Migne Reading Room

PG 23 · cols. 613–624 · Read from the page

Commentaries on the Psalms. Col

Commentaries on the Psalms. Col

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 23:613Read from the page
τῶν μὲν ἀσεβῶν τοιοῦτον ἔσεσθαι τὸ τέλος τὸ Πνεῦμα τὸ ἅγιον θεσπίζει. Περὶ δὲ τοῦ δικαίου τοῦ τὰ προλεχθέντα κατωρθωκότος ἐπιφέρει λέγον· « Ὁ δὲ βασιλεὺς εὐφρανθήσεται ἐπὶ τῷ Θεῷ· ἐπαινεθήσεται πᾶς ὁ ὀμνύων ἐν αὐτῷ· ὅτι ἐνεφράγη στόμα λαλούντων ἄδικα. » Σφόδρα παραδόξως ἐνταῦθα τὸ τοῦ βασιλέως εἰσῆκται ὄνομα· Δαυῖδ μὲν γὰρ φεύγων τὸν Σαοὺλ, καὶ τὴν ἔρημον τῆς Ἰουδαίας οἰκῶν καθ' οὓς ταῦτα ἔλεγε χρόνους, δείκνυται, οὐ μὴν ἤδη που βασιλεύων· Σαοὺλ δὲ, κρατῶν τοῦ ἔθνους, τῆς βασιλείας ἡγεῖτο. Ποῖος οὖν βασιλεὺς εὐφρανθήσεται ἐπὶ τῷ Θεῷ; Ἀλλ' ἐρεῖ τις κατὰ πρόγνωσιν τοῦ μέλλοντος αὐτὸν σημαίνεσθαι τὸν Δαυῖδ· ἤμελλε γὰρ ὅσον οὔπω τελευτήσαντος τοῦ Σαοὺλ βασιλεύειν αὐτός. Ἕτερος δέ φησι καὶ τότ' ἤδη βασιλέα εἶναι αὐτόν· ἐπειδὴ κέχριστο ὑπὸ τοῦ Σαμουὴλ εἰς βασιλέα, καὶ παρὰ τῷ Θεῷ λελόγιστο ἤδη βασιλεύς· οὐ μὴν ἀλλὰ καὶ ἐβασίλευε τοῦ συνόντος αὐτῷ πλήθους, οὗ μέμνηται ἡ ἱστορία. Ἐπεὶ τοίνυν τὸ τέλος τῶν ἐλαυνόντων αὐτὸν παρέστησεν ὁ λόγος, εἰκότως καὶ αὐτοῦ ὡς ἂν πολλὴν ἐνδειξαμένου προκοπὴν τὰ τέλη τῶν πόνων προφητεύεται. Διὸ λέγεται· « Ὁ δὲ βασιλεὺς εὐφρανθήσεται ἐπὶ τῷ Θεῷ. » Ὡς γὰρ γενναῖος τοῦ Θεοῦ ἀθλητὴς, μεγάλους ἀγῶνας διεξελθὼν, βραβείων τε καὶ θείων στεφάνων κατηξιωμένος, εὐφροσύνης ἀπολαύσει τῆς παρ' αὐτῷ τῷ ἀγωνοθέτῃ. Ὥσπερ γὰρ οἱ ἐχθροὶ αὐτοῦ τέλος οὐκ αἴσιον εἰλήφασιν, εἰς τὰ κατώτατα τῆς γῆς εἰσελθόντες, καὶ παραδοθέντες εἰς χεῖρας ῥομφαίας, μερίδες τε ἀλωπέκων γενόμενοι· ἃ δὴ καὶ ἐπληροῦτο πρὸς λέξιν κατὰ τὴν ἱστορίαν, ὁπηνίκα, φεύγων ὁ Σαοὺλ τοὺς πολεμίους, ἐκρυπτάζετο, ζητῶν τε παρὰ τοῦ Θεοῦ βοήθειαν, οὐχ εὕρισκεν· ἀλλ' οὐδὲ ἀποκρίσεως θείας ἠξιοῦτο· ὡς διὰ τοῦτ' ἐλθεῖν αὐτὸν ἐπὶ τὴν ἐγγαστρίμυθον, καὶ πολυπραγμονεῖν τὰ ἀπηγορευμένα ὑπὸ τοῦ Θεοῦ. Τότε γοῦν ἀληθῶς μερίδες ἀλωπέκων γεγόνασιν αὐτός τε καὶ οἱ σὺν αὐτῷ. Διὸ καὶ καταλειφθέντες ὑπὸ τοῦ Θεοῦ, τῇ τῶν πολεμίων ῥομφαίᾳ παρεδόθησαν πεσόντες ἐν τῷ πολέμῳ. Ὥσπερ οὖν ταῦτα μηδέπω γενόμενα κατὰ πρόγνωσιν εἴρητο μέλλοντα ἔσεσθαι τοῖς τὸν Δαυῖδ ἐλαύνουσιν· οὕτω καὶ αὐτῷ τὰ αἴσια τέλη τὸ Πνεῦμα τὸ ἅγιον ἀνεφώνει λέγον· « Ὁ δὲ βασιλεὺς εὐφρανθήσεται ἐπὶ τῷ Θεῷ. » Ἐλπίσας γὰρ ἐπὶ τὸν Θεὸν, καὶ τὴν αὐτοῦ ψυχὴν συνάψας αὐτῷ, ὡς εἰπεῖν, « Ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου, » τῆς ἀνωτάτω τεύξεται παρὰ τῷ Θεῷ εὐφροσύνης. Καὶ πᾶς δὲ ὁ ἐπὶ τούτοις ὀμνὺς ὡς ἂν εὐορκῶν ἐπαινεθήσεται· ἢ κατὰ τὸν Ἀκύλαν, « Καυχήσεται ὁ ὀμνύων ἐν αὐτῷ. » Ὁ γὰρ μὴ ἀμφιβάλλων, ἀλλὰ καὶ ὅρκον τιθέμενος περὶ τοῦ μήποτε ἐκπεσεῖσθαι τὸν βασιλέα τῆς ἐπηγγελμένης ἐλπίδος, ὡσανεὶ εὐορκῶν, ἐπαινεθήσεται. Καὶ ταῦτα ἔσται περὶ τὸν βασιλέα καὶ περὶ πάντα τὸν ὀμνύντα περὶ αὐτοῦ, « Ὅτι ἐνεφράγη τὸ στόμα λαλούντων ἄδικα. » Καθ' ἑτέραν δὲ διάνοιαν τοῦ δικαίου τελειουμένου κατὰ τὰς ἀποδοθείσας ἐν ἀρετῇ προκοπὰς, χαίρει καὶ εὐφραίνεται ὁ βασιλεὺς, ὁ τοῦ Θεοῦ Μονογενὴς Υἱὸς εὐχαριστῶν τῷ ἑαυτοῦ Πατρὶ, τῷ τὰ τηλικαῦτα χαρίσματα δεδωρημένῳ τῇ τῶν ἀνθρώπων φύσει. Τοῦτον δὲ τὸν βα⟨…⟩ιλέα ὁ γνοὺς, καὶ ὅρκιον αὐτοῦ ποιούμενος τοὔνομα,
that such will be the end of the ungodly the Holy Spirit declares. But concerning the righteous man who has achieved the aforesaid things It adds, saying: "But the king shall rejoice in God; everyone who swears by him shall be praised; because the mouth of those speaking unjust things has been stopped." Exceedingly paradoxically has the name of king been brought in here; for David, fleeing Saul and inhabiting the desert of Judaea at the times when he was saying these things, is shown not yet indeed reigning anywhere; whereas Saul, holding sway over the nation, led the kingdom. What sort of king, then, shall rejoice in God? Yet someone will say that by foreknowledge of the future David himself is signified; for very shortly, upon Saul's dying, he himself was going to reign. And another says that even then he was already king, since he had been anointed as king by Samuel, and before God had already been reckoned king; nay more, he also reigned over the multitude that was with him, of which the history makes mention. Since, therefore, the word set forth the end of those driving him away, reasonably of him also, as having displayed great advance, the ends of his labours are prophesied. Wherefore it is said: "But the king shall rejoice in God." For like a noble athlete of God, having passed through great contests, and having been deemed worthy of prizes and divine crowns, he shall enjoy the gladness that is with the Judge of the contest Himself. For just as his enemies have received an unpropitious end, having gone into the lowest parts of the earth, and having been delivered into the hands of the sword, and become portions of foxes—which very things were also fulfilled to the letter according to the history when Saul, fleeing his foes, hid himself, and seeking help from God, found it not, nay, nor even was deemed worthy of a divine answer, so that on this account he went unto the ventriloquist, and pried into the things forbidden by God. Then indeed truly did both he himself and those with him become portions of foxes. Wherefore also, forsaken by God, they were delivered over to the sword of the foes, falling in the war. Just as, therefore, these things not yet having come to pass had been spoken by foreknowledge as going to be for those driving David away, so for him also the Holy Spirit proclaimed propitious ends, saying: "But the king shall rejoice in God." For having hoped upon God, and having united his soul unto Him, so as to say, "My soul has cleaved after Thee," he shall attain to the highest gladness with God. And everyone also who swears upon these things, as swearing truly, shall be praised; or according to Aquila, "He who swears by him shall boast." For he who doubts not, nay, even lays down an oath concerning the king's never falling away from the promised hope, as though swearing truly, shall be praised. And these things shall be concerning the king and concerning everyone swearing concerning him, "Because the mouth of those speaking unjust things has been stopped." And according to another sense, when the righteous man is perfected according to the advances rendered in virtue, the King rejoices and is glad, the Only-begotten Son of God giving thanks to His own Father, Who has bestowed such great gifts of grace upon the nature of men. And he who knows this Ki[n]g, and makes His name an oath,
PG 23:616Read from the page
παντὸς γένοιτ' ἂν ἐπαίνου ἄξιος, ὡς ἂν μεμαθηκὼς, ὅτι τῇ αὐτοῦ δυνάμει καὶ ὁ δίκαιος ἐτελειώθη, καὶ πᾶν στόμα τὸ πολλὰ λαλοῦν ἄδικα ἐνεφράγη. Εἰ γὰρ καὶ τὰ μάλιστα καιρῷ τινι συνεχωρεῖτο τῷ τῶν ἀσεβῶν στόματι λαλεῖν ἄδικα καὶ καταβλασφημεῖν τοῦ δικαίου, καὶ αὐτοῦ τοῦ Θεοῦ, ὡς μηδὲν ἐπαμύνοντος τοῖς δι' αὐτὸν ἐλαυνομένοις· ἀλλ' οὐκ εἰς τέλος τοιαῦτα
would become worthy of all praise, as having learned that by His power both the righteous man was perfected, and every mouth speaking many unjust things was stopped. For even if ever so much for a certain season it was permitted to the mouth of the ungodly to speak unjust things and to blaspheme against the righteous man, and against God Himself, as though defending not at all those driven away on His account; yet not unto the end such things
ΕΙΣ ΤΟ ΤΕΛΟΣ ΨΑΛΜΟΣ Τῼ ΔΑΥΙΔ ΞΓʹ.
Unto the end, a Psalm for David, 63.
« Εἰσάκουσον, ὁ Θεὸς, προσευχῆς μου ἐν τῷ δέεσθαί με, ἀπὸ φόβου ἐχθροῦ ἐξέλου τὴν ψυχήν μου. » Καὶ ὁ παρὼν ψαλμὸς εἰς τὸ τέλος ἀναπέμπει· ἐν ᾧ τὰ βραβεῖα τῆς ἄνω κλήσεως, καὶ τοὺς τῆς δικαιοσύνης στεφάνους οἱ τὸν ἀγῶνα τὸν καλὸν διηγωνισμένοι παρὰ τοῦ μεγάλου λήψονται ἀγωνοθέτου. Διὸ τὰ μὲν πρῶτα τοῦ ψαλμοῦ ἐχθροὺς εἰσάγει καὶ πονηρευομένους ἐπανισταμένους τῷ δικαίῳ· ἐν δὲ τῷ τέλει τοῦ παντὸς λόγου χρηστὰς ἐλπίδας ἐπισφραγίζεται λέγων· « Εὐφρανθήσεται δίκαιος ἐν τῷ Κυρίῳ, καὶ ἐλπιεῖ ἐπ' αὐτόν· καὶ ἐπαινεθήσονται πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ. » Τοιαῦτα τὰ τέλη τῶν ὑπὲρ εὐσεβείας ἠγωνισμένων εἶναι διδάσκει. Ὁ γέ τοι τῆς θεοσεβείας ἀθλητὴς, μυρίους ἔχων ἐχθροὺς καὶ πολεμίους τῆς αὐτοῦ ψυχῆς, οὐχ ὁρατοὺς μόνον, ἀλλὰ καὶ ἀφανεῖς, μόνῳ προσφεύγει τῷ Θεῷ καὶ τὴν παρ' αὐτοῦ βοήθειαν αἰτεῖ, μονονουχὶ λέγων· « Εἰ ὁ Θεὸς ὑπὲρ ἡμῶν, τίς καθ' ἡμῶν; » Διὸ ταῖς εὐχαῖς σχολάζει τὸν Θεὸν ἀνακαλούμενος καὶ λέγων· « Εἰσάκουσον, ὁ Θεὸς, προσευχῆς μου ἐν τῷ δέεσθαί με. » Ὁ δὲ μὴ τοιοῦτος, παρακούων δὲ τῶν τοῦ Θεοῦ παραγγελμάτων, οὐκ ἂν δύναιτο χρῆσθαι τῇ τοσαύτῃ παῤῥησίᾳ· ᾧ γὰρ μέτρῳ μετροῦμεν ἀντιμετρεῖται ἡμῖν. Διόπερ ἐν Παροιμίαις ἡ τοῦ Θεοῦ σοφία πρὸς τοὺς ἀπειθεῖς ἀποτείνεται λέγουσα· « Ἀνθ' ὧν ἐκάλουν, καὶ οὐχ ὑπηκούσατε, καὶ ἐξέτεινον λόγους, καὶ οὐ προσείχετε· ἀλλ' ἀκύρους ἐποιεῖτε τὰς ἐμὰς βουλὰς, ταῖς δὲ ἐμαῖς ἐντολαῖς οὐ προσείχετε. Τοιγαροῦν κἀγὼ τῇ ὑμετέρᾳ ἀπωλείᾳ ἐπιγελάσομαι. » Ἔσται γὰρ ὅτε ἐπικαλέσεσθέ με, ἐγὼ δὲ οὐκ εἰσακούσομαι. Εἰ τοίνυν εἰσακούεσθαι βουλόμεθα ἐν οἷς δεόμεθα τοῦ Θεοῦ, καὶ αὐτοὶ τοῦτο πράττωμεν τοῖς τοῦ Θεοῦ παραγγέλμασι καταπειθεῖς γιγνόμενοι. Τότε γὰρ σὺν πολλῇ παῤῥησίᾳ καὶ αὐτοὶ φάναι δυνησόμεθα τῷ Θεῷ· « Εἰσάκουσον, ὁ Θεὸς, τῆς προσευχῆς μου ἐν τῷ δέεσθαί με. » Τί δὲ ἐδεῖτο ὁ μακάριος Δαυῖδ; (αὐτοῦ γάρ εἰσιν οἱ λόγοι, ὡς οἶμαι, κατὰ τοὺς χρόνους εἰρημένοι, καθ' οὓς τὸν Σαοὺλ ἔφευγε καὶ τοὺς σὺν αὐτῷ·) τὴν ψυχὴν αὐτοῦ ῥυσθῆναι ἀπὸ φόβου ἐχθροῦ, οὐκ ἐχθροὺς μὴ ἔχειν, οὐδὲ τὰς ἐκείνων ἀποκρουσθῆναι προαιρέσεις· τὴν δὲ αὐτοῦ ψυχὴν ἄτρομον καὶ ἀπτόητον, καὶ ἄφοβον διατηρεῖσθαι, ὅπως, ἐν ἕξει γενόμενος ἀταραξίας, λέγῃ καὶ αὐτὸς ὁμοίως Παύλῳ· « Ἐν παντὶ θλιβόμενοι, ἀλλ' οὐ στενοχωρούμενοι· διωκόμενοι, ἀλλ' οὐκ ἐγκαταλειπόμενοι· καταβαλλόμενοι, ἀλλ' οὐκ ἀπολλύμενοι. » Λέγων δὲ ταῦτα πρὸς τὸν Θεὸν ὁ Δαυῖδ, οὐκ ἠμνημόνει τῶν ἤδη πρότερον εἰς αὐτὸν γε-
"Hear, O God, my prayer when I make supplication; from fear of the enemy deliver my soul." The present psalm also refers unto the end, in which those who have fought out the good contest will receive from the great Judge of the contest the prizes of the calling above and the crowns of righteousness. Wherefore the first parts indeed of the psalm bring in enemies and evildoers rising up against the righteous man; while at the end of the whole discourse he sets his seal upon good hopes, saying: "The righteous man shall rejoice in the Lord, and shall hope upon Him; and all the upright in heart shall be praised." Such he teaches to be the ends of those who have contended on behalf of piety. At all events, the athlete of godliness, having ten thousand enemies and foes of his soul, not visible ones alone, but invisible also, flees for refuge to God alone and asks for the help that comes from Him, all but saying: "If God be for us, who is against us?" Wherefore he devotes his leisure to prayers, calling upon God and saying: "Hear, O God, my prayer when I make supplication." Whereas he who is not such, and disobeys the commandments of God, could not use so great boldness of speech; for with what measure we mete it is measured back to us. Wherefore in Proverbs the Wisdom of God addresses the disobedient, saying: "Because I called, and you obeyed not, and I stretched out words, and you gave no heed; but made void My counsels, and to My commandments gave no heed: therefore I also will laugh at your destruction." For there shall be a time when you will call upon Me, and I will not hear. If, therefore, we wish to be heard in the things wherein we make supplication to God, let us ourselves also do this, becoming obedient to the commandments of God. For then with great boldness of speech we ourselves also shall be able to say to God: "Hear, O God, my prayer when I make supplication." Now what did the blessed David ask in supplication (for the words are his, as I think, spoken at the times when he was fleeing Saul and those with him)? That his soul be rescued from fear of the enemy—not that he should have no enemies, nor that their designs should be beaten back, but that his soul should be preserved untrembling and undismayed and fearless, so that, having come to be in a habit of tranquillity, he himself also might say in like manner with Paul: "In everything afflicted, yet not straitened; pursued, yet not forsaken; cast down, yet not destroyed." And in saying these things unto God, David was not unmindful of the be-
PG 23:617Read from the page
νομένων ευεργεσιῶν. Διὸ εὐχαριστῶν ἐπὶ τοῖς παρῳχηκόσιν, ἐπιλέγει· « Ἐσκέπασάς με ἀπὸ συστροφῆς πονηρευομένων, ἀπὸ πλήθους ἐργαζομένων ἀδικίαν. » Ἤδη γὰρ πεῖραν εἰληφὼς τῶν φθασάντων εἰς ἐμὲ, οὔποτε λήθην αὐτῶν ποιήσασθαι δύναμαι· φέρων δὲ αὐτὰ διὰ παντὸς ἐν μνήμῃ, εὐχάριστος εἰσαεὶ τυγχάνω. Ὅμως δὲ καὶ νῦν τῆς αὐτῆς ἀξιῶ παρὰ σοῦ βοηθείας τυχεῖν. Κατὰ δὲ τοὺς λοιποὺς ἑρμηνευτὰς, μία καὶ ἡ αὐτὴ πεφύλακται τοῦ λόγου ἔγκλησις, καὶ μία διάνοια τῶν εἰρημένων· διὸ λέλεκται κατὰ τὸν Σύμμαχον· « Εἰσάκουσον, ὁ Θεὸς, τῆς φωνῆς μου προσλαλοῦντος, ἀπὸ ἐκπλήξεως ἐχθροῦ περιφράξεις τὴν ζωήν μου· κρύψεις με ἀπὸ συσκέψεων κακούργων, ἀπὸ κυκήσεως ἐργαζομένων ἀδικίαν. » Οὐ γὰρ ὡς περὶ παρῳχηκότων, ἀλλ' ὡς περὶ μελλόντων τὰ ὅλα εἴρηται, καὶ κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς ὁμοίως.
nefits that had already previously been wrought towards him. Wherefore, giving thanks over things past, he adds: "Thou hast sheltered me from the conspiracy of evildoers, from the multitude of workers of iniquity." For having already received experience of the things that reached unto me before, never am I able to forget them; but bearing them continually in memory, I am ever thankful. Nevertheless even now I ask to obtain the same help from Thee. Now according to the rest of the translators, one and the same mood of the verb has been kept, and one sense of the things spoken; wherefore it has been said according to Symmachus: "Hear, O God, my voice as I speak unto Thee; from terror of the enemy Thou shalt fence round my life; Thou shalt hide me from plots of malefactors, from tumult of workers of iniquity." For not as concerning things past, but as concerning things to come has the whole been spoken, and in like manner according to the rest of the translators.
« Οἵτινες ἠκόνησαν ὡς ῥομφαίας τὰς γλώσσας αὐτῶν, ἐνέτειναν τόξον πρᾶγμα πικρὸν, τοῦ κατατοξεῦσαι ἐν ἀποκρύφοις ἄμωμον. Ἐξάπινα κατατοξεύσουσιν αὐτὸν, καὶ οὐ φοβηθήσονται. » Εἰ καὶ προῆγε τοῖς χρόνοις εἰς τὴν σωτήριον ἐπιδημίαν ὁ Δαυῖδ, ἀλλ' οὐκ ἠγνόει τὰ εὐαγγελικὰ μαθήματα θείῳ Πνεύματι μεμαθητευμένος· ᾔδει δὲ εὖ μάλα τὸ σωτήριον λόγιον τὸ φῆσαν· « Μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι· » διὸ οὐκ ἠγωνία στρατιωτικῆς παρατάξεως πληθὺν, οὐδὲ τοὺς παντευχίαις καὶ δόρασι παραταττομένους· ἀλλὰ τούτων μὲν κατεφρόνει, ὡς ἂν τὸν τοσοῦτον Γολιὰδ ἀκμητὶ καὶ ἀνιδρωτὶ καταβαλών· ἐκείνους δὲ ἠγωνία οὓς ἠνίττετο διὰ τῶν προκειμένων λέγων· « Οἵτινες ἠκόνησαν ὡς ῥομφαίαν τὰς γλώσσας αὐτῶν, ἐνέτειναν τόξον πρᾶγμα πικρόν. » Ὁρᾷς ὁποίαν διαγράφει πανοπλίαν ἐχθρῶν; Καὶ ἐν τοῖς ἔμπροσθεν δὲ ἐλέγετο· « Υἱοὶ ἀνθρώπων, οἱ ὀδόντες αὐτῶν ὅπλον καὶ βέλη, καὶ ἡ γλῶσσα αὐτῶν μάχαιρα ὀξεῖα. » Ταῦτα δὲ ἀναγέγραπται εἰρηκὼς, « ὁπότε ἀπεδίδρασκεν ἀπὸ προσώπου Σαοὺλ εἰς τὸ σπήλαιον : » Ἀπὸ τῶν ὁμοίων τοιγαροῦν λόγων φαίνεται ὁ αὐτὸς ὢν χρόνος, καθ' ὃν καὶ τὰ μετὰ χεῖρας περὶ αὐτῶν ἐκείνων καὶ τῶν ἐκείνοις παραπλησίων λέλεκτο. Ἀλλὰ καὶ « ὅτε ἀπέστειλε Σαοὺλ, καὶ ἐφύλαξε τὸν οἶκον αὐτοῦ τοῦ θανατῶσαι αὐτὸν, » περὶ τῶν αὐτῶν πάλιν τὰς ὁμοίας ἠφίει φωνὰς λέγων· « Ἰδοὺ ἀποφθέγξονται ἐν τῷ στόματι αὐτῶν, καὶ ῥομφαία ἐν τοῖς στόμασιν αὐτῶν. » Ἀλλ' ἐν ἐκείνοις μὲν ταῦτ' ἐλέγετο· ἐν δὲ τοῖς μετὰ χεῖρας τοὺς ἐχθροὺς αὐτοῦ, ὧν ἀπὸ φόβου ῥυσθῆναι ηὔχετο, ἠκονηκέναι φησὶ τὰς γλώσσας αὐτῶν δίκην ῥομφαίας· ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς, « ὡς μάχαιραν· » ἀλλὰ καὶ ἐνέτειναν τὸ τόξον αὐτῶν, κατὰ μὲν τοὺς Ἑβδομήκοντα ἑρμηνευτὰς, « ἐν πράγματι πικρῷ· » διὰ γὰρ πικροῦ πράγματος κατατοξεύειν ἐπειρῶντο τὸν δίκαιον· κατὰ δὲ τὸν Σύμμαχον, « Ἐπλήρωσαν, φησὶ, τὸ τόξον αὐτῶν λόγῳ πικρῷ. » Ἦσαν γὰρ ἀληθῶς πικροὶ, οὐδὲν γλυκὺ περιέχοντες, οἱ τὸν Δαυῖδ διαβάλλοντες πρὸς τὸν Σαούλ· οἷος ἦν ὁ Δωὴκ, καὶ οἱ Ζιφαῖοι, καὶ οἱ
"Who sharpened their tongues like swords, bent a bow, a bitter thing, to shoot in secret at the blameless man. Suddenly shall they shoot at him, and shall not fear." Even if David preceded in times unto the saving sojourn, yet he was not ignorant of the evangelical teachings, having been instructed as a disciple by the divine Spirit; and he knew full well the saving oracle that said: "Fear not those who kill the body, and are not able to kill the soul;" wherefore he was not anxious over the multitude of a military array, nor those drawn up in full armour and spears; rather, these indeed he despised, as having cast down the so great Goliath untiringly and without sweat; whereas he was anxious over those at whom he hinted through the words set before us, saying: "Who sharpened their tongues like a sword, bent a bow, a bitter thing." Do you see what sort of panoply of enemies he delineates? And in the foregoing psalms too it was said: "Sons of men, their teeth are weapon and arrows, and their tongue a sharp dagger." And he has been recorded as having spoken these things "when he was running away from the face of Saul into the cave:" From the like words, therefore, it appears to be the same time at which the words in hand also had been spoken concerning those very men and those like them. Nay more, "when Saul sent, and watched his house in order to put him to death," concerning the same men again he uttered the like cries, saying: "Behold, they will utter aloud with their mouth, and a sword is in their lips." Yet in those psalms indeed these things were said; while in the words in hand he says that his enemies, from fear of whom he prayed to be rescued, have sharpened their tongues after the manner of a sword—or according to the rest of the translators, "like a dagger;" nay, they also bent their bow, according indeed to the Seventy translators, "in a bitter matter"—for through a bitter matter they were attempting to shoot down the righteous man; while according to Symmachus, "They filled, says he, their bow with a bitter word." For truly bitter were they, containing nothing sweet, who slandered David unto Saul; such as was Doeg, and the Ziphites, and those
Notes, col. 617

On the reading

Printed ευεργεσιῶν, for εὐεργεσιῶν.

PG 23:620Read from the page
τούτοις παραπλήσιοι. Ἀλλὰ καὶ πᾶς ἄθεος λόγος πικρὸς ἂν εἴη, ὥσπερ ὁ θεῖος, χρηστὸς καὶ γλυκύς. Διὸ εἴρηται· « Γεύσασθε, καὶ ἴδετε, ὅτι χρηστὸς ὁ Κύριος. » Δεινὰ δὲ τόξα καὶ μάχαιραι ὡς ἀληθῶς ὀξεῖαι αἱ τῶν ἀθέων ἑτεροδόξων, τῶν τὰς ἀκεραίους ψυχὰς κατατοξευόντων, καὶ ταῖς ἑαυτῶν ῥομφαίαις κατασφαττόντων αὐτάς. Καὶ οἱ σοφοὶ δὲ τοῦ αἰῶνος τούτου, τὸν ἀπατηλὸν καὶ σεσοφισμένον λόγον προβαλλόμενοι, πολλὰς ἀνεῖλον ψυχάς. Εὐχῆς οὖν ἡμῖν δεῖ συντεταμένης, πρὸς τὸ ῥυσθῆναι τούτων ἁπάντων. Μάλιστα δὲ οἱ προλεχθέντες τὸν ἁπλοῦν καὶ ἀφελῆ κατατοξεύειν πειρῶνται· διὸ λέλεκται· « Ἐνέτειναν τόξον, πρᾶγμα πικρὸν, τοῦ κατατοξεῦσαι ἐν ἀποκρύφοις ἄμωμον. » Καὶ τὸν ἀναίτιον δὲ ἄμωμον καλεῖ, τὴν κατὰ τῶν μηδὲν ἠδικηκότων ὑπογράφων συκοφαντίαν. Ἀντὶ δὲ τοῦ, « ἄμωμον, ἁπλοῦν, » ἡρμήνευσεν ὁ Ἀκύλας. Τὸν γὰρ ἁπλοῦν καὶ ἀπειρόκακον μάλιστα κατατοξεύειν οἱ τοιοῦτοι πειρῶνται· διὸ ἐπιλέγει· « Ἐξάπινα κατατοξεύσουσιν αὐτὸν, καὶ οὐ φοβηθήσονται. » Καιροφυλακοῦντες γὰρ οὗτοι, ἀθρόως καὶ ἀπροσδοκήτως ἐπέρχονται τῷ ἀμώμῳ, ἢ τῷ ἁπλῷ καὶ ἀκεραίῳ. Διὸ γράφων που ὁ Ἀπόστολος πρὸς τοὺς τοιούτους φησί· « Φοβοῦμαι μή πως, ὡς ὁ ὄφις ἐξηπάτησεν Εὔαν, φθαρῇ τὰ νοήματα ὑμῶν ἀπὸ τῆς ἁπλότητος τῆς ἐν Χριστῷ. » Τὸν γὰρ πεφραγμένον τὴν ψυχὴν οὐκ ἄν ποτε δύναιντο καταβαλεῖν οἱ προλεχθέντες, « οἵτινες ἠκόνησαν ὡς ῥομφαίαν τὰς γλώσσας αὐτῶν, καὶ ἐνέτειναν τόξον, πρᾶγμα πικρὸν, τοῦ κατατοξεῦσαι ἐν ἀποκρύφοις ἄμωμον· » ἢ, « τοῦ κατατοξεῦσαι ἐν ἀποκρύφοις ἁπλοῦν. Ἐξάπινα κατατοξεύσουσιν αὐτὸν, καὶ οὐ φοβηθήσονται. » Καὶ ὅρα τίνα τρόπον κατατοξεύσουσιν αὐτόν φησιν, ἀλλ' οὐκ ἐμὲ τὸν ταῦτα λέγοντα· τὸν δὲ ἁπλοῦν, τουτέστι τὸν ἀφελῆ καὶ ἀκέραιον, καὶ ἔτι μικρὸν, ὡς ἂν εἴποι τις, ἐξ ἐκείνων ὄντα περὶ ὧν ὁ Σωτὴρ ἐδίδασκε λέγων· « Μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τῶν ἐν τῇ Ἐκκλησίᾳ μου· » καὶ, « Ὅστις ἐὰν σκανδαλίσῃ ἕνα τῶν μικρῶν, συμφέρει αὐτῷ βληθῆναι εις τὴν θάλασσαν. » Σκανδαλιζόμενον γὰρ κἀκεῖ ὁ Σωτὴρ οὐ μέγαν εἰσάγει, ἀλλὰ τὸν ἐν τῇ Ἐκκλησίᾳ μικρὸν, ὥσπερ ἐνταῦθα τὸν ἁπλοῦν. Οἱ τοίνυν ἐχθροὶ οὐδὲ τολμῶσι προσιέναι τοῖς μεγάλοις, οὐδὲ τοῖς παρὰ Θεῷ σοφοῖς· τοὺς δὲ ἁπλοῦς καὶ ἀκεραίους μάλιστα θηρεύουσι. Διόπερ ὁ Δαυῖδ, μνημονεύσας τῶν ἐχθρῶν, καὶ περὶ τίνας μάλιστα εἰλεῖσθαι εἰώθασιν οὗτοι παρέστησεν.
like unto these. Nay more, every godless word would be bitter, just as the divine word is good and sweet. Wherefore it has been said: "Taste and see that the Lord is good." And terrible bows and daggers truly sharp are those of the godless heterodox, who shoot down innocent souls and slaughter them with their own swords. And the wise men of this age also, putting forward their deceitful and sophistical word, slew many souls. We have need, therefore, of earnest prayer, towards being rescued from all these. Above all do the aforesaid attempt to shoot down the simple and guileless man; wherefore it has been said: "They bent a bow, a bitter thing, to shoot in secret at the blameless man." And him who is without fault he calls blameless, sketching out the false accusation made against those who have done no wrong. And instead of "blameless," Aquila rendered "simple." For such men attempt above all to shoot down the simple man and inexperienced in evil; wherefore he adds: "Suddenly shall they shoot at him, and shall not fear." For watching their opportunity, these men suddenly and unexpectedly attack the blameless man, or the simple and innocent man. Wherefore the Apostle, writing somewhere unto such men, says: "I fear lest by any means, as the serpent deceived Eve, your minds should be corrupted from the simplicity that is in Christ." For him who is fenced in soul the aforesaid could never cast down, "who sharpened their tongues like a sword, and bent a bow, a bitter thing, to shoot in secret at the blameless man;" or, "to shoot in secret at the simple man. Suddenly shall they shoot at him, and shall not fear." And see in what manner he says they shall shoot at him, and not at me who speak these things; namely, at the simple man, that is, the guileless and innocent man, and still a little one, as someone might say, being of those concerning whom the Saviour taught, saying: "Despise not one of the little ones that are in My Church;" and, "Whosoever shall cause one of the little ones to stumble, it is profitable for him that he be cast into the sea." For there too the Saviour brings in as made to stumble not a great one, but the little one in the Church, just as here the simple man. The enemies, therefore, do not even dare to approach the great, nor those wise before God; rather, they hunt above all the simple and innocent. Wherefore David, having made mention of the enemies, set forth also around whom above all these men are accustomed to gather.
« Ἐκραταίωσαν ἑαυτοῖς λόγον πονηρόν· διηγήσαντο τοῦ κρύψαι παγίδας. » Τροπικῶς διὰ τῶν ἔμπροσθεν τοὺς τῆς ψυχῆς ἐχθροὺς τὴν ῥομφαίαν αὐτῶν ἀκονῆσαι καὶ τὰ τόξα ἐντεῖναι προειπὼν, σαφέστερον διὰ τῶν προκειμένων τίς ἦν ἡ ῥομφαία, καὶ τί τὸ τόξον παρίστησιν εἰπών· « Ἐκραταίωσαν ἑαυτοῖς λόγον πονηρόν. » Οὐ γὰρ παρὰ τοῦ Θεοῦ λαβόντες λόγον, ἀλλ' ἑαυτοῖς πλασάμενοι καὶ συνθέντες, τοῦτον ἐκράτυναν. Τοιοῦτοι δέ εἰσιν οἱ συκοφάνται, καὶ οἱ κρατύνειν καὶ βεβαιοῦν πειρώμενοι ἃς ἑαυτοῖς ἀνεζωγράφησαν καὶ ἀνεπλάσαντο ψευδοδοξίας. Εἶτα δὲ τὸν πονηρὸν λόγον ὃν ἑαυτοῖς ἐκράτυναν ὁρῶντες
"They strengthened for themselves an evil word; they told of hiding snares." Having previously spoken figuratively through the foregoing words of how the enemies of the soul sharpened their sword and bent their bows, he sets forth more clearly through the words before us what the sword was, and what the bow, saying: "They strengthened for themselves an evil word." For not having received a word from God, but having fashioned and put it together for themselves, they made this strong. Now of such a sort are false accusers, and those who attempt to strengthen and confirm the false opinions which they have painted up and moulded for themselves. And then seeing the evil word which they made strong for themselves
Notes, col. 620

On the reading

Printed εις, for εἰς.

PG 23:621Read from the page
σχρὸν, οὐ γυμνὸν αὐτὸν προβάλλονται, ἀλλὰ περιβάλλουσιν ἔξωθεν παγίσι, κρύπτοντες διά τινων σοφισμάτων καὶ παραλογισμῶν τὴν κατὰ τῶν ἐπιβουλευομένων συσκευήν· οὕτω γὰρ ἄληπτοι καὶ ἀθήρατοι ἔσεσθαι ὑπολαμβάνουσι. Διὸ « εἶπαν » ἐν ἑαυτοῖς· « Τίς ὄψεται αὐτούς; » καὶ, « ἐξερεύνησαν ἀνομίας. » Οὐδὲν γὰρ ὠφέλιμον ἀπὸ τοῦ θείου νόμου ζητήσαντες εὗρον· ἀλλ' ἀνομίας ἑαυτοῖς ἐπενόησαν. Κατὰ δὲ τὸν Σύμμαχον, « ἐξερεύνησαν ἀνομίας σύμπαντες· » καὶ ἐπὶ τούτοις πολλὰ ζητήσαντες καὶ μυρία παρ' ἑαυτοῖς ἐπινοήσαντες, μηδὲν δὲ ἀληθὲς ἐπὶ τέλει εὑρόντες, ἐξέλιπον, πλέον οὐδὲν ἀπὸ τῆς πολλῆς ἐρεύνης κτησάμενοι. Διὸ λέλεκται· « Ἐξέλιπον ἐξερευνῶντες ἐξερευνήσεις. » Τοσούτους τινὰς διέγραψεν ὁ Δαυῖδ τοὺς ἐχθροὺς καὶ πολεμίους, ἐξ ὧν τὴν ἑαυτοῦ ψυχὴν ῥυσθῆναι ηὔχετο, ἐξερευνητικους τινας, καὶ ζητητικοὺς ἀνομίας. Οἱ γὰρ τοιοῦτοι ψυχῆς ἀληθῶς ἂν εἶεν φονευταί· διὸ δὴ μάλιστα Θεὸν βοηθὸν ἐπὶ τῶν τοιούτων ἀνεκαλεῖτο, τοὺς αισθητοὺς πολεμίους καὶ τοὺς τοῖς σώμασι παραταττομένους ἐπ' οὐδενὶ λόγῳ τιθέμενος.
to be shameful, they do not put it forward naked, but wrap it round from without with snares, hiding through certain sophisms and fallacies their plot against those plotted against; for thus they suppose they will be ungraspable and impossible to catch. Wherefore "they said" in themselves: "Who shall see them?" and, "they searched out iniquities." For having sought from the divine law, they found nothing profitable; rather, they devised iniquities for themselves. And according to Symmachus, "they searched out iniquities all together;" and upon these things having sought much and devised ten thousand things with themselves, and having found nothing true at the end, they failed, having gained nothing more from their much searching. Wherefore it has been said: "They failed searching out searchings." Of so great a sort did David delineate the enemies and foes from whom he prayed that his own soul be rescued—certain searchers out and seekers of iniquity. For such men would truly be murderers of the soul; wherefore indeed above all against such men he called upon God as helper, holding of no account perceptible foes and those drawn up in battle with bodies.
« Προσελεύσεται ἄνθρωπος ἐν καρδίᾳ βαθείᾳ, καὶ ὑψωθήσεται ὁ Θεός. Βέλος νηπίων, » καὶ τὰ ἑξῆς. Οἱ μὲν τῆς ψυχῆς πολέμιοι, λόγοις πονηροῖς ἑαυτοὺς περιφράξαντες, καὶ τὰς ἑαυτῶν ἐγκρύψαντες παγίδας, ἀνομίας τε ἐξερευνῶντες, καὶ διὰ τούτων τὰς ἑαυτῶν ῥομφαίας ἀκονήσαντες, καὶ ταῖς ἑαυτῶν γλώσσαις ἐντείναντες τόξα, τὸν ἄμωμον, ἢ τὸν ἁπλοῦν καὶ ἀκέραιον περιῄεσαν ζητοῦντες, ὅπως ἀνέλωσιν αὐτοῦ τὴν ψυχήν· ἀλλ' ἐκεῖνον μὲν ὁ Θεὸς ῥύσεται. Τῶν γὰρ μικρῶν ἐν τῇ Ἐκκλησίᾳ οἱ ἄγγελοι διὰ παντὸς ὁρῶσι τὸ πρόσωπον τοῦ ἐν οὐρανοῖς Πατρός. Προσελεύσεται δέ τις αὐτοῖς ἄνθρωπος, ἀληθῶς ἀνὴρ τέλειος καὶ φορῶν τὸν κατ' εἰκόνα Θεοῦ πεποιημένον, ὃς, ἐν καρδίᾳ βαθείᾳ πεφραγμένος, ἀκατάπληκτος αὐτοῖς παρατάξεται, πάντας τε αὐτοὺς καταλύσει, ὡς ὑψωθῆναι καὶ δοξασθῆναι δι' αὐτοῦ τὸν Θεὸν, καὶ πάντων ἐκείνων τὰ βέλη ἐλεγχθῆναι ἄτονα καὶ ἀσθενῆ, ὡς νηπίων λογισθῆναι βέλη τὰς πληγὰς αὐτῶν, καὶ τὰς γλώσσας αὐτῶν ἐπ' αὐτοὺς ἐξασθενῆσαι. Τοιοῦτος γάρ ἐστιν ὁ τοῦ Θεοῦ ἄνθρωπος, ὁ παραταττόμενος τοῖς προλεχθεῖσιν ἐν καρδίᾳ βαθείᾳ· ὡς δέχεσθαι μὲν αὐτὸν τὰς πληγὰς καὶ τὰ διὰ σοφισμάτων βέλη, γελᾷν δὲ αὐτὰ καὶ τὸ μηδὲν ἡγεῖσθαι, ὡς ὑπὸ νηπίων ἀτόνων κατ' αὐτοῦ πεμπόμενα. Εἶτα καὶ ἐπιλυόμενος αὐτῶν τὰ σοφίσματα, τὰς γλώσσας αὐτῶν καὶ τοὺς λόγους ἐξασθενοῦντας ἐλέγξει. Βαθεῖα δὲ καρδία ἡ μὴ ἐξ ἐπιπολῆς ἔχουσα τὰ μαθήματα, μηδὲ ἐν τῷ προφορικῷ λόγῳ σεμνυνομένη, ἀλλ' ἔνδον ἐν αὐτῇ τοὺς τῆς πίστεως θεμελίους ἐῤῥιζωμένους. Ἀκολούθως τοίνυν λογικούς τινας πολεμίους τὴν γλῶτταν ἀκονήσαντας, καὶ τόξα τοῖς χείλεσιν ἐντείνοντας ὑποστησάμενος, ἀντιτάττει αὐτοῖς ἄνθρωπον Θεοῦ καρδίαν βαθεῖαν κεκτημένον· καὶ τὸν μὲν Θεὸν διὰ τούτου δοξαζόμενον, ἐκείνους δὲ ἡττωμένους καὶ ἀσχημονοῦντας.
"A man shall draw near with a deep heart, and God shall be exalted. An arrow of infants," and what follows. The foes of the soul indeed, having fenced themselves round with evil words, and having hidden away their snares, and searching out iniquities, and having through these sharpened their swords, and with their tongues bent bows, went about seeking the blameless man, or the simple and innocent man, that they might slay his soul; yet him indeed God will rescue. For the angels of the little ones in the Church continually behold the face of the Father Who is in heaven. And a certain man shall draw near unto them, truly a perfect man and wearing him who was made according to the image of God, who, fenced in a deep heart, shall array himself undismayed against them, and shall overthrow them all, so that through him God is exalted and glorified, and the arrows of all those men are proved slack and weak, so that their blows are reckoned arrows of infants, and their tongues grow weak against themselves. For of such a sort is the man of God who arrays himself in a deep heart against the aforesaid; so that he receives indeed the blows and the arrows made through sophisms, yet laughs at them and counts them as nothing, as being sent against him by slack infants. And then, untying their sophisms also, he will prove their tongues and their words growing weak. Now a deep heart is that which holds teachings not superficially, nor plumes itself upon uttered speech, but has the foundations of the faith rooted within in itself. Suitably, therefore, having set before us certain rational foes who have sharpened their tongue and bent bows with their lips, he ranges against them a man of God possessing a deep heart; and sets forth God indeed glorified through this man, while those men are defeated and put to shame.
« Ἐταράχθησαν πάντες οἱ θεωροῦντες αὐτοὺς, καὶ ἐφοβήθη πᾶς ἄνθρωπος. » Ἀκόλουθον ἦν, τῶν δοκήσει σοφῶν ἀνατραπέντων καὶ τῶν τῆς ψυχῆς πολε-
"All who beheld them were troubled, and every man feared." It followed suitably, when those wise in seeming had been overturned and the fo-
Notes, col. 621

On the reading

Printed ἐξερευνητικους, for ἐξερευνητικούς.

Printed αισθητοὺς, for αἰσθητοὺς.

PG 23:624Read from the page
μίων ἀπελεγχθέντων ὑπὸ τοῦ ἀνθρώπου τοῦ Θεοῦ, τοὺς μὴ οὕτω δεινοὺς ἐν σοφίᾳ τοῦ αἰῶνος τούτου ταράττεσθαι. Τῆς γὰρ μερίδος ὄντες τῶν ἡττωμένων, ἄθεοι καὶ αὐτοὶ καὶ δυσσεβεῖς· πλὴν ὡς ἐν κακίᾳ τῆς ἐκείνων δεινότητος ἐλάττους, ὁρῶντες νενικημένους τοὺς ἑαυτῶν βελτίους, ταράττονται. Διὸ λέλεκται· « Ἐταράχθησαν πάντες οἱ θεωροῦντες αὐτούς. » Ὅ γε μὴν τοῦ Θεοῦ ἄνθρωπος καὶ πάντες οἱ τούτῳ φίλοι, διὰ τοῦ ἑνὸς τὰ κατ' ἐχθρῶν βραβεῖα ἀράμενοι, μειζόνως τὸν Θεὸν ἐφοβήθησαν, « καὶ ἀνήγγειλαν τὰ ἔργα τοῦ Θεοῦ, » καὶ τὰ δικαιώματα αὐτοῦ συνῆκαν. Εἰ γὰρ καὶ τὰ μάλιστα ἄνθρωπος ἐδόκει, καὶ καρδίᾳ βαθείᾳ τὴν τῶν πολεμίων ἀνατροπὴν πεποιῆσθαι, ἀλλὰ τοῖς συνετοῖς ἐγνωρίζετο, αὐτὸς ὢν ὁ Θεὸς ὁ τῆς νίκης αἴτιος. Διὸ τὰ ἔργα τοῦ Θεοῦ ἀπήγγελλον, ὑμνοῦντες αὐτοῦ τὰ δι' ἀνθρώπων κατορθώματα. Οὗτοι μὲν οὖν, ὥσπερ θεαταὶ, τὸν Θεὸν δοξάζοντες ἐπὶ τῇ νίκῃ τοῦ νενικηκότος διετέλουν. Αὐτὸς δὲ ὁ νικητὴς « εὐφρανθήσεται ἐπὶ τῷ Κυρίῳ, καὶ ἐλπιεῖ ἐπ' αὐτόν. » Οὐ γὰρ ἐφ' ἑαυτῷ μέγα φρονήσει, οὐδ' ἐπὶ τῇ νίκῃ ἐπαρθήσεται· χαρᾶς δὲ θείας καὶ εὐφροσύνης πληρωθήσεται, ὡς ὑπουργὸς καὶ διάκονος τοῦ νικοποιοῦ Θεοῦ γεγονώς. Τούτου δὲ εὐφραινομένου, πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ ἐπαινεθήσονται, διὰ τοῦ ἑνὸς καὶ αὐτοὶ ὥσπερ νικηταὶ ἀποδειχθέντες. Ὅλον γὰρ τὸ τάγμα καὶ τὸ σῶμα τῶν ἁγίων ἐπαίνου τεύξεται· ἐπειδὴ, δοξαζομένου μέλους ἑνὸς, συνδοξάζεται πάντα τὰ μέλη, κατὰ τὸν ἱερὸν Ἀπόστολον.
es of the soul refuted by the man of God, that those not so clever in the wisdom of this age should be troubled. For belonging to the party of the defeated, they too are godless and impious; yet as being in wickedness inferior to the cleverness of those men, seeing their betters vanquished, they are troubled. Wherefore it has been said: "All who beheld them were troubled." The man of God, however, and all those dear to him, having carried off through the one man the prizes against their enemies, feared God the more greatly, "and declared the works of God," and understood His ordinances. For even if ever so much a man seemed with a deep heart too to have wrought the overthrow of the foes, yet to the understanding it was made known that God Himself was the author of the victory. Wherefore they declared the works of God, celebrating in hymns His achievements wrought through men. These, therefore, like spectators, continued glorifying God over the victory of the victor. While the victor himself "shall rejoice in the Lord, and shall hope upon Him." For he will not think highly of himself, nor be lifted up over the victory; rather, he shall be filled with divine joy and gladness, as having become a minister and servant of the victory-giving God. And while this man rejoices, all the upright in heart shall be praised, themselves also shown forth as victors through the one man. For the whole order and body of the saints shall obtain praise; since, when one member is glorified, all the members are glorified together with it, according to the sacred Apostle.
ΕΙΣ ΤΟ ΤΕΛΟΣ, ΨΑΛΜΟΣ ΤΩ ΔΑΥΙΔ ῼΔΗΣ. ΞΔʹ,
Unto the end, a Psalm of a Song for David, 64.
« Σοὶ πρέπει ὕμνος, ὁ Θεὸς, ἐν Σιὼν, καὶ σοὶ ἀποδοθήσεται εὐχὴ ἐν Ἱερουσαλήμ. » Προφητείαν περιέχει μελλόντων εἰς τὸ τέλος ἀπαντήσεσθαι πραγμάτων· διὸ ἐπιγέγραπται· « Εἰς τὸ τέλος. » Τίνα δὲ ταῦτα, διδάσκει ἑξῆς λέγων, « Πρὸς σὲ πᾶσα σὰρξ ἥξει. » Οὐκέτι γὰρ μόνον τὸ Ἰουδαίων ἔθνος, ἀλλὰ καὶ πᾶσα σὰρξ, τουτέστι πᾶν γένος ἀνθρώπων. Οὕτως γὰρ εἴωθεν ὁ Λόγος πάντας ἀνθρώπους σημαίνειν τοὺς πάλαι σαρκίνους καὶ γεώδεις. Διὸ καὶ ἐν τῷ νόμῳ λέλεκται· « Διέφθειρε πᾶσα σὰρξ τὴν ὁδὸν αὐτοῦ· » καὶ πάλιν· « Οὐ μὴ καταμείνῃ τὸ πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις, διὰ τὸ εἶναι αὐτοὺς σάρκας. » Ἀλλὰ τότε μὲν πᾶσα σὰρξ κατηγορεῖτο· νῦν δὲ ἥξειν πρὸς τὸν Θεὸν λέγεται. Διὸ καὶ μετὰ τὸν Δαυῖδ Ἰωὴλ, προφήτης γενόμενος, τὰ κάλλιστα πάσης σαρκὸς θεσπίζει λέγων· « Ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προφητεύσουσιν. » Ἀλλὰ καὶ ὁ Ἠσαΐας ταὐτὸν παρίστησιν εἰπών· « Ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ Θεοῦ. » Σωτήριον δὲ Θεοῦ πάσῃ σαρκὶ γνωσθησόμενον τί ποτε ἦν ἄρα, ἢ ὁ Χριστὸς τοῦ Θεοῦ, καθὼς πολλάκις ἀπεδείξαμεν; Τοῦτο οὖν τὸ σωτήριον πᾶσιν ἀνθρώποις τοῖς πάλαι σαρκίνοις ἀποκαλυφθήσεσθαι προεφητεύετο. Εικότως οὖν καὶ ὁ μετὰ χεῖρας ψαλμὸς, τοῦτο αὐτὸ σημαίνων, ἐπισφραγίζεται τὴν ἐπαγγελίαν διὰ τοῦ φάναι· « Πρὸς σὲ πᾶσα σὰρξ ἥξει. » Ὑποκαταβὰς δὲ, σαφέστερον ἑρμηνεύει τὴν διάνοιαν ἐπιλέγων· « Ἐπάκουσον ἡμῶν, ὁ Θεὸς ὁ σωτὴρ ἡμῶν, ἡ ἐλπὶς
"Unto Thee is due a hymn, O God, in Sion, and unto Thee shall a vow be paid in Jerusalem." It contains a prophecy of matters going to meet their fulfilment unto the end; wherefore it has been inscribed: "Unto the end." And what these things are, he teaches next, saying, "Unto Thee shall all flesh come." For no longer the nation of the Jews alone, but also all flesh, that is, every race of men. For thus the Word is accustomed to signify all men who of old were carnal and earthly. Wherefore in the law also it has been said: "All flesh corrupted his way;" and again: "My Spirit shall certainly not abide in these men, because they are flesh." Yet then indeed all flesh was accused; whereas now it is said that it will come unto God. Wherefore after David also Joel, having become a prophet, declares the fairest things concerning all flesh, saying: "I will pour out of My Spirit upon all flesh, and they shall prophesy." Nay more, Isaiah also sets forth the same thing, saying: "All flesh shall see the salvation of God." Now what else at all was the salvation of God going to be made known to all flesh than the Christ of God, even as we have often demonstrated? This salvation, therefore, was prophesied as going to be revealed to all men who of old were carnal. Reasonably, therefore, the psalm in hand also, signifying this very thing, sets its seal upon the promise through saying: "Unto Thee shall all flesh come." And descending a little lower, he explains the sense more clearly, adding: "Hearken unto us, O God our Saviour, the hope
Notes, col. 624

On the reading

Printed Εικότως, for Εἰκότως.