ἕτερόν ἐστιν ἢ τὸ καλούμενον σκότος ἐξώτερον.
In the pressing seasons of distresses, whether in persecutions or in extreme dangers, whenever anyone's soul is in peril, the spirit within it failing, and the heart within it being troubled, it is fitting like David to say in prayer the words of Christ, Hear me, O Lord; yet in human affairs it is not necessary to use them. — So long indeed as Thy face counts me worthy of the things that are its own, Thy light is in me, and all my darkness has been driven away; so that one might say: The light of Thy countenance, O Lord, has been signed upon us; but if Thou shouldst ever turn Thy face away from me, I come to be in darkness wherein all they come to be who go down into the pit; in which pit there is nothing other than what is called the outer darkness.
Ἀκουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός σου.
Cause me to hear Thy mercy in the morning.
Ἐν τοῖς πειρασμοῖς ἐλέους θείου δεόμεθα· ὅπερ γένοιτ' ἂν ἐν ταῖς προσευχαῖς ἐγρηγορότως σχολάζοιμεν, καὶ μάλιστα κατὰ καιρὸν τὸν ἑωθινὸν, ὥστε δύνασθαι λέγειν· Ὁ Θεὸς, ὁ Θεός μου, πρὸς σὲ ὀρθρίζω.
In temptations we stand in need of divine mercy; which may come to pass if we devote ourselves watchfully to prayers, and especially at the morning season, so as to be able to say: O God, my God, unto Thee I watch at dawn.
Γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι.
Make known unto me, O Lord, the way wherein I should walk.
Ἀπὸ τοῦ χαμαὶ κεῖσθαι τὴν ἐμὴν πρὸς σὲ ψυχὴν ἀνατείναντι μετανοίας δεῖξον ὁδὸν, ἢ τὴν ἄγουσαν μετὰ σώματος ἀπαλλαγὴν ἐπὶ τὰ οὐράνια· θνητὸς γὰρ πῶς ἂν νοήσαι τὰς ὁδοὺς αὐτοῦ; τάχα δέ τις τὰς προτέρας ὁδοὺς Μωϋσέα καὶ τοὺς προφήτας βαδίσας, κατὰ τὸ, Στῆτε ἐν ταῖς ὁδοῖς, καὶ ἐρωτήσατε τρίβους Κυρίου αἰωνίας, μετὰ ταύτας τὴν ὁδὸν ζητῶν τὴν ἀγαθὴν, τῷ ταύτης ἐρεῖ πατρὶ, καὶ γινώσκοντι
Unto me who have lifted up my soul unto Thee from lying on the ground, show the way of repentance, or that which leads after departure from the body unto the heavenly things; for how could a mortal man understand His ways? And perhaps someone, having walked the former ways, Moses and the prophets, according to that saying, Stand ye in the ways, and ask for the everlasting paths of the Lord, seeking after these the good way, will say to the Father of it, and to Him Who knows
PG 24:52Read from the pageτὴν ὁδὸν τῶν υἱῶν τὸ, Γνώρισόν μοι ὁδὸν ταύτην ἐν ᾗ πορεύσομαι· ἥτις ἐπινεύσαντος τοῦ Πατρὸς ἑαυτὴν ἐμφανίζουσα λέγει τοῖς ἀξίοις· Ἐγώ εἰμι ἡ ὁδός· οὐδεὶς γὰρ ἔρχεται πρὸς τὸν Πατέρα εἰ μὴ δι' ἐμοῦ.
the way of the sons, that saying, Make known unto me this way wherein I should walk; which, when the Father nods assent, manifesting itself says to the worthy: I am the way; for no man cometh unto the Father, but by Me.
Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε.
For Thy name's sake, O Lord.
Ὅμοιον τοῦτο τῷ, Μὴ ἡμῖν, Κύριε, μὴ ἡμῖν, ἀλλ' ἢ τῷ ὀνόματί σου δὸς δόξαν· οὐ γὰρ ἐφ' ἑαυτοῖς χρὴ θαρρεῖν. Ὁ δὲ τοὺς πειρασμοὺς ὑπομείνας γενναίως ἐλπιζέτω τούτων τυχεῖν, ὡς ἂν στενὴν καὶ τεθλιμμένην ὁδεύσας.
This is like unto that saying, Not unto us, O Lord, not unto us, but unto Thy name give glory; for one must not be confident in oneself. But let him who has nobly endured temptations hope to obtain these things, as having walked a narrow and straitened way.
Ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου.
In Thy righteousness Thou shalt bring my soul out of affliction.
Ψυχῆς ἀληθῶς θλίψις τὸ ταπεινωθῆναι εἰς γῆν τὴν ζωὴν αὐτοῦ, καὶ ἐν σκοτεινοῖς αὐτὸν καθῆσαι· καὶ ὁ ὑπὸ λογισμῶν δὲ φαύλων καὶ πυρώσεως παθῶν ἐνοχλούμενος τὴν ψυχὴν θλίβεται· οὐδενὸς δὲ ἄλλου ἐν.. ν τοιαύτης θλίψεως ἐλευθεροῦντος, ἢ τοῦ τὸ κρυπτὸν τῆς καρδίας εἰδότος Θεοῦ. Ἀλλὰ καὶ ὁ ὑπὸ διοχλήσεων ἀπατεώνων τὴν ψυχὴν ταραττόμενος θλίβοιτο ἂν μεγάλως ὅτε μάλιστα, οὐ δυνάμενος διελέγχειν τὰ σοφίσματα, εὐλαβεῖται μὴ ἀποσφαλῇ τῆς ἀληθείας· ἐξάγει δὲ ψυχὴν πάσης θλίψεως τοιαύτης, ἐπιλάμπων αὐτὴν καὶ καταλάμπων ταῖς ἰδίαις μαρμαρυγαῖς καὶ ἄγων αὐτὴν εἰς τὸ ζῆσαι κατὰ τὴν δικαιοσύνην αὐτοῦ, ὡς ἔναγχος ἀποδέδεικται. Ἐλέει δὲ Θεοῦ ἐξολοθρευθήσονται οἱ ἐχθροὶ, οὐ κατ' οὐσίαν φθειρόμενοι, ἀδύνατον γὰρ τοῦτο, ἀλλὰ τὴν ἕξιν ἀποβαλόντες, δι' ἣν ἐχθροὶ τοῦ δικαίου καὶ θλίβοντες τὴν ψυχὴν αὐτοῦ τυγχάνουσιν· οὕτω γὰρ ἐν ἀνέσει ἔσται ὁ δίκαιος ἄνευ πολέμου ἐν εἰρήνῃ διάγων. Ἐκκαλούμενος δὲ πρὸς τὸ ἐπινεῦσαι τὸν παρακαλούμενον, ἐπήγαγε τὸ, Ὅτι ὁ δοῦλός σου εἰμὶ ἐγώ. Κτημάτων δὲ καὶ αὐχημάτων τὸ μέγιστον χρηματίσαι Θεοῦ δοῦλον. Δείκνυσι δὲ τὸ μέγεθος τούτου καὶ ὁ Σωτὴρ λέγων τοῖς συνοῦσιν αὐτῷ· Ὑμεῖς φωνεῖτέ με ὁ Κύριος καὶ ὁ Διδάσκαλος, καὶ καλῶς λέγετε, εἰμὶ γάρ· οὐδὲν οὕτως ἀποδιώκει τοὺς ἐχθροὺς ἡμῶν, ὡς θεωρία πνευματική.
Truly an affliction of soul is it for a man's life to be humbled to the ground, and for him to sit in dark places; and he who is troubled by base thoughts and the burning of passions is afflicted in soul; while none other sets free from such affliction save God Who knows the hidden thing of the heart. Moreover he also who is troubled in soul by the importunities of deceivers would be greatly afflicted especially when, not being able to refute their sophistries, he fears lest he be made to slip away from the truth; yet He brings a soul out of all such affliction, shining upon it and illuminating it with His own flashings and leading it to live according to His righteousness, as has just now been shown. And in the mercy of God the enemies shall be destroyed, not being corrupted according to substance, for this is impossible, but casting off the habit through which they happen to be enemies of the righteous man and afflict his soul; for thus the righteous man shall be at rest, passing his life in peace without war. And calling forth Him Who is entreated to nod assent, he added that saying, For I am Thy servant. And the greatest of possessions and boasts is to be called the servant of God. And the Saviour also shows the greatness of this, saying to those who were with Him: Ye call Me Master and Lord, and ye say well, for so I am; nothing so drives away our enemies as spiritual contemplation.
Εἰ μὲν ἀναφέρεις ταῦτα ἐπὶ τὸν Δαυῒδ, μάλιστα ὅτι κατά τινα τῶν ἀντιγράφων ἐπιγέγραπται πρὸς τὸν Γολιὰθ, ἐρεῖς ἁρμόζειν αὐτῷ, κατὰ τὴν ἱστορίαν νενικηκότι τὸν ἄνδρα οὐ τῇ κοινῇ παντευχίᾳ, πεποιθήσει δὲ τῇ ἐπὶ τὸν Θεόν· ὃν ὥσπερ διδάσκαλον ἐπιγραφόμενος, τότε μὲν τὸν Γολιὰθ τῇ σφενδόνῃ καθεῖλε βαλών· ἄλλοτε δὲ τοὺς κατ' ἀγρὸν θῆρας ταῖς χερσὶ πνίγων ἀνῄρει. Ἔπρεπε δὲ μάλιστα ἐπὶ τῇ τοῦ ψαλτηρίου ἀνακρούσει ταῦτα λέγειν αὐτὸν, ὅτε, ταῖς χερσὶ καὶ τοῖς δακτύλοις ἀντὶ τοῦ πλήκτρου χρώμενος, τοὺς ἀοράτους δαίμονας ἤλαυνε τῷ Σαοὺλ ἐνοχλοῦντας. Εἰ δ' ἐπὶ πάντα δίκαιον ἀνάγοιτο τὰ ῥητὰ, ἐρεῖς πάσας τοῦ θεοφιλοῦς πράξεις καθαίρεσιν τῶν ἀντικειμένων δυνάμεων ἐνεργεῖν, τοῦ Θεοῦ διδασκάλου τῆς τοιᾶσδε τῶν χειρῶν ἐκτάσεως γινομένου· τοὺς δὲ δακτύλους αυτοῦ τὰς μέχρι τῶν
If indeed you refer these things to David, especially since according to some of the copies it is inscribed Against Goliath, you will say that it is fitting for him, who according to the history conquered the man not with common panoply, but with confidence in God; inscribing Whom as his teacher, at that time indeed he struck down Goliath with the sling and overthrew him, and at other times throttled with his hands and slew the wild beasts in the field. And it was especially fitting for him to say these things at the striking up of the psaltery, when, using his hands and his fingers instead of the plectrum, he drove away the invisible demons that troubled Saul. And if the words should be referred to every righteous man, you will say that all the actions of him who loves God work the overthrow of the opposing powers, God becoming the teacher of such stretching forth of the hands; and by his fingers
Notes, col. 52
On the reading
Printed αυτοῦ, for αὐτοῦ.
PG 24:53Read from the pageμικροτάτων ἐνεργείας τῶν κατὰ τὸν ἀνθρώπινον βίον ἐδήλωσε· καὶ Μωϋσῆς δὲ τὰς χεῖρας ἐκτείνων ἐτροποῦτο τὸν Ἀμαλήκ. Ὅρα δὲ μὴ Χριστὸς ὁ λέγων, τροπωσάμενος τοὺς ἀοράτους ἐχθρούς· δηλοῖ γὰρ ὁ ψαλμὸς, ὡς δειχθήσεται, καὶ κάθοδον αὐτοῦ τὴν ἐξ οὐρανοῦ, καὶ τροπὴν δαιμόνων, καὶ κλῆσιν ἐθνῶν, καὶ δύο λαούς.
he signified the activities down to the smallest matters in human life; and Moses also, stretching forth his hands, routed Amalek. But see whether it is not Christ Who speaks, having routed the invisible enemies; for the psalm signifies, as will be shown, both His descent from heaven, and the routing of demons, and the calling of the Gentiles, and two peoples.
Ὁ ὑποτάσσων τὸν λαόν μου ὑπ' ἐμέ.
Who subdueth my people under me.
Θεοῦ ἐστι τὸ ὑποτάσσειν τὸν ἑαυτοῦ λαὸν ἀνθρώποις· ὅπερ εἰ μὴ ἐκ Θεοῦ γίνοιτο, οὐκ ἄν ποτε γένοιτο· οὐδὲ γὰρ Μωϋσῆς ἡγήσατο ἂν τοῦ τοσούτου πλήθους, μὴ τοῦ Κυρίου ὑποτάξαντος αὐτῷ τὸν ἑαυτοῦ λαὸν, οὐ δι' ὅπλων ἢ διὰ παρατάξεως ἀνθρωπίνης, διὰ δὲ τῆς κρείττονος δυνάμεως.
It belongs to God to subdue His own people to men; which unless it come to pass from God, could never come to pass; for neither would Moses have led so great a multitude, had not the Lord subdued His own people unto him, not through weapons or through human battle-array, but through the higher power.
Κύριε, τί ἐστιν ἄνθρωπος, ὅτι ἐγνώσθης αὐτῷ;
Lord, what is man, that Thou art made known unto him?
Πυνθάνεται ὁ λόγος ἐρωτηματικῶς τὸ, τί ἐστιν ἄνθρωπος, ἡμᾶς διδάξαι βουλόμενος, ὅτι μέγα τι ἄνθρωπος· οὐ γὰρ ἂν ἐχώρησε Θεοῦ γνῶσιν, οὐδ' ἂν ἐμνήσθη αὐτοῦ ὁ Θεὸς οὕτως, ὡς καὶ Σωτῆρα καὶ Λυτρωτὴν ἐξαποστεῖλαι αὐτῷ τὸν ἑαυτοῦ Λόγον. Παραινεῖ δὲ ἐν τῷ αὐτῷ καὶ μηδενὸς ἀνθρώπου καταφρονεῖν, καὶ ὅτι μηδεὶς ἄξιον κατορθοῖ τῆς τοιαύτης εὐεργεσίας.
The word inquires interrogatively, What is man, wishing to teach us that man is something great; for otherwise he would not have contained the knowledge of God, nor would God have remembered him so as even to send forth His own Word to him as Saviour and Redeemer. And at the same time it exhorts us also to despise no man, and teaches that no one achieves anything worthy of such a benefit.
Κύριε, κλῖνον οὐρανούς σου, καὶ κατάβηθι.
Bow Thy heavens, O Lord, and come down.
Σφόδρα ἀναγκαίως καὶ ἀκολούθως [λέγει] καὶ αὐτὸν καταβῆναι τὸν τοῦ Θεοῦ Λόγον εἰς καθαίρεσιν τῶν πολεμίων· εἰ γὰρ καὶ τὰ μάλιστα, φησὶ, διδάσκει τὰς ἐμὰς χεῖρας καὶ τοὺς δακτύλους ὅπως χρὴ πολεμεῖν, ἀλλὰ καὶ τίς ἰσχὺς ἀνθρώπου, καὶ πόση δύναμις τοῦ θνητοῦ καὶ ματαιότητι ὁμοιωθέντος, πρὸς τὸ δυνηθῆναι στῆναι κατὰ τῆς τοσαύτης παρατάξεως; διὸ σὺ αὐτὸς, ὦ Κύριε, κλῖνον οὐρανοὺς, καὶ κατάβηθι. Οὐρανοὺς δέ φησι τὰς ἐπινοουμένας ἐν αὐτῷ δυνάμεις· ὡς δὲ πατὴρ νηπίοις, καὶ ὡς μαθηταῖς διδάσκαλος συγκαταβαίνει.
Very necessarily and consistently [he says] that the Word of God Himself also came down for the overthrow of the enemies; for even though ever so much, he says, He teaches my hands and my fingers how one must make war, yet what is the strength of man, and how great is the power of a mortal who has been made like unto vanity, so as to be able to stand against so great a battle-array? Wherefore do Thou Thyself, O Lord, bow the heavens, and come down. And he calls heavens the powers contemplated in Him; and as a father to infants, and as a teacher to disciples, He condescends.
Ἐξαπόστειλον τὴν χεῖρά σου ἐξ ὕψους.
Send forth Thine hand from on high.
Ἐξαπόστειλον, φησὶν ὁ ψαλμὸς, τὴν ποιητικὴν καὶ φυλακτικὴν τῶν ὅλων χεῖρα ἐπὶ τῷ ἐξελέσθαι καὶ ῥύσασθαί με ἐκ τῶν πολλῶν ὑδάτων καὶ τῶν χειρῶν τῶν ἀλλοτρίων υἱῶν· δυνατὸν δὲ τὸ ἐξ ὑδάτων πολλῶν ῥυσθῆναι εἰπεῖν τῶν πονηρῶν δυνάμεων καὶ τοῦ διαβόλου τοῦ βασιλέως πάντων τῶν τοιούτων· ἐξαιρεθῆναι δὲ καὶ ἐκ χειρὸς τῶν ἀλλοτρίων υἱῶν, τῶν ἐνεργουμένων ὑπ' αὐτῶν ἀνθρώπων· τὰς ἐπαναστάσεις γὰρ τῶν πειρασμῶν καὶ τῶν ἀσεβῶν ὕδατα ἐκάλεσεν, ὡς καὶ ἀλλαχοῦ φησιν· Ἄρα τὸ ὕδωρ κατεπόντισεν ἡμᾶς· καὶ πάλιν· Σῶσόν με, ὁ Θεὸς, ὅτι εἰσῆλθοσαν ὕδατα ἕως ψυχῆς μου· ἀκολούθως δὲ μετὰ τὴν κατάβασιν τοῦ Θεοῦ Λόγου, τὴν ἐπιβουλὴν τῶν ἀσεβῶν... αὐτοῦ τῳ.. θεασάμενος, τὰ προκείμενα θεσπίζει.
Send forth, says the psalm, the creative and guardian hand of all things to deliver and rescue me out of the many waters and the hands of strange children; and one may say that to be rescued out of many waters is from the evil powers and the devil the king of all such; and to be delivered also out of the hand of strange children is from the men who are actuated by them; for he called the risings up of temptations and of the ungodly waters, as he also says elsewhere: Then the water had overwhelmed us; and again: Save me, O God, for the waters are come in unto my soul; and consistently after the descent of the Word of God, having beheld the plot of the ungodly... of Him..., he utters the present prophecies.
Ὠδὴν καινὴν ᾄσομαί σοι.
I will sing a new song unto Thee.
ᾌδει, καὶ τὴν καινὴν διαθήκην ἐν τοῖς περὶ τῆς καθόδου τοῦ Θεοῦ Λόγου προφητευομένοις μνημονευθῆναι· διὸ δηλοῦται αὕτη διὰ τῆς καινῆς ᾠδῆς. Ἐν τῷ δὲ λέγειν καινὴν, πεπαλαίωκε τὴν πρώτην, ὥς
He sings, that the new covenant also has been mentioned among the things prophesied concerning the descent of the Word of God; wherefore this is signified through the new song. And in saying a new, He hath made the first old, as
PG 24:56Read from the pageφησιν ὁ Ἀπόστολος· περὶ ταύτης λέλεκται τῆς ᾠδῆς· Ἄσατε τῷ Κυρίῳ ᾆσμα καινὸν, ᾄσατε τῷ Κυρίῳ, πᾶσα ἡ γῆ· ἀλλὰ καὶ, Ψαλῶσι, φησὶν, ἐν ψαλτηρίῳ δεκαχόρδῳ, τὸν πρακτικὸν αἰνιττόμενος βίον διὰ ψυχῆς καὶ σώματος ἐνεργούμενον· πέντε μὲν ὄντων σαρκὸς αἰσθητηρίων, πέντε δὲ τῶν τῆς ψυχῆς δυνάμεων, δι' ὧν τὰ αἰσθητήρια τοῦ σώματος κινεῖται.
says the Apostle; concerning this song it has been said: Sing unto the Lord a new song, sing unto the Lord, all the earth; and moreover, Let them sing psalms, he says, upon a ten-stringed psaltery, hinting at the practical life wrought through soul and body; there being five organs of sense of the flesh, and five powers of the soul, through which the organs of sense of the body are moved.
Τῷ διδόντι τὴν σωτηρίαν τοῖς βασιλεῦσι
Who giveth salvation unto kings
Ὁ διδάξας βασιλείαν οὐρανῶν, βασιλεῖς ἐργάζεται τοὺς καταξιουμένους αὐτῆς, οἷς δίδωσι τὴν παρ' αὐτοῦ σωτηρίαν· ἅμα δὲ κατορθώσασι τὸ μὴ βασιλεύεσθαι ὑπὸ ἁμαρτίας· Χριστὸς δ' ἐστὶν ὁ ἐν Παροιμίαις λέγων· Δι' ἐμοῦ βασιλεῖς βασιλεύουσι· ταῦτα εἰδὼς ὁ Ἀπόστολος ἔγραφε· Χωρὶς ἡμῶν ἐβασιλεύσατε, καὶ ὄφελόν γε ἐβασιλεύσατε, ἵνα καὶ ἡμεῖς ὑμῖν συμβασιλεύσωμεν· ἐπεὶ οὖν τούτοις χαρίζεται ὁ Θεὸς τὴν σωτηρίαν, εἰκότως καὶ τῷ Δαυῒδ ἀγαθὰς ἐλπίδας ὑπογράφει τὸ λόγιον, ὡς λυτρωθησομένῳ ἀφ' ὧν πώποτε πέπτωκεν ἁμαρτιῶν· ἡ γὰρ κάθοδος τοῦ Θεοῦ Λόγου μετὰ τῶν ἄλλων καὶ τῷ Δαυῒδ εὐεργητικὴ γεγένηται, ἅτε διακονησαμένῳ τῇ ἐνσάρκῳ αὐτοῦ γενέσει.
He Who taught the kingdom of heaven makes those who are counted worthy of it kings, to whom He gives the salvation that is from Him; and who at the same time have succeeded in not being reigned over by sin; and Christ is He Who says in Proverbs: By Me kings reign; knowing these things, the Apostle wrote: Without us ye have reigned as kings, and I would to God ye did reign, that we also might reign with you; since therefore God bestows salvation upon these, reasonably unto David also the oracle sketches good hopes, as one who shall be redeemed from the sins wherein he had ever fallen; for the descent of the Word of God has become beneficent among others unto David also, inasmuch as he ministered unto His birth in the flesh.
Τῷ λυτρουμένῳ Δαυῒδ τὸν δοῦλον αὐτοῦ ἐκ ῥομφαίας πονηρᾶς.
Who redeemeth David His servant from the hurtful sword.
Ῥομφαία πονηρὰ ἡ γλῶττά ἐστι τῶν ἀθέων, καὶ οἱ λόγοι τῶν τὰ σοφίσματα κατὰ τοῦ Θεοῦ μελετώντων εἰς τὸ φονεύειν ψυχάς· χεὶρ δὲ υἱῶν ἀλλοτρίων, πρᾶξις καὶ ὁ βίος τῶν ἀλλοτρίων τῆς θεοσεβείας, ὧν ἐν μύθοις ἀναπλάσμασι καὶ ταῖς περὶ εἰδώλων πλάναις τὸ στόμα λαλεῖ ματαιότητας· τούτων δὲ καὶ δεξιὰ, τουτέστιν ἡ πρακτικωτέρα δύναμις, περὶ πλεονεξίας καὶ ἁρπαγὰς ἀσχολεῖται. Τοιοῦτοι δ' ἂν εἶεν καὶ οἱ ἐκ τοῦ προτέρου λαοῦ, καθ' ἃ εἴρηται· ἀπὸ τούτων οὖν ἐπὶ τοῦ παρόντος ἤδη δεύτερον ὁ Δαυῒδ ῥυσθῆναι εὔχεται, ἵνα μὴ ἁλῷ τοῖς ὁμοίοις ἁμαρτήμασιν.
A hurtful sword is the tongue of the godless, and the words of those who meditate sophistries against God to murder souls; and the hand of strange children is the action and the life of those who are strangers to godliness, whose mouth in mythical fabrications and the errors concerning idols speaks vanities; and of these the right hand also, that is, the more active power, is busied about covetousness and rapine. And such would those from the former people also be, according to what has been said; from these therefore at the present time already a second time David prays to be rescued, that he may not be caught in the like sins.
Ὧν οἱ υἱοὶ ὡς νεόφυτα ἱδρυμένα ἐν τῇ νεότητι αὐτῶν.
Whose sons are as young plants firmly set in their youth.
Τοῦ προτέρου λαοῦ οἱ υἱοὶ οὐ μόνον, ἀλλὰ καὶ πάντων τῶν ἀλλοτρίων τῆς θεοσεβείας ὡς νεόφυτά ἐστιν ἱδρυμένα ἐν τῇ νεότητι αὐτῶν· τοῦ δὲ δικαίου ἡ σάρξ ἐστιν ἀσθενὴς, καὶ τὸ φρόνημά ἐστι νενεκρωμένον· τούτων τῶν ἐκ περιτομῆς καὶ αἱ θυγατέρες ἑταιρικῶς εἰσι κεκοσμημέναι ὡς ὁμοίωμα ναοῦ ἐν ᾧ πονηρὸν πνεῦμα ἐνοικεῖ· διό φησι περὶ αὐτῶν ὁ προφήτης· Ἀνθ' ὧν ἐπορεύθησαν αἱ θυγατέρες Σιὼν ἐν ὑψηλῷ τραχήλῳ καὶ ἐν νεύμασιν ὀφθαλμῶν, καὶ τὰ ἑξῆς· οἱ δὲ ἅγιοι ναός εἰσι Θεοῦ, καὶ τὸ πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν αὐτοῖς· καὶ τῶν μὲν περιττεύει καὶ ὑπερχεῖ τὰ ταμεῖα θησαυριζόντων ἐπὶ τῆς γῆς· καὶ λεγόντων, Καθελῶ μου τὰς ἀποθήκας καὶ μείζονας οἰκοδομήσω· τῶν δὲ ὁ θησαυρός ἐστιν ἐν οὐρανῷ· καὶ τῶν μὲν ἔστι πρόβατα πολύτοκα πληθύνοντα, καὶ βόες παχεῖς, ὁποῖοι τῆς Αἰγύπτου εὐθηνίας· καλοὶ γὰρ τῷ εἴδει καὶ ἐκλεκτοὶ ταῖς σαρξὶν ἦσαν οὓς εἶδεν ὁ Φαραώ· τοῦ δὲ δικαίου ἡ ποίμνη ψυχὰς ἀκεραίους, καὶ ἀγαθὰ καὶ λογικὰ πρόβατα ἐμπεριείληφε.
Not only the sons of the former people, but also those of all who are strangers to godliness, are as young plants firmly set in their youth; whereas of the righteous man the flesh is weak, and the mind has been mortified; and of these who are of the circumcision the daughters also are adorned like courtesans as the likeness of a temple wherein an evil spirit dwells; wherefore the prophet says concerning them: Because the daughters of Sion have walked with an outstretched neck and with winkings of the eyes, and what follows; whereas the saints are the temple of God, and the Spirit of God dwells in them; and of those who lay up treasures upon the earth, and say, I will pull down my barns and build greater, the storehouses abound and overflow; whereas of these the treasure is in heaven; and of the former the sheep are prolific and multiplying, and the oxen fat, such as were those of the plenty of Egypt; for fair in appearance and choice in flesh were those which Pharaoh saw; whereas the flock of the righteous man has comprised guileless souls, and good and rational sheep.
Notes, col. 56
On the reading
Printed εὐεργητικὴ, for εὐεργετικὴ.