ἤδη βασιλευοντος τοῦ Δαυῖδ, ἀλλὰ καὶ αὐτὸς πρὸ τῆς κατὰ τὸν Οὐρίαν πράξεως· ὃ δὴ σημαίνεται ἀπὸ τῆς προγραφῆς, ἥτις δηλοῖ τὸν χρόνον φάσκουσα· Ὁπότε ἐνεπύρισε τὴν Μεσοποταμίαν Συρίας, καὶ τὴν Συρίαν Σωβᾶ, καὶ ἀπέστρεψεν Ἰωὰβ καὶ ἐπάταξε τὴν φάραγγα τῶν Ἁλῶν, δώδεκα χιλιάδας. Ταῦτα δὲ τοῖς χρόνοις προάγει τὴν ἐν τῷ νʹ ψαλμῷ ἐξομολόγησιν. Ἔτι μὴν καὶ ὁ ξβʹ ψαλμὸς ἐλέχθη τῷ Δαυῖδ ἐν τῷ εἶναι αὐτὸν ἐν τῇ ἐρήμῳ τῆς Ἰδουμαίας, ζῶντος ἔτι τοῦ Σαούλ. Καὶ θέα ὅπως σχεδὸν οἱ πλεῖστοι τοῦ δευτέρου μέρους τῆς βίβλου τῶν ψαλμῶν τοῦ Δαυῖδ, παρεκτὸς τοῦ νʹ, τοὺς πρόπαλαι εἰρημένους αὐτῷ πρὸ τῶν χρόνων τῆς κατὰ τὸν Οὐρίαν πράξεως περιειλήφασι. Τό γε μὴν πρῶτον μέρος τῆς αὐτῆς βίβλου τὸ ἀπὸ πρώτου καὶ μέχρι μʹ τὴν ἐναντίαν εἶχε τάξιν· τοὺς γὰρ μετὰ τὴν ἐξομολόγησιν τοῦ νʹ ἐκεῖνο περιεῖχε τὸ μέρος. Ὁ γοῦν τρίτος ψαλμὸς λέλεκτο τῷ Δαυῖδ, ὁπότε ἀπεδίδρασκεν ἀπὸ προσώπου Ἀβεσσαλὼμ τοῦ υἱοῦ αὐτοῦ. Ἔφευγε δὲ τὸν υἱὸν μετὰ τὴν ἱστορίαν τοῦ Οὐρίου. Ἀλλὰ καὶ ἐν τῷ ςʹ τῆς αὐτῆς ἕνεκα πράξεως ἀπεκλάετο λέγων· Ἐκοπίασα ἐν τῷ στεναγμῷ μου, λούσω καθ' ἑκάστην νύκτα τὴν κλίνην μου, ἐν δάκρυσί μου τὴν στρωμνήν μου βρέξω. Καὶ ὁ ζʹ δέ· Ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμινει λελεγμένος, τῶν αὐτῶν εἴη ἂν χρόνων. Χουσὶ γὰρ ἀρχιεταῖρος γεγονὼς τοῦ Δαυῖδ, τῷ Ἀβεσσαλὼμ συνεγένετο. Ἔτι μὴν καὶ ὁ ιζʹ ἀποδέδεικται περὶ τὰ τελευταῖα τῆς ζωῆς Δαυῖδ λελεγμένος. Ἀλλὰ καὶ ὁ λζʹ, ἐπιγεγραμμένος εἰς ἀνάμνησιν, τὴν αὐτὴν ἔχων διάνοιαν τῷ ςʹ, ἄρχεται μὲν ἀπὸ τῶν αὐτῶν ῥημάτων λέγων· Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με. Προϊὼν δὲ τὴν αὐτὴν ἐξομολόγησιν τῇ ἐν τῷ νʹ φερομένῃ ποιεῖται ἔν τε τοῖς ἄλλοις καὶ δι' ὧν φησιν· Ὅτι αἱ ἀνομίαι μου ὑπερῆσαν τὴν κεφαλήν μου. Προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προσώπου τῆς ἀφροσύνης μου. Καὶ σὺ δ' ἂν κατὰ σαυτὸν συναγαγὼν εὕροις ἂν τὰ πλεῖστα τῶν ἐν τῷ πρώτῳ μέρει τῶν ψαλμῶν μετὰ τοὺς χρόνους τῆς κατὰ τὸν Οὐρίαν ἱστορίας εἰρημένα, τὰ δὲ μετὰ τὴν νʹ τοῖς χρόνοις προάγοντα τὴν κατὰ τὸν Οὐρίαν πρᾶξιν. Τί δήποτε οὖν οὐ κατὰ τὴν τῶν χρόνων ἀκολουθίαν οἱ πρῶτοι τοῖς χρόνοις πρῶτοι κατετάγησαν· ἀλλ' οἱ τὴν πρῶτοι λελεγμένοι ἔτι ζῶντος Σαοὺλ ἐν τῷ δευτέρῳ μέρει τῶν ψαλμῶν· ἐν δὲ τῷ πρώτῳ οἱ τοῖς χρόνοις ὕστατοι; ἡγοῦμαι δὲ ταύτην εἰληφέναι τὴν τάξιν, ὡς ἂν μὴ ἀπὸ τῶν κρειττόνων ἐπὶ τὰ χείρω φέροιτο ὁ λόγος· τὸ γὰρ, εἰς τὸ τέλος μὴ διαφθείρῃς, καὶ ἐπὶ τῆς τῶν ψαλμῶν τάξεως πεφυλάχθαι ἔοικεν. Διὸ καὶ τὰ σκυθρωπότερα πρῶτα τέθειται· ἵνα δεύτερα τὰ χρηστότερα φυλαχθῇ, καλυπτομένων καὶ ἐξαφανιζομένων τῶν χειρόνων, διὰ τῶν ἐν τοῖς δευτέροις κρειττόνων. Εἰκὸς δὲ τὸν Δαυῖδ τὸ πλημμεληθὲν αὐτῷ ὕστερον διὰ τῶν προτέρων αὐτοῦ κατορθωμάτων ἐθέλειν καλύπτειν. Εἴποι δ' ἄν τις, ὅτι
when David was already reigning, yet it too was prior to the deed concerning Uriah; which indeed is signified by the superscription, which indicates the time, saying: When he burned Mesopotamia of Syria, and Syria Soba, and Joab returned and struck the valley of Salt, twelve thousand. And these things precede in time the confession in the fiftieth psalm. Furthermore, the sixty-second psalm also was spoken by David when he was in the wilderness of Idumaea, while Saul was still alive. And observe how almost the greatest part of the second division of the book of the Psalms of David, apart from the fiftieth, have embraced those spoken by him long before, prior to the times of the deed concerning Uriah. Yet the first division of the same book, from the first even up to the fortieth, held the opposite order; for that division contained those after the confession of the fiftieth. Thus the third psalm had been spoken by David when he was fleeing from the face of Absalom his son; and he fled his son after the history of Uriah. Moreover in the sixth also he lamented on account of the same deed, saying: I have laboured in my groaning, every night I shall wash my bed, with my tears I shall drench my couch. And the seventh too, spoken concerning the words of Chusi the son of Jemini, would be of the same times; for Chusi, having been chief companion of David, joined himself with Absalom. Furthermore, the seventeenth also has been shown to have been spoken around the close of David's life. Moreover the thirty-seventh also, inscribed for a remembrance, holding the same thought as the sixth, begins from the very same words, saying: O Lord, rebuke me not in Thy wrath, nor chasten me in Thine anger. And proceeding, he makes the same confession as that transmitted in the fiftieth, both in the rest and through the words wherein he says: Because my lawlessnesses have gone over my head; my welts have grown foul and rotted before the face of my folly. And if you yourself were to gather them together on your own, you would find most of those in the first division of the Psalms spoken after the times of the history concerning Uriah, whereas those after the fiftieth precede in time the deed concerning Uriah. Why ever, then, were those first in time not arranged first according to the sequence of times, but those spoken first while Saul was still alive [placed] in the second division of the Psalms, while in the first [are] those latest in time? Now I consider that they received this order so that the discourse might not be carried down from better things to worse; for the precept, Unto the end, destroy not, seems to have been observed in the arrangement of the Psalms as well. Wherefore the gloomier matters have been placed first, so that the kinder ones might be kept second, the worse things being covered over and effaced through the better ones in the second place. And it is likely that David wished to cover over what was transgressed by him afterwards through his earlier right deeds. And one might say that