τὸν Σαοὺλ ἐνδιαβάλλοντας αὐτόν; τοὺς δὲ κραταιοὺς τὴν ψυχὴν αὐτοῦ ζητοῦντας αὐτὸν τὸν Σαοὺλ καὶ τοὺς σὺν αὐτῷ, οἳ, μὴ προθέμενοι τὸν Θεὸν ἐνώπιον αὐτῶν, ἤλαυνον τὸν μηδὲν αὐτοὺς ἠδικηκότα, ἑαυτοὺς ἀπατῶντες τῷ νομίζειν, ὅτι καὶ παρὰ τὸ βούλημα τοῦ Θεοῦ δυνήσονταί τι κατ' αὐτοῦ; Τοῦτο δ' ἦν ἀνδρῶν μὴ προθεμένων τὸν Θεὸν ἐνώπιον αὐτῶν.
Saul were slandering him; and by the mighty ones seeking his soul, Saul himself and those with him, who, not having set God before them, were persecuting the man who had wronged them in nothing, deceiving themselves by supposing that even contrary to the will of God they would be able to do something against him? And this was the mark of men who had not set God before them.
Ἐγράφη δὲ ταῦτα, φησὶν ὁ Ἀπόστολος, εις νουθεσίαν ἡμῶν, ὡς ἂν μιμηταὶ γιγνοίμεθα τῶν ἁγίων, εἴποτε τοῖς ὁμοίοις περιπίπτοιμεν. Οὐκ ἔστι γὰρ ὅτε πάντες οἱ θέλοντες εὐσεβῶς ζῆν οὐχὶ διώκονται, καὶ μὴ μισοῦνται μῖσος ἄδικον ὑπὸ τῶν τὸν ἐναντίον αἱρουμένων βίον. Καὶ ἀναγκαῖά γε ἡμῖν τὰ προκείμενα εἰς διδασκαλίαν· ὡς ἂν καὶ αὐτοὶ δίκην ἐπῳδῆς ἑαυτοῖς ἐπάδοιμεν τὰς τοιαύτας φωνὰς ἀναπέμποντες τῷ Θεῷ, ἐπειδὰν ἐχθροῖς περιπεσόντες ἐπιβουλευοίμεθα ὑπ' αὐτῶν, καὶ διαβαλλοίμεθα, καὶ κινδυνεύοιμεν· πεπεισμένοι οὐκ ἀργὰ ἔσεσθαι τὰ ῥήματα τῆς προσευχῆς, τὰ μεγάλα δὲ συμβαλοῦνται ἡμῖν, ὥσπερ οὖν καὶ αὐτοῖς τοῖς πρώτοις εὐξαμένοις. Αὐτίκα γοῦν εὐξάμενος ταῦτα ὁ Δαυῖδ, παραχρῆμα ἐπηκόου ἔτυχε τοῦ Θεοῦ, καὶ ἀξιοῦται τῆς παρ' αὐτοῦ βοηθείας. Ἤδη γὰρ μέλλων ἁλίσκεσθαι καὶ ταῖς τοῦ Σαοὺλ χερσὶ παραδίδοσθαι, παραδόξως ἐκ Θεοῦ σώζεται, ἀγγελίας τὸν Σαοὺλ ἀπαγαγούσης ἐφ' ἑτέρας ἀσχολίας κατὰ τὴν παρατεθεῖσαν ἱστορίαν. Διὸ ἑξῆς φησιν· Ἰδοὺ γὰρ ὁ Θεὸς βοηθεῖ μοι, Κύριος ἀντιλήπτωρ τῆς ψυχῆς μου. Ἀποστρέψει τὰ κακὰ τοῖς ἐχθροῖς μου, καὶ ἐν τῇ ἀληθείᾳ σου ἐξολόθρευσον αὐτούς. Διάψαλμα. Τὸ διάψαλμα μεταβολὴν ειργάσατο τῆς διανοίας. Τὰ μὲν γὰρ ὡς ἐν προσευχῇ ἀνεπέμπετο τῷ Θεῷ· τὰ δὲ προφητικῶς ἐπιλέγει, τὰ θεσπίζοντα σωτηρίαν μὲν τῷ εὐξαμένῳ, πτῶσιν δὲ τοῖς ἐχθροῖς, ἀφ' ὧν ῥυσθῆναι ηὔξατο. Ταῦτ' οὖν ἐξ ἁγίου Πνεύματος προφητεύει, τὰ μὲν περὶ αὐτὸν σημαίνων ἐν τούτοις· Ἰδοὺ γὰρ ὁ Θεὸς βοηθεῖ μοι, Κύριος ἀντιλήπτωρ τῆς ψυχῆς μου· τὰ δὲ περὶ τῶν ἐναντίων αὐτῷ, ἤτοι περὶ τῶν Ζιφαίων τῶν διαβεβληκότων αὐτὸν πρὸς τὸν Σαοὺλ, ἢ καὶ νοητῶν τινων ἢ καὶ ἀφανῶν ἐχθρῶν τῶν διαφθονουμένων αὐτοῦ τῇ κατὰ Θεὸν προκοπῇ, καὶ διὰ τοῦτο συσκευαζομένων αὐτὸν, ἐν τῷ, Ἀποστρέψει τὰ κακὰ τοῖς ἐχθροῖς μου, καὶ ἐν τῇ ἀληθείᾳ σου ἐξολόθρευσον αὐτούς. Κατὰ δὲ τὸν Σύμμαχον· Ἀνταποδώσει, φησὶ, κακὰ τοῖς ἀποτειχίζουσί με, ἐν τῇ ἀληθείᾳ σου ἀποσιώπησον αὐτούς. Καὶ ὅρα εἰ μὴ συμφωνεῖ ταῦτα τῇ ἱστορίᾳ. Ἐπειδήπερ οἱ Ζιφαῖοι βουλόμενον αὐτὸν κρύπτεσθαι παρ' αὐταῖς, ὥσπερ ἀπογυμνοῦντες καὶ ἀπατειχίζοντες, διέβαλλον πρὸς τὸν Σαοὺλ, λόγοις διαβολικοῖς κατ' αὐτοῦ χρώμενοι· διόπερ αὐτοὺς, ὡς εἰκὸς, αἰνιττόμενος ἔλεγεν· Ἀνταποδώσει κακὰ τοῖς ἀποτειχίζουσί με, καὶ ἐν τῇ ἀληθείᾳ σου ἀποσιώπησον αὐτούς. Καλὴ γὰρ αὐτοῖς ἡ σιωπὴ, ἵνα μὴ τοιαύταις χρῶνται κατ' ἐμοῦ διαβολαῖς. Σφόδρα δὲ καταλλήλως τὸν Θεὸν ἀντιλήπτορα, ἢ ὑπέρεισμα, κατὰ τὸν Σύμμαχον, ὠνόμασε τῆς ἑαυτοῦ ψυχῆς. Ἐπειδὴ
Now these things were written, says the Apostle, for our admonition, so that we might become imitators of the saints, if ever we should fall into the like circumstances. For there is never a time when all who wish to live godly lives are not persecuted, and hated with an unjust hatred by those who choose the opposite life. And the words before us are necessary for us for instruction, so that we ourselves too, after the manner of an incantation, might chant such utterances over ourselves, sending them up to God whenever, having fallen among enemies, we are plotted against by them, and slandered, and imperilled; persuaded that the words of prayer will not be idle, but will contribute greatly to us, just as indeed they did to those who first prayed them. Thus right away when David prayed these words, he immediately found God attentive to his prayer, and is counted worthy of help from Him. For when he was already about to be captured and delivered into Saul's hands, he is marvellously saved by God, a report drawing Saul away to other business according to the history set forth. Wherefore he says next: For behold, God helps me; the Lord is the upholder of my soul. He shall turn back the evils upon mine enemies; and in Thy truth destroy them utterly. Diapsalma. The diapsalma wrought a change of thought. For the former words were sent up to God as in prayer, whereas the latter he adds prophetically, predicting salvation for him who prayed, and downfall for the enemies from whom he prayed to be rescued. These things, accordingly, he prophesies by the Holy Spirit, signifying the things concerning himself in these words: For behold, God helps me; the Lord is the upholder of my soul; and the things concerning his adversaries—either concerning the Ziphites who had slandered him to Saul, or else certain spiritual and unseen enemies envying his progress according to God and therefore plotting against him—in the clause, He shall turn back the evils upon mine enemies, and in Thy truth destroy them utterly. And according to Symmachus: He shall repay, he says, evils to those who unwall me; in Thy truth silence them. And see whether these words do not agree with the history. Seeing that when he wished to hide himself among them, the Ziphites, as though stripping him bare and unwalling him, slandered him to Saul, using devilish words against him; wherefore, hinting at them, as is likely, he said: He shall repay evils to those who unwall me, and in Thy truth silence them. For silence is good for them, lest they use such slanders against me. And very fittingly did he name God the upholder—or prop, according to Symmachus—of his own soul. Since