Θεόν· ῥυσάσθω αὐτὸν, ει θέλει αὐτόν. Εἶπε γὰρ, ὅτι Θεοῦ Υἱός εἰμι. » Ταῦτα δὴ οὖν θεσπίζων ἐπὶ τοῦ παρόντος, φησίν· « Ὅτι ἕνεκά σου ὑπήνεγκα ὀνειδισμὸν, ἐκάλυψεν ἐντροπὴ τὸ πρόσωπόν μου. » Οὐ γὰρ δι' ἁμαρτίας ἐμὰς, οὐδὲ διὰ παρανόμους πράξεις, ἀλλ', « ἕνεκά σου » καὶ τὸν προλεχθέντα « ὀνειδισμὸν ὑπέμεινα, καὶ τὸ πρόσωπόν μου ἐκάλυψεν ἐντροπή· » ἢ, κατὰ τὸν Σύμμαχον, « Ἐκάλυψεν ἀσχημόνησις τὸ πρόσωπον αὐτοῦ. » Καὶ ταῦτα πάντα ὑπέμεινα, φησὶν, ἕνεκά σου, τουτέστιν ἕνεκα τοῦ σοῦ θελήματος. Ἀλλὰ καὶ « ἀπηλλοτριωμένος ἐγενήθην τοῖς ἀδελφοῖς μου, καὶ ξένος τοῖς υἱοῖς τῆς μητρός μου. » Δύο δὲ τάγματα ἐν τούτοις παρίστησιν· ἓν μὲν τὸ τῶν ἀληθῶς ἀδελφῶν αὐτοῦ, οἷς ἐγενήθη ἀπηλλοτριωμένος· ἕτερον δὲ τὸ τῶν υἱῶν τῆς μητρὸς αὐτοῦ, οὐ μὴν ἀδελφῶν αὐτοῦ, οἷς ἐγενήθη ξένος. Καὶ μὴν ἐχρῆν υἱοὺς μητρὸς αὐτοῦ, ὄντας ἀδελφοὺς, καὶ αὐτοὺς ὁμοίως τοῖς προτέροις χρηματίζειν. Ἀλλ' οὐκ ὠνόμασε τοὺς υἱοὺς τῆς μητρὸς ἀδελφοὺς, ὡς ἑτέρους ὄντας δηλαδὴ παρὰ τὸ πρῶτον τάγμα τῶν ὀνομασθέντων ἀδελφῶν αὐτοῦ. Εἰς οὖν ἀδελφοὺς μὲν αὐτοῦ γεγεγονέναι τοὺς αὐτοῦ μαθητὰς, περὶ ὧν καὶ ἐν ἑτέρᾳ φησίν· « Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, καὶ ἐν μέσῳ Ἐκκλησίας ὑμνήσω σε. » Καὶ ἐν τῷ Εὐαγγελίῳ τῇ Μαρίᾳ φανεὶς μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν ἔλεγε· « Πορεύου πρὸς τοὺς ἀδελφούς μου, καὶ εἶπον αὐτοῖς· Ἀναβαίνω πρὸς τὸν Πατέρα μου καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν.» Τούτοις οὖν τοῖς ἀδελφοῖς αὐτοῦ ἀπηλλοτριωμένος ἐγενήθη κατὰ καιρὸν τοῦ δηλουμένου πάθους, ὅτε πάντες οἱ μαθηταὶ αὐτοῦ ἀφέντες αὐτὸν ἔφευγον, αὐτός τε ὁ κορυφαῖος τῶν ἀποστόλων Πέτρος ἠρνήσατο αὐτὸν τρίτον. Τούτοις ξένος καὶ ἀπηλλοτριωμένος ἐγενήθη· τοῖς δὲ υἱοῖς τῆς μητρὸς αὐτοῦ, οὐ μὴν καὶ ἀδελφοῖς οὖσιν αὐτοῦ, ξένος γέγονε. Μέμνηται δὲ τὸ Εὐαγγέλιον ἀδελφῶν αὐτοῦ καὶ μητρὸς, ὅτε, ἐλθὼν εἰς τὴν πατρίδα αὐτοῦ, ἐδίδασκεν ἐν τῇ συναγωγῇ, ὡς ἐκπλήσσεσθαι αὐτοὺς καὶ λέγειν· « Πόθεν τούτῳ ἡ σοφία αὕτη; Οὐχ οὗτός ἐστιν ὁ τοῦ τέκτονος υἱός; Οὐχ ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ αἱ ἀδελφαὶ αὐτοῦ πᾶσαι πρὸς ἡμᾶς εἰσι; Πόθεν τούτῳ ταῦτα πάντα; » Ἐὰν μὲν οὖν τοὺς ἐν τῷ μετὰ χεῖρας λεγομένους υἱοὺς μητρὸς αὐτοῦ τούτους εἶναι ἐκλάβοιμεν, ἀνάγκη τὴν ἁγίαν Παρθένον μητέρα φάναι γεγονέναι τῶν λοιπῶν ἀδελφῶν αὐτοῦ. Ἀλλ' ἐπιφαίνεται Ἰάκωβος ὁ χρηματίσας αὐτοῦ ἀδελφὸς οὐκ ἀπεξενωμένος αὐτοῦ γεγονὼς, οὐδὲ ἀλλότριος τῆς εἰς αὐτὸν πίστεως, εἷς δὲ τῶν σφόδρα γνησίων αὐτοῦ μαθητῶν· ὡς καὶ τὸν θρόνον ἀναδέξασθαι πρῶτον τῆς ἐν Ἱεροσολύμοις Ἐκκλησίας. Καὶ οἱ λοιποὶ δὲ αὐτοῦ ἀδελφοὶ, εἰ καὶ τὰ μάλιστα κατ' ἀρχὰς οὐκ ἐπίστευον εἰς αὐτὸν, ἀλλὰ μετὰ ταῦτα δῆλοί εἰσι πιστεύσαντες. Ἱστορεῖ δ' οὖν τὸ Εὐαγγέλιον, ὡς ἄρα ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ εἱστήκεισαν ἔξω ζητοῦντες λαλῆσαι αὐτῷ. Καὶ ἐν ταῖς Πράξεσι δὲ τῶν ἀποστόλων λέλεκται, ὡς ἄρα ἦσαν οἱ ἀπόστολοι κοινῇ πάντες προσκαρτεροῦντες τῇ προσευχῇ σὺν Μαριὰμ
God; let Him deliver him, if He wills him. For he said, I am the Son of God." Prophesying these things, then, at present, He says: "Because for Thy sake I have borne reproach, confusion has covered my face." For not on account of my sins, nor on account of lawless deeds, but "for Thy sake" both the aforesaid "reproach did I endure, and confusion covered my face;" or, according to Symmachus, "Dishonour covered his face." And all these things I endured, He says, for Thy sake, that is, for the sake of Thy will. Moreover also "I became estranged to my brothers, and a stranger to the sons of my mother." Now He sets forth two orders in these words: one, that of those who were truly His brothers, to whom He became estranged; and the other, that of the sons of His mother, yet not His brothers, to whom He became a stranger. And yet the sons of His mother, being brothers, ought themselves also in like manner as the former to bear that title. But He did not name the sons of His mother brothers, as manifestly being others beside the first order of those named His brothers. Into His brothers, then, His disciples have become, concerning whom in another place also He says: "I will declare Thy name to my brothers, and in the midst of the Church I will hymn Thee." And in the Gospel, appearing to Mary after the resurrection from the dead, He said: "Go to my brothers, and say to them: I ascend to my Father and your Father, and my God and your God." To these His brothers, therefore, He became estranged at the time of the passion set forth, when all His disciples left Him and fled, and Peter himself, the chief of the apostles, denied Him thrice. To these He became a stranger and estranged; and to the sons of His mother, yet not being His brothers also, He has become a stranger. Now the Gospel makes mention of His brothers and mother, when, having come into His own country, He taught in the synagogue, so that they were astonished and said: "Whence has this man this wisdom? Is not this the carpenter's son? Are not his mother and his brothers and his sisters all with us? Whence then has this man all these things?" If, then, we should take those called in the passage in hand the sons of His mother to be these, it is necessary to say that the holy Virgin became mother of the rest of His brothers. But James, who bore the title of His brother, appears not to have been estranged from Him, nor alien from faith in Him, but one of His very genuine disciples; so as even to receive first the throne of the Church in Jerusalem. And the rest of His brothers also, even if ever so much at the beginning they did not believe in Him, yet afterwards are manifest as having believed. Accordingly the Gospel relates that His mother and His brothers stood outside seeking to speak to Him. And in the Acts of the Apostles also it has been said that the apostles were all together in common persevering in prayer with Mary