Migne Reading Room

PG 23 · cols. 529–540 · Read from the page

Commentaries on the Psalms. Col

Commentaries on the Psalms. Col

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 23:529Read from the page
τοῖς διάνοιαν συνιδεῖν. Φησὶν οὖν· Ἐντενεῖ τὸ τόξον αὐτοῦ ἕως ἀσθενήσουσιν. Ὁ δὴ μέλλων συντρίβειν τοὺς ὀδόντας αὐτῶν ἐν τῷ στόματι αὐτῶν, καὶ τὰς μύλας τῶν λεόντων συνθλᾷν Κύριος, αὐτὸς τὸ ἑαυτοῦ τόξον ἐπὶ τοσοῦτον κατ' αὐτῶν ἐντενεῖ βάλλων αὐτοὺς καὶ τιμωρούμενος, ἕως ἀσθενήσωσιν. Οἱ δὲ βαλλόμενοι τῷ πεπυρωμένῳ βέλει, κηροῦ δίκην ὑπὸ πυρὸς τηκομένου διαλυθήσονται· Διὸ λέλεκται· Ὡσεὶ κηρὸς τακεὶς ἀνταναιρεθήσονται, ἔπεσε πῦρ. Ὥσπερ γὰρ πεσόντος πυρὸς διαλυθεὶς κηρὸς
em. He says therefore: He shall bend His bow until they grow weak. The Lord Himself Who is going to crush their teeth in their mouth and shatter the grinders of the lions will bend His own bow against them to such a degree, shooting them and punishing them, until they grow weak. And they, being shot with the fiery arrow, shall be dissolved after the manner of wax melted by fire; wherefore it has been said: Like melted wax they shall be taken away in turn, fire fell. For just as when fire falls wax, being dissolved,
Εὐφρανθήσεται δίκαιος, ὅταν ἴδῃ ἐκδίκησιν, τὰς χεῖρας αὐτοῦ νίψεται ἐν τῷ αἵματι τοῦ ἁμαρτωλοῦ. Καὶ ἐρεῖ ἄνθρωπος· Εἰ ἄρα ἐστὶ καρπὸς τῷ δικαίῳ, ἄρα ἐστὶν ὁ Θεὸς κρίνων αὐτοὺς ἐν τῇ γῇ. Σύμμαχος· Χαρήσεται δίκαιος ἰδὼν ἐκδίκησιν, τοὺς πόδας αὐτοῦ νίψεται αἵματι ἀσεβοῦς. Ὥσπερ οἱ ψευδῶς δικαιοσύνην λαλοῦντες, ἔργοις δὲ ἀδικίαν συμπλέκοντες, προεγράφησαν ὁποῖον ἕξουσι τέλος· οὕτως ἐχρῆν ἐκ παραλλήλου τοῦ ἀληθινοῦ δικαίου, τοῦ δι' ἔργων ἐνδεικνυμένου τὴν δικαιοσύνην, τὸ χρηστὸν τέλος διδαχθῆναι. Τί συνέσται ἀγαθὸν τῷ τοιούτῳ; Νῦν μὲν, φησὶ, κατὰ τὸν παροντα καιρὸν, οὐχ' ὁρῶν τὴν κατὰ τῶν ἀσεβῶν ἐκδίκησιν, πολλάκις σχετλιάζει, ἀποκλαιόμενος καὶ λέγων· Ἵνα τί ἀσεβεῖς εὐθηνοῦσι, πεπαλαίωνται δὲ καὶ ἐν πλούτῳ· ὁ σπόρος αὐτῶν κατὰ ψυχὴν, τὰ δὲ παιδία αὐτῶν εὐφραίνεται ἀναλαμβάνοντα ψαλτήριον καὶ κιθάραν; Καὶ νῦν ὁ αὐτὸς ταπεινούμενός φησιν· Ἐμοῦ δὲ παρὰ μικρὸν ἐσαλεύθησαν οἱ πόδες, παρ' ὀλίγον ἐξεχύθη τὰ διαβήματά μου, ὅτι ἐζήλωσα ἐπὶ τοῖς ἀνόμοις, εἰρήνην ἁμαρτωλοῦ θεωρῶν. Ἐπειδὰν δὲ ἴδῃ τὸ τέλος τῶν ἀσεβῶν καὶ τὴν κατ' αὐτῶν ἐκδίκησιν, τηνικαῦτα χαρήσεται καὶ εὐφρανθήσεται, οὐ τῇ τῶν ἀσεβῶν ἀπωλείᾳ ἐπιχαίρων, ἀλλ' ἐπὶ τῇ τοῦ Θεοῦ δικαιοκρισίᾳ εὐφραινόμενος. Καὶ τοὺς πόδας δὲ αὐτοῦ νίψεται ἐν τῷ αἵματι τοῦ ἀσεβοῦς· οὐχ αἱμοπότης τις ὢν καὶ φιλοπόλεμος, ἀλλὰ καθαιρόμενος διὰ τῆς ἐκείνων τιμωρίας, καὶ βελτιούμενος διὰ τῆς ἑτέρων ἐπιστροφῆς. Ἢ ἄλλως· Νίψεται τὰς χεῖρας ἐπὶ τῷ αἵματι τοῦ ἁμαρτωλοῦ, ἀθῶον καὶ ἀναίτιον, καὶ καθαρὸν ἑαυτὸν δεικνὺς τῆς ἀπωλείας αὐτοῦ. Ἐπειδὰν οὖν οἱ μὲν ἀσεβεῖς δίκας δῶσι τὰς προσηκούσας· ὁ δὲ δίκαιος ἐκδικηθεὶς, εὐφροσύνης καὶ χαρᾶς ἐμπλησθῇ, καὶ τὰς χεῖρας καὶ τοὺς πόδας αὐτοῦ, κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς, ἐν τῷ αἵματι τοῦ ἁμαρτωλοῦ νίψηται, κατὰ τὴν ἀποδοθεῖσαν διάνοιαν· εὐλόγως τότε πᾶς ἄνθρωπος, καὶ πᾶσα φωνὴ καὶ γλῶσσα ἀποφανεῖται, ὅτι, Εἰ ἄρα ἐστὶ καρπὸς τῷ δικαίῳ, ἄρα ἐστὶν ὁ Θεὸς ὁ κρίνων αὐτοὺς ἐν τῇ γῇ. Εἰ γάρ ἐστι καρπὸς τῷ δικαίῳ, περὶ οὗ καρποῦ εἴρηται ἐν πρώτῳ ψαλμῷ· Καὶ ἔσται ὡς τὸ ξύλον τὸ πεφυτευμένον παρὰ τὰς διεξόδους τῶν ὑδάτων, ὃ τὸν καρπὸν αὐτοῦ
The righteous man shall rejoice when he sees vengeance; he shall wash his hands in the blood of the sinner. And a man will say: If indeed there is fruit for the righteous man, indeed there is God judging them in the earth. Symmachus: The righteous man shall be glad on seeing vengeance; he shall wash his feet in the blood of the ungodly man. Just as those who falsely speak righteousness, while in works weaving unrighteousness, were described beforehand as to what sort of end they will have, so by parallel it was necessary that the good end of the truly righteous man, who displays righteousness through works, should be taught. What good thing will come to pass for such a man? Now indeed, he says, in the present time, not seeing vengeance against the ungodly, he often complains bitterly, lamenting and saying: Why do the ungodly prosper, and have even grown old in wealth; their seed is according to their soul's desire, and their children rejoice taking up psaltery and harp? And now the same man, being humbled, says: As for me, my feet were almost shaken, my steps were well-nigh poured out, because I was envious over the lawless, beholding the peace of the sinner. Yet whenever he sees the end of the ungodly and the vengeance against them, at that time he will be glad and rejoice, not gloating over the destruction of the ungodly, rather rejoicing over the righteous judgement of God. Moreover he will wash his feet in the blood of the ungodly man; not as being some blood-drinker and lover of war, rather being cleansed through their punishment, and made better through the correction of others. Or otherwise: He will wash his hands over the blood of the sinner, showing himself innocent and guiltless and pure of his destruction. Whenever, therefore, the ungodly pay the fitting penalties, and the righteous man, having been avenged, is filled with gladness and joy, and washes his hands and his feet, according to the rest of the translators, in the blood of the sinner, according to the sense rendered, reasonably then every man, and every voice and tongue will declare that, If indeed there is fruit for the righteous man, indeed there is God Who judges them in the earth. For if there is fruit for the righteous man, concerning which fruit it has been said in the first psalm: And he shall be like the tree that is planted beside the outlets of the waters, which its fruit
Notes, col. 529

On the reading

Printed παροντα, for παρόντα.

Printed οὐχ', for οὐχ.

PG 23:532Read from the page
δώσει ἐν καιρῷ αὐτοῦ. Καὶ τὸ φύλλον αὐτοῦ οὐκ ἀποῤῥυήσεται, καὶ πάντα ὅσα ἂν ποιῇ κατευοδωθήσεται. Εἰ οὖν ἔσται μισθὸς καὶ καρπὸς ἀγαθὸς τῷ τὴν δικαιοσύνην ἐργασαμένῳ, ὃν ἀπολήψεται κατὰ τὸν τῆς δικαιοκρισίας τοῦ Θεοῦ καιρὸν, ἀκόλουθόν ἐστι νοεῖν, ὅτι καὶ πρὸ τῆς κρίσεως τοὺς ἐπί τῆς γῆς τὸν θνητὸν ἔτι διεξανύοντας βίον ἔστι Θεὸς ἐφορῶν καὶ διακρίνων. Εἰ γὰρ καὶ τὰ μάλιστα οὐχ ὁρῶνται αὐτοῦ αἱ κρίσεις ἐπὶ τοῦ παρόντος, ἀλλ' ὅμως οὐκ ἄκριτα, οὐδὲ ἀνεξέταστα τυγχάνει παρ' αὐτῷ τὰ ἐν ἀνθρώποις. Εἰ μὲν γὰρ ἔμελλον οἱ δίκαιοι τοῖς ἀδίκοις συναπολέσθαι, καὶ μηδεὶς ἦν καρπὸς τῷ δικαίῳ, ἦν ἂν εἰπεῖν μηδὲ ἐφορᾷν τὰ ἀνθρώπινα τὸν Θεόν· ἐπεὶ
shall give in its season. And its leaf shall not fall off, and all things whatsoever he may do shall prosper. If, therefore, there shall be a reward and good fruit for him who has wrought righteousness, which he shall receive back at the time of God's righteous judgement, it follows to understand that even before the judgement there is a God watching over and discerning those upon the earth who are still completing their mortal life. For even though most of all His judgements are not seen at the present time, yet nevertheless the affairs among men are not unjudged nor unexamined before Him. For if the righteous were going to perish together with the unrighteous, and there were no fruit for the righteous man, one might say that God does not even watch over human affairs; since
Ἐπιστῆσαι δὲ προσήκει, μήποτε ἡ μετὰ χεῖρας προφητεία, πᾶσα ἀκόλουθος οὖσα καὶ συνημμένη ταῖς πρὸ αὐτῆς, τὰ τέλη διαγράφει τῶν τὰς περὶ Χριστοῦ προφητείας μελετώντων καὶ δικαιοσύνην τῷ στόματι λαλούντων καὶ παραδεξαμένων αὐτὸν ἐλθόντα, μηδὲ ἐπακουσάντων αὐτοῦ τῆς φωνῆς βοῶντος πρὸς αὐτοὺς, καὶ λέγοντος· Ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω· οἵτινες ὡμοίωσαν ἑαυτοὺς τῷ ὄφει, καὶ τὰ ὦτα αὐτῶν πεποιήκασιν ὡσεὶ ἀσπίδος κωφῆς καὶ βυούσης τὰ ὦτα αὐτῆς. Οἱ δὲ αὐτοὶ καὶ τοὺς ὀδόντας αὐτῶν καὶ τὰς μύλας διὰ τῶν κατὰ τοῦ Σωτῆρος ἡμῶν βλασφημιῶν ἠκόνησαν. Εἰκότως οὖν περὶ αὐτῶν λεχθείη ἄν· Ὁ Θεὸς συντρίψει τοὺς ὀδόντας αὐτῶν ἐν τῷ στόματι αὐτῶν, τὰς μύλας τῶν λεόντων συνέθλασεν ὁ Κύριος. Δύναται δὲ ταῦτα καὶ περὶ πάντων τῶν τὰ ἄθεα δόγματα καὶ τὰς ἀσεβεῖς ψευδοδοξίας ἐν ταῖς ἀθέοις αἱρέσεσι συστησαμένων λέγεσθαι, καὶ περὶ τῶν τὴν σοφίαν τοῦ αἰῶνος τούτου ἐπαγγελλομένων, οἳ τὰς γλώσσας αὐτῶν ἠκόνησαν κατὰ τῆς σωτηρίου διδασκαλίας· οὐ παραιτητέον δὲ καὶ τοὺς ἐν τῇ Ἐκκλησίᾳ διαβολαῖς καὶ καταλαλιαῖς ἐπ' ὀλέθρῳ τῶν πλησίον σχολάζοντας τούτοις συμπαραλαμβάνειν· πρὸς οὓς ἅπαντας λέγοιτ' ἂν τὸ, Εἰ ἀληθῶς ἄρα δικαιοσύνην λαλεῖτε, εὐθέα κρίνετε, υἱοὶ τῶν ἀνθρώπων· εἰδότες, ὅτι πᾶν τὸ ποίημα ἄξει ὁ Θεὸς εἰς κρίσιν· καὶ, δεῖ τοὺς πάντας παραστῆ-
Now it is fitting to consider whether perhaps the prophecy in hand, being wholly consecutive and joined to those before it, describes the ends of those who meditate on the prophecies concerning Christ and speak righteousness with their mouth and received Him when He came, yet did not hearken to His voice crying aloud to them and saying: He that hath ears to hear, let him hear; who likened themselves to the serpent, and have made their ears like those of a deaf asp and one stopping her ears. And the same men also sharpened their teeth and their grinders through blasphemies against our Saviour. Reasonably, therefore, concerning them it might be said: God shall crush their teeth in their mouth, the Lord hath shattered the grinders of the lions. And these things can also be said concerning all those who have put together godless doctrines and ungodly false opinions in godless heresies, and concerning those who profess the wisdom of this age, who sharpened their tongues against the saving teaching; nor should one decline to include along with these those also in the Church who devote their leisure to slanders and backbitings for the ruin of their neighbours; unto all of whom might be said the word, If truly indeed you speak righteousness, judge upright things, O sons of men; knowing that God will bring every work into judgement; and, all must stan-
ΕΙΣ ΤΟ ΤΕΛΟΣ, ΜΗ ΔΙΑΦΘΕΙΡΗΣ ΤΩ ΔΑΥΙΔ, ΕΙΣ ΣΤΗΛΟΓΡΑΦΙΑΝ, ΟΠΟΤΕ ΑΠΕΣΤΕΙΛΕ ΣΑΟΥΛ, ΚΑΙ ΕΦΥΛΑΞΕ ΤΟΝ ΟΙΚΟΝ ΑΥΤΟΥ, ΤΟΥ ΘΑΝΑΤΩΣΑΙ ΑΥΤΟΝ. ΝΗʹ.
Unto the end, destroy not, for David, for an inscription on a pillar, when Saul sent, and watched his house, in order to put him to death. 58.
Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, ὁ Θεὸς, καὶ ἐκ τῶν ἐπανισταμένων ἐπ' ἐμὲ λύτρωσαί με. Τετηρήκαμεν ἤδη πρότερον, ὅτι οἱ ἀπὸ τοῦ αʹ καὶ νʹ πρὸ τοῦ βασιλεῦσαι τὸν Δαυῒδ, ἔτι ζῶντος τοῦ Σαοὺλ, εἴρηντο· ὥσπερ οὖν οἱ κατὰ τὸ πρῶτον μέρος τῆς βίβλου σχέδον πάντες, παρεκτὸς ὀλίγων, μετὰ τὸ πλημμεληθὲν αὐτῷ σφάλμα, καὶ ὅτι καθ' ὑπερβολὴν εὐλαβείας πρώτους ἔταξεν ἐν τῇ βίβλῳ τοὺς ἐξομολόγησιν
Deliver me from my enemies, O God, and from those who rise up against me ransom me. We have already observed earlier that the psalms from the 51st onwards had been spoken before David became king, while Saul was still alive; just as, indeed, almost all those in the first part of the book, apart from a few, were spoken after the transgression committed by him, and that out of surpassing reverence he placed first in the book those containing confession,
Notes, col. 532

On the reading

Printed ἐπί, for ἐπὶ.

Printed σχέδον, for σχεδὸν.

PG 23:533Read from the page
περιέχοντας, δευτέρους ὄντας τῷ χρόνῳ· τοὺς δὲ τῷ χρόνῳ πρώτους, δευτέρους συνῆψε, ὡς ἂν καλύπτοιτο τὰ τῆς ἐξομολογήσεως διὰ τῆς τῶν κατορθωμάτων μνήμης. Τοῦτο τοίνυν καὶ ὁ παρὼν συνίστησι ψαλμός· συνήθως δὲ εἰρήσθω, ἐπείπερ καὶ αὐτὸς στηλογραφία τυγχάνει, ἐπισημαινόμενος καθ' ὃν ἐλέχθη καιρόν· ἦν δὲ οὗτος, Ὁπότε ἀπέστειλε Σαοὺλ καὶ ἐφύλαξε τὸν οἶκον αὐτοῦ, τοῦ θανατῶσαι αὐτὸν. Πλατύτερον δὲ τὴν ἱστορίαν ἡ πρώτη τῶν Βασιλειῶν παρίστησι, τοῦτον ἔχουσα τὸν τρόπον· Καὶ προσέθετο πόλεμος γενέσθαι· καὶ κατίσχυσε Δαυῒδ, καὶ ἐπολέμησε τοὺς ἀλλοφύλους, καὶ ἐπάταξεν αὐτοὺς πληγὴν μεγάλην σφόδρα, καὶ ἔφυγον ἐκ προσώπου αὐτοῦ. Καὶ ἐγένετο πνεῦμα πονηρὸν ἐπὶ Σαούλ· καὶ αὐτὸς ἐν οἴκῳ καθεύδων, καὶ δόρυ ἐν τῇ χειρὶ αὐτοῦ· καὶ ἰδοὺ Δαυῒδ ἔψαλλεν ἐν ταῖς χερσὶν αὐτοῦ. Καὶ ἐζήτει Σαοὺλ πατάξαι τὸ δόρυ εἰς Δαυΐδ· καὶ ἀπέστη Δαυῒδ ἐκ προσώπου Σαοὺλ, καὶ ἐπάταξε τὸ δόρυ εἰς τὸν τοῖχον. Καὶ Δαυῒδ ἀνεχώρησε καὶ διεσώθη. Καὶ ἐγενήθη ἐν τῇ νυκτὶ ἐκείνῃ, καὶ ἀπέστειλεν ἀγγέλους εἰς οἶκον Δαυῒδ φυλάξαι αὐτὸν, τοῦ θανατῶσαι αὐτὸν πρωῗ. Καὶ ἀνήγγειλε τῷ Δαυῒδ Μελχὸλ, ἡ γυνὴ αὐτοῦ, λέγουσα· Ἐὰν μὴ σὺ σωθῇς τὴν ψυχὴν σεαυτοῦ τὴν νύκτα ταύτην, αὔριον θανατωθήσῃ. Καὶ κατάγει ἡ Μελχὸλ τὸν Δαυῒδ διὰ τῆς θυρίδος, καὶ ἀπῆλθε καὶ ἔφυγε, καὶ σώζεται· ὅτε καὶ τὴν προκειμένην στηλογραφίαν συντάττει· διὸ προγέγραπται· Εἰς τὸ τέλος, μὴ διαφθείρῃς, τῷ Δαυῒδ εἰς στηλογραφίαν, ὁπότε ἀπέστειλε Σαοὺλ, καὶ ἐφύλαξε τὸν οἶκον αὐτοῦ τοῦ θανατῶσαι αὐτόν. Τὸ μὲν οὖν, εἰς τὸ τέλος τῷ Δαυῒδ, καὶ τὸ, μὴ διαφθείρῃς, καὶ ἡ στηλογραφία, τρίτον ἤδη εἴρηται ἐφεξῆς· ἀλλὰ τὸ μὲν πρῶτον, ἕτερον ἐσήμανε καιρὸν, ὃν ἐδήλου ἡ προγραφὴ λέγουσα· Ὁπότε ἐκράτησαν αὐτὸν οἱ ἀλλόφυλοι ἐν Γέθ· τὸ δὲ δεύτερον, Ἐν τῷ ἀποδιδράσκειν αὐτὸν ἀπὸ προσώπου Σαοὺλ εἰς τὸ σπήλαιον· ἐνταῦθα δὲ, Ὁπότε ἀπέστειλε Σαοὺλ, καὶ ἐφύλαξε τὸν οἶκον αὐτοῦ τοῦ θανατῶσαι αὐτόν. Τὸ δὲ αἴτιον τῆς τοῦ Σαοὺλ κατὰ τοῦ Δαυῒδ ἐπιβουλῆς φθόνος ἦν. Ἐπειδὴ γὰρ τὴν κατὰ τοῦ ἀλλοφύλου Γολιὰθ ἤρατο νίκην, ὑμνεῖτό τε ἐπὶ τοῦτο παρὰ τοῖς πᾶσι, τούτου χάριν ὡρμᾶτο θανατῶσαι αὐτόν· καὶ μάλιστα ὅτε εἶδεν, ὡς Κύριος ἦν μετὰ τοῦ Δαυῒδ, καὶ αὐτὸς συνῆκε σφόδρα, καὶ πᾶς Ἰσραὴλ καὶ Ἰούδα ἠγάπα τὸν Δαυΐδ. Ἔτι τε μᾶλλον ἐξήφθη τὰ τῆς ζηλοτυπίας, ὡς ἑώρα αὐτὸν κρατοῦντα ἐν πολέμοις συνεργείᾳ καὶ βοηθείᾳ Θεοῦ. Λέγει δ' οὖν ἡ Γραφή· Καὶ εἶδε Σαοὺλ, ὅτι Κύριος μετὰ Δαυῒδ, καὶ πᾶς Ἰσραὴλ ἠγάπα αὐτόν. Καὶ προσέθετο εὐλαβεῖσθαι ἀπὸ Δαυῒδ ἔτι. Καὶ ἐγένετο Δαυῒδ ἐχθρὸς τοῦ Σαοὺλ πάσας τὰς ἡμέρας. Ἐπεὶ δὲ καὶ αὖθις προσέθετο πόλεμος γενέσθαι, καὶ κατίσχυσε Δαυῒδ, καὶ ἐπολέμησε τοὺς ἀλλοφύλους, καὶ ἐπάταξεν ἐν αὐτοῖς πληγὴν μεγάλην, καὶ ἔφυγον ἐκ προσώπου αὐτοῦ· πάλιν τὸ πνεῦμα τοῦ φθόνου τὸν Σαοὺλ ἔπνιγεν, ὡς ἤδη καὶ αὐτόχειρα
though they were second in time; while those that were first in time he joined on second, so that the matters of confession might be covered over through the remembrance of his right deeds. This, accordingly, the present psalm also establishes — let it be called so in the customary way, seeing that it too is an inscription on a pillar — indicating the occasion on which it was spoken; and this was, When Saul sent and watched his house, in order to put him to death. Now the First Book of Reigns sets forth the history more broadly, running in this manner: And war continued to come about; and David prevailed, and fought the Philistines, and struck them with a very great blow, and they fled from before his face. And an evil spirit came upon Saul; and he was sleeping in his house, and a spear in his hand; and behold, David was playing music with his hands. And Saul sought to strike the spear into David; and David stepped away from before the face of Saul, and he struck the spear into the wall. And David withdrew and escaped safely. And it came to pass in that night, that he sent messengers to the house of David to watch him, in order to put him to death in the morning. And Melchol, his wife, reported it to David, saying: Unless you save your own life this night, tomorrow you shall be put to death. And Melchol lets David down through the window, and he departed and fled, and is saved; at which time also he composes the inscription on a pillar before us; wherefore there has been written at its head: Unto the end, destroy not, for David, for an inscription on a pillar, when Saul sent, and watched his house in order to put him to death. Now Unto the end, for David, and destroy not, and the inscription on a pillar have already been spoken a third time in succession; yet the first signified another occasion, which the superscription showed by saying: When the Philistines seized him in Geth; and the second, When he ran away from before the face of Saul into the cave; whereas here, When Saul sent, and watched his house in order to put him to death. Now the cause of Saul's plot against David was envy. For since he won the victory against Goliath the Philistine, and was celebrated in song for this among all men, for the sake of this Saul was impelled to put him to death; and most of all when he saw that the Lord was with David, and he had great understanding, and all Israel and Judah loved David. And still more were the feelings of jealousy kindled, as he saw him prevailing in wars by the cooperation and help of God. Scripture at any rate says: And Saul saw that the Lord was with David, and all Israel loved him. And he continued to stand in dread of David still more. And David became Saul's enemy all his days. And when once again war continued to come about, and David prevailed, and fought the Philistines, and struck a great blow among them, and they fled from before his face, again the spirit of envy choked Saul, so that already with his own hand
Notes, col. 533

On the reading

Printed αὐτὸν., for αὐτόν..

PG 23:536Read from the page
ἐθέλειν γενέσθαι τοῦ ἀνδρός. Ἐπειρᾶτο γοῦν τῷ δόρατι κατ' αὐτοῦ· ὡς δ' ἡστόχησε τῆς πληγῆς, οὐκέτ' ἐπικεκρυμμένως, ἐκ δὲ τοῦ φανεροῦ ἀποστείλας εἰς τὸν οἶκον τοῦ Δαυῒδ, θανατῶσαι αὐτὸν ὡρμήθη. Ὁ δ' ἐν τοιαύτῃ ἀποληφθεὶς συμφορᾷ, τὴν προκειμένην στηλογραφίαν συντάττει, ἀναβοῶν πρὸς τὸν Θεὸν καὶ λέγων· Ἐξελού με ἐκ τῶν ἐχθρῶν μου, ὁ Θεὸς, καὶ ἐκ τῶν ἐπανισταμένων ἐπ' ἐμὲ λύτρωσαί με. Ῥῦσαί με ἐκ τῶν ἐργαζομένων τὴν ἀνομίαν, καὶ ἐξ ἀνδρῶν αἱμάτων σῶσόν με. Εὔχεται δὲ διὰ τούτων φύλακος τυχεῖν τοῦ Θεοῦ, βοηθοῦ τε καὶ σωτῆρος, εἰς τὸ μὴ ἁλῶναι ὑπὸ τῶν ἐχθρῶν, μηδ' ὑποχείριον αὐτοῖς γενέσθαι· ἢ καὶ ὑπὲρ τοῦ μὴ καὶ αὐτὸν ὅμοιον αὐτοῖς ἀποφανθῆναι, μηδὲ γενέσθαι ἕνα τῶν ἐργαζομένων τὴν ἀνομίαν, μηδὲ τῆς μερίδος τῶν ἀνδρῶν τῶν αἱμάτων, περὶ ὧν καὶ ἐν τοῖς ἀνωτέρω ἐλέγετο· Ἄνδρες αἱμάτων καὶ δολιότητος, οὐ μὴ ἡμισεύσωσι τὰς ἡμέρας αὐτῶν· ἐγὼ δὲ ἐλπιῶ ἐπὶ σέ. Ἐχθροὺς δὲ ὅτι μὴ τοὺς ὁρατοὺς μόνους ἐγίνωσκεν, ἀλλὰ τοὺς ἀφανεῖς καὶ ἀοράτους, οἳ καὶ αὐτοὶ ἐνήργουν τὸν Σαούλ· πνεῦμα γὰρ πονηρὸν ἦν ἐπὶ Σαοὺλ, ὑφ' οὗ κινούμενος ἐξεκαίετο ἐπὶ τὸν κατὰ τοῦ Δαυῒδ φθόνον· πολλάκις ἡμῖν ἀποδέδεικται. Κἀνταῦθα τοίνυν τῶν μὲν πολεμίων περιγενόμενος ἀναγέγραπται, νίκην τε πολλάκις ἀράμενος κατὰ τῶν ἀλλοφύλων. Δεινοὶ δὲ ἦσαν ἄρα ἐχθροὶ καὶ πολέμιοι οἱ ἀφανεῖς αὐτοῦ ἐχθροὶ, οὓς παριστὰς καὶ διὰ τῶν προκειμένων ἔλεγεν· Ὅτι ἰδοὺ ἐθήρευσαν τὴν ψυχήν μου, ἐπέθεντο ἐπ' ἐμὲ κραταιοί. Ἐκ μὲν οὖν τῆς ἱστορίας οὐδετέρους φαίνεται ἐσχηκὼς ἐχθροὺς ἢ μόνον τὸν Σαούλ. Τοῦτο γὰρ παρέστησεν ἡ Γραφὴ μαρτυραμένη, ὅτι ἠγαπᾶτο ὑπὸ παντὸς τοῦ λαοῦ· καὶ τοῦτ' ἦν μάλιστα τὸ αἴτιον τῆς κατ' αὐτοῦ βασκανίας. Εἰ τοίνυν πάντες ἠγάπων τὸν Δαυῒδ, μόνος δὲ Σαοὺλ καὶ ἐπὶ τούτῳ φθόνῳ πιμπράμενος ἐπεβούλευσεν αὐτῷ, πῶς ἐνταῦθα πληθυντικῶς φησιν, Ἐξελού με ἐκ τῶν ἐχθρῶν μου καὶ ἐκ τῶν ἐπανισταμένων ἐπ' ἐμέ· καὶ πάλιν, Ὅτι ἰδοὺ ἐθήρευσαν τὴν ψυχήν μου, ἐπέθεντο ἐπ' ἐμὲ κραταιοί; Ἀλλὰ γὰρ σαφῶς διὰ τούτων παρίστανται ἀόρατοι καὶ ἀφανεῖς ἐχθροὶ, περὶ ὧν καὶ ὁ Ἀπόστολος ἔλεγεν· Οὐκ ἔστιν ἡμῖν πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, καὶ τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου, καὶ πρὸς τὰ πνεύματα τῆς πονηρίας. Οὗτοι γοῦν ἐξέκαον τὸν Σαοὺλ κατὰ τοῦ Δαυΐδ· διὸ ἐξ αὐτῶν ῥυσθῆναι ἐδεῖτο τοῦ Θεοῦ. Πρὸς μὲν γὰρ τὸν Γολιὰθ, καὶ πρὸς τοὺς λοιποὺς ἀλλοφύλους ἀπήρκει αὐτὸς ἱστάμενος, καὶ πολέμου νόμῳ τοῖς πᾶσιν ἐπεξιών· πρὸς δὲ τὰς ἀφανεῖς δυνάμεις καὶ τοὺς ἀοράτους ἐχθροὺς Θεὸν ὑπέρμαχον ἠξίου αὐτῷ γενέσθαι. Ὅτι δὲ μηδὲν ἀδικήσας τὸν Σαοὺλ, μάτην ἠλαύνετο ὑπ' αὐτοῦ, παρίστησι μὲν ἡ ἱστορία, ἐμφαίνει δὲ καὶ αυτὸς ἑξῆς λέγων· Οὔτε ἡ ἀνομία μου, οὔτε ἡ ἁμαρτία μου· ἄνευ ἀνομίας ἔδραμον καὶ κατηύθυνα. Ἀντὶ δὲ τοῦ, ἄνευ ἀνομίας ἔδραμον καὶ κατηύθυνα, ὁ Σύμμαχος, μὴ οὔσης, φησὶν, ἁμαρ-
he wished to become the man's slayer. At any rate he made an attempt against him with the spear; and when he missed his stroke, no longer covertly, rather openly sending to the house of David, he set out to put him to death. And he, being caught in such a calamity, composes the inscription on a pillar before us, crying aloud unto God and saying: Deliver me from my enemies, O God, and from those who rise up against me ransom me. Rescue me from those who work iniquity, and from men of blood save me. Through these words he prays to obtain God as guardian, helper and saviour, so as not to be captured by his enemies, nor fall under their hand; or else on behalf of his not himself also being shown to be like them, nor becoming one of those who work iniquity, nor of the lot of the men of blood, concerning whom in the passages above also it was said: Men of blood and deceitfulness shall by no means live out half their days; but I will hope in Thee. And that he recognized as enemies not the visible ones alone, rather the unseen and invisible ones, who themselves also worked upon Saul — for an evil spirit was upon Saul, moved by which he was inflamed unto envy against David — has often been demonstrated by us. Here too, accordingly, he has been recorded as having prevailed over his foes in war, and as having often won victory against the Philistines. Dread enemies and foes, then, were his unseen enemies, presenting whom through the words before us also he said: For behold, they hunted my soul, mighty ones set upon me. Now from the history he appears to have had no other enemies at all save Saul alone. For Scripture set this forth, bearing witness that he was loved by all the people; and this most of all was the cause of the malice against him. If, therefore, all men loved David, and Saul alone, burning with envy over this too, plotted against him, how does he here speak in the plural, Deliver me from my enemies and from those who rise up against me; and again, For behold, they hunted my soul, mighty ones set upon me? Surely indeed through these words are clearly presented invisible and unseen enemies, concerning whom the Apostle also said: Our wrestling is not against blood and flesh, rather against the principalities and the authorities, and the world-rulers of this darkness, and against the spirits of wickedness. These, at any rate, inflamed Saul against David; wherefore he besought God to be delivered out of them. For against Goliath, and against the rest of the Philistines, he himself sufficed standing firm and marching out against them all by the law of war; whereas against the unseen powers and the invisible enemies he besought God to become his champion. And that having wronged Saul in nothing, he was hunted down by him in vain, the history sets forth, and he himself also indicates next, saying: Neither is there iniquity of mine, nor sin of mine; without iniquity I ran and directed my course. And instead of without iniquity I ran and directed my course, Symmachus says, there being no si-
Notes, col. 536

On the reading

Printed Ἐξελού, for Ἐξελοῦ.

Printed αυτὸς, for αὐτὸς.

PG 23:537Read from the page
τίας, ἐπιτρέχουσιν, ἵνα ἑλκύσωσί με. Μηδεμιᾶς γὰρ προφάσεως ὑποκειμένης, τοσαῦτα κατ' αὐτοῦ
guilt, they run upon me, in order that they may drag me away. For when no pretext lay beneath, so many things against him
Ἐξεγέρθητι εις συνάντησίν μου καὶ ἴδε, καὶ σὺ, Κύριε ὁ Θεὸς τῶν δυνάμεων, ὁ Θεὸς Ἰσραήλ. Ὡς ἀγαθὸς δρομεὺς καὶ ἀγωνιστὴς ἄριστος τὸν ἀγῶνα τὸν καλὸν ἀγωνιζόμενος, ἐφ' οἷς ἐπαῤῥησιάσατο εἰπών· Οὔτε ἡ ἀνομία μου, οὔτε ἡ ἁμαρτία μου· ἄνευ ἀνομίας ἔδραμον καὶ κατηύθυνα· διεγείρει τὸν ἀγωνοθέτην ἐπὶ τὴν θέαν τῆς οἰκείας ἀρετῆς, καὶ ἰδεῖν ἀξιοῖ ὅπως τοῖς εἰρημένοις λόγοις σύμφωνα ᾖ αὐτῷ τὰ ἔργα. Δείκνυται δὲ τοῦτο καὶ ἀπὸ τῆς ἱστορίας, ἐν ᾗ μυρία μὲν πεπονηκὼς ὑπὸ τοῦ Σαοὺλ φαίνεται, οὐδὲν δὲ αὐτὸς κατ' αὐτοῦ λυπηρὸν δράσας, ἐκ δὲ τοῦ ἐναντίου πολλάκις ἁλόντα αὐτὸν διασώσας αὐτίκα. Καὶ ὅτε τὸ πονηρὸν πνεῦμα ἔπνιγεν αὐτὸν, σωτὴρ αὐτῷ παρεφαίνετο Δαυῒδ, ἀνακρουόμενος μὲν τῷ ὀργάνῳ, δυνάμει δὲ τοῦ ἐν αὐτῷ θείου Πνεύματος τὴν ἐν τῷ Σαοὺλ ἐναντίαν δύναμιν ἐλαύνων. Τὸ ἀνεξίκακον τοίνυν ἑαυτοῦ καὶ τὸ πρᾶον, καὶ τὸ ὑπομονητικὸν δεικνὺς τῷ Θεῷ ἔλεγεν· Οὔτε ἡ ἀνομία μου, καὶ τὰ ἑξῆς. Ἐξεγέρθητι εἰς συνάντησίν μου, καὶ ἴδε. Εἶθ' ἑξῆς τοσαύτῃ χρησάμενος παῤῥησίᾳ, φωτίζεται ὑπὸ τοῦ προφητικοῦ πνεύματος, καὶ διδάσκεται, ὡς ἄρα ἔσται τις καιρὸς ἐν ᾧ καὶ ὁ Χριστὸς τοῦ Θεοῦ διωχθήσεται, καὶ ἐπιβουλευθήσεται ὑπὸ τοῦ Ἰουδαίων ἔθνους, σωτήρ τε καὶ ἐπίσκοπος τῶν ἐθνῶν ἁπάντων γενήσεται· ἐν ᾧ καιρῷ καὶ αὐτοῦ τοῦ Δαυῒδ τὰ κατορθώματα καὶ αἱ ἀρεταὶ ᾀσθήσονται καὶ βοηθήσονται ἐν πᾶσι τοῖς ἔθνεσι. Καὶ τοῦτο γνοὺς καθ' ὑποβολὴν τοῦ ἁγίου Πνεύματος, ἐπιστῆναί ποτε τοῦτον εὔχεται τὸν καιρόν. Διὸ ἑξῆς φησι· Καὶ σὺ, Κύριε ὁ Θεὸς τῶν δυνάμεων, ὁ Θεὸς Ἰσραὴλ, πρόσχες ἐπισκέψασθαι πάντα τὰ ἔθνη. Ὁ μὲν γὰρ Ἰσραὴλ, ὁ σὸς χρηματίσας πρότερος λαὸς, πολλῶν εὐεργεσιῶν τετυχηκὼς, καὶ πολλῶν ἀγαθῶν ἀξιωθεὶς, οὐδένα σου ἄξιον ἐπεδείξατο καρπόν· ἀεὶ δὲ καὶ πάντοτε παντοίαις ὑποπέπτωκεν ἀσεβείαις, τοτὲ μὲν εἰδωλολατρῶν, τοτὲ δὲ τοὺς σοὺς προφήτας ἀναιρῶν· τέλος δὲ καὶ αὐτῷ τῷ Χριστῷ σου χεῖρας ἐπιβαλών. Θαυμαστὰ δὲ ὑπὸ τοῦ σοῦ Πνεύματος προμαθὼν περὶ τῆς τῶν ἐθνῶν ἐπιστροφῆς, εἰκότως ἐπιστῆναι τὸν καιρὸν ἐκεῖνον εὔχομαι, εἰδὼς, ὅτι οὐκ ἔστι παρὰ σοὶ προσωποληψία. Δικαιοσύνῃ δὲ τὰ πάντα διέπων, οἶδας καὶ ἔθνη ἀλλόφυλα καὶ ἀλλογενῆ τῆς πλάνης ἐπιστρέφοντα σώζειν· οἶδας καὶ τοὺς νομιζομένους τῆς σῆς εἶναι μερίδος, ει ἀνάξιοι εὑρίσκοιντο, τῆς τοιαύτης κλήσεως μετέρχεσθαι. Διὸ περὶ μὲν τῶν ἐθνῶν εὔχομαι λέγων· Πρόσχες τοῦ ἐπισκέψασθαι πάντα τὰ ἔθνη· περὶ δὲ τοῦ ἑτέρου μέρους φημί· Μὴ οἰ-
Awake to meet me, and see; Thou also, O Lord the God of hosts, the God of Israel. As a good runner and a noblest combatant contending in the good contest, upon the grounds on which he spoke boldly, saying, Neither is there my iniquity, nor my sin; without iniquity I ran and directed my course, he rouses the President of the games to behold his own virtue, and asks Him to see how his deeds are in harmony with the words spoken. And this is shown also from the history, in which he appears on the one hand to have suffered countless hardships at the hands of Saul, and on the other to have done nothing grievous against him himself, nay on the contrary, oftentimes when he was caught, to have saved him straightway. And when the evil spirit was choking him, David appeared beside him as a saviour, striking up indeed upon his instrument, while by the power of the divine Spirit within him driving away the opposing power in Saul. Showing therefore to God his own forbearance towards evil, and his meekness, and his endurance, he said: Neither is there my iniquity, and what follows; Awake to meet me, and see. Then next, having used so great boldness of speech, he is illuminated by the prophetic Spirit, and is taught that there will indeed be a certain time in which the Christ of God also will be persecuted and plotted against by the nation of the Jews, and will become Saviour and Overseer of all the nations; at which time also the achievements and the virtues of David himself will be sung and proclaimed among all the nations. And having come to know this by suggestion of the Holy Spirit, he prays that this time may one day arrive. Wherefore next he says: And Thou, O Lord the God of hosts, the God of Israel, attend to visit all the nations. For Israel indeed, who formerly was styled Thy people, having obtained many benefactions, and having been deemed worthy of many good things, displayed no fruit worthy of Thee; but always and at all times fell into impieties of every kind, at one time worshipping idols, and at another slaying Thy prophets; and at last laying hands even upon Thy Christ Himself. Having learned beforehand wondrous things from Thy Spirit concerning the turning of the nations, reasonably do I pray that that time may arrive, knowing that with Thee there is no partiality. Governing all things in righteousness, Thou know how to save even foreign and alien nations when they turn from error; Thou know also how to visit for punishment those who are supposed to belong to Thy portion, if they should be found unworthy of such a calling. Wherefore concerning the nations indeed I pray, saying: Attend to visit all the nations; while concerning the other part I say: Have no com-
Notes, col. 537

On the reading

Printed εις, for εἰς.

Printed ει, for εἰ.

PG 23:540Read from the page
κτειρήσῃς πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν. Λέγων δὲ ἀδιορίστως, πάντας, καὶ τὸν Ἰσραὴλ συμπαραλαμβάνει, καὶ τοὺς ἐν αὐτῷ πάλαι γενομένους τοιούτους. Τί γὰρ καὶ πλέον γέγονε, φησὶ, τῷ Σαοὺλ, τὸ μὲν γένος ἀπὸ τοῦ Ἰσραὴλ ὁρμωμένῳ, καὶ φυλῆς Βενιαμὶν, βασιλεῖ δὲ τοῦ τοσούτου ἔθνους καθισταμένῳ, τοσαῦτα δὲ εἰκῆ καὶ μάτην κατὰ τοῦ μηδὲν ἠδικηκότος ἐπιχειροῦντι; Εἰ δὲ οὖν τὰ ἀδελφὰ τῷ Σαοὺλ φρονοῦντές τε καὶ πράττοντες γένοιντό ποτε ἕτεροι, οὐ παρὰ τοῦτο σώζεσθαι αὐτοὺς ἀνάγκη διὰ τὸ νομίζεσθαι τῆς σῆς μερίδος εἶναι· ὡς ἔμπαλιν ἐν τοῖς ἀλλοφύλοις ἔθνεσιν, εἰ εὑρίσκοιντό τινες ἐπιτηδείως ἔχοντες πρὸς σωτηρίαν, οὐδὲν ἂν κωλύοι τῆς σῆς ἐπισκοπῆς αὐτοὺς τυχεῖν κατὰ τὸν τοῦ δικαίου λόγον. Διό φημι· Πρόσχες τοῦ ἐπισκέψασθαι πάντα τὰ ἔθνη· τοὺς δὲ ἐργαζομένους τὴν ἀνομίαν, ὅθεν δήποτε εἶεν, μὴ οἰκτειρήσῃς. Μέμνηται δὲ τῶν ἐργαζομένων τὴν ἀνομίαν καὶ ἀνωτέρω λέγων· Ῥῦσαί με ἐκ τῶν ἐργαζομένων τὴν ἀνομίαν, καὶ ἐξ ἀνδρῶν αἱμάτων σῶσόν με. Οὕτω δὲ ἐκάλει τοὺς κατὰ τοῦ Σωτῆρος ἡμῶν ἀθέους ἐπενέγκαντας χεῖρας. Τοὺς αὐτοὺς δὲ ἠνίττετο καὶ ἐν νδʹ ψαλμῷ λέγων· Ὅτι εἶδον ἀνομίαν καὶ ἀντιλογίαν ἐν τῇ πόλει. Ἡμέρας καὶ νυκτὸς κυκλώσει αὐτήν· καὶ πάλιν· Ἐβεβήλωσαν τὴν διαθήκην αὐτοῦ, διεμερίσθησαν ἀπ'
passion upon all those who work iniquity. And by saying indefinitely, all, he includes Israel as well, and those in it who of old proved to be such. For what advantage, says he, came to Saul, though by race he sprang from Israel and from the tribe of Benjamin, and was established king of so great a nation, when idly and in vain he attempted so many things against one who had done no wrong? If then others also should ever arise thinking and doing things akin to Saul, it is not on that account necessary that they be saved because they are supposed to belong to Thy portion; just as, conversely, among the foreign nations, if some should be found suitably disposed towards salvation, nothing would hinder them from obtaining Thy visitation according to the rule of justice. Wherefore I say: Attend to visit all the nations; and have no compassion upon those who work iniquity, whencesoever they may be. And he mentions those who work iniquity above also, saying: Deliver me from those who work iniquity, and from men of blood save me. Thus did he call those who laid godless hands upon our Saviour. And at the same men he hinted in the 54th Psalm also, saying: For I saw iniquity and contradiction in the city. Day and night it shall go round about her; and again: They profaned His covenant, they were divided from
Ἐπιστρέψουσιν εἰς ἑσπέραν, καὶ λιμώξουσιν ὡς κύων, καὶ κυκλώσουσι πόλιν. Σφόδρα ἀκολούθως ἐπισκοπὴν τῶν ἐθνῶν ἱκετεύσας γενέσθαι, τῶν τε ἐργαζομένων τὴν ἀνομίαν ἐκδίκησιν, ἑξῆς θεσπίζει φάσκων· Ἐπιστρέψουσιν εἰς ἑσπέραν. Τίνες δὲ οὗτοι ἀλλ' οἱ ἐργαζάμενοι τὴν ἀνομίαν καὶ οἱ ἄνδρες τῶν αἱμάτων; Διὰ τί δὲ εἰς ἑσπέραν; ἐπειδὴ ἐπὶ συντελείᾳ τοῦ αἰῶνος ἤμελλε ταῦτα γίγνεσθαι. Ἀντὶ δὲ τοῦ, Καὶ λιμώξουσιν ὡς κύων, ὁ μὲν Ἀκύλας, Καὶ ὀκλασάτωσαν ὡς κύων, ἡρμήνευσεν· ὁ δὲ Σύμμαχος, Καὶ συνηχήσουσιν ὡς κύνες· ὁ δὲ Θεοδοτίων, Καὶ ἠχήσουσιν ὡς κύων· καὶ ἡ πέμπτη ἔκδοσις ὁμοίως, Καὶ ἠχήσουσιν ὡς κύνες. Ἄντικρυς δὲ διὰ τούτων τοὺς ὀψέ ποτε κατὰ τοὺς χρόνους τῆς τοῦ Σωτῆρος ἡμῶν ἀφίξεως ὁμοίως τῷ τότε Σαοὺλ, τὸν ἀναίτιον διώξαντι, μέλλοντας καὶ αὐτοὺς τὸν Χριστὸν τοῦ Θεοῦ πολεμεῖν, κύνας ὠνόμασεν. Ἐπεὶ καὶ διὰ τοῦ προφήτου Ἠσαΐου τὸ αὐτὸ ἅγιον Πνεῦμα περὶ τῶν αὐτῶν διδάσκει λέγον· Πάντες κύνες ἐνεοὶ οὐκ εἰδότες ὑλακτεῖν· καὶ ἐν καʹ ψαλμῷ, τὰ πάθη τοῦ Σωτῆρος ἡμῶν διαγράφοντι, ἐξ αὐτοῦ προσώπου λέλεκται τοῦ Σωτῆρος· Περιεκύκλωσάν με κύνες πολλοὶ, συναγωγὴ πονηρευομένων περιέσχον με. Οἱ οὖν ἐργαζόμενοι τὴν ἀνομίαν καὶ οἱ ἄνδρες τῶν αἱμάτων, εἰ καὶ τὰ μάλιστα νῦν πολλὰ δύνασθαι δοκοῦσι, καὶ τῆς βασιλείας κρατεῖν ὥσπερ Σαοὺλ τέως ἐπὶ τοῦ παρόντος, ἀλλὰ πάντες γε οἱ τὰ ἀδελφὰ τούτῳ πράξαντες ἐπιστρέψουσιν ὀψέ ποτε, καὶ εἰς ἑσπέραν ὀκλάσουσί τε καὶ συνηχήσουσιν, οὐδὲν μὲν ἔναρθρον φθεγγόμενοι, οὐδὲ ἐκ λογικῆς δια-
They shall return at evening, and shall hunger like a dog, and go round about the city. Most consistently, after supplicating that there be a visitation of the nations and vengeance upon those who work iniquity, he next prophesies, saying: They shall return at evening. And who are these save those who worked iniquity and the men of blood? And why at evening? Because at the consummation of the age these things were going to come to pass. Instead of, And they shall hunger like a dog, Aquila rendered, And let them crouch down like a dog; Symmachus, And they shall bay together like dogs; Theodotion, And they shall howl like a dog; and the Fifth Edition likewise, And they shall howl like dogs. Outright by these words he named dogs those who late at last, in the times of our Saviour's coming, like Saul at that time when he persecuted the innocent one, were themselves also going to make war upon the Christ of God. Since through the prophet Isaiah also the same Holy Spirit teaches concerning the same men, saying: All of them dumb dogs, not knowing how to bark; and in the 21st Psalm, which delineates the sufferings of our Saviour, it is spoken in the very person of the Saviour: Many dogs have surrounded Me, an assembly of evildoers have enclosed Me. Those, therefore, who work iniquity and the men of blood, even if ever so much now they seem to have great power and to hold sway over the kingdom just as Saul did for a while at the present, yet all who have done things akin to him shall return late at last, and at evening shall both crouch down and bay together, uttering nothing articulate, nor from rational thought
Notes, col. 540

On the reading

Printed ἐργαζάμενοι, for ἐργαζόμενοι.