παρὰ τῷ Πατρί. » Ὁ τοίνυν ἐξ ἐθνῶν πάλαι μὲν ὢν σὰρξ, μεταβαλὼν δὲ καὶ γενόμενος Θεοῦ ἄνθρωπος, μακαρίζει τὸν ἐξαίρετον καὶ ἤδη ἐκλεκτόν· ὡς ἂν προσληφθέντα ὑπὸ τοῦ Θεοῦ καὶ παραληφθέντα εἰς τὰς αὐλὰς τῆς ἐπουρανίου Ἱερουσαλήμ. « Πλησθησόμεθα ἐν τοῖς ἀγαθοῖς τοῦ οἴκου σου· ἅγιος ὁ ναός σου, θαυμαστὸς ἐν δικαιοσύνῃ. » Οἱ προλεχθέντες, τυχεῖν εὐχόμενοι καὶ αὐτοὶ τῶν ἐπουρανίων ἀγαθῶν, ὧν ἠξίωται ὁ προειρημένος μακάριος, φασίν· « Πλησθησόμεθα ἐν τοῖς ἀγαθοῖς τοῦ οἴκου σου. » Ἔγνωσαν γὰρ τὸν οἶκον τοῦ Θεοῦ τὸν ἐπουράνιον, οὗ ἐν ταῖς αὐλαῖς ὁ ἤδη ἐκλεκτὸς κατατέτακται. Διὸ ἱκετεύουσι καιρῷ ποτε καὶ αὐτοὶ τυχεῖν τῶν ἐπουρανίων ἀγαθῶν. Εἰ δὲ καὶ οἶκος Θεοῦ ἡ Ἐκκλησία αὐτοῦ ἐστι κατὰ τὸν Ἀπόστολον φήσαντα· « Ἵνα ἴδῃς πῶς δεῖ ἐν οἴκῳ Θεοῦ ἀναστρέφεσθαι, ἥτις ἐστὶν Ἐκκλησία Θεοῦ ζῶντος, στῦλος καὶ ἑδραίωμα τῆς ἀληθείας· » εικότως φασὶν, ὅτι Ὁ μὲν μακάριος ἤδη τῆς παρὰ σοὶ τετύχηκεν ἐκλογῆς· ἡμεῖς δὲ οἱ μηδέπω τοιοῦτοι, ἔτι δὲ περιβεβλημένοι ἀγαπῶμεν ἐντεῦθεν ἤδη τῶν ἐν τῷ οἴκῳ σου ἀγαθῶν ἀπολαύοντες, λόγων δηλαδὴ θείων καὶ τῶν τῆς σοφίας μαθημάτων τε καὶ χαρισμάτων τοῦ ἁγίου Πνεύματος, οἷς κεκόσμηται ὁ οἶκος τοῦ Θεοῦ· « ᾯ μὲν γὰρ διὰ τοῦ Πνεύματος δίδοται λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως, ἑτέρῳ δὲ πίστις ἐν τῷ αὐτῷ Πνεύματι· ἄλλῳ χαρίσματα ιαμάτων, ἑτέρῳ δὲ γένη γλωσσῶν, » καὶ ὅσα ἄλλα κατέλεξεν ὁ θεῖος Ἀπόστολος. Ἐν τούτοις οὖν ἑαυτοὺς παρασκευάζουσιν οἱ τῶν κρειττόνων ἐφιέμενοι. Εἶτ' ἐπειδὴ περὶ οἴκου Θεοῦ ἐμνημόνευσαν, ἀκολούθως ὁποῖος οὗτος τυγχάνει διδάσκουσι λέγοντες· « Ἅγιος ὁ ναός σου, θαυμαστὸς ἐν δικαιοσύνῃ. » Οὗτος γὰρ ἦν ὁ οἶκος τοῦ Θεοῦ, ὁ ἅγιος αὺτοῦ νεώς. Νεὼν δὲ ἄκουε τοῦ Θεοῦ ἅγιον οὐ τοίχων καὶ ὀρόφων οἰκοδομήματα, ἀλλὰ τὸν ἐκ ψυχῶν ἐκλεκτῶν συνεστῶτα ἤδη. Λίθοι ζῶντες οἱ ἅγιοι, καὶ οἶκος πνευματικὸς εἰς ἱεράτευμα ἅγιον τὸ σύστημα τῶν θεοσεβῶν εἶναι ὁ ἱερὸς Ἀπόστολος ἐδίδαξεν εἰπών· « Ὑμεῖς δὲ πάντες οἶκος Θεοῦ ἐστε, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν· εἴ τις τὸν ναὸν τοῦ Θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ Θεός· ὁ γὰρ ναὸς τοῦ Θεοῦ ἅγιός ἐστιν, οἵτινές ἐστε ὑμεῖς. » Τοῦτο δὲ εἰπὼν, συνῳδὰ τῷ μετὰ χεῖρας ἐδίδασκε λόγῳ φάσκοντι· « Ἅγιος ὁ ναός σου, θαυμαστὸς ἐν δικαιοσύνῃ. » Ὡς γὰρ τῶν αἰσθητῶν ναῶν θαυμάζεται πολλάκις ἡ κατασκευὴ διὰ φιλοκάλου πολυτελείας γενομένη· χρυσόροφα γοῦν καὶ διάγλυφα τεκταίνουσι, φιλοκαλοῦντες, ὕλῃ τε κιόνων καὶ μαρμάρων κατακοσμοῦσι τὰς οἰκοδομάς· τὸν αὐτὸν τρόπον ὁ τοῦ Θεοῦ νεὼς ἅγιος ὢν, καὶ τοῦτο πρῶτον κάλλιστον ἀγαθὸν κεκτημένος, τὸν ἔξωθεν περιβέβληται κόσμον, πολυποικίλῳ σοφίᾳ Θεοῦ, δικαιοσύνῃ τε καὶ ταῖς λοιπαῖς ἀρεταῖς, τοῖς τε τοῦ ἁγίου Πνεύματος χαρίσμασι πεποικιλμένος, ὡς ἔκπληξιν ἐμποιεῖν καὶ θαῦμα παρέχειν τοῖς ὁρῶσιν. Ὅθεν οἱ καταξιούμενοι τῆς ἐν αὐτῷ διατριβῆς χαίροντές φασι· « Πλησθησόμεθα ἐν τοῖς ἀγαθοῖς τοῦ οἴκου σου· ἅγιος ὁ ναός
with the Father." He, therefore, from the nations who of old indeed was flesh, and has changed and become a man of God, accounts blessed the pre-eminent and already chosen one, as having been taken to Himself by God and received into the courts of the heavenly Jerusalem. "We shall be filled with the good things of Thy house; holy is Thy temple, wonderful in righteousness." The aforesaid, praying themselves also to obtain the heavenly good things of which the aforementioned blessed man has been deemed worthy, say: "We shall be filled with the good things of Thy house." For they knew the heavenly house of God, in whose courts he who is already chosen has been ranged. Wherefore they supplicate that in due season at some time they themselves also may obtain the heavenly good things. And if His Church also is the house of God according to the Apostle who said: "That you may know how one ought to conduct oneself in the house of God, which is the Church of the living God, the pillar and bulwark of the truth;" reasonably do they say: That blessed one indeed has already obtained election with Thee; whereas we who are not yet such, and are still clothed around, are content already from this point to enjoy the good things in Thy house, namely divine words and the teachings of wisdom and gifts of grace of the Holy Spirit, wherewith the house of God has been adorned: "For to one through the Spirit is given a word of wisdom, and to another a word of knowledge, to another faith in the same Spirit; to another gifts of healings, and to another kinds of tongues," and whatsoever other things the divine Apostle enumerated. With these things, therefore, do those who desire the better things prepare themselves. Then, since they made mention concerning the house of God, suitably do they teach of what sort this is, saying: "Holy is Thy temple, wonderful in righteousness." For this was the house of God, His holy sanctuary. And understand the holy sanctuary of God to be not buildings of walls and roofs, but that already constituted out of chosen souls. Living stones are the saints, and that the body of the godly is a spiritual house unto a holy priesthood the sacred Apostle taught, saying: "And you are all the house of God, and the Spirit of God dwells in you; if anyone corrupts the temple of God, God shall corrupt this man; for the temple of God is holy, which temple you are." And in saying this, he taught in harmony with the word in hand that says: "Holy is Thy temple, wonderful in righteousness." For just as the construction of perceptible temples is often admired when wrought with beauty-loving magnificence—at all events, loving beauty, men fashion gilded roofs and carved reliefs, and adorn their buildings with material of columns and marbles—in the same manner the sanctuary of God, being holy, and possessing this first fairest good, is clothed around with outward adornment, variegated with the manifold wisdom of God, and with righteousness and the rest of the virtues, and with the gifts of grace of the Holy Spirit, so as to produce amazement and afford wonder to those who behold it. Whence those deemed worthy of dwelling in it say rejoicing: "We shall be filled with the good things of Thy house; holy is Thy temple,