σκετο δέ μου ἡ καθαρότης οὐκ ἄλλοθεν ἢ ἀπὸ τοῦ κατὰ τὸν ὄρθρον τὰ σὰ μελετᾷν λόγια. Δῆλον γὰρ ἦν ἐκ τούτου μηδ' ἄλλο τι πράττειν με τὰς νύκτας, ἢ σὲ τὸν Θεὸν πρὸ ὀφθαλμῶν ἔχειν. Κατὰ δὲ τὸν Σύμμαχον λέγοντα, « καθ' ἑκάστην φυλακὴν ἐμελέτων σε, » καὶ κατὰ τὸν Ἀκύλαν φήσαντα, « ἐν φυλακαῖς φθέγγομαι ἐν σοὶ, » δηλοῦν ἔοικε τὰς νυκτερινὰς ὥρας ἀσκεῖσθαι ταῖς τῶν θείων Γραφῶν μελέταις. Διῄρηται μὲν γὰρ ὁ πᾶς τῆς νυκτὸς χρόνος εἰς φυλακὰς διαφόρους· οὕτω γοῦν εἴρηται ἐν εὐαγγελίοις τετάρτῃ φυλακῇ ἐληλυθὼς ὁ Σωτὴρ πρὸς τοὺς μαθητάς. Καὶ ἀλλαχοῦ δὲ αὐτός φησι· « Γρηγορεῖτε, ὅτι οὐκ οἴδατε ποίᾳ φυλακῇ ὁ Κύριος ὑμῶν ἔρχεται· » καὶ πάλιν· « Ἐκεῖνο δὲ γινώσκετε, ὅτι, ει ᾔδει ὁ οἰκοδεσπότης ποίᾳ φυλακῇ ὁ κλέπτης ἔρχεται. » Ὁ δέ γε θεοφιλὴς καὶ τῷ Θεῷ ἀνακείμενος, ἀναμιμνησκόμενος ἐπὶ τῆς ἑαυτοῦ στρωμνῆς τοῦ Θεοῦ, ἄσπιλόν τε αὐτὴν καὶ ἁγνὴν, καὶ ἀμίαντον φυλάττων, καθ' ἑκάστην φυλακὴν τῆς νυκτὸς ἀνιστάμενος, εὐχαῖς προσεῖχε, καὶ τοῖς θείοις ἐνησκεῖτο μαθήμασιν· ὃ δὴ διδάσκων κατὰ τὸν Σύμμαχον ἔλεγεν· « Ἀναμιμνησκόμενός σου ἐπὶ τῆς στρωμνῆς μου, καθ' ἑκάστην φυλακὴν ἐμελέτων. » Εἰς σὲ γὰρ αὐτὸν ἐμελέτων τὸν Θεὸν ἀντὶ πάσης βίβλου καὶ γραφῆς, ἄνω πρὸς σὲ τὸν νοῦν τεταμένος, μελετῶν τε καὶ ἀναμιμνησκόμενος ὅσων ἠξιώθην ὑπὸ σοῦ εὐεργεσιῶν, καὶ ὡς γέγονάς μου πάντοτε βοηθὸς, καὶ ἐκ μυρίων με πειρασμῶν διέσωσας, καὶ ὡς ἐκσπάσας με ταῖς σαυτοῦ πτέρυξι, δηλαδὴ ταῖς δυνάμεσι τῆς σαυτοῦ προνοίας· ἅτινα ἀναπεμπαζόμενος τῇ μνήμῃ, χαρᾶς ἐπληρούμην, ἢ ἀνηυφήμουν σε τὸν Θεὸν κατὰ τὸν Σύμμαχον φήσαντα, « καὶ σκεπόμενος ἐν ταῖς πτέρυξί σου ἀνηυφήμουν. » Μελετῶν δὲ τὰ σὰ λόγια καθ' ἑκάστην φυλακὴν τῆς νυκτὸς, κἄπειτα ἀκούσας τοῦ φήσαντος θείου νόμου· « Ὀπίσω Κυρίου τοῦ Θεοῦ σου πορεύσῃ, » καὶ πρὸς αὐτὸν « κολληθεὶς, ἢ διατεθεὶς τὴν ψυχὴν πειθήνιος γέγονα τῷ νόμῳ, ὅλος τε εἰχόμην τοῦ πράγματος, πάντα τε ἡγησάμενος, μᾶλλον δὲ ἀποστραφεὶς τὰ μετὰ τὸν Θεὸν πάντα, ἀνώτερος καὶ ὑψηλότερος τῷ πόθῳ τῆς ψυχῆς κατέστην, καὶ σοὶ τῷ Θεῷ μου συνήφθην, ὡς εἰπεῖν μὴ ψευσάμενον· « Ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου. » Εἰς τοσαύτην δὲ ἤλασα προκοπὴν καὶ εἰς τοσοῦτον μέγεθος ἀρετῆς προῆλθον, οὐκ ἐμαυτοῦ δυνάμει χρησάμενος, ἀλλὰ τῇ σῇ δεσποτείᾳ· σὺ γὰρ αὐτὸς τῷ σῷ ἐλέῳ τοῦτό μοι ἐδωρήσω. Ὁρῶν γάρ μου τὸν περὶ σὲ πόθον καὶ ἀποδεξάμενος αὐτὸν, κατηξίωσας τὴν σαυτοῦ δεξιὰν ἐκτείνας ἐπιλαβέσθαι μου καὶ ἀνελκῦσαι ἄνω πρὸς ἑαυτόν· διὰ τοῦτο γὰρ δεδύνηται ἡ ψυχή μου ὑπὸ σοῦ βοηθηθεῖσα κολληθῆναι ὀπίσω σου· ἐπειδήπερ « ἐμοῦ ἀντελάβετο ἡ δεξιά σου. » Οὐ γὰρ ἂν ἄλλως ἐφικνούμην τοῦ τοσούτου ὕψους, εἰ μὴ ἀντελάβετό μου ἡ δεξιά σου. Διδάσκει δὲ ὁ Ἀπόστολος πῶς τις κολλᾶται τῷ Κυρίῳ, λέγων· « Ὁ κολλώμενος τῷ Κυρίῳ ἓν πνεῦμά ἐστιν· ὡς καὶ ὁ κολλώμενος τῇ πόρνῃ ἓν σῶμά ἐστι. » Λέγων δὲ
wn from nowhere else than from meditating at dawn upon Thy oracles. For it was plain from this that I did nothing else by night than keep Thee, O God, before my eyes. And according to Symmachus, who says, "at each watch I meditated upon Thee," and according to Aquila, who said, "in the watches I utter aloud in Thee," he seems to show that the hours of the night were exercised in meditations on the divine Scriptures. For the whole time of the night is divided into different watches; thus indeed the Saviour is said in the Gospels to have come to the disciples in the fourth watch. And elsewhere too He Himself says: "Watch, because you know not in what watch your Lord comes;" and again: "But know that, if the master of the house had known in what watch the thief comes." Now the man dear to God and devoted to God, calling God to remembrance upon his own bed, and keeping it spotless and chaste and undefiled, rising up at each watch of the night, gave heed to prayers, and trained himself in divine teachings; teaching which very thing according to Symmachus, he said: "Calling Thee to remembrance upon my bed, at each watch I meditated." For upon Thee Thyself, O God, did I meditate in place of every book and writing, stretching my mind upward towards Thee, meditating and calling to remembrance of how many benefits I was deemed worthy by Thee, and how Thou hast always been my helper, and hast saved me out of ten thousand trials, and how having snatched me away by Thy wings, namely by the powers of Thy providence; revolving which things in memory, I was filled with joy, or acclaimed Thee, O God, according to Symmachus, who said, "and sheltered in Thy wings I acclaimed." And meditating upon Thy oracles at each watch of the night, and then hearing the divine law that said: "After the Lord your God shall you walk," and cleaving unto Him, or having my soul so disposed, I became obedient to the law, and clung wholly to the matter, and accounting all things—or rather turning away from all things after God—I came to be higher and loftier in the desire of my soul, and was united to Thee my God, so as to say without speaking falsely: "My soul has cleaved after Thee." And to so great an advance did I press on and to so great a magnitude of virtue did I come forward, not using my own power, but by Thy lordship; for Thou Thyself in Thy mercy hast bestowed this upon me. For beholding my desire for Thee and accepting it, Thou didst deem worthy to stretch forth Thy right hand to lay hold of me and draw me upward unto Thyself; for on this account my soul, helped by Thee, has been enabled to cleave after Thee, inasmuch as "Thy right hand has upheld me." For not otherwise could I have reached so great a height, unless Thy right hand had upheld me. And the Apostle teaches how one cleaves to the Lord, saying: "He who cleaves to the Lord is one spirit; just as he also who cleaves to the harlot is one body." And in saying