Migne Reading Room

PG 23 · cols. 505–516 · Read from the page

Commentaries on the Psalms. Col

Commentaries on the Psalms. Col

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 23:505Read from the page
τυγχάνων, καὶ ἐν ἀνέσει ὢν, τοιαύτας ἠφίει φωνὰς, καὶ ἔτι μᾶλλον τὰς ἑξῆς ἐπιφερομένας δι' ὧν εἴρηται· Ἑτοίμη ἡ καρδία μου, ὁ Θεὸς, ᾄσομαι καὶ ψαλῶ. Ἐξεγέρθητι ἡ δόξα μου, ἐξεγέρθητι ψαλτήριον καὶ κιθάρα, ἐξεγερθήσομαι ὄρθρου. Ἐξομολογήσομαι ἐν λαοῖς, Κύριε, ψαλῶ σοι ἐν ἔθνεσι.
and at ease, he uttered such voices, and still more those brought forward next whereby it has been said: My heart is ready, O God, I will sing and make melody. Awake, my glory, awake, psaltery and harp, I will awake at dawn. I will give thanks unto Thee among peoples, O Lord, I will sing melody unto Thee among nations.
Ταῦτα μὲν οὖν εἰρήσθω εἰς τὴν διαφορὰν τῶν προκειμένων. Ἴωμεν δὲ ἐπὶ τὴν τοῦ μετὰ χεῖρας ἐξήγησιν. Εἰς τὸ τέλος, μὴ διαφθείρῃς, τῷ Δαυῒδ εἰς στηλογραφίαν, καὶ τὰ ἑξῆς. Ἤλαυνε μὲν ὁ Σαοὺλ τὸν Δαυΐδ· ὁ δ' ἔργοις ἐπιτελῶν τὸ, Ἐὰν διώκωσιν ὑμᾶς ἐκ τῆς πόλεως ταύτης, φεύγετε εἰς τὴν ἑτέραν, ἀπεδίδρασκεν, ὡς ἂν μὴ παρὼν ἐρεθίζοι τὸν ἐχθρὸν, αἴτιός τε αὐτῷ γίγνοιτο μιαιφονίας. Τὸ γὰρ, Μὴ ἔκκαιε ἄνθρακας ἁμαρτωλοῦ, πάντων μᾶλλον Δαυῒδ ἠπίστατο· διὸ ὑπεχώρει καὶ παρεχώρει, καίπερ ἀγαπώμενος ὑπὸ παντὸς τοῦ ἔθνους, πλείστους τε ἔχων τοὺς συμπάσχοντας καὶ συναλγοῦντας, δυναμένους τε αὐτὸν οἴκοι παρ' ἑαυτοῖς ὑποδέχεσθαι καὶ κρύπτειν. Ἀλλὰ ἵνα μὴ καὶ ἑτέροις αἴτιος γίγνοιτο κινδύνων, ἔφυγεν ἐπὶ τὰς ἐρήμους χώρας, καὶ τὰς ἐν τοῖς σπηλαίοις ἠσπάζετο διατριβάς. Καί μοι δοκεῖ καὶ αὐτοῦ τὴν μνήμην αἰνίττεσθαι λέγων ὁ ἱερὸς Ἀπόστολος· Ἐν ἐρημίαις πλανώμενοι καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς. Ὥσπερ δὲ ὁ προτεταγμένος τοῦ παρόντος, ψαλμὸς οὐκ ἦν, ἀλλὰ στηλογραφία, ὅπερ ἡρμήνευσεν ὁ Ἀκύλας, ταπεινοῦ τελείου· ὁ δὲ Σύμμαχος, τοῦ ταπεινόφρονος καὶ ἀμώμου· οὕτως καὶ ὁ παρὼν λόγος, τὴν εἰς ἄκρον πραότητος καὶ ἀνεξικακίας τοῦ Δαυῒδ ἀρετὴν, ταπεινοῦ τελείου, ταπεινόφρονος καὶ ἀμώμου· εἶθ' ὥσπερ αἰωνίου μνήμης τὴν ταπεινοφροσύνην ἀξίαν ἀνατίθησι στηλογραφία. Ἐπὶ ταύτῃ δὲ τῇ ἀρετῇ καὶ Μωϋσῆς ἐμαρτυρεῖτο, καὶ ὁ Σωτὴρ δὲ καὶ Κύριος ἡμῶν ἐπὶ ταύτην παρεκάλει λέγων· Μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ. Ἐπεὶ δὲ ἐδεῖτο παραμονῆς καὶ τῆς ἐπὶ μήκιστον φυλακῆς ἡ τοιαύτη ἀρετὴ (ὁ γὰρ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται·) διὰ τοῦτο ἐπιγέγραπται, Εἰς τὸ τέλος, μὴ διαφθείρῃς. Πολλοὶ γὰρ, καλῶς ἀρξάμενοι, οὐ διήρκεσαν εἰς τέλος. Ἀλλὰ τὸ Πνεῦμα τὸ ἅγιον, τοῦ Δαυῒδ τὴν φυγὴν καὶ τὴν ἐν ἐρημίαις διατριβὴν, τήν τε ἐν σπηλαίοις καρτερικωτάτην οἴκησιν ἀποδεχόμενον, φησὶν αὐτῷ, Εἰς τὸ τέλος, μὴ διαφθείρῃς, μένε δὲ δι' ὅλου τοιοῦτος, ὡς ἂν τύχοις στηλογραφίας καὶ μνήμης αἰωνίου. Ὁ δὲ ἐπὶ τούτοις, οὐ κατὰ Κυνικοὺς τῶν τὴν σοφίαν τοῦ αἰῶνος τούτου μετερχομένων τυφούμενος (sic), οὐδὲ μέγα φρονῶν καὶ βρενθυόμενος ἐπὶ τῇ τοῦ βίου καρτερίᾳ, οὐδ' ὅτι πλείους
Let these things, then, be said regarding the difference between the psalms before us. Now let us proceed to the explanation of the one in hand. Unto the end, destroy not, for David, for an inscription on a pillar, and what follows. Saul was hunting David down; and he, fulfilling in deeds the saying, When they persecute you out of this city, flee into the other, ran away, lest by being present he should provoke the enemy, and become to him a cause of blood-guiltiness. For that saying, Kindle not the coals of a sinner, David knew better than anyone; wherefore he withdrew and gave way, although beloved by the whole nation, and having very many who sympathized and grieved with him, and who were able to receive him at home in their own houses and hide him. Yet lest he should become a cause of dangers to others also, he fled to the desert regions, and embraced his abodes in the caves. And to me the holy Apostle seems to hint at remembrance of him also when he says: Wandering in deserts and mountains and caves and the holes of the earth. And just as the one placed before the present one was not a psalm, but an inscription on a pillar, which Aquila translated, of the lowly perfect one, and Symmachus, of the lowly-minded and blameless one, so too the present discourse [sets forth] David's virtue at the height of meekness and forbearance, of the lowly perfect one, lowly-minded and blameless; then, as being worthy of eternal remembrance, an inscription on a pillar dedicates his lowliness of mind. And for this virtue Moses also was borne witness to, and our Saviour and Lord also exhorted towards it, saying: Learn from Me, for I am meek and lowly in heart. And since such a virtue needed perseverance and guarding for the longest time (for he that endureth unto the end, this man shall be saved), on this account it has been entitled, Unto the end, destroy not. For many, having begun well, did not hold out unto the end. But the Holy Spirit, approving David's flight and his stay in deserts, and his most patient dwelling in caves, says to him, Unto the end, destroy not, that is, remain such throughout, so that you may obtain an inscription on a pillar and eternal remembrance. And he thereupon, not after the manner of the Cynics among those who pursue the wisdom of this age being puffed up (sic), nor thinking highly and bearing himself haughtily over the endurance of his life, nor because in large numbers
PG 23:508Read from the page
τοὺς παρ' αὐτῷ συνηγμένους μιμητὰς καὶ μαθητὰς τοῦ οἰκείου τρόπου ἐκέκτητο χαυνούμενος· οὐδὲ ὡς ἐπὶ δορυφόροις καὶ συμμάχοις θαρσῶν· τὸν δὲ πρᾶον καὶ ταπεινὸν, τέλεόν τε καὶ ὡς ἀληθῶς ταπεινόφρονα καὶ ἄμωμον ἔργῳ παριστὰς, ἐβόα πρὸς τὸν Θεὸν λέγων· Ἐλέησόν με, ὁ Θεὸς, ὅτι ἐπὶ σοὶ πέποιθεν ἡ ψυχή μου, καὶ ἐν τῇ σκιᾷ τῶν πτερύγων σου ἐλπιῶ. Οἶδα μὲν γὰρ τὰς σὰς πτέρυγας καὶ τὴν σὴν σκέπην τελείαις ψυχαῖς ἀφωρισμένας· ἐγὼ δὲ, μικρὸς ὢν καὶ ταπεινὸς, οὐκ ἐπὶ ταῖς σαῖς πτέρυξιν, ἀλλ' ἐπὶ τῇ σκιᾷ τῶν πτερύγων σου ἐλπιῶ, ἕως ἂν παρέλθῃ ἡ ἀνομία· ἢ, κατὰ τὸν Ἀκύλαν, ἕως ἂν παρέλθῃ ἡ ἐπιβουλή· κατὰ δὲ τὸν Σύμμαχον, ἕως ἂν παρέλθῃ ἐπηρεαστής. Ἐπειδὰν δὲ παρέλθῃ ἡ ἀνομία, καὶ ἡ κατ' ἐμοῦ ἐπιβουλὴ, καὶ ὁ ὠνομασμένος ἐπηρεαστὴς, οὐκέτι ἐν τῇ σκιᾷ, ἀλλ' ἐν αὐταῖς
he possessed those gathered beside him as imitators and disciples of his own manner of life, growing conceited, nor trusting in them as bodyguards and allies; rather, presenting in deed the meek and lowly one, perfect and truly lowly-minded and blameless, he cried aloud unto God, saying: Have mercy upon me, O God, for in Thee hath my soul trusted, and in the shadow of Thy wings will I hope. For I know that Thy wings and Thy shelter are set apart for perfect souls; whereas I, being small and lowly, will hope not in Thy wings, but in the shadow of Thy wings, until iniquity pass by; or, according to Aquila, until the plot pass by; and according to Symmachus, until the traducer pass by. But whenever the iniquity passes by, and the plot against me, and the aforesaid traducer, no longer in the shadow, but in those very
Κεκράξομαι πρὸς τὸν Θεὸν τὸν ὕψιστον, τὸν Θεὸν τὸν εὐεργετήσαντά με. Ἐξαπέστειλεν ἐξ οὐρανοῦ καὶ ἔσωσέ με, ἔδωκεν εἰς ὄνειδος τοὺς καταπατοῦντάς με. Διάψαλμα. Κραυγὰς καὶ βοὰς εἰώθασιν οἱ δίκαιοι τῷ Θεῷ πέμπειν, οὐ γεγωνῷ τῇ φωνῇ, δυνάμει δὲ ψυχῆς ὑπερβαλλούσῃ. Διὸ καὶ σιωπῶντες πολλάκις τῷ πνεύματι ἐβόων· αὐτὸ γὰρ τὸ Πνεῦμα στεναγμοῖς ἀλαλήτοις ὑπερεντυγχάνει τῷ Θεῷ, κατὰ τὸν Ἀπόστολον. Οὕτως οὖν καὶ ὁ Δαυῒδ ἐκεκράγει πρὸς τὸν Θεόν. Εἶθ' ὡσανεὶ πολλάκις πεῖραν εἰληφὼς τοῦ ἑαυτοῦ Σωτῆρος, εὐγνωμόνως ἐπάγει λέγων, τὸν Θεὸν τὸν εὐεργετήσαντά με. Εἰπὼν δὲ, Ἐξαπέστειλεν ἐξ οὐρανοῦ καὶ ἔσωσέ με, ἐμφαίνει ἀπεστάλθαι τινὰ Σωτῆρα ἐκ τοῦ Θεῶ. Τίνα δὲ τοῦτον νῦν μὲν οὐ παρέστησεν, ἐν ἑτέρῳ δὲ διδάσκει, ἔνθα φησίν· Ἀπέστειλε τὸν λόγον αὐτοῦ, καὶ ἰάσατο αὐτοὺς, καὶ ἐῤῥύσατο αὐτοὺς ἐκ τῶν διαφθορῶν αὐτῶν. Οὐκοῦν λόγος ἦν Θεοῦ, ὁ καὶ πάλαι ἀποστελλόμενος, καὶ τῶν ἀξίων τῆς αὐτοῦ σωτηρίας Σωτὴρ γιγνόμενος, ὃν καὶ ὁ Δαυῒδ ἀκριβῶς εἰδὼς ἔλεγεν· Ἐξαπέστειλεν ἐξ οὐρανοῦ καὶ ἔσωσέ με. Τὸν μὲν οὖν σωτηρίας ἄξιον ἔσωζε διὰ τοῦ Σωτῆρος ὁ Ὕψιστος· ὁ δὲ αὐτὸς, δίκαια κρίνων, τοὺς ἐπανισταμένους καὶ καταπατοῦντας τὸν δίκαιον ἐδί-
I will cry aloud unto God Most High, unto God Who hath been my benefactor. He sent forth out of heaven and saved me, He gave over to reproach those who trample upon me. Diapsalma. Righteous men are accustomed to send up cries and shouts to God, not with an audible voice, but by surpassing power of soul. Wherefore even while keeping silent they often cried aloud in the spirit; for the Spirit Himself intercedes with God with unutterable groanings, according to the Apostle. Thus, then, David also had cried aloud unto God. Then, as having many times received experience of his own Saviour, he gratefully adds, saying, unto God Who hath been my benefactor. And by saying, He sent forth out of heaven and saved me, he indicates that a certain Saviour has been sent from God. Now Who this was he has not set forth here, but teaches in another place, where he says: He sent His Word, and healed them, and delivered them out of their destructions. Therefore it was the Word of God Who even of old was sent forth, and became the Saviour of those worthy of His salvation, Whom David also, knowing accurately, meant when he said: He sent forth out of heaven and saved me. Him, then, who was worthy of salvation the Most High saved through the Saviour; and the Same One, judging righteously, those who rose up against and trampled upon the righteous man He ga-
Ἐξαπέστειλεν ὁ Θεὸς τὸ ἔλεος αὐτοῦ καὶ τὴν ἀλήθειαν αὐτοῦ, καὶ ἐῤῥύσατο τὴν ψυχήν μου ἐκ μέσου σκύμνων, καὶ τὰ ἑξῆς. Τὴν ἀνωτέρω λείπουσαν διάνοιαν διὰ τῶν προκειμένων ἀποδέδωκε. Ζητουμένου γὰρ τίνα ἐξαπέστειλεν ἐκ τοῦ οὐρανοῦ, καὶ ἔσωσε τὸν Δαυῒδ, παρέστησεν ἐνταῦθα εἰπών· Ἐξαπέστειλεν ὁ Θεὸς τὸ ἔλεος αὐτοῦ καὶ τὴν ἀλήθειαν αὐτοῦ. Ἔλεος δὲ καὶ ἀλήθεια ἐξαποστελλομένη τίς ἂν εἴη ἢ ὁ τοῦ Θεοῦ λόγος, περὶ οὗ ἐλέγετο, Ἐξαπέστειλε τὸν λόγον αὐτοῦ, καὶ ἰάσατο αὐτοὺς, καὶ ἐῤῥύσατο αὐτοὺς ἐκ τῶν διαφθορῶν αὐτῶν; Ὁ δ' αὐτὸς ὁμοίως καὶ φῶς ἀποστελλόμενον εἴρηται ἐν τῷ φάσκοντι ψαλμῷ· Ἐξαπέστειλον τὸ
God sent forth His mercy and His truth, and delivered my soul out of the midst of lions' whelps, and what follows. Through the words before us he has supplied the thought that was lacking above. For since it was inquired Whom He sent forth out of heaven, and saved David, he has set it forth here by saying: God sent forth His mercy and His truth. And mercy and truth sent forth — what else could it be than the Word of God, concerning Whom it was said, He sent forth His Word, and healed them, and delivered them out of their destructions? And the Same One likewise has also been called light sent forth in the psalm that says: Send forth
Notes, col. 508

On the reading

Printed Θεῶ, for Θεοῦ.

PG 23:509Read from the page
φῶς σου καὶ τὴν ἀλήθειάν σου, αὐτά με ὁδηγήσει. Φῶς δὲ καὶ ἀλήθεια καὶ λόγος ἀποστελλόμενα παρὰ τοῦ ὑψίστου Θεοῦ, οὐκ ἀνούσια, οὐδὲ ἀνυπόστατα· οὐ γὰρ οἷόν τε ἦν πρᾶγμα ἀνυπόστατον ἀποστέλλεσθαι. Ὥσπερ δὲ Λόγος νοεῖται ἰάσεως καὶ σωτηρίας ποιητικὸς, οὕτως ἐπὶ τοῦ παρόντος ὁ αὐτὸς ἔλεος ὠνόμασται, ὡς ἂν ὑπηρετικὸς ὢν τῆς τοῦ Πατρὸς φιλανθρωπίας· ὁμοίως δὲ καὶ ἀλήθεια, ὡς ἂν ἀληθῶς ὑφεστὼς καὶ κατ' ἐνέργειαν οὐσιωμένος. Ὁ γοῦν ἡμέτερος λόγος ὢν, συλλαβαῖς καὶ ῥήμασι καὶ ὀνόμασι τὴν ὑπόστασιν ἔχων, καὶ διὰ γλώττης καὶ φωνῆς ἐξηχούμενος, οὐκ ἂν λεχθείη κυρίως καὶ ἀληθῶς λόγος. Ἔχει γοῦν ἕτερον τὸν γεννῶντα αὐτὸν, ὃν καὶ κυρίως ἄν τις εἴποι ἀληθῆ λόγον· τοῦτον δ' εἶναί φασι τὸν ἐνδιάθετον. Ὥσπερ οὖν ὁ ἐν ἡμῖν ἐνδιάθετος λόγος, ὁ καὶ κυρίως ἂν ῥηθεὶς ἀληθῶς λόγος, ὑπόστατος τυγχάνει, κατ' οὐσίαν ὑφεστὼς, ἕτερός τε ὢν παρὰ τὸν ἀποστέλλοντα αὐτόν· διὸ ἀνωτέρω μὲν ἐλέγετο, Ἐξαπέστειλεν ἐξ οὐρανοῦ καὶ ἔσωσέ με. Τίνα δὲ ἐξαπέστειλε, ἐπὶ τοῦ παρόντος διδάσκει φάσκων· Ἐξαπέστειλε τὸ ἔλεος αὐτοῦ καὶ τὴν ἀλήθειαν αὐτοῦ, καὶ ἐῤῥύσατο τὴν ψυχήν μου ἐκ μέσου σκύμνων· ὧν μέσος γενόμενος ἐκοιμήθην, φησὶ, τεταραγμένος. Μέσος γὰρ ἀποληφθεὶς σκύμνων τῶν ἐν Γὲθ ἀλλοφύλων, ἢ τῶν ἄλλως πολεμούντων με ἐχθρῶν, τὸ ὅσον ἐπ' ἐμοὶ καὶ τῇ ἀνθρωπίνῃ ἀσθενείᾳ, ἐκοιμήθην τεταραγμένος. Ὁ δὲ ὕψιστος Θεὸς, τὸν προλεχθέντα λόγον αὐτοῦ καὶ τὴν ἀλήθειαν καὶ τὸν ἔλεον ἐξαποστείλας, ἐῤῥύσατο τὴν ψυχήν μου, ὡς μηδὲν αὐτὴν παθεῖν ἐκ τῆς ταραχῆς τῶν σκύμνων. Κατὰ δὲ τοὺς λοιποὺς ἑρμηνευτάς· Οὐ τεταραγμένος, φησὶν, ἐκάθευδον μέσος ἀποληφθεὶς λεόντων, ἀλλ' ἀπτόητος ἤμην καὶ εὐθαρσής. Λέγει γοῦν ὁ Ἀκύλας· Ἐν μέσῳ λεαινῶν κοιμηθήσομαι λάβρων· ὁ δὲ Σύμμαχος· Ἐν μέσῳ λεόντων εὐθαρσῶν ἐκοιμήθην. Τίνες δὲ ἦσαν οἱ λέοντες, ἢ οἱ σκύμνοι καὶ αἱ λέαιναι, διασαφεῖ ἑξῆς λέγων· Υἱοὶ ἀνθρώπων οἱ ὀδόντες αὐτῶν ὅπλον καὶ βέλη, καὶ ἡ γλῶσσα αὐτῶν μάχαιρα ὀξεῖα. Παντὸς γὰρ θηρὸς ἀγρίου ἰοβόλου τε ἑρπετοῦ, χείρων ἂν γένοιτο φαῦλος καὶ πονηρὸς ἄνθρωπος, μάλιστα ὁ διαβολαῖς καὶ καταλαλιαῖς σχολάζων, καὶ ταῖς τῶν θεοφιλῶν ψυχαῖς ἐπιβουλεύων, οὐχ ὅπλοις δὲ καὶ δόρασι, κεκρυμμένοις δὲ καὶ λανθάνουσι τοῖς διὰ λόγων ἀναιρετικοῖς ὀργάνοις. Κέχρηνται γοῦν οἱ τοιοῦτοι τῇ μὲν τῶν ὀδόντων περιβολῇ ὥσπερ τινὶ ὅπλῳ περιφράττοντι, καὶ περικλείοντι τοὺς εἴσω τῶν ὀδόντων κρυπτομένους λόγους· τῇ δὲ γλώττῃ καὶ ταῖς ἐκ ταύτης διαπεμπομέναις διαβολαῖς, ὥσπερ τισὶ βέλεσιν ἀκοντιζομένοις. Ἡ δ' αὐτὴ τῶν τοιούτων γλῶττα μαχαίρας ὀξυτάτης οὐδὲν ἂν διαφέροι κεντούσης, καὶ τὰ πρὸς θάνατον ἐνεργούσης. Ἀλλ' οἱ μὲν ἀνθρώπινοι λέοντες καὶ ὠνομασμένοι σκύμνοι τοιοῦτοι. Ἐγὼ δὲ αὐτῶν διέφερον τὴν ἐπιβουλὴν, διὰ τὸν ἐκ τοῦ
Thy light and Thy truth, they shall lead me. Now light and truth and Word sent forth from God Most High are not unsubstantial, nor non-subsistent; for it was not possible for a non-subsistent thing to be sent forth. And just as He is understood as Word productive of healing and salvation, so in the present passage the Same One has been named mercy, inasmuch as being minister of the Father's love towards mankind; and likewise also truth, inasmuch as truly subsisting and endowed with essence in activity. At any rate, our own word, having its subsistence in syllables and verbs and nouns, and sounded forth through tongue and voice, would not strictly and truly be called word. It has, at all events, another that begets it, which one might strictly call true word; and this they say is the internal word. Just as, then, the internal word within us, which might strictly be called truly word, is subsistent, subsisting in essence, and being distinct from him who sends it forth; wherefore above it was said, He sent forth out of heaven and saved me. And Whom He sent forth, he teaches in the present passage, saying: He sent forth His mercy and His truth, and delivered my soul out of the midst of lions' whelps; coming into the midst of whom, I lay down to sleep, he says, troubled. For being cut off in the midst of lions' whelps, the Philistines in Geth, or the enemies warring against me in other ways, so far as lay in me and in human weakness, I lay down to sleep troubled. Yet God Most High, having sent forth His aforesaid Word and truth and mercy, delivered my soul, so that it suffered nothing from the troubling of the whelps. And according to the rest of the translators: Not troubled, he says, did I sleep when cut off in the midst of lions, rather I was undismayed and of good courage. At any rate Aquila says: In the midst of fierce lionesses I will lie down to sleep; and Symmachus: In the midst of bold lions I lay down to sleep. And who the lions were, or the whelps and the lionesses, he makes plain next, saying: Sons of men, their teeth are weapon and arrows, and their tongue a sharp sword. For worse than any wild beast and venomous creeping thing would a base and wicked man become, especially one who devotes his leisure to slanders and backbitings, and plots against God-loving souls, not with weapons and spears, but with hidden and secret destructive instruments made of words. At any rate, such men use the enclosure of their teeth like some weapon fencing round and shutting in the words hidden inside their teeth; and their tongue and the slanders sent across from it, like certain arrows hurled as darts. And that very tongue of such men would differ in nothing from a sharpest sword piercing and working things unto death. Such, then, are the human lions and the aforesaid whelps. Yet I bore through their plot, on account of the One from
PG 23:512Read from the page
Ὑψώθητι ἐπὶ τοὺς οὐρανοὺς, ὁ Θεὸς, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου, καὶ τὰ ἑξῆς. Τῷ ἐξαποσταλέντι ὑπὸ τοῦ Ὑψίστου βοηθῷ ἑαυτοῦ καὶ Σωτῆρι, ὡς ἂν ἑαυτὸν ταπεινώσαντα διὰ τῆς μέχρις ἀνθρώπων καθόδου, ῥυσαμένῳ τε τὴν ψυχὴν αὐτοῦ ἐκ μέσου σκύμνων, ἐπιφωνεῖ λέγων ὁ Προφήτης· Ἐπειδὴ, τοῦ οἰκείου μεγέθους ὑποκαταβὰς, καὶ σεαυτὸν σμικρύνας, τῆς ἐμῆς ταπεινότητος ἐφρόντισας, ἐῤῥύσω τε τὴν ψυχήν μου ἐκ μέσου τῶν προλεχθέντων, ὑψώθητι λοιπὸν, καὶ ἀπολάμβανε τὸν σαυτοῦ θρόνον καὶ τὴν πρέπουσάν σοι ἐν οὐρανῷ βασιλείαν. Οὐδὲ οὕτως γὰρ ἀποστερηθήσεται ἡ γῆ τῆς σῆς δόξης, κἂν ἐν οὐρανῷ διατρίβῃς. Ὥσπερ γὰρ ἥλιος, τὸν οἰκεῖον ἀποτελῶν δρόμον, οὐκ ἀποστερεῖ τοὺς ἐπὶ γῆς τῆς ἑαυτοῦ λαμπηδόνος· τὸν αὐτὸν τρόπον καὶ σὺ, ὦ Κύριε, εἰ καὶ τὰ μάλιστα δι' ὑπερβολὴν φιλανθρωπίας τοῦ καταπέμψαντός σε Πατρὸς μέχρι τῆς ἐμῆς σμικρότητος ἐξητάσθης, ἀλλ' ὑψώθητι λοιπὸν ἐπὶ τοὺς οὐρανοὺς, καὶ τοῖς κόλποις τῆς Πατρικῆς θεότητος ἐνοικῶν, πλήρου τῆς σαυτοῦ δόξης πᾶσαν τὴν γῆν. Λέγω δὲ ταῦτα εἰκότως, ἐν ἀμεριμνίᾳ παντὸς κακοῦ γεγονὼς, καὶ τῶν προλεχθέντων σκύμνων καὶ λεόντων διὰ τῆς σῆς ἐπισκοπῆς ῥυσθείς· οἵτινες παγίδας ἡτοίμασαν τοῖς ποσί μου, καὶ, τὸ ὅσον ἐπ' αὐτοῖς, κατέκαμψαν τὴν ψυχήν μου· ἀλλὰ καὶ ὤρυξαν πρὸ προσώπου μου βόθρον. Ταῦτα δὲ καθ' ἑαυτῶν, ἀλλ' οὐ κατ' ἐμοῦ διὰ τὴν σὴν σκέπην εἰργάσαντο. Ἔφθασαν γὰρ αὐτοὶ μᾶλλον εἰς τὸν ἑαυτῶν καταπεσόντες βόθρον. Διόπερ ἐπειδὴ ταῦτα εἰργάσω σὺ ὁ ἀπεσταλμένος ὑπὸ τοῦ Πατρὸς, ὑψώθητι λοιπὸν, καὶ ἀπολάμβανε τὰς οὐρανίους, ὡς οἰκείας καὶ συνήθεις τῇ σῇ θεότητι διατριβάς.
Be Thou exalted above the heavens, O God, and above all the earth Thy glory, and what follows. Unto his own Helper and Saviour sent forth by the Most High, inasmuch as having humbled Himself through His descent unto men, and having delivered his soul out of the midst of lions' whelps, the Prophet calls out, saying: Since, having descended from Thine own greatness, and having made Thyself small, Thou didst take thought for my lowliness, and didst deliver my soul out of the midst of those aforesaid, be Thou exalted henceforth, and receive back Thine own throne and the kingdom in heaven befitting Thee. For not even so shall the earth be deprived of Thy glory, even though Thou dwellest in heaven. For just as the sun, completing its own course, does not deprive those upon earth of its brightness, in the same manner Thou also, O Lord, even though most of all through the surpassing love towards mankind of the Father Who sent Thee down Thou wast found even unto my smallness, yet be Thou exalted henceforth above the heavens, and dwelling within the bosoms of the Paternal deity, fill all the earth with Thine own glory. And I say these things reasonably, having come to be free from care of every evil, and having been delivered through Thy visitation from the aforesaid whelps and lions, who prepared snares for my feet, and, so far as lay in them, bowed down my soul; moreover they dug a pit before my face. Yet these things they wrought against themselves, and not against me, because of Thy shelter. For they themselves were first to fall down into their own pit. Wherefore, since Thou Who wast sent by the Father hast wrought these things, be Thou exalted henceforth, and receive back the heavenly abodes, as proper and customary to Thy deity.
Ἑτοίμη ἡ καρδία μου, ὁ Θεὸς, ἑτοίμη ἡ καρδία μου, ᾄσομαι καὶ ψαλῶ, καὶ τὰ ἑξῆς. Ὁ Σωτὴρ ἐν ταῖς πρὸς τοὺς μαθητὰς διδασκαλίαις ταῦτ' εἰρηκὼς περὶ τοῦ ἁγίου Πνεύματος· Ἐὰν ἀγαπᾶτε ἐμὲ, τὰς ἐντολὰς τὰς ἐμὰς τηρήσατε· καὶ ἐγὼ ἐρωτήσω τὸν Πατέρα, καὶ ἄλλον Παράκλητον δώσει ὑμῖν, ἵνα ᾖ μεθ' ὑμῶν εἰς τὸν αἰῶνα, τὸ Πνεῦμα τῆς ἀληθείας· καὶ πάλιν· Ταῦτα λελάληκα ὑμῖν παρ' ὑμῖν μένων· ὁ δὲ Παράκλητος, τὸ Πνεῦμα τὸ ἅγιον ὃ πέμψει ὁ Πατήρ μου ἐν τῷ ὀνόματί μου, ἐκεῖνος ὑμᾶς διδάξει πάντα καὶ ὑπομνήσει· καὶ αὖθις· Ἔτι πολλὰ ἔχω λέγειν ὑμῖν, ἀλλ' οὐ δύνασθε βαστάζειν ἄρτι. Ὅταν δὲ ἔλθῃ ἐκεῖνος τὸ Πνεῦμα τῆς ἀληθείας, διηγήσεται ὑμῖν τὴν ἀλήθειαν, ὅτι ἐκ τοῦ ἐμοῦ λήψει, καὶ ἀναγγελεῖ ὑμῖν. Δι' ὧν παρίστησι μείζονα μὲν εἶναι τὰ παρ' αὐτοῦ καὶ μὴ χωρούμενα ὑπὸ τῶν ἀποστόλων· Οὐ γὰρ δύνασθε, φησὶ, βαστάζειν· τὸ δὲ Πνεῦμα τῆς ἀληθείας τὸ ἐξ αὐτοῦ χορηγούμενον καὶ τοῖς ἀποστόλοις ὑπ' αὐτοῦ πεμπόμενον ἀναγγέλλειν αὐτοῖς πᾶσαν τὴν ἀλήθειαν. Εἰ δὴ οὖν ταῦτα νενόηται, εἰκότως καὶ ὁ Δαυῒδ τῷ ἀπεσταλμένῳ Θεῷ εἰς τὴν αὐτοῦ βοήθειαν προφήσας, Ὑψώθητι ἐπὶ τοὺς οὐρανοὺς, ὁ Θεὸς, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου, ἱκετεύει ἑξῆς τὸν αὐτὸν καταπέμψαι αὐτῷ τὸ Πνεῦμα τὸν
My heart is ready, O God, my heart is ready, I will sing and make melody, and what follows. The Saviour in His teachings to the disciples, having spoken these things concerning the Holy Spirit: If you love Me, keep My commandments; and I will ask the Father, and He will give you another Paraclete, that He may be with you for ever, the Spirit of truth; and again: These things I have spoken to you while abiding with you; but the Paraclete, the Holy Spirit Whom My Father will send in My name, He will teach you all things and remind you; and once more: I still have many things to say to you, yet you cannot bear them now. But when He, the Spirit of truth, comes, He will recount to you the truth, because He will receive from what is Mine, and will declare it to you — through these words He sets forth that the things from Himself are greater and not contained by the apostles (For you cannot, He says, bear them), whereas the Spirit of truth, supplied out of Him and sent by Him to the apostles, declares to them all the truth. If, then, these things have been understood, reasonably David also, having first said unto God Who had been sent to his aid, Be Thou exalted above the heavens, O God, and above all the earth Thy glory, beseeches next the Same One to send down to him the Spirit, the
PG 23:513Read from the page
Παράκλητον, τὸ προφητικὸν, ἕτοιμον εἶναι ἑαυτὸν φάσκων εἰς ὑποδοχὴν αὐτοῦ· κεκαθάρθαι γὰρ τὸν ἐν αὐτῷ ναὸν καὶ τὸ δοχεῖον τῆς αὐτοῦ ψυχῆς· δηλαδὴ τὴν αὐτὴν διάνοιαν, ἣν τροπικῶς καρδίαν εἴωθεν ὀνομάζειν ὁ λόγος· ὃ δὴ παρίστησι λέγων· Ἑτοίμη ἡ καρδία μου, ὁ Θεὸς, ἑτοίμη ἡ καρδία μου. Ἡ μὲν οὖν ἐμὴ καρδία καὶ τὸ διανοητικὸν ἕτοιμον τυγχάνει, φησί. Σὺ δὲ λοιπὸν κατάπεμπέ σου τὸ Πνεῦμα. Ἐπιστάντος γὰρ αὐτοῦ καὶ ἐποχουμένου τῇ ἐμῇ ψυχῇ, συνήθως ᾄσομαι καὶ ψαλῶ, τὴν ἐμαυτοῦ διακονίαν καὶ ὑπηρεσίαν παρέχων τῇ δυνάμει τοῦ προφητικοῦ Πνεύματος. Καὶ ταῦτ' εἰπὼν, παραχρῆμά τε εἰσακουσθεὶς κατὰ τὸ, Ἔτι λαλοῦντός σου ἐρῶ· Ἰδοὺ πάρειμι, συνήσθετο τῆς τοῦ ἁγίου Πνεύματος παρουσίας. Εἶθ' ὥσπερ ἐπὶ θύραις ἑστῶτος, ἐπιστρέφεται ὁ Προφήτης, καὶ διεγείρει αὐτὸς ἑαυτὸν ἐπὶ τὴν διακονίαν τῆς προφητείας· διὸ ἐπιφέρει· Ἐξεγέρθητι, ἡ δόξα μου. Δόξα μου ἐστὶ τὸ προφητεύειν. Εἶτ' ἐπιλέγει· Ἐξεγέρθητι, ψαλτήριον καὶ κιθάρα· τὴν μὲν ψυχὴν διὰ τοῦ ψαλτηρίου, τὴν δὲ κιθάραν διὰ τοῦ σώματος αἰνιττόμενος· ἢ καὶ αὐτὰ τὰ συνήθη ὄργανα ταῖς χερσὶν ἀναλαμβάνων, ἐπὶ τῷ ἀνακρούσασθαι τὰ ὑπὸ τοῦ Πνεύματος ὑποβαλλόμενα. Καὶ τούτοις προστίθησι λέγων· Ἐξεγερθήσομαι ὄρθρου. Ἄρτι γὰρ φωτισθεὶς διὰ τῆς τοῦ Πνεύματος παρουσίας, ἐν ἡμέρᾳ τε θείου φωτὸς γενόμενος, ἕτοιμός εἰμι προφητεύειν. Καὶ ταῦτ' εἰπὼν, ἀνατίθησιν ὅλον ἑαυτὸν τῷ Πνεύματι· τὸ δὲ ὡς δι' ὀργάνου διὰ τοῦ προφήτου ἀγαθῶν ἀπαγγέλλει, ἀνὰ πᾶσιν εὐαγγελίζεται τοῖς ἔθνεσι φάσκον· Ἐξομολογήσομαί σοι ἐν λαοῖς, Κύριε, ψαλῶ σοι ἐν ἔθνεσιν. Ἐπειδὴ γὰρ ἐπὶ τοῦ παρόντος τὸ Ἰουδαίων ἔθνος καὶ ὁ τούτων λαὸς τοὺς σοὺς ἐλαύνει προφήτας, ὡς μηδενὸς τόπου παραχωρεῖν αὐτοῖς· ἔσται δὲ καιρὸς καθ' ὃν πάντα τὰ ἐπὶ γῆς ἔθνη καὶ πάντες οἱ ἐν ἀνθρώποις λαοὶ τοῦ σοῦ ἐλέου μεθέξουσιν, ὡς ἐμὲ τὸ προφητικὸν Πνεῦμα πάντας ἀθρόως λαοὺς πληρῶσαι καιρῷ τῷ θεσπιζομένῳ, γενόμενον ἐν αὐτοῖς, καὶ ἐξομολογήσασθαί σοι καὶ εὐχαριστῆσαι, ὅτε καὶ ψαλῶ σοι, οὐκ ἐν τῷ Ἰουδαίων λαῷ, ἀλλ' ἐν πᾶσι τοῖς καθ' ὅλης τῆς οἰκουμένης ἔθνεσι· τούτου χάριν φημί· Ἐξομολογήσομαί σοι ἐν λαοῖς, Κύριε, ψαλῶ σοι ἐν ἔθνεσι. Τὸ δὲ τούτου αἴτιον, λέγω δὲ τὸ ἐν πᾶσι τοῖς καθ' ὅλης τῆς οἰκουμένης λαοῖς καὶ παρὰ πᾶσι τοῖς ἔθνεσιν ἐμπολιτεύεσθαι τὸ προφητικὸν πνεῦμα. Καὶ τοὺς πάλαι ἀναφωνηθέντας προφητικοὺς λόγους εἰς ἔργα χωρήσειν ἑξῆς διασαφεῖ φάσκων· Ὅτι ἐμεγαλύνθη ἕως τῶν οὐρανῶν τὸ ἔλεός σου, καὶ ἕως τῶν νεφελῶν ἡ ἀλήθειά σου. Τὸ γὰρ παράδοξον τοῦτ' ἦν, ὅτι τὰ μὲν οὐράνια ἐλέους φημὶ ἀξιοῦσθαι, τὰ δὲ ἐπίγεια τῆς ἀληθείας. Εἰ γὰρ καὶ τὰ μάλιστα δοκεῖ τὰ ἐν οὐρανοῖς κεκαθαρμένα τυγχάνειν, καὶ πάντα τέλεια καὶ εἰς ἄκρον ἀρετῆς ἐληλακότα· ὅμως δ' οὖν καὶ αὐτὰ διὰ τὸν σὸν ἔλεον τοιαῦτα ὄντα καθέστηκεν. Οὐ γὰρ ἐξ αὐτῶν, οὐδὲ παρ' ἑαυτῶν τῆς τοιαύτης μετέχει μακαριότητος, ἀλλὰ παρὰ σοῦ τοῦ πάντων ἀγαθῶν χορηγοῦ. Ἢ
Paraclete, the prophetic Spirit, declaring himself ready to receive Him; for the temple within him and the vessel of his soul have been cleansed, namely the mind itself, which Scripture is accustomed tropically to call the heart; which indeed he sets forth, saying: My heart is ready, O God, my heart is ready. My heart, then, and my faculty of understanding are ready, he says. Do Thou therefore henceforth send down Thy Spirit. For when He stands near and mounts upon my soul, as is my custom I will sing and make melody, rendering my own ministry and service to the power of the prophetic Spirit. And having said these things, and being heard immediately in accordance with the saying, While you are still speaking I will say: Behold, here I am, he perceived the presence of the Holy Spirit. Then, as though He were standing at the doors, the Prophet turns round, and himself rouses himself unto the ministry of prophecy; wherefore he adds: Awake, my glory. My glory is to prophesy. Then he adds: Awake, psaltery and harp — hinting at the soul through the psaltery, and the harp through the body; or else taking up with his hands the customary instruments themselves, in order to strike up the strains suggested by the Spirit. And to these words he subjoins, saying: I will awake at dawn. For having just now been enlightened through the presence of the Spirit, and having come to be in the day of divine light, I am ready to prophesy. And having said these things, he dedicates his whole self to the Spirit; and the Spirit, as through an instrument, through the prophet declares [tidings] of good things, and proclaims good news among all the nations, saying: I will give thanks unto Thee among peoples, O Lord, I will sing melody unto Thee among nations. For since at the present time the nation of the Jews and their people hunt down Thy prophets, so as to yield them no place, yet there shall be a time in which all the nations upon earth and all the peoples among men shall partake of Thy mercy, so that I, the prophetic Spirit, at the time foretold, coming to be among them, shall fill all peoples all together, and give thanks unto Thee and render gratitude, when I shall also sing melody unto Thee, not among the people of the Jews, but among all the nations throughout the whole inhabited earth; for the sake of this I say: I will give thanks unto Thee among peoples, O Lord, I will sing melody unto Thee among nations. And the cause of this — I mean that among all the peoples throughout the whole inhabited earth and with all the nations the prophetic spirit dwells as a citizen, and that the prophetic words proclaimed aloud of old will pass into deeds — he makes plain next, saying: For Thy mercy hath been magnified unto the heavens, and Thy truth unto the clouds. For the paradox was this, that I say heavenly things are counted worthy of mercy, and earthly things of truth. For even though the things in the heavens seem most of all to be purified, and all perfect and advanced to the height of virtue, nevertheless even they have been established as such on account of Thy mercy. For not of themselves, nor from themselves do they partake of such blessedness, save from Thee, the Supplier of all good things. Or
Notes, col. 513

On the reading

Printed ἀγαθῶν, for ἀγαθὰ.

Printed ἀνὰ, for ἅμα.

PG 23:516Read from the page
ἄλλως, Ὅτι ἐμεγαλύνθη ἕως των οὐρανῶν τὸ ἔλεός σου, τὸ χυθὲν εἰς πάντας ἀνθρώπους. Ὃ δὴ καὶ ἀνωτέρω ἀπεστάλθαι ἐλέγετο ἐν τῷ, Ἐξαπέστειλεν ὁ Θεὸς τὸ ἔλεος αὐτοῦ καὶ τὴν ἀλήθειαν αὐτοῦ. Τοιαῦτα γὰρ ἐν ἀνθρώποις κατώρθωσε τὸ ἀποσταλὲν ἔλεος, ὡς ἐν πᾶσι τοῖς λαοῖς ἐμὲ τὸ Πνεῦμα τὸ ἅγιον ἐξομολογήσασθαί σοι, καὶ ἐν πᾶσι τοῖς ἔθνεσι ψάλαι σοι· ὅθεν ἐμεγαλύνθη ἕως τῶν οὐρανῶν· ἐπεὶ μέχρι τῶν οὐρανῶν τοὺς ἐν ἀνθρώποις προκόψαντας εἵλκυσεν, ὡς καὶ ἐπαγγελίαν αὐτοῖς δεδόσθαι βασιλείας οὐρανῶν. Ἀλλὰ καὶ ἕως τῶν νεφελῶν, φησὶν, ἡ ἀλήθειά σου. Νεφέλαι δὲ ὑπηρετικαὶ τυγχάνουσιν ὑετῷ, τῷ τῆς θείας Προνοίας βουλήματι διακονούμεναι. Οὕτω δὲ παρίστησιν ὁ λόγος προνοεῖν ἀνθρώπων τὸν Θεὸν, ἐκ τοῦ μέχρι τῶν νεφελῶν ἐκτείνεσθαι αὐτοῦ τὴν διοίκησιν, καὶ τὴν ἀλήθειαν τῆς ἐπισκοπῆς αὐτοῦ μέχρι τῆς τῶν νεφελῶν ὑπηρεσίας φθάνειν. Καὶ ἄλλως δὲ τὰς ἐν ἀνθρώποις τελείας ψυχὰς, τὰς προφητικὰς ὥσπερ ὑετοὺς τὰς ἐκ Θεοῦ διδασκαλίας χορηγούσας ταῖς τούτων δεομένων ψυχαῖς, νεφέλας εἴωθεν ὀνομάζειν ἡ Γραφή. Ὅτε γοῦν ἠπείλει τῷ Ἰουδαίων ἔθνει ἐρημίαν ὁ προφήτης Ἠσαΐας, τὸν Θεὸν εἰσῆγε λέγοντα· Καθελῶ τὸν φραγμὸν αὐτοῦ, καὶ ἔσται εἰς διαρπαγήν· καὶ καθελῶ τὸν τοῖχον αὐτοῦ, καὶ ἔσται εἰς καταπάτημα. Καὶ ἀνήσω τὸν ἀμπελῶνά μου, καὶ οὐ μὴ τμηθῇ, οὐδὲ μὴ σκαφῇ· καὶ ἀναβήσεται εἰς αὐτὸν ὡσεὶ χέρσον ἄκανθα. Καὶ ταῖς νεφέλαις ἐντελοῦμαι τοῦ μὴ βρέξαι ἐπ' αὐτὸν ὑετόν. Ἄντικρυς διὰ τούτων τῶν θείων προφητῶν, νεφελῶν ὠνομασμένων, οἳ πνεύματος οὐρανίου πληρούμενοι λογικοὺς ὑετοὺς ταῖς τῶν ἀνθρώπων ἐχορήγουν ψυχαῖς. Ἐπειδὴ τοίνυν ἡ ἀλήθεια τοῦ Θεοῦ καὶ τὸ ἔλεος αὐτοῦ, περὶ ὧν μικρὸν πρόσθεν ἔλεγεν, Ἐξαπέστειλεν ὁ Θεὸς τὸ ἔλεος αὐτοῦ καὶ τὴν ἀλήθειαν αὐτοῦ, καὶ ἐῤῥύσατο τὴν ψυχήν μου ἐκ μέσου σκύμνων· πάλαι μὲν τὴν ψυχὴν ἐῤῥύσατο τοῦ Δαυῒδ, ἤμελλε δὲ καὶ μετὰ ταῦτα καὶ πάντα ἐπισκοπεῖν τὰ ἔθνη· εἰκότως τὸ Πνεῦμα τὸ ἅγιον, ταῦτα εὐαγγελιζόμενον, καὶ ὅτι ἐν λαοῖς ἐξομολογήσεται, καὶ ἐν πᾶσι τοῖς ἔθνεσι ψαλεῖ τῷ Θεῷ, τὴν αἰτίαν προστίθησι λέγον· Ὅτι ἐμεγαλύνθη ἕως τῶν οὐρανῶν τὸ ἔλεός σου, καὶ τὰ ἑξῆς. Εἶτα τούτοις ἅπασι τὸ ἐπισφράγισμα ἐπάγει λέγον· Ὑψώθητι ἐπὶ τοὺς οὐρανοὺς, ὁ Θεὸς, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου, δεύτερον ἐπαναλαβὼν τὴν αὐτὴν θεολογίαν. Σοὶ γὰρ, φησὶ, πρέπει ὑψοῦσθαι, εἰ καὶ τὰ μάλιστα δι' ἀνθρώπους συγκαταβαίνεις τῇ ἡμετέρᾳ ταπεινώσει, λαοὺς καὶ ἔθνη προσκαλούμενος τῇ σαυτοῦ χάριτι. Ἀλλ' ὑψώθητι, καὶ ἀπολάμβανε τὸν σαυτοῦ θρόνον. Καὶ οὕτως γὰρ ἐν οὐρανοῖς τὰς διατριβὰς ποιούμενος, καὶ ἐν τῇ σαυτοῦ τυγχάνων θεότητί τε καὶ βασιλείᾳ, πᾶσαν τὴν γῆν πληροῦν δυνήσῃ τῆς σαυτοῦ δόξης. Ὃ δὴ καὶ Μωσῆς ἀναγράφει τὸν
otherwise, For Thy mercy hath been magnified unto the heavens, that which has been poured out upon all men. Which very thing was also said above to have been sent forth in the words, God sent forth His mercy and His truth. For such things did the mercy sent forth accomplish among men, that among all the peoples I, the Holy Spirit, give thanks unto Thee, and among all the nations sing melody unto Thee; whence it has been magnified unto the heavens, since it drew unto the heavens those among men who made progress, so that the promise of the kingdom of the heavens has even been given to them. Moreover, even unto the clouds, he says, is Thy truth. Now clouds are ministers to rain, serving the counsel of divine Providence. And thus the word sets forth that God exercises providence over men, from the fact that His administration extends even unto the clouds, and the truth of His visitation reaches unto the service of the clouds. And in another way too, Scripture is accustomed to call clouds the perfect souls among men, the prophetic souls that supply like rains the teachings from God to the souls of those in need of them. At any rate, when the prophet Isaiah was threatening desolation against the nation of the Jews, he introduced God saying: I will pull down its hedge, and it shall be for plunder; and I will pull down its wall, and it shall be for trampling. And I will abandon My vineyard, and it shall never be pruned, nor dug; and thorns shall come up into it as into dry land. And I will command the clouds not to rain rain upon it. Plainly through these words [he speaks] of the divine prophets, named clouds, who, being filled with heavenly spirit, supplied rational rains to the souls of men. Since therefore the truth of God and His mercy, concerning which a little earlier he was saying, God sent forth His mercy and His truth, and delivered my soul out of the midst of lions' whelps, of old delivered the soul of David, and after these things was about also to visit all the nations, reasonably the Holy Spirit, proclaiming these good tidings, and that He will give thanks among peoples, and among all the nations will sing melody unto God, adds the cause, saying: For Thy mercy hath been magnified unto the heavens, and what follows. Then to all these things He applies the seal, saying: Be Thou exalted above the heavens, O God, and above all the earth Thy glory, taking up a second time the same theology. For unto Thee, he says, it is fitting to be exalted, even though most of all on account of men Thou condescendest to our humiliation, calling peoples and nations to Thyself by Thine own grace. Yet be Thou exalted, and receive back Thine own throne. For even thus making Thine abodes in the heavens, and being in Thine own deity and kingdom, Thou shalt be able to fill all the earth with Thine own glory. Which very thing Moses also records, [introducing]
Notes, col. 516

On the reading

Printed των, for τῶν.