Migne Reading Room

PG 23 · cols. 481–492 · Read from the page

Commentaries on the Psalms. Col

Commentaries on the Psalms. Col

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 23:481Read from the page
νάς μοι ἐδέσματα, ἐν τω οἴκῳ τοῦ Θεοῦ ἐπορεύθημεν ἐν ὁμονοίᾳ. Εἰς ἑαυτοῦ πρόσωπον ἀναλαβὼν ὁ Προφήτης τὰ κατὰ τοῦ Σωτῆρος ἡμῶν τολμηθησόμενα, εἰκότως ἔφασκε τεταράχθαι καὶ δειλίας θανάτου πεπληρῶσθαι. Μάλιστα μὲν γὰρ καὶ πᾶσα, φησὶν, ἡ πόλις πεπλήρωτο ἀνομίας καὶ ἀντιλογίας, οὐ δι' ἡμέρας μόνον, ἀλλὰ καὶ διὰ νυκτός· τὰ δ' ἐκτὸς τῆς πόλεως ἀμφὶ τὰ τείχη αὐτῆς ἀνομίας ἔμπλεα ἦν καὶ ὀδύνης καὶ ταλαιπωρίας· οὐ μὴν ἀλλὰ καὶ πάντων αὐτῶν αἱ ψυχαὶ ζημίας ἐτύγχανόν καὶ ἐπιθέσεως μεσταί. Τὸ δὲ πάντων χείριστον, ὅτι καὶ τῶν ἐμῶν ἰσοψύχων εἷς, τῶν τε σφόδρα γνωρίμων καὶ γνωστῶν ἐμοὶ, τοιαῦτα κατ' ἐμου πεπαρῴνηκεν, ὡς ἀφόρητα εἶναι, καὶ οὐκ οἰστά. Τὰ μὲν γὰρ ὑπ' ἐχθρῶν καὶ ὁμολογούντων ἐναντιοῦσθαι καὶ μισεῖν ἐκ τοῦ προφανοῦς, οἰστὰ ἂν γένοιντό ποτε· ἐπεὶ καὶ προφυλάττεσθαι τοὺς ἐχθροὺς κρύπτεσθαί τε ἀπ' αὐτῶν δυνατὸν, καὶ μηδὲν ξένον ἡγεῖσθαι τοὺς τῶν ἐχθρῶν ὀνειδισμούς· ὅταν δὲ φίλος ἰσόψυχος, ὅταν ὁ τῆς παρ' ἐμοὶ τιμῆς τε καὶ ἐκλογῆς κατηξιωμένος, ὅταν ὁμοτράπεζος μαθητὴς, ὅταν ὁ συνεισελθὼν ἐμοὶ πολλάκις εἰς τὸν τοῦ Θεοῦ οἶκον, συμπροσευξάμενός τε καὶ μυστικῆς ἀπολαύσας τροφῆς, λόγων τε ἀποῤῥήτων τῶν περὶ τῆς βασιλείας τῶν οὐρανῶν μετασχὼν, τοιαῦτα κατ' ἐμοῦ δρῶν, οὐκέτ' ἂν γένοιτο ἀνεκτά. Ταῦτα δὲ ἀκολούθως μετὰ τὰ προλεχθέντα περὶ τῶν ἐν τῇ πόλει τετολμημένων, ἰδίως περὶ τοῦ προδότου Ἰούδα ἐθεσπίζετο. Ἃ δὴ καὶ αὐτὰ τοῦτον ὁ Σύμμαχος ἡρμήνευσε τὸν τρόπον· Οὐ γὰρ ἐχθρὸς προεπηλάκισέ με, ἵνα βαστάξω· οὐδὲ διὰ μίσους μοι ἐπ' ἐμὲ ἐμεγάλυνε πτερνισμὸν, ἵνα κρύβωμαι αὐτόν. Ἀλλὰ σὺ, ἄνθρωπε, ὁμοιότροπός μοι, συνήθης καὶ γνώριμός μοι, οἵτινες ἐκοινολογούμεθα γλυκεῖαν ὁμιλίαν· ἐν τῷ οἴκῳ τοῦ Θεοῦ ἀναστρεφόμεθα συνδιαιτώμενοι,
made sweet meats for me, in the house of God we walked in concord. Taking up unto his own person the things about to be dared against our Saviour, the Prophet reasonably said that he was troubled and filled with fearfulness of death. For above all indeed the whole city, he says, had been filled with lawlessness and contradiction, not by day only, but also by night; and the parts outside the city around her walls were full of lawlessness and pain and wretchedness; nay more, the souls of them all as well happened to be full of loss and attack. And worst of all was that even one of those of like soul with me, of those exceedingly familiar and known to me, has raged drunkenly in such ways against me as to be unbearable and unendurable. For things done by enemies and by those professing to oppose and hate openly might at some time prove endurable; since it is possible both to guard beforehand against enemies and to hide oneself from them, and to count the reproaches of enemies nothing strange; whereas when a friend of like soul, when one counted worthy of honour and election from me, when a disciple sharing my table, when one who has entered with me often into the house of God, having both prayed together with me and enjoyed mystical food, and having partaken of ineffable words concerning the kingdom of heaven, does such things against me, they could no longer prove tolerable. And these things, consequently after what was said before concerning the things dared in the city, were prophetically declared specifically concerning the traitor Judas. Which very things Symmachus also interpreted in this manner: For an enemy did not insult me, that I should bear it; nor out of hatred towards me did he magnify supplanting against me, that I should hide myself from him. But you, O man, of like manner with me, intimate and familiar to me, we who held sweet converse together: in the house of God we go about dwelling together,
Ἐλθέτω θάνατος ἐπ' αὐτοὺς, καὶ καταβήτωσαν εἰς ᾅδου ζῶντες· ὅτι πονηρία ἐν ταῖς παροικίαις αὺτῶν, ἐν μέσῳ αὐτῶν. Ἤδη πολλάκις ἡμῖν καὶ διὰ τῶν ἔμπροσθεν ἀποδέδεικται, ὅτι τὰ προῤῥητικὰ προστακτικῷ τρόπῳ ἔθος τῇ θείᾳ Γραφῇ προφέρεσθαι· καὶ ἐνταῦθα τοίνυν ἀντὶ τοῦ, Ἐλεύσεται θάνατος ἐπ' αὐτοὺς, καὶ καταβήσονται εἰς ᾅδου ζῶντες, προστακτικῶς εἴρηται τὰ προκείμενα. Θεσπίζει δὲ τὸ Πνεῦμα τὸ ἅγιον τὰ συμβησόμενα τοῖς τὰ προλεχθέντα τετολμηκόσιν. Ὁ γοῦν Ἀκύλας ὀρθότερον ἡρμήνευσεν εἰπών· Ἐπάξει θάνατον ἐπ' αὐτούς. Τίς δὲ θάνατον ἐπάξει ἐπ' αὐτοὺς ἢ τὰ ἔργα αὐτῶν; Αὐτὰ γὰρ αὐτοῖς αἴτια γεγένηται θανάτου, ἢ ὁ κρίνας αὐτοὺς θανάτου ἀξίους διὰ τὰς ἀσεβεῖς πράξεις αὐτῶν. Θάνατος δὲ τοὺς ἀσεβεῖς μετερχόμενος οὐχ ὁ κοινὸς ἂν λέγοιτο· οὗτος γὰρ καὶ τοὺς δικαίους ἅπαντας μετῆλθεν· οἳ καὶ μετὰ τὸν κοινὸν θάνατον ζῶσι παρὰ τῷ Θεῷ· ὥσπερ οὖν ἐδίδαξεν ὁ Σωτὴρ εἰπών· Ὁ Θεὸς Ἀβραὰμ, καὶ ὁ Θεὸς Ἰσαὰκ, καὶ ὁ Θεὸς Ἰακὼβ, οὐκ ἔστι Θεὸς νεκρῶν, ἀλλὰ ζώντων· ψυχῶν δὲ θάνατος καὶ παρὰ τῷ Ἑζεκιὴλ δεδήλωται φάσκοντι· Ψυχὴ ἁμαρτάνουσα, αὐτὴ ἀποθανεῖται. Ἐπεὶ
Let death come upon them, and let them go down alive into Hades: because wickedness is in their sojournings, in the midst of them. Already many times it has been demonstrated by us through what went before as well, that it is the custom for divine Scripture to utter predictive statements in the imperative mood; here too, therefore, instead of, Death will come upon them, and they will go down alive into Hades, the words before us have been spoken imperatively. And the Holy Spirit prophetically declares the things that will befall those who have dared the things aforesaid. Aquila accordingly interpreted more rightly, saying: He will bring death upon them. And who will bring death upon them save their own deeds? For those very things have become causes of death to them, rather than He Who judged them worthy of death on account of their impious practices. Now death overtaking the impious would not mean the common death; for this overtook all the righteous as well, who even after the common death live with God; even as the Saviour taught, saying: The God of Abraham, and the God of Isaac, and the God of Jacob, is not God of the dead, but of the living; while a death of souls has also been signified in Ezekiel, saying: The soul that sins, the same shall die. Since
Notes, col. 481

On the reading

Printed τω, for τῷ.

Printed ἐτύγχανόν, for ἐτύγχανον.

Printed ἐμου, for ἐμοῦ.

Printed συνδιαιτώμενοι,, for συνδιαιτώμενοι..

Printed αὺτῶν, for αὐτῶν.

PG 23:484Read from the page
τοίνυν ἑαυτοὺς τῆς ζωῆς οἱ δηλούμενοι κεχωρίκασιν, ἦν δὲ ὁ Σωτὴρ ἡμῶν ἡ ζωή· Ὃ γέγονε γὰρ ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων· εἰκότως, ἀποτμηθέντες αὐτοῦ, τῷ τῆς ψυχῆς θανάτῳ παρεδόθησαν· οὐχ ὥστε φθαρῆναι αὐτὴν καὶ ἀφανισθῆναι εἰς τὸ μὴ ὂν χωρήσασαν, ἀλλ' ὥστε ζῶσαν αὐτὴν καὶ ἀθάνατον τὴν οὐσίαν κεκτημένην ἐν τῷ λεχθέντι θανάτῳ διάγειν. Διὸ λέλεκται· Καὶ καταβήτωσαν εἰς ᾅδου ζωντες. Οὐ τὸν ἀφανισμὸν ψυχῶν ἐδήλου λέγων· Ἐλθέτω θάνατος ἐπ' αὐτοὺς, ἀλλὰ τὴν ἀπὸ τῆς κατὰ Θεὸν ζωῆς χωρισμὸν, καὶ τὴν εἰς τὸν ᾅδην κατοίκησιν. Μήποτε δὲ καὶ ἄλλως ζῶντες εἰς ᾅδου κατῄεσαν, ἐν γνώσει ἁμαρτάνοντες, καὶ εἰδότες μὲν τὸν Σωτῆρα ὡς αὐτὸς εἴ ὁ Χριστὸς τοῦ Θεοῦ, προσποιούμενοι δὲ μὴ εἶναι; Διὸ καὶ ὁμοίως τοῖς περὶ Δαθὰν καὶ Ἀβηρὼν καταποθήσεσθαι καὶ αὐτοὺς, εἰς ᾅδου τε ζῶντας καταβήσεσθαι προαγορεύει. Ἀντὶ δὲ τοῦ, Πονηρίαι ἐν ταῖς παροικίαις αὐτῶν ἐν μέσῳ αὐτῶν· τῶν γὰρ κατὰ τοῦ Σωτῆρος γενομένων αἱ συστάσεις καὶ αἱ κατὰ τὸ αὐτὸ σύνοδοι πονηραὶ γεγόνασι, διὸ καὶ ὁ Ἀκύλας φησίν· Ὅτι πονηρίαι ἐν συστροφῇ αὐτῶν. Ἐπεὶ τοίνυν οὐκ ἐπὶ καλῷ συνήρχοντο, συστροφάς τε καὶ συστάσεις πονηρὰς ἐποιοῦντο, εἰκότως ἐθέσπισεν ὁποῖον αὐτοὺς διαλήψεται τέλος.
therefore those signified have separated themselves from life, and our Saviour was the life: For what came to be in Him was life, and the life was the light of men; reasonably, having been cut off from Him, they were delivered over to the death of the soul: not so that it should perish and vanish away by passing into non-being, but so that while living and possessing an immortal substance it should pass its existence in the death spoken of. Wherefore it is said: And let them go down alive into Hades. He did not signify the annihilation of souls when saying: Let death come upon them, but the separation from the life according to God, and the dwelling in Hades. Or perhaps in another way as well they went down alive into Hades, sinning with knowledge, and knowing indeed the Saviour that He Himself was the Christ of God, yet pretending that He was not? Wherefore he foretells that like those around Dathan and Abiron they too will be swallowed up, and will go down alive into Hades. And instead of the words, Wickednesses are in their sojournings in the midst of them: for the cabals and the gatherings together of those who rose against the Saviour proved wicked, wherefore Aquila also says: Because wickednesses are in their conspiracy. Since therefore they did not come together for good, and formed wicked conspiracies and cabals, he reasonably declared prophetically what sort of end will receive them.
Ἐγὼ πρὸς Θεὸν ἐκέκραξα, καὶ ὁ Κυριος ἔσωσέ με, καὶ τὰ ἑξῆς. Εἰ καὶ τὰ μάλιστα, φησὶ, τῷ πνεύματι τῷ προφητικῷ τὴν μέλλουσαν γενήσεσθαι ἀνομίαν ἐν τῇ προλεχθείσῃ πόλει θεασάμενος, ἐλυπήθην ἐν τῇ ἀδολεσχίᾳ μου, καὶ ἐταράχθην· ὅμως δ' οὖν, τὰ τέλη συνιδὼν τῶν πραγμάτων, εὖ οἶδ', ὅτι, βοήσας πρὸς τὸν Θεὸν, οὐ καταλειφθήσομαι, τεύξομαι δὲ σωτηρίας, τῆς τοῦ κοινοῦ Σωτῆρος χάριτος καὶ μέχρις ἐμοῦ διαβησομένης. Λέγει δὲ ταῦτα ὁ προφήτης, κατὰ μὲν τοὺς Ἑβδομήκοντα, τὸ μέλλον ἔσεσθαι ὡς παρῳχηκὸς ἑρμηνεύων· διὸ λέλεκται· Ἐγὼ πρὸς τὸν Θεὸν ἐκέκραξα, καὶ ὁ Κύριος ἔσωσέ με· κατὰ δὲ τοὺς λοιποὺς ἑρμηνευτὰς, μελλητικῶς προφητεύει καὶ ταῦτα. Ὁ γοῦν Ἀκύλας φησίν· Ἐγὼ πρὸς τὸν Θεὸν καλέσω, καὶ Κύριος σώσει με· καὶ ὁ Θεοδοτίων· Ἐγὼ πρὸς τὸν Θεὸν κεκράξομαι, καὶ Κύριος σώσει με. Τῶν γὰρ κατὰ τοῦ Σωτῆρος τολμηθησομένων τοιούτων ὄντων, ἐγὼ ὁ πρότερον εἰρηκὼς, Ἡ καρδία μου ἐταράχθη ἐν ἐμοὶ, καὶ δειλία θανάτου ἐπέπεσεν ἐπ' ἐμέ· φόβος καὶ τρόμος ἦλθεν ἐπ' ἐμὲ, καὶ ἐκάλυψέ με σκότος, ταῦτα παθὼν διὰ τὴν τῶν ἀποκαλυφθέντων μοι θέαν, πρὸς τὸν Θεὸν ἐκέκραξα. Ὁ δὲ, μὴ παριδών με, κατηξίωσε φανερά μοι καταστῆσαι, ὥσπερ τὰ σκυθρωπὰ πρότερον ἐδείκνυ, οὕτω καὶ τὰ φαιδρότερα· λέγω δὲ καὶ τὴν ἀνάστασιν τοῦ Σωτῆρος καὶ τὴν παρὰ τῷ Πατρὶ δόξαν. Καὶ ταῦτα δὲ ἰδὼν, ἐσώθην· διό φημι· Ἐγὼ πρὸς τὸν Θεὸν ἐκέκραξα, καὶ Κύριος ἔσωσέ με. Σωθεὶς δὲ οὐκέτι ἠρεμῶ, οὐδὲ ἡσυχίαν ἄγειν δύναμαι· ἀλλὰ κηρύττω καὶ πάντας ἀνθρώπους εὐαγγελίζομαι, διηγούμενος ἐφ' ἑκάστης ἡμέρας καὶ ὥρας, ἀπαγγέλλων τε εἰς πάντας ἅπερ ἐν ἁγίῳ πνεύματι τῷ προφητικῷ τεθέαμαι
I cried unto God, and the Lord saved me, and what follows. Even if most of all, he says, having beheld by the prophetic spirit the lawlessness about to come to pass in the aforesaid city, I was grieved in my complaint, and I was troubled; nevertheless, having perceived the ends of the matters, I know well that, having cried aloud unto God, I shall not be forsaken, but shall obtain salvation, the grace of the common Saviour passing over even unto me. Now the prophet says these things, according to the Seventy, interpreting what is about to be as past; wherefore it is said: I cried unto God, and the Lord saved me; whereas according to the rest of the translators, he prophesies these things also in the future tense. Aquila accordingly says: Unto God I will call, and the Lord will save me; and Theodotion: Unto God I will cry aloud, and the Lord will save me. For since the things about to be dared against the Saviour are such, I who previously said, My heart was troubled within me, and fearfulness of death fell upon me: fear and trembling came upon me, and darkness covered me, having suffered these things on account of the sight of the things revealed to me, cried unto God. And He, not overlooking me, counted me worthy to have made manifest to me, just as previously He showed the gloomy things, so also the brighter things: I mean both the resurrection of the Saviour and His glory with the Father. And having seen these things as well, I was saved; wherefore I say: I cried unto God, and the Lord saved me. And having been saved I no longer keep still, nor am I able to hold my peace; rather, I proclaim and preach good tidings to all men, recounting on each day and hour, and declaring unto all the things that in the holy prophetic spirit I have beheld
Notes, col. 484

On the reading

Printed ζωντες, for ζῶντες.

Printed τὴν ἀπὸ τῆς κατὰ Θεὸν ζωῆς χωρισμὸν, for τὸν ἀπὸ τῆς κατὰ Θεὸν ζωῆς χωρισμὸν.

Printed εἴ, for εἴη.

Printed Κυριος, for Κύριος.

PG 23:485Read from the page
θαυμαστὰ καὶ παράδοξα. Διό φημι· Ἑσπέρας καὶ πρωῒ καὶ μεσημβρίας διηγήσομαι καὶ ἀπαγγελῶ.
marvellous and extraordinary. Wherefore I say: At evening and in the morning and at midday I will recount and declare.
Ἐμοῦ δὲ ταῦτα βοῶντος εἰς πάντας ἐξότε καὶ μέχρις ἑσπέρας, ἐν αὐτῷ τε τῷ ἀκμαιοτάτῳ φωτὶ τῆς μεσημβρινῆς ἡμέρας τὰ σωτήρια τέλη κηρύττοντος, εἰσακούσεται τῆς φωνῆς μου ὁ ταύτης τῆς γνώσεως καταξιώσας· καὶ οὐκέτι μὲν ταράττεσθαι ἐν ἐμοὶ ἐάσει τὴν καρδίαν μου, οὐδὲ τὴν δειλίαν τοῦ θανάτου ἐπικεῖσθαί μοι. Ταῦτα δὲ πάντα παραγαγὼν, καὶ διασκεδάσας τῆς ἐμῆς ψυχῆς, λυτρώσεται αὐτὴν ἐν εἰρήνῃ ἀπὸ τῶν θορυβεῖν αὐτὴν ἐθελόντων. Διό φημι· Λυτρώσεται τὴν ψυχήν μου ἐν εἰρήνῃ ἀπὸ τῶν ἐγγιζόντων μοι· ὅτι ἐν πολλοῖς ἦσαν σὺν ἐμοί· ἀνθ' οὗ ἐξέδωκεν ὁ Σύμμαχος· Πολλοστοὶ γὰρ ἐγένοντο πρὸς ἐμέ. Οἱ γὰρ θορυβεῖν ἐθέλοντές μου τὴν ψυχήν μου βραχεῖς τινες ἦσαν, οὓς ὁ Θεὸς ὁ πρὸ τῶν αἰώνων ὑπάρχων ταπεινώσει, τῆς ἐμῆς κραυγῆς ἐπακούσας.
And while I cry these things aloud unto all henceforth even until evening, and in the very brightest light of midday proclaim the saving ends, He Who counted me worthy of this knowledge will hearken to my voice; and He will no longer suffer my heart to be troubled within me, nor the fearfulness of death to lie heavy upon me. Having caused all these things to pass by, and having scattered them from my soul, He will redeem it in peace from those wishing to disturb it. Wherefore I say: He will redeem my soul in peace from those drawing near to me: because among many they were with me; instead of which Symmachus rendered: For they came in great numbers against me. For those wishing to disturb my soul were a few brief ones, whom God Who exists before the ages will humble, having heard my cry.
Ταῦτα μὲν οὖν ὡς τοῦ Προφήτου ἐξ οἰκείου προσώπου τὰς προκειμένας φωνὰς προενηνεγμένου. Εἰ δὲ ἐξ αὐτοῦ τοῦ Σωτῆρος ταῦτα λέγοιτο διὰ τοῦ προφητικοῦ πνεύματος, ἐπειδήπερ ἐξ αὐτοῦ ἐλέγετο τὸ, Εἰ ἐχθρὸς ὠνείδισέ με, ὑπήνεγκα ἂν, καὶ τὰ ἑξῆς, ἀκολούθως καὶ ταῦτα φήσειεν ἂν ὁ Σωτήρ· Ὅτι ὁ μὲν οὐκ ἐχθρὸς, ἀλλὰ φίλος· καὶ οὐχ ὁ μισῶν, ἀλλ' ὁ μικρῷ πρόσθεν ἀγαπῶν, τοιαῦτα κατ' ἐμοῦ τετόλμηκεν. Ἐγὼ δὲ πλέον οὐδὲν ἔπραττον, ἀλλ' ἐβόων πρὸς τὸν Θεόν· εἶχόν τε αὐτὸν οἷα Πατέρα ἐπήκοον. Ἀλλὰ καὶ οἱ μὲν ἐπεβούλευον ἐμοὶ, ὁ δὲ ἔσωζέ με· διὸ οὐ παύσομαι ἑσπέρας καὶ πρωῒ καὶ μεσημβρίας τὰς τοῦ Πατρὸς ἀρετὰς διηγούμενος εἰς πάντας, εἰσακουστόν τε πᾶσιν ἀνθρώποις κηρύττων τὸ σωτήριον Εὐαγγέλιον· καὶ ταύτης μου τῆς φωνῆς ἐπακούσας ὁ Πατὴρ, λυτρώσεται ἐν εἰρήνῃ τὴν ψυχήν μου ἀπὸ τῶν ἐγγιζόντων μοι, τουτέστιν ἀπὸ τῶν ἐγγύθεν καὶ οὐ πόῤῥωθέν με πολεμούντων· οἵτινες ἦσαν πολλοστοί· οὓς καὶ ταπεινώσει ὁ προϋπάρχων πρὸ τῶν αἰώνων Θεός. Οὐδὲ γὰρ ἡ πρὸς ὀλίγον αὐτοῖς γενομένη εὐκαιρία, καθ' ἣν ἐμεγαλαύχησαν, καὶ ἐπλήρωσαν τὴν ἑαυτῶν πόλιν ἀνομίας καὶ ἀντιλογίας, παραμενεῖ αὐτοῖς· ὅσον δὲ οὔπω ταπεινωθήσονται, τῆς ἐκ Θεοῦ ὀργῆς μετελευσομένης αὐτοὺς καὶ τὴν πόλιν αὐτῶν, ὡς καὶ τὸν ἐν αὐτῇ διαβόητον νεὼν ἀφανισθῆναι καὶ πᾶσαν τὴν ἐν αὐτῷ ἐπιτελουμένην λατρείαν καταλυθῆναι. Οὕτως οὖν, τῆς ἐμῆς ἐπακούσας ὁ Θεὸς βοῆς, ταπεινώσει αὐτούς.
These things, then, are as though the Prophet uttered the voices before us from his own person. But if these things should be spoken from the Saviour Himself through the prophetic spirit, seeing that from Him was spoken the saying, If an enemy had reproached me, I would have endured it, and what follows, consequently the Saviour might say these things as well: Because not an enemy, but a friend; and not one hating, but one loving a little before, has dared such things against me. Yet I did nothing more, save that I cried aloud unto God; and I had Him hearkening like a Father. Moreover, while they plotted against me, He saved me; wherefore I will not cease at evening and in the morning and at midday recounting the excellences of the Father unto all, and proclaiming to the hearing of all men the saving Gospel; and having heard this voice of mine, the Father will redeem my soul in peace from those drawing near to me, that is, from those warring against me from near at hand and not from afar; who were very many in number; whom also God Who pre-exists before the ages will humble. For neither will the brief opportunity that came to them, in which they boasted greatly, and filled their own city with lawlessness and contradiction, remain with them; rather, all but immediately they will be humbled, the wrath from God coming to pursue them and their city, so that even the famed temple in it shall vanish away and all the worship performed in it be dissolved. Thus therefore, having heard my cry, God will humble them.
Οὐ γάρ ἐστιν αὐτοῖς ἀντάλλαγμα, καὶ οὐκ ἐφοβήθησαν τόν Θεὸν, καὶ τὰ ἑξῆς. Ταπεινώσει τοὺς προλεχθέντας ἀσεβεῖς ὁ προϋπάρχων πρὸ τῶν αἰώνων Θεός· ἔσονταί τε ταπεινοὶ καὶ διαμενοῦσιν ἐπὶ μήκιστον τοιοῦτοι· ἐπεὶ μηδεὶς ἔσται ὁ ὑπὲρ αὐτῶν διδοὺς ἀντάλλαγμα. Ἅπαξ γὰρ ὁ Υἱὸς τοῦ Θεοῦ λύτρον ἑαυτὸν διδοὺς καὶ ἀντάλλαγμα ὑπὲρ τῶν ἁμαρτωλῶν, τοὺς μὲν εἰς αὐτὸν πεπιστευκότας ἐξηγόρασε, πάντων τε αὐτοὺς τῶν προτέρων ἁμαρτημάτων ἠλευθέρωσεν· τοὺς δὲ εἴασε ταπεινοὺς, ἐπεὶ μὴ προσήκαντο τὴν ὑπὲρ αὐτῶν δοθεῖσαν τιμὴν, μηδὲ ἐπίστευσαν εἰς τὸ τίμιον αἷμα τοῦ πάντων ἀνθρώπων Λυτρωτοῦ καὶ Σωτῆρος. Διό φησι περὶ αὐτῶν ὁ λό-
For there is no exchange for them, and they did not fear God, and what follows. God Who pre-exists before the ages will humble the aforesaid impious men; and they will be lowly and will remain such for a very long time, since there will be no one giving an exchange on their behalf. For once for all the Son of God, giving Himself as a ransom and an exchange on behalf of sinners, redeemed those who have believed in Him, and set them free from all their former sins; whereas the others He left lowly, since they did not accept the price given on their behalf, nor believed in the precious blood of the Redeemer and Saviour of all men. Wherefore concerning them says the
Notes, col. 485

On the reading

Printed τόν, for τὸν.

PG 23:488Read from the page
γος· Οὐ γάρ ἐστιν αὐτοῖς ἀντάλλαγμα. Διὰ τί δὲ οὐκ ἔστιν αὐτοῖς ἀντάλλαγμα, ἑξῆς διδάσκει λέγων· ἐπεὶ μὴ ἐφοβήθησαν τὸν Θεόν. Ὁ μὲν γὰρ, ἅτε ἀγαθὸς, πάντας ἀνθρώπους θέλων σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, ἐξέτεινε τὴν χεῖρα αὐτοῦ τὴν σωτήριον εἰς τὸ καὶ αὐτοὺς μεταδοῦναι τῶν ἑαυτοῦ ἀγαθῶν· οἱ δὲ οὐκ ἐδέξαντο παρὰ τῆς δεξιᾶς τοῦ Θεοῦ προτεινόμενα, ἀλλ' ἐβεβήλωσαν τὴν διαθήκην αὐτοῦ, τὸν καινὸν νόμον τὸν εὐαγγελικὸν παρακρουσάμενοι. Διὸ κατὰ τὸν Σύμμαχον εἴρηται· Ἐξέτεινε τὴν χεῖρα αὐτοῦ εἰς τοὺς εἰρηνεύοντας πρὸς αὐτόν· παρέβησαν συνθήκην· καὶ κατὰ τὸν Ἀκύλαν· Ἀπέστειλε χεῖρα αὐτοῦ ἐν εἰρηνικοῖς αὐτοῦ. Αὐτὸς μὲν γὰρ εἰρηνικὴν δεξιὰν προὔτεινε πρὸς ἐλθόντας παραδέχεσθαι τὴν παρ' αὐτοῦ εἰρήνην· οἱ δὲ παρέβησαν τὴν διαθήκην αὐτοῦ, μὴ καταδεξάμενοι τὴν προτεινομένην αὐτοῖς εἰρήνην. Διὸ, πόλεμον ἀντικαταλλαξάμενοι εἰρήνης, διεμερίσθησαν ἀπὸ ὀργῆς τοῦ προσώπου αὐτοῦ. Ἐπεὶ γὰρ μὴ προσεδέξαντο τὴν χάριν, εἰκότως, ὀργῇ παραδοθέντες, μακρὰν διεσκορπίσθησαν, καὶ εἰς πάντα τὰ ἔθνη διασκεδασθέντες διεσπάρησαν. Ἀντὶ δὲ τοῦ, Καὶ ἤγγισεν ἡ καρδία αὐτοῦ. Ἡπαλύνθησαν οἱ λόγοι αὐτοῦ ὑπὲρ ἔλαιον, καὶ αὐτοί εἰσι βολίδες, σαφέστερον ἡρμήνευσεν ὁ Σύμμαχος εἰπών· Λειότερα βουτύρου τὰ στόματα αὐτῶν· πολεμεῖ δὲ ἡ καρδία ἑκάστου αὐτῶν. Ἀπαλώτεροι οἱ λόγοι αὐτοῦ ἐλαίου, ὄντες ἀνατμητικοί. Ὅρα δὲ τίνα τρόπον κἀνταῦθα δύο τάγματα παρίστησιν ὁ λόγος· ἓν μὲν πολλῶν ἀθρόως κατὰ τὸ αὐτὸ, περὶ ὧν πληθυντικῶς φησι· Λειότερα βουτύρου τὰ στόματα αὐτῶν· πολεμεῖ δὲ ἡ καρδία ἑκάστου αὐτῶν· ἕτερον δὲ ὥσπερ ἑνὸς μεμονωμένου, περὶ οὗ ἰδίως ἐπιλέγει· Ἁπαλώτεροι οἱ λόγοι αὐτοῦ ἐλαίου, ὄντες ἀνατμητικοί. Καὶ ταῦτ' ἦν τὰ δύο τάγματα τὰ διὰ τῶν ἔμπροσθεν δηλούμενα, τό τε τῶν τὴν πόλιν οἰκούντων, περὶ ὧν ἐλέγετο· Ὅτι εἶδον ἀνομίαν καὶ ἀντιλογίαν ἐν τῇ πόλει· καὶ τὸ περὶ τοῦ προδότου, περὶ οὗ ἔφασκεν ὁ λόγος· Ὅτι, εἰ ἐχθρὸς ὠνείδισέ με, ὑπήνεγκα ἄν. Καὶ ἐνταῦθα τοίνυν, ἐπειδὴ προσῄεσαν τῷ Σωτῆρι μεθ' ὑποκρίσεως καὶ κολακείας οἱ ἄρχοντες τοῦ Ἰουδαίων ἔθνους, ποτὲ μὲν διδάσκαλον ἀποκαλοῦντες οὐ σὺν καθαρᾷ καρδίᾳ, ποτὲ δὲ λέγοντες αὐτῷ· Οἴδαμεν, ὅτι ἀληθὴς εἶ, καὶ τὸν λόγον τοῦ Θεοῦ ἐν ἀληθείᾳ διδάσκεις· καὶ οὐ μέλει σοι περὶ οὐδενός· οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπου· εἰκότως περὶ αὐτῶν φησιν ἐνταῦθα ὁ λόγος· Λειότερα βουτύρου τὰ στόματα αὐτῶν· πολεμεῖ δὲ ἡ καρδία ἑκάστου αὐ-
word: For there is no exchange for them. And why there is no exchange for them, he teaches next, saying: because they did not fear God. For He indeed, inasmuch as He is good, willing all men to be saved, and to come unto the knowledge of truth, stretched forth His saving hand so as to impart to them also of His own good things; whereas they did not receive what was held out from the right hand of God, but profaned His covenant, thrusting aside the new evangelical law. Wherefore according to Symmachus it is said: He stretched forth His hand unto those at peace with Him; they transgressed the covenant; and according to Aquila: He sent forth His hand among His peaceable ones. For He Himself held out a peaceable right hand towards those who came to accept the peace from Him; whereas they transgressed His covenant, not accepting the peace held out to them. Wherefore, having exchanged peace for war, they were divided by the wrath of His countenance. For since they did not accept grace, reasonably, delivered over to wrath, they were scattered far away, and dispersed abroad unto all the nations. And instead of the words, And his heart drew near. His words were softened above oil, and they are darts, Symmachus interpreted more clearly, saying: Smoother than butter are their mouths; yet the heart of each of them wages war. Softer are his words than oil, while being cutting. And see in what manner here too the word presents two ranks: one of many all together in the same place, concerning whom it speaks in the plural: Smoother than butter are their mouths; yet the heart of each of them wages war; and another as of one isolated man, concerning whom specifically it adds: Softer are his words than oil, while being cutting. And these were the two ranks signified through what went before: both that of those inhabiting the city, concerning whom it was said: Because I saw lawlessness and contradiction in the city; and that concerning the traitor, concerning whom the word said: Because, if an enemy had reproached me, I would have endured it. Here too, therefore, since the rulers of the Jewish nation approached the Saviour with hypocrisy and flattery, at one time calling Him teacher not with a pure heart, and at another saying to Him: We know that you are true, and teach the word of God in truth; and you care for no one; for you do not look upon the person of man; reasonably concerning them the word says here: Smoother than butter are their mouths; yet the heart of each of
Ἐπίῤῥιψον ἐπὶ Κύριον τὴν μέριμνάν σου, καὶ αὐτός σε διαθρέψει· οὐ δώσει εἰς τὸν αἰῶνα σάλον τῷ δικαίῳ, καὶ τὰ ἑξῆς. Οἱ μὲν σὺν ἀπάτῃ
Cast upon the Lord your care, and He Himself will nourish you; He will never give tossing to the righteous man, and what follows. Those indeed who with deceit
Notes, col. 488

On the reading

Printed Ἀπαλώτεροι, for Ἁπαλώτεροι.

PG 23:489Read from the page
καὶ ὑποκρίσει ἁπαλύνοντες ἑαυτῶν τοὺς λόγους ἐκ τοῦ φανεροῦ, ἔσωθεν δὲ αὐτοὺς ἀκοντίσαντες ὑπὲρ βολίδας, ἀλλὰ καὶ αὐτὸς ὁ προδότης γεγονὼς τοῦ Σωτῆρος, ὁποίου τέλους τεύξονται δεδήλωται· σὺ δὲ ὁ τούτων ἀκροώμενος, σωφρονισθεὶς ἀπὸ τοῦ τῶν προλελεγμένων τέλους, καὶ ὁ τῷ προφητευομένῳ ὅλον σαυτὸν ἐπιδιδοὺς, θάρσει, τὴν σαυτοῦ φροντίδα ἐπιῤῥίψας ἐπ' αὐτὸν, οἷα Καινῇ Διαθήκῃ μαθητευθεὶς, δι' ἧς αὐτὸς ὁ Σωτὴρ παιδεύει λέγων· Μὴ μεριμνήσητε τί φάγητε, μηδὲ τί πίητε· καὶ, Μὴ κτήσησθε χρυσὸν μηδὲ ἄργυρον, μηδὲ χαλκὸν εἰς τὰς ζώνας ὑμῶν. Ταῦτ' οὖν φυλάξας, ἐπίῤῥιψον ἐπὶ Κύριον τὴν μέριμνάν σου, καὶ αὐτός σε διαθρέψει, τὸν ἄρτον σοι διδοὺς τὸν ἐπιούσιον, καὶ τὴν λογικὴν καὶ ἐπουράνιον τροφήν· ἐπαρκῶν δὲ καὶ τὰ πρὸς τὸν βίον χρειώδη. Τούτῳ γὰρ ἐπήγγελται φήσας· Οἶδε γὰρ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος ὧν χρείαν ἔχετε πρὸ τοῦ τι αὐτὸν αἰτῆσαι ὑμᾶς. Αὐτός σε δὲ διαθρέψει, ὡς καὶ πάντα δίκαιον· οὐδένα γὰρ πώποτε τῶν δικαίων καταλέλοιπεν, ὡς ὑπομεῖναι αὐτὸν σάλον πρὸς τὸ σαλευθῆναι καὶ ἐκπεσεῖν. Διὸ λέλεκται ἑξῆς· Οὐ δώσει εἰς τὸν αἰῶνα σάλον τῷ δικαίῳ· ἢ κατὰ τὸν Σύμμαχον· Οὐκ ἐκδώσει εἰς αἰῶνα κλεισθῆναι δίκαιον. Διὸ λέλεκται ἐν ἑτέροις· Νεώτερος ἐγενόμην, καὶ γὰρ ἐγήρασα, καὶ οὐκ εἶδον δίκαιον ἐγκαταλελειμμένον, οὐδὲ τὸ σπέρμα αὐτοῦ ζητοῦν ἄρτους. Ταῦτ' εἰπὼν, ἑξῆς ἐπάγει περὶ τῶν ἐπιβούλων τοῦ Σωτῆρος τὸ, Σὺ δὲ ὁ Θεὸς κατάξεις αὐτοὺς εἰς φρέαρ διαφθορᾶς· ἢ κατὰ τὸν Σύμμαχον· Σὺ δὲ ὁ Θεὸς κατένεγκεις αὐτοὺς εἰς λάκκον διαφθορᾶς· περὶ οὗ λάκκου μυρία διὰ τῶν ἔμπροσθεν εἴρηται· ὥσπερ ἐν τῷ· Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι, καὶ ἀνήγαγέ με ἐκ λάκκου ταλαιπωρίας, καὶ ἀπὸ πηλοῦ ἰλύος· καὶ πάλιν· Μήποτε παρασιωπήσῃς ἀπ' ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον· καὶ αὖθις· Κύριε, ἀνήγαγες ἐξ ᾅδου τὴν ψυχήν μου, ἔσωσάς με ἀπὸ τῶν καταβαινόντων εἰς λάκκον. Ἀλλ' ὁ μὲν δίκαιος διασώζεται πρὸς τὸ μὴ κατενεχθῆναι εἰς τὸν δηλούμενον λάκκον· οἱ δὲ ἀσεβεῖς κάτω φέρονται εἰς αὐτὸν, ὑπὸ τοῦ Θεοῦ καταρασσόμενοι, ὡς εἰς κατάλληλον αὐτοῖς χωρίον. Λάκκον δὲ ταλαιπωρίας καὶ πηλὸν ἰλύος, καὶ φρέαρ διαφθορᾶς τὸν τοῦ θανάτου τόπον καλεῖν εἴωθεν ὁ λόγος· εἰς ὃν καταβάλλονται δίκην τῶν ἄνωθεν καταφερομένων ἐν τοῖς λάκκοις ὑδάτων αἱ τῶν ἀσεβῶν ψυχαί. Καὶ ἐπειδήπερ διὰ τῶν ἔμπροσθεν τοὺς φονευτὰς τοῦ Σωτῆρος ἡμῶν ἐδήλου, ἀκολούθως καὶ νῦν περὶ τῶν αὐτῶν φησιν· Ἄνδρες αἱμάτων καὶ δολιότητος· οὐ μὴ ἡμισεύσωσι τὰς ἡμέρας αὐτῶν· ἢ κατὰ τὸν Σύμμαχον· Μιαιφόνοι καὶ δόλιοι οὐχ ἡμισεύσωσι τὰς ἡμέρας αὐτῶν· ἢ κατὰ τὸν Ἀκύλαν· Ἄνδρες αἱμάτων καὶ ἐπιθέσεως οὐχ ἡμισεύσωσιν ἡμέρας αὐτῶν. Νοήσεις δὲ ὅπως ἐπληροῦντο καὶ ταῦτα ἐπιστήσας, ὡς παραχρῆμα καὶ μετ' οὐ πολὺν χρόνον τῆς κατὰ
and hypocrisy soften their own words openly, while inwardly hurling them sharper than darts, and moreover he himself who became the traitor of the Saviour: what sort of end they will obtain has been shown; whereas you who listen to these things, chastened by the end of those spoken of before, and giving your whole self over to Him Who is prophesied, take courage, having cast your care upon Him, as one instructed in the New Covenant, through which the Saviour Himself teaches, saying: Do not be anxious what you shall eat, nor what you shall drink; and, Do not acquire gold nor silver, nor brass in your belts. Having kept these things, therefore, cast upon the Lord your care, and He Himself will nourish you, giving you your daily bread, and rational and heavenly food; while supplying also the necessities of life. For to this He has promised, saying: For your heavenly Father knows what things you have need of before you ask Him anything. And He Himself will nourish you, even as every righteous man; for never has He forsaken any of the righteous, so that he should undergo tossing to the point of being shaken and falling away. Wherefore it is said next: He will never give tossing to the righteous man; or according to Symmachus: He will never give up a righteous man to be shut in. Wherefore it is said elsewhere: I was younger, and indeed I have grown old, and I have not seen a righteous man forsaken, nor his seed seeking bread. Having said these things, next he brings in concerning those who plotted against the Saviour the words, But Thou, O God, will bring them down into the pit of corruption; or according to Symmachus: But Thou, O God, will cast them down into the cistern of corruption; concerning which cistern countless things have been spoken through what went before: as in the words: Waiting I waited for the Lord, and He gave heed to me, and brought me up out of a cistern of wretchedness, and from mire of clay; and again: Lest ever Thou keep silent from me, and I become like those who go down into a cistern; and once more: O Lord, Thou brought up my soul out of Hades, Thou saved me from those who go down into a cistern. Now the righteous man is preserved so as not to be carried down into the cistern signified; whereas the impious are borne downward into it, dashed down by God, as into a place fitting for them. And the word is accustomed to call the place of death a cistern of wretchedness and mire of clay, and a pit of corruption: into which the souls of the impious are cast down after the manner of waters borne down from above in cisterns. And seeing that through what went before he signified the murderers of our Saviour, consequently now also concerning the same men he says: Men of blood and of deceitfulness: they shall by no means live out half their days; or according to Symmachus: Bloodstained and deceitful men shall not live out half their days; or according to Aquila: Men of blood and of attack shall not live out half their days. And you will understand how these things too were fulfilled when you consider how straightway and not long after the
Notes, col. 489

On the reading

Printed κατένεγκεις, for κατενέγκεις.

PG 23:492Read from the page
τοῦ Σωτῆρος ἡμῶν ἐπιβουλῆς ἄρδην τὸ πᾶν γένος τῶν προλεχθέντων ὀλέθρῳ παρεδόθη, μετελθούσης αὐτοὺς τῆς ὀργῆς ἐν τῇ καταλαβούσῃ αὐτοὺς πολιορκίᾳ κατὰ τὸν Ῥωμαϊκὸν πόλεμον. Καὶ τέως μὲν κατὰ τὸν παρόντα καιρὸν, καὶ τὸν θνητὸν ἐν ἀνθρώποις βίον, μηδὲ ἡμισεύσαντες τὰς ἡμέρας αὐτῶν τοι-
plot against our Saviour the whole race of the aforesaid men was utterly delivered over to destruction, wrath pursuing them in the siege that overtook them during the Roman war. And meanwhile in the present time, and the mortal life among men, without even having lived out half their days, to such
ΕΙΣ ΤΟ ΤΕΛΟΣ ΥΠΕΡ ΤΟΥ ΛΑΟΥ, ΤΟΥ ΑΠΟ ΤΩΝ ΑΓΙΩΝ ΜΕΜΑΚΡΥΜΜΕΝΟΥ, ΤΟΥ ΔΑΥΙΔ ΕΙΣ ΣΤΗΛΟΓΡΑΦΙΑΝ, ΟΠΟΤΕ ΕΚΡΑΤΗΣΑΝ ΑΥΤΟΝ ΟΙ ΑΛΛΟΦΥΛΟΙ ΕΝ ΓΕΘ. ΝΕʹ.
Unto the end, for the people that was removed far from the saints, of David for an inscription on a pillar, when the foreigners held him in Geth. 55.
Ἐλέησόν με, ὁ Θεὸς, ὅτι κατεπάτησέ με ἄνθρωπος, ὅλην τὴν ἡμέραν πολεμῶν ἔθλιψέ με. Λαὸς ἀπὸ τῶν ἁγίων μεμακρυμμένος, ὅσον ἐπὶ τῆς ἱστορίας, ἔοικεν εἶναι ὁ σὺν τῷ Δαυῗδ φεύγων ἀπὸ προσώπου Σαούλ· ἦσαν δὲ τὸν ἀριθμὸν ἄνδρες ἑξακόσιοι, ὡς ἡ Γραφὴ μαρτυρεῖ τῶν Βασιλειῶν. Ἐπεὶ δὲ δὶς γέγονεν παρὰ τοῖς ἐν Γὲθ ἀλλοφύλοις· ἅπαξ, ὅτε μόνος ἀποληφθεὶς εἴσω πυλῶν, μανίαν προσεποιήθη, ὅτε καὶ ἐτυμπάνιζεν ἐν ταῖς πύλαις τῆς πόλεως, καὶ κατέῤῥει τὰ σίελα αὐτοῦ ἐπὶ τὸν πώγωνα αὐτοῦ· ἄλλοτε δὲ, ὅτε σὺν ἀνδράσιν χʹ προσέφυγε τῷ βασιλεῖ τῆς Γὲθ, ἀφώρισέ τε αὐτῷ οἰκητήριον τὴν Σίκελα. Ταῦτ' ἔοικεν ἡ προκειμένη στηλογραφία εἰρῆσθαι τῷ Δαυῗδ, καθ' ὃν καιρὸν ἅμα τοῖς χʹ τοῖς σὺν αὐτῷ φεύγουσιν ἐπεδήμει τοῖς ἐν Γέθ· ὑπεδέξαντό τε αὐτὸν καὶ κατέσχον παρ' ἑαυτοῖς ὡς φίλον, ὅτε καὶ τιμῆς ἀξιοῦται παρὰ τῷ βασιλεῖ Γέθ. Διὸ τὰ τῆς προγραφῆς περιέχει· Εἰς τὸ τέλος, ὑπὲρ τοῦ λαοῦ, τοῦ ἀπὸ τῶν ἁγίων μεμακρυμένου, τῷ Δαυῗδ, στηλογραφία, ὅτε ἐκράτησαν αὐτὸν οἱ ἀλλόφυλοι ἐν Γέθ. Κατὰ δὲ τὸν Ἀκύλαν εἴρηται· Τῷ νικοποιῷ ὑπὲρ περιστερᾶς ἀλάλου, μακρυσμῶν τοῦ Δαυῗδ ταπεινοῦ, τελείου, ἐν τῷ κρατῆσαι αὐτὸν Φυλισταίους ἐν Γέθ· κατὰ δὲ τὸν Σύμμαχον· Ἐπινίκιον ὑπὲρ τῆς περιστερᾶς, ὑπὲρ τοῦ φύλου ἀπωσμένου τοῦ Δαυῗδ, τοῦ ταπεινόφρονος καὶ ἀμώμου, ὅτε κατέσχον αὐτὸν οἱ Φυλισταῖοι ἐν Γέθ· ἡ δὲ πέμπτη ἔκδοσις· Τῷ νικοποιῷ ὑπὲρ τῆς περιστερᾶς τῆς μογιλάλου, κεκρυμμένων τῷ Δαυῗδ, εἰς στηλογραφίαν, ὁπότε ἐκράτησαν αὐτὸν οἱ ἀλλόφυλοι ἐν Γέθ· καὶ ὁ Θεοδοτίων δὲ ἀντὶ τοῦ, Ὑπὲρ τοῦ λαοῦ ἀπὸ τῶν ἁγίων μεμακρυμμένου, ὑπὲρ τῆς περιστερᾶς, ὁμοίως τοῖς λοιποῖς ἐξέδωκε. Τάχα δέ που αἰνίττονται οἱ περιστερὰν ἄλαλον ἢ μογιλάλον εἰρηκότες αὐτὸν τὸν Δαυῗδ παρὰ τοῖς ἀλλοφύλοις ὄντα, καὶ μὴ δυνάμενον λαλεῖν συνήθως τὰς ἐν ἁγίῳ Πνεύματι προφητείας, μηδὲ σὺν παῤῥησίᾳ τοὺς ὕμνους προσφέρεσθαι. Διὸ μογιλάλον περιστερὰν ἢ καὶ ἄλαλον αὐτὸν ὠνόμαζον. Καὶ ἐν τῷ πρὸ τούτου δὲ ψαλμῷ λέλεκτο· Τίς δώσει μοι πτέρυγας ὡσεὶ περιστερᾶς; Καὶ πετασθήσομαι ἢ καὶ ἑδρασθήσομαι. Πόῤῥω ἂν ἐποίησα τὴν ἀναχώρησίν μου, ηὐλιζόμην ἂν ἐν τῇ ἐρήμῳ, κατὰ τὸν Σύμμα-
Have mercy on me, O God, because man has trampled me down, all day long warring he afflicted me. A people removed far from the saints, so far as concerns the history, seems to be that fleeing with David from the face of Saul; and they were six hundred men in number, as the Scripture of the Kingdoms testifies. Now since he came to be twice among the foreigners in Geth: once, when caught alone inside the gates, he feigned madness, when also he drummed at the gates of the city, and his spittle ran down upon his beard; and at another time, when with six hundred men he fled for refuge to the king of Geth, and he set apart for him Sikela as a dwelling-place: for this reason the present inscription on a pillar seems to have been spoken by David, at the time when together with the six hundred fleeing with him he sojourned among those in Geth; and they welcomed him and held him among themselves as a friend, when he was also counted worthy of honour with the king of Geth. Wherefore the words of the superscription run: Unto the end, for the people that was removed far from the saints, of David, an inscription on a pillar, when the foreigners held him in Geth. And according to Aquila it is said: To the giver of victory for the speechless dove, of the far removals of David the lowly, the perfect, when the Philistines held him in Geth; and according to Symmachus: A song of victory for the dove, for the cast-out tribe of David, the lowly-minded and blameless, when the Philistines detained him in Geth; and the fifth edition: To the giver of victory for the slow-tongued dove, of secret things of David, for an inscription on a pillar, when the foreigners held him in Geth; and Theodotion also instead of, For the people removed far from the saints, rendered for the dove, similarly to the rest. Perhaps those who spoke of a speechless or slow-tongued dove hint somehow at David himself when he was among the foreigners, and unable to speak as usual the prophecies in the Holy Spirit, or to utter the hymns with boldness. Wherefore they named him a slow-tongued or even speechless dove. And in the psalm before this also it had been said: Who will give me wings as of a dove? And I shall fly or even settle. Far off would I have made my withdrawal, I would have lodged in the desert, according to Symma-
Notes, col. 492

On the reading

Printed μεμακρυμένου, for μεμακρυμμένου.