Migne Reading Room

PG 23 · cols. 373–384 · Read from the page

Commentaries on the Psalms. Col

Commentaries on the Psalms. Col

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 23:373Read from the page
χθήσομαι ἕως τοῦ οἴκου τοῦ Θεοῦ, μετὰ φωνῆς εὐφημίας καὶ ἐξομολογήσεως πλήθους πανηγυριζόντων· ἢ κατὰ τὸν Ἀκύλαν, Αἰνέσεως καὶ εὐχαριστίας ὄχλου ἑορτάζοντος· παρίστη ὁποῖον ἔσται τὸ τέλος τῶν ἐν τῷ παρόντι βίῳ πᾶν τὸ ἐπιὸν γενναίως ὑπομενόντων. Διαδέξεται γὰρ τούτους τὸ τρισμακάριον τέλος, ἡ θαυμαστὴ σκηνὴ τοῦ Θεοῦ, καὶ ὁ ἐνδοτάτω αὐτῆς οἶκος αὐτοῦ, ἐν ᾧ οἱ ἄξιοι διαβασταζόμενοι, καὶ μετέωροι ὑπὸ ἀγγελικῶν δυνάμεων αἰρόμενοι εἰσαχθήσονται. Ἃ δὴ καὶ ὁ Ἀπόστολος εἰδὼς ἔλεγεν· Ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα, καὶ οὕτω πάντοτε σὺν Κυρίῳ ἐσόμεθα.
across unto the house of God, with a voice of praise and confession of a multitude keeping festival; or according to Aquila, Of praise and thanksgiving of a crowd keeping feast; set forth what sort of end shall belong to those who in the present life nobly endure all that comes upon them. For the thrice-blessed end shall receive them, the marvellous tabernacle of God, and His house innermost within it, in which the worthy, borne across, and lifted on high by angelic powers, shall be brought in. Knowing which things indeed, the Apostle too said: We shall be caught up in clouds to meet the Lord in the air, and so we shall always be with the Lord.
Σκηνὴν δὲ θαυμαστὴν τοῦ Θεοῦ ὀνομάζει πρὸς ἀντιδιαστολὴν ἑτέρας οὐ θαυμαστῆς, ὁποία ἦν ἡ ἐπὶ Μωϋσέως ἐπὶ γῆς κατεσκευασμένη. Θαυμαστὴν δὲ ἀληθῶς σκηνὴν νοήσεις, ἣν οἱ μακάριοι τοῦ Θεοῦ ἐν ἐλπίσιν ἐτίθεντο. Αὕτη δὲ ἦν ἡ ἐπουράνιος, ἧς τύπους κατεσκεύαζε Μωϋσῆς ἐπὶ τῆς ἐρήμου. Περὶ ἧς θαυμαστῆς σκηνῆς καὶ ὁ θεῖος Ἀπόστολος διδάσκων ἔλεγεν· Τοιοῦτον ἔχομεν ἀρχιερέα, ὃς ἐκάθισεν ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλοσύνης ἐν τοῖς οὐρανοῖς, τῶν ἁγίων λειτουργὸς καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς, ἣν ἔπηξεν ὁ Κύριος, οὐκ ἄνθρωπος· οἷς ἐπιλέγει ἑξῆς· Οἵτινες ὑποδείγματι καὶ σκιᾷ λατρεύουσι τῶν ἐπουρανίων, καθὼς κεχρημάτισται Μωϋσῆς μέλλων ἐπιτελεῖν τὴν σκηνήν. Ὅρα, γάρ φησι, ποιήσεις πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει. Ἀλλὰ ταῦτα μὲν εἰκόνες ἦσαν καὶ σύμβολα τῶν ἐπουρανίων· Χριστὸς δὲ, παραγενόμενος ἀρχιερεὺς τῶν μελλόντων ἀγαθῶν, διὰ τῆς μείζονος καὶ τελειοτέρας σκηνῆς οὐ χειροποιήτου, τουτέστιν οὐ ταύτης τῆς κτίσεως, οὐδὲ δι' αἵματος τράγων καὶ μόσχων, διὰ δὲ τοῦ ἰδίου αἵματος εἰσῆλθεν ἐφάπαξ εἰς τὰ ἅγια, αἰωνίαν λύτρωσιν εὑράμενος. Εἰ δὲ χαρὰ γίνεται ἐν τοῖς οὐρανοῖς τῶν ἀγγέλων τοῦ Θεοῦ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι, εἰκότως, θεοφιλοῦς ψυχῆς μετὰ τὸν αὐτάρκη καὶ τὸν παρόντα βίον διὰ γυμνασίαν καταξιουμένης τῆς εἰς τὰ ἅγια τὰ ἐπουράνια εἰσόδου, φωνὴ γίνεται εὐφημίας πλήθους πανηγυριζόντων καὶ εὐχαριστούντων ἐπὶ τῇ σωτηρίᾳ τοῦ σωζομένου. Ἃ δὴ πεπεισμένος εἶναι ἀληθῆ ὁ τούτοις μαθητευθεὶς, εἰκότως πρὸς ἑαυτὸν φάσκει· Ἵνα τί περίλυπος εἶ, ἡ ψυχή μου, καὶ ἵνα τί συνταράσσεις με; Ἢ κατὰ τὸν Σύμμαχον· Τί κατακάμπτῃ, ἡ ψυχή μου, καὶ τί θορυβῇ κατ' ἐμοῦ; Ἀνάμεινον τὸν Θεὸν, ὅτι διηνεκῶς ἐξομολογήσομαι αὐτῷ τὰς σωτηρίας τοῦ προσώπου αὐτοῦ· ἢ, ταῖς σωτηρίαις τοῦ προσώπου αὐτοῦ, κατὰ τὸν Ἀκύλαν. Γενόμενος γὰρ ὅσον οὐδέπω ἐν τῇ σκηνῇ τοῦ Θεοῦ, καὶ ὑπὸ ἀγγέλων ἁγίων διαβασταχθεὶς διὰ τὸ ὕψος καὶ τὸ ἔπαρμα αὐτῆς τὸ ἐπουράνιον, παραστήσομαι τῷ προσώπῳ τοῦ Θεοῦ, καὶ τεύξομαι τῆς θέας τοῦ σωτηρίου αὐτοῦ· τούτων ἀξιωθεὶς, κατὰ καιρὸν ἀναπέμψω τὴν ἐξομολόγησιν καὶ τὴν ὀφειλομένην εὐχαριστίαν αὐτῷ.
And he calls the tabernacle of God marvellous by way of distinction from another not marvellous, such as was that constructed upon earth in the time of Moses. And you will understand as a truly marvellous tabernacle that which the blessed of God placed in their hopes. And this was the heavenly one, of which Moses constructed types in the wilderness. Teaching concerning which marvellous tabernacle, the divine Apostle too said: Such a high priest we have, Who sat down at the right hand of the throne of the majesty in the heavens, a minister of the holy places and of the true tabernacle, which the Lord pitched, not man; to which he adds next: Who serve a copy and shadow of the heavenly things, even as Moses has been divinely instructed when about to complete the tabernacle. For See, He says, you shall make all things according to the pattern shown to you on the mountain. Yet those things were images and symbols of the heavenly things; whereas Christ, having arrived as high priest of the good things to come, through the greater and more perfect tabernacle not made with hands, that is, not of this creation, nor through the blood of goats and calves, but through His own blood, entered once for all into the holy places, having obtained eternal redemption. And if joy arises in the heavens among the angels of God over one sinner repenting, naturally, when a God-loving soul after the sufficient and present life is deemed worthy through its training of entrance into the heavenly holy places, there arises a voice of praise from a multitude keeping festival and giving thanks over the salvation of him who is being saved. Persuaded indeed that these things are true, he who has been instructed in these things naturally declares to himself: Why are you cast down, O my soul, and why do you trouble me? Or according to Symmachus: Why are you bowed down, O my soul, and why are you in tumult against me? Wait for God, for I will continually confess to Him the salvations of His countenance; or, by the salvations of His countenance, according to Aquila. For coming all but immediately to be in the tabernacle of God, and borne across by holy angels on account of its height and its heavenly loftiness, I shall stand before the face of God, and shall attain the vision of His salvation; deemed worthy of these things, in due season I shall send up confession and the thanksgiving owed to Him.
PG 23:376Read from the page
Τὰ μὲν ἐν ἐλπίσιν ἀποκείμενά μοι ταῦτ' ἔστι τὰ λελεγμένα. Τέως δ' ἐπὶ τοῦ παρόντος πολλῶν με ταραττόντων, αὐτὸς οὐχ οὕτως ἐταραττόμην, ὡς ἐκπεσεῖν καὶ φανερῶς γενέσθαι τοῖς ταράττουσιν· ἀλλ' ὥσπερ ἀνωτέρω, ἐξέχεα ἐπ' ἐμὲ τὴν ψυχήν μου, οὕτω καὶ ἐνταῦθα πρὸς ἐμαυτὸν ἡ ψυχή μου ἐταράχθη. Κατὰ δὲ τὸν Σύμμαχον, Ἐπ' ἐμὲ, φησὶν, ἡ ψυχή μου κατατήκεται, ὅταν ἀναμιμνήσκωμαί σου ἀπὸ γῆς Ἰορδάνου καὶ ἀπὸ Ἑρμωνιεὶμ, ὄρους μικροτάτου. Ἄβυσσος ἀβύσσῳ ἀπαντᾷ ἀπὸ ἤχου τῶν κρουνῶν σου. Δοκεῖ δέ μοι ἡ τῶν εἰρημένων διάνοια τοῦτον ἔχειν τὸν νοῦν· Μετὰ τὴν Μωϋσέως τελευτὴν, Ἰησοῦ τὸν λαὸν εἰς τὴν γῆν τῆς ἐπαγγελίας εἰσαγαγόντος, ὡς οἱ ἱερεῖς ἐπέβησαν τῷ Ἰορδάνῃ τὴν κιβωτὸν ἐπ' ὤμων φέροντες. Ὁ δὲ Ἰορδάνης, ὥς φησιν ἡ Γραφὴ, ἐπληροῦτο καθόλου τὴν κρηπῖδα αὐτοῦ, ὡσεὶ ἡμέραι θερισμοῦ πυρῶν. Καὶ ἔστη τὰ ὕδατα καταβαίνοντα ἄνωθεν πῆγμα ἕν. Τὸ δὲ καταβαῖνον κατέβη εἰς τὴν θάλασσαν τῶν ἁλῶν. Καὶ πάντες οἱ υἱοὶ Ἰσραὴλ διέβησαν διὰ ξηρᾶς ἐν μέσῳ τοῦ Ἰορδάνου, τοῦ μὲν κάτω φερομένου ῥεύματος χωροῦντος εἰς τὴν θάλασσαν τὴν ἁλυκήν· τοῦ δὲ ἄνωθεν κατιόντος παραδόξως Θεοῦ δυνάμει ἀναστελλομένου καὶ εἰς τοὐπίσω χωροῦντος. Καὶ δὴ τὰ ἀπὸ τῶν πηγῶν ἄνωθεν προχεόμενα τοῦ Ἰορδάνου ῥεύματα, μὴ ἔχοντα διέξοδον, ἐκυρτοῦτο, καὶ σωρὸς εἷς ἐγένετο ἐπαιρομένων κατ' ἀλλήλων τῶν ὑδάτων, διὰ τὸ ἀποκεκλεῖσθαι αὐτοῖς τὴν διέξοδον. Τότε δὴ ἄβυσσος ἀβύσσῳ ἀπήντα, ἀναστελλομένων τῶν ὑδάτων καὶ κορυφουμένων. Ἀναπολῶν οὖν τῇ μνήμῃ τῆς τότε γενομένης τῷ λαῷ ἐπισκοπῆς τὴν χάριν, εἰκότως ἐπὶ τοῦ παρόντος τὴν ψυχὴν κατατήκομαι, μηδεμιᾶς τοιαύτης καὶ ἐφ' ἡμῶν γιγνομένης Θεοῦ προνοίας. Οἱ μὲν γὰρ παραδόξως τὸν Ἰορδάνην διῆλθον καὶ τὸ ὄρος τὸ πρὸς αὐτὸ, Ἑρμωνιεὶμ ὀνομαζόμενον, μικρότατον τυγχάνον· ἐπ' ἐμοῦ δὲ τοῦ ταῦτα λέγοντος τοιοῦτον μὲν οὐδὲν πέπρακται· Πάντες δὲ οἱ μετεωρισμοί σου καὶ τὰ κύματά σου ἐπ' ἐμὲ διῆλθον· ἢ κατὰ τὸν Σύμμαχον· Πᾶσαι αἱ καταιγίδες σου καὶ τὰ κύματά σου ἐπάνω μου παρῆλθον. Εἰκότως οὖν πρὸς ἐμαυτὸν ἡ ψυχή μου ἐταράχθη· ἢ, Ἐπ' ἐμὲ ἡ ψυχή μου κατατήκεται, ὅταν ἀναμιμνήσκωμαί σου ἀπὸ γῆς Ἰορδάνου, κατὰ τὸν Σύμμαχον, καὶ ἀπὸ Ἑρμωνιεὶμ, ὄρους μικροτάτου. Ἐν γὰρ τούτοις τοῖς χωρίοις πάλαι ποτὲ ἄβυσσος ἀβύσσῳ ἀπήντα ἀπὸ ἤχου τῶν κρουνῶν σου, ἀναστελλομένου τοῦ ὕδατος εἰς τὸ μὴ διοχλῆσαι τοὺς τὸν Ἰορδάνην παριόντας. Ἀλλὰ τότε μὲν ταῦτα διὰ τὴν
The things laid up for me in hopes are these that have been spoken. Meanwhile for the present, though many trouble me, I myself was not so troubled as to fall away and become openly known to those who trouble me; but just as above, I poured out my soul upon myself, so here too my soul was troubled towards myself. And according to Symmachus, Upon me, he says, my soul melts away, when I remember Thee from the land of Jordan and from Hermoniim, a very small mountain. Deep meets deep at the sound of Thy cataracts. And the meaning of what has been said seems to me to have this sense: After the death of Moses, when Joshua brought the people into the land of promise, when the priests stepped upon the Jordan bearing the ark upon their shoulders. And the Jordan, as Scripture says, was filled throughout all its bank, as in the days of wheat harvest. And the waters coming down from above stood as one solid mass. And that which came down went down into the Sea of Salt. And all the sons of Israel crossed over through dry ground in the midst of the Jordan, the stream carried downwards proceeding into the salt sea, while that coming down from above was marvellously held back by the power of God and retreated backwards. And indeed the streams of the Jordan pouring forth from above from the springs, having no outlet, arched up, and became one heap as the waters were lifted up one upon another, because their outlet had been shut off. Then indeed deep met deep, as the waters were held back and heaped to a peak. Turning over therefore in memory the grace of the visitation that then came to pass for the people, naturally at the present time I melt away in soul, since no such providence of God comes to pass in our case also. For they marvellously passed through the Jordan and the mountain beside it, called Hermoniim, being very small; whereas in the case of me who say these things nothing of the sort has been done: All Thy surges and Thy waves have passed over me; or according to Symmachus: All Thy tempests and Thy waves have passed over me. Naturally therefore my soul was troubled towards myself; or, Upon me my soul melts away, when I remember Thee from the land of Jordan, according to Symmachus, and from Hermoniim, a very small mountain. For in these places long ago deep once met deep at the sound of Thy cataracts, the water being held back so as not to harass those passing by the Jordan. Yet at that time these things through the
Ἡμέρας ἐντελεῖται Κύριος τὸ ἔλεος αὐτοῦ, καὶ νυκτὸς τὴν ᾠδὴν αὐτοῦ. Εἰ καὶ πᾶσαι, φησὶν, αἱ καταιγίδες σου καὶ τὰ κύματά σου ἐπάνω μου παρῆλθον, ἀλλ' εὖ οἶδα καὶ πέπεισμαι ἀκριβῶς, ὅτι οὐκ ἔστι καιρὸς ἐν ᾧ οὐκ ἐλεεῖς· Θεὸς γὰρ ἐλεήμων
By day the Lord will command His mercy, and by night His song. Even if all Thy tempests and Thy waves, he says, have passed over me, yet I know well and am accurately persuaded that there is no season in which Thou dost not have mercy; for a merciful God
PG 23:377Read from the page
εἶ, ναὶ καὶ οἰκτίρμων καὶ μακρόθυμος. Διὸ ἐμαυτὸν θεραπεύων ἀγαθαῖς ἐλπίσιν, εἰδὼς, ὅτι καθημέραν τὸ ἔλεος αὐτοῦ ἐντελεῖται ὁ Θεὸς, τὰς νύκτας τῇ ᾠδῇ αὐτοῦ σχολάζων διατελῶ. Μεθ' ἡμέραν μὲν γὰρ τὰς τῶν ἀνθρώπων ὁρῶν πράξεις καὶ τὰς κυκλούσας ἡμᾶς συμφορὰς, τούς τε μετεωρισμούς σου καὶ τὰ κύματά σου, πρὸς ἐμαυτὸν ἀποδύρομαι· τῶν δὲ δι' ἡμέρας με θορυβούντων σχολάσας διὰ τῆς νυκτὸς, ἀναπεμπάζομαι τὰ ἐλέη τοῦ Κυρίου· ἀναμιμνησκόμενός τε ὅπως καθ' ἡμέραν τὸ ἔλεος αὐτοῦ ἐντέλλεται, ᾄσματα αὐτῷ καὶ ᾠδὰς ἀναπέμπω σχολὴν ἄγων τὰς νύκτας. Διὸ δὴ καὶ λέλεκται· Καὶ νυκτὸς ᾠδὴ αὐτοῦ παρ' ἐμοί· κατὰ δὲ τὸν Ἀκύλαν· Καὶ ἐν νυκτὶ ᾆσμα αὐτοῦ μετ' ἐμοῦ. Οὐ μόνον δὲ τοῦτο, ἀλλὰ καὶ προσευχὴ τῷ Θεῷ τῆς ζωῆς μου. Ἄδω μὲν γὰρ ὕμνον εὐχαριστήριον, δεδειγμένος ἐν παντὶ εὐχαριστεῖν, ταῖς μελλούσαις ἐλπίσιν χρησταῖς ἐμαυτὸν ἀνακτώμενος. Διὰ δὲ τὰ τέως ἐν τῷ παρόντι συνέχοντά με λυπηρὰ προσευχὴν ἀναπέμπω τῷ Θεῷ τῆς ζωῆς μου· οἶδα γὰρ, ὅτι αὐτὸν ἔχω τῆς ἐμαυτοῦ ζωῆς αἴτιον. Προσευχόμενος δὲ αὐτῷ φημι· Ἀντιλήπτωρ μου· ἢ κατὰ τὸν Ἀκύλαν καὶ Σύμμαχον, πέτρα μου· ἐφ' ἣν ἑστὼς οὐ διατραπήσομαι· διὰ τί μου ἐπελάθου; Ἐγὼ μὲν γάρ σου οὐκ ἐπιλέλησμαι· ἀλλ' οἶδά σου τὰ ἐλέη καὶ τοὺς οἰκτιρμούς· οἶδα δὲ καὶ τὰς ἀποκειμένας μοι ἐλπίδας· διὸ καὶ τὴν ᾠδήν σου παρ' ἐμαυτῷ ἀδιαλείπτως φυλάττω· σὺ δέ μου ἐπελάθου· διὰ τί; Τὴν αἰτίαν μαθεῖν βούλομαι, δι' ἣν πάντες οἱ μετεωρισμοί σου καὶ τὰ κύματά σου, οἱ πειρασμοὶ δηλαδὴ καὶ
Thou art, yea both compassionate and long-suffering. Wherefore healing myself with good hopes, knowing that daily God will command His mercy, I continue devoting the nights to His song. For by day, beholding the deeds of men and the calamities surrounding us, and Thy surges and Thy waves, I lament to myself; whereas during the night, having leisure from the things that disturb me by day, I ponder again the mercies of the Lord; and calling to mind how daily He commands His mercy, I send up chants and songs to Him while keeping leisure through the nights. Wherefore indeed it has also been said: And by night His song is with me; and according to Aquila: And in the night His chant is with me. And not only this, but also prayer to the God of my life. For I sing a hymn of thanksgiving, having been taught to give thanks in everything, reviving myself with the good hopes to come. And because of the sorrows holding me fast meanwhile in the present, I send up prayer to the God of my life; for I know that I have Him as the author of my own life. And praying to Him I say: My helper; or according to Aquila and Symmachus, my rock; standing upon which I shall not be overthrown; why didst Thou forget me? For I indeed have not forgotten Thee; rather I know Thy mercies and compassions; and I know also the hopes laid up for me; wherefore also I unceasingly keep Thy song within myself; yet Thou didst forget me: why? I wish to learn the cause for which all Thy surges and Thy waves, namely the trials and
Λέγων δὲ ταῦτα ὁ χορὸς προφητικὸς, ἰδιοποιεῖται, ὡς ἔφην, τὴν τοῦ λαοῦ κατάστασιν· τὴν γὰρ ἐσχάτην ἀποβολὴν καὶ τὴν ἀπόπτωσιν τοῦ παντὸς ἔθνους τὴν γενομένην μετὰ τὴν εἰς τὸν Σωτῆρα καὶ Κύριον ἡμῶν ἀπιστίαν αὐτῶν ἐμφαίνειν μοι διὰ τούτων δοκεῖ. Εἶπε δ' ἂν αὐτῷ ἐρωτήσαντι καὶ φάντι· Διὰ τί μου ἐπελάθου; τὸ ἐν Εὐαγγελίῳ λεχθέν· Ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, ὃν τρόπον ὄρνις ὑποσυνάγει τὰ νοσσία ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε; Ἐπεὶ τοίνυν διὰ τὴν αὐτῶν κακίαν ἐπελήσθησαν, εἰκότως ὁ χορὸς ὁ προφητικὸς, ἐπεὶ φυσικοῖς λόγοις πάσχοντος ἑνὸς μέλους, συμπάσχει πάντα τὰ μέλη, ὡς ὑπὲρ οἰκείου σώματος ἀλγῶν ἐπιλέγει κατὰ τὸν Σύμμαχον· Ἵνα τί σκυθρωπὸς περιπατῶ, θλίβοντος ἐχθροῦ; καὶ ὡς σφαγὴν τῶν ὀστῶν μου ὠνείδιζον οἱ ἐναντίοι μου· ἢ, Ἐν τῷ καταθλᾶσθαι τὰ ὀστᾶ μου ὠνείδιζόν με οἱ θλίβοντές με. Τῶν γὰρ ὀστέων τῶν προφητικῶν διὰ τοῦ κλαυθμοῦ καὶ τῶν ὀδυρμῶν καταθλωμένων, τουτέστι τῶν τῆς ψυχῆς δυνάμεων, οἱ ἐν τῷ λαῷ ἐχθροὶ τοῦ Θεοῦ, ὡς μηδενὸς ἐπαμύνοντος, ἐπανέβαινον ὀνειδίζοντες καὶ λέγοντες· Ποῦ ἐστιν ὁ Θεός σου;
And in saying these things the prophetic choir makes its own, as I said, the condition of the people; for through these words it seems to me to indicate the final rejection and the falling away of the whole nation that took place after their unbelief towards our Saviour and Lord. And One might say to it when it asks and says: Why didst Thou forget me? what is spoken in the Gospel: How often did I will to gather your children together, even as a hen gathers her brood under her wings, and you were not willing? Since therefore on account of their wickedness they were forgotten, naturally the prophetic choir, since by natural principles when one member suffers, all the members suffer together, grieving as though on behalf of its own body adds according to Symmachus: Why do I walk gloomy, while the enemy afflicts? and as a slaughter of my bones my adversaries reproached me; or, While my bones are crushed those who afflict me reproached me. For when the prophetic bones were crushed through weeping and lamentations, that is, the powers of the soul, the enemies of God among the people, as though no one were coming to defend, rose up against them reproaching and saying: Where is your God?
ΨΑΛΜΟΣ ΤΩ ΔΑΥΙΔ ΜΒʹ.
A Psalm for David, XLII.
Ἀνεπίγραφος παρ' Ἑβραίοις ὁ ψαλμός· διὸ οὐδὲ
The psalm is untitled among the Hebrews; wherefore neither
PG 23:380Read from the page
παρὰ τοῖς λοιποῖς ἑρμηνευταῖς ἐπιγραφὴν ἔχει. Ἀλλὰ καὶ ὅτι μέρος ἔοικεν εἶναι τοῦ πρὸ αὐτοῦ, δεδήλωται ἔκ τε τῶν ὁμοίων ἐν ἀμφοτέροις λόγων καὶ ἐκ τῆς ἐμφεροῦς διανοίας. Φημὶ τοίνυν καὶ ἐπὶ τοῦ παρόντος τὸν χορὸν τὸν προφητικὸν τὰ προκείμενα διεξιέναι ὑπὲρ τοῦ λαοῦ, ὡς ἀπωσμένου καὶ παραδοθέντος ἔθνεσι καὶ ἀνθρώποις πονηροῖς, δεομένου δὲ καὶ ἀντιβολοῦντος ἐκδικίας τυχεῖν, καὶ ῥυσθῆναι τῶν χειρῶν τῶν πολεμίων. Ὥσπερ δὲ διὰ τὴν τοῦ λαοῦ κάκωσιν συνέβαινε τοῖς δικαιοπραγοῦσι συμπάσχειν καὶ συναλγεῖν, καὶ συνδιατίθεσθαι, τὸν αὐτὸν τρόπον καὶ ἡ τῶν θεοφιλῶν ἀνδρῶν δικαιοπραγία κοινωνίαν καὶ μετάδοσιν ἀγαθῶν παρέχει. Διὸ δὴ, τὰ πάθη τοῦ λαοῦ εἰς ἑαυτοὺς ἀναλαμβάνοντες, εὐχὰς ὑπὲρ τοῦ πλήθους ἐποιοῦντο, κοινήν τε ἱκετηρίαν τῷ Θεῷ ἀνέπεμπον. Εἰκότως οὖν ὡς ἐξ ἑνὸς στόματος ταύτας ἠφίεσαν τὰς φωνάς.
among the remaining translators does it have a title. Moreover, that it seems to be a part of the one before it has been shown both from the similar words in both and from the kindred meaning. I say therefore in the present case also that the prophetic choir recounts the words before us on behalf of the people, as cast off and delivered over to nations and wicked men, yet entreating and beseeching to obtain vengeance, and to be rescued from the hands of the foes. And just as on account of the ill-treatment of the people it befell those who practise righteousness to suffer together and grieve together, and to be affected together, in the same way also the righteous conduct of God-loving men affords fellowship and a sharing of good things. Wherefore indeed, taking the sufferings of the people upon themselves, they made prayers on behalf of the multitude, and sent up a common supplication to God. Naturally therefore as from one mouth they uttered these voices.
Κρῖνόν με, ὁ Θεὸς, καὶ δίκασον τὴν δίκην μου ἐξ ἔθνους οὐχ ὁσίου· ἀπὸ ἀνθρώπου δολίου καὶ ἀδίκου ῥῦσαί με. Ὅτι σὺ ὁ Θεὸς κραταίωμά μου, ἵνα τί ἀπώσω με; ἵνα τί σκυθρωπάζων πορεύομαι ἐν τῷ ἐκθλίψαι ἐχθρόν; Εἴποι δ' ἄν τις ταῦτα λέγειν ἕνα που καὶ δεύτερον ἐν ὅλῳ τῷ ἔθνει τῶν Ἰουδαίων, εὑρημένον δίκαιον. Αὐτὸς οὖν ὁ εἷς καὶ σπάνιος, οἷον Ἱερεμίας ἤ τις ἕτερος ὅμοιος αὐτῷ, ἀποκλαιέσθω, καὶ ταύτας ἀναπεμπέτω τὰς φωνὰς, ἱκετεύων ῥυσθῆναι ἐξ ἀνοσίου ἔθνους· δηλούτω δὲ αὐτοὺς τοὺς ἐκ περιτομῆς, καὶ ἀπὸ ἀνθρώπου ἀδίκου καὶ δολίου, ὡς ἂν μήποτε καὶ αὐτὸς γένοιτο ἄδικος καὶ δόλιος. Παρακαλείτω δὲ τὸν Θεὸν λέγων· Σὺ εἶ ὁ Θεὸς κραταίωμά μου· ἵνα τί με ἀπώσω, καταλιπών με ἐν μέσῳ τοιούτου λαοῦ; Ἥρμοζε δὲ τὰ προκείμενα καὶ τῷ προφήτῃ Ἠλίᾳ, ὃς ἔλεγεν κατεντυγχάνων τοῦ λαοῦ· Κύριε, τοὺς προφήτας σου ἀπέκτειναν, καὶ τὰ θυσιαστήριά σου κατέσκαψαν, κἀγὼ ὑπελείφθην μόνος, καὶ ζητοῦσι τὴν ψυχὴν λαβεῖν αὐτήν. Σαφῶς δὲ διδάσκει Ἱερεμίας ἐκλελοιπέναι πάντα δίκαιον ἐκ τοῦ λαοῦ, λέγων· Περιδράμετε ἐν ταῖς ἀμφόδοις Ἱερουσαλὴμ, καὶ ἐν ταῖς πλατείαις αὐτῆς, καὶ ἴδετε εἰ ἔστι συνιὼν, καὶ ἵλεως ἔσομαι αὐτοῖς. Εἶτ' ἐπειδὴ τὸ πλῆθος τῶν κακῶν ἀνδρῶν θλίψιν παρεῖχε τῷ δικαίῳ, σκυθρωπάζειν ἐπὶ τούτῳ ἔλεγεν· Ἵνα τί σκυθρωπάζων πορεύομαι ἐν τῷ ἐκθλίψαι ἐχθρόν; Καὶ ἄλλως δὲ, τῶν ἐχθρῶν καὶ πολεμίων θλιβόντων καὶ ἐπικρατεστέρων γενομένων τοῦ ἔθνους, ὁ τῷ Θεῷ ἀνακείμενος ἐδάκνετο τὴν ψυχὴν, ζήλου πληρούμενος ἐπὶ τῇ τῶν ἀθέων καὶ ἀσεβῶν ἀνδρῶν εὐπραγίᾳ. Διὸ καὶ ἱκετηρίαν ἀνέπεμπεν, ὡς ἂν, κρίνας ὁ Θεὸς καὶ δικάσας αὐτῷ, καὶ τὴν πρέπουσαν περὶ αὐτοῦ δίκην ἐξενεγκάμενος, τὴν αὐτοῦ προσοφειλομένην ἀμοιβὴν τῶν αὐτοῦ κατορθωμάτων τῷ παντὶ πλήθει χαρίσοιτο, καὶ δι' αὐτοῦ ῥύσαιτο τοὺς πάντας ἐκ χειρὸς τῶν πολεμίων· ἵν', ὥσπερ κοινωνὸς αὐτὸς γέγονε τῆς τοῦ λαοῦ κακοπραγίας, οὕτω καὶ ὁ λαὸς μετάσχοι τῆς αὐτοῦ δικαιοπραγίας. Ὥσπερ δὲ οἱ δίκαιοι ἔχοντες ἐν τοῖς δικαστηρίοις, τοὺς δικαστὰς ἱκετεύουσιν ἐπακοῦσαι
Judge me, O God, and plead my cause out of an unholy nation; from a deceitful and unjust man rescue me. Because Thou, O God, art my strength, why didst Thou cast me off? Why do I go about with a gloomy countenance while the enemy afflicts? Someone might say that one or perhaps a second person found righteous in the whole nation of the Jews speaks these words. Let that single and rare man himself therefore, such as Jeremiah or someone else like him, bewail and send up these voices, beseeching to be rescued out of an unholy nation—and let him mean those very ones of the circumcision—and from an unjust and deceitful man, lest he himself also ever become unjust and deceitful. And let him call upon God, saying: Thou art God my strength; why didst Thou cast me off, leaving me behind in the midst of such a people? And the words before us also befitted the prophet Elijah, who said as he pleaded against the people: O Lord, they have slain Thy prophets, and dug down Thine altars, and I was left alone, and they seek my life to take it. And Jeremiah clearly teaches that every righteous man has failed from the people, saying: Run about in the streets of Jerusalem, and in her broad places, and see if there is one who understands, and I will be merciful to them. Then since the multitude of wicked men caused affliction to the righteous man, he said that he went gloomy over this: Why do I go about with a gloomy countenance while the enemy afflicts? And otherwise too, when enemies and foes were afflicting and growing stronger than the nation, the man dedicated to God was stung in soul, filled with zeal at the prosperity of godless and ungodly men. Wherefore also he sent up supplication, that God, having judged and pleaded for him, and having pronounced the fitting judgement concerning him, might grant to the whole multitude the recompense owed to him for his upright deeds, and through him might rescue them all from the hand of the foes; so that, just as he himself had become a sharer in the people's misfortune, so too the people might partake of his righteous conduct. And just as righteous men who have a case in the lawcourts beseech the judges to hearken
PG 23:381Read from the page
τῶν δικαίων αὐτῶν, δικάσαι τε καὶ κρίνειν αὐτοὺς ὀρθῶς· τὸν αὐτὸν τρόπον καὶ ὁ θεοφιλὴς διὰ τῶν προκειμένων τῷ Θεῷ φησι· Κρῖνόν μοι, ὁ Θεὸς, οὐχὶ, κρῖνόν με· κατὰ δὲ τὸν Σύμμαχον, κρῖνόν μοι. Σὺ γὰρ αὐτὸς γενοῦ μοι κριτὴς, καὶ τὴν κρίσιν μου ταύτην κρῖνον, καὶ ὑπερδίκησον τῆς δίκης μου, ἵνα, τυχὼν ἐκδικίας, συμβάλωμαι τῇ σωτηρίᾳ τοῦ παντὸς πλήθους τὰ ἐμαυτοῦ κατορθώματα.
to their just pleas, and to do justice and judge them rightly; in the same way also the God-loving man says to God through the words before us: Judge for me, O God, not, judge me; for according to Symmachus, it is judge for me. For do Thou Thyself become judge for me, and judge this judgement of mine, and champion my cause, so that, obtaining vindication, I may contribute my own upright deeds to the salvation of the whole multitude.
Ἐξαπόστειλον τὸ φῶς σου, καὶ τὴν ἀλήθειάν σου· αὐτά με ὡδήγησαν καὶ ἤγαγόν με εἰς ὄρος ἅγιόν σου, καὶ εἰς τὰ σκηνώματά σου. Νοήσεις καὶ οὕτως· Τοῦ παρὰ σοὶ φωτὸς καὶ τῆς παρὰ σοὶ ἀληθείας τυχὼν ὁδηγηθήσομαι, ὑπὸ μὲν τοῦ φωτὸς φωτιζόμενος, ὑπὸ δὲ τῆς σῆς ἀληθείας χειραγωγούμενος ἐπὶ τὸ ὄρος τὸ ἅγιόν σου τὸ ἐπουράνιον καὶ ἐπὶ τὰ αὐτόθι σκηνώματά σου, περὶ ὧν καὶ ἐν τῷ πρὸ τούτου ἔλεγον· Ὅτι διελεύσομαι ἐν τόπῳ σκηνῆς θαυμαστῆς ἕως τοῦ οἴκου τοῦ Θεοῦ ἐν φωνῇ ἀγαλλιάσεως καὶ ἐξομολογήσεως ἤχου ἑορτάζοντος· ὡς ἂν δέ σοι τῷ Θεῷ ἱερωμένος, ἐπὶ τὰ ἐνδοτάτω καὶ μέχρι τοῦ θυσιαστηρίου ἥξω, καὶ πρὸς σὲ τὸν Θεὸν ἐλεύσομαι τὸν εὐφραίνοντα τὴν νεότητά μου τὴν πνευματικήν. Ἐξομολογήσομαί σοι ἐν κιθάρᾳ, ὁ Θεός. Κιθάραν δὲ τὸ σῶμά φησι, δι' οὗ ἀνακρούεσθαι πέφυκεν ὁ νοῦς, καὶ διὰ τῶν αἰσθητηρίων ὥσπερ διὰ χορδῶν τὴν τῷ Θεῷ πρέπουσαν μελῳδίαν ἀναπέμπειν εἴωθε. Σαφῶς δὲ διὰ τούτων ὁ χορὸς ὁ προφητικὸς παρακαλεῖ τὸ φῶς ἀποσταλῆναι τοῦ Θεοῦ καὶ τὴν ἀλήθειαν αὐτοῦ, ὡς μηδέπω τότε φαῖνον ἐπὶ τῆς γῆς, μηδὲ τῆς ἀληθείας ὑπαρχούσης πως σὺν ἀνθρώποις, ὅτε ταύτας ἠφίει τὰς φωνάς. Φῶς δὲ ἀποστελλόμενον ἕτερον ἂν εἴη τοῦ ἀποστέλλοντος, περὶ οὗ εἴρηται· Ἦν τὸ φῶς τὸ φωτίζον πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον. Διδάσκει δὲ καὶ αὐτὸς ὁ Σωτὴρ αὐτοπροσώπως λέγων· Ἐγώ εἰμι τὸ φῶς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή. Ἵνα τί περίλυπος εἶ, ἡ ψυχή μου, καὶ ἵνα τί συνταράσσεις με; Ἔλπισον ἐπὶ τὸν Θεὸν, ὅτι ἐξομολογήσομαι αὐτῷ, σωτήριον τοῦ προσώπου μου καὶ ὁ Θεός μου. Σύμμαχος δέ· Τί καταῤῥέεις, ψυχή μου, καὶ τί θορυβεῖς ἐπ' ἐμέ; Ἀνάμεινον τὸν Θεόν· εἰσαεὶ γὰρ ἐξομολογήσομαι αὐτῷ, τῇ σωτηρίᾳ τοῦ προσώπου μου καὶ τῷ Θεῷ μου. Ἀνάμεινον, φησὶν, ἵνα καὶ αὐτὴ δυνηθῇς ποτε εἰπεῖν· Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι. Ἀλλὰ καὶ ἔλπισον ἐπὶ τὸν Θεόν· ἡ γὰρ ἐλπὶς οὐ καταισχύνει. Τί γὰρ ἂν χρὴ ταράττεσθαι; τί δὲ περίλυπον γίνεσθαι, τοσούτων προσδοκωμένων ἀγαθῶν; Ἔτι γὰρ μικρὸν ὅσον ὁ ἐρχόμενος ἥξει, καὶ οὐ χρονιεῖ, καὶ τὸ φῶς ἀποσταλήσεται, καὶ ἡ ἀλήθεια παραγενήσεται, καὶ τὰ προφητευθέντα τέλους τεύξεται· καὶ τέλος παντὸς λόγου τὸ σωτήριόν ἐστι τοῦ προσώπου, αὐτὸς ὁ Θεός μου. Ἐπειδὰν γὰρ καταξιωθῶ, παραστὰς τῷ Θεῷ, πρόσωπον πρὸς πρόσωπον ἐποπτεῦσαι τὸ σωτήριον, περὶ οὗ πολὺς ὁ λόγος διὰ πασῶν τῶν Γραφῶν· τότε δὴ αὐτῷ ἐξομολογήσομαι ὡς ἂν Θεῷ
Send forth Thy light, and Thy truth; they have guided me and led me unto Thy holy mountain, and unto Thy tabernacles. You will understand it thus also: Having obtained the light that is with Thee and the truth that is with Thee I shall be guided, illuminated by the light, and led by the hand by Thy truth unto Thy heavenly holy mountain and unto Thy tabernacles there, concerning which I also said in the psalm before this: For I shall pass through in the place of a marvellous tabernacle unto the house of God in a voice of exultation and confession of a sound keeping festival; and as consecrated to Thee, O God, I shall come to the innermost places and as far as the altar, and I shall go in unto Thee, O God, Who gladdenest my spiritual youth. I will confess to Thee upon the harp, O God. By harp he means the body, through which the mind is naturally wont to strike up music, and through the organs of sense as though through strings is accustomed to send up the melody fitting for God. And clearly through these words the prophetic choir calls upon the light of God and His truth to be sent forth, since at that time it was not yet shining upon the earth, nor did the truth yet exist in a manner among men, when it uttered these voices. And light being sent forth would be other than Him Who sends it forth, concerning which it has been said: There was the light that enlightens every man coming into the world. And the Saviour Himself also teaches in His own person, saying: I am the light and the truth and the life. Why are you cast down, O my soul, and why do you trouble me? Hope in God, for I will confess to Him, the salvation of my countenance and my God. And Symmachus: Why do you waste away, my soul, and why do you make tumult against me? Wait for God; for evermore I will confess to Him, to the salvation of my countenance and my God. Wait, he says, that you yourself also may one day be able to say: Waiting I waited for the Lord, and He attended to me. Yea, hope also in God; for hope does not put to shame. For what need could there be to be troubled? And why become cast down, when so many good things are awaited? For yet a very little while, He Who is coming will come, and will not tarry, and the light will be sent forth, and the truth will arrive, and the things prophesied will attain their end; and the end of every word is the salvation of the countenance, my God Himself. For whenever I am deemed worthy, standing beside God, to behold face to face the salvation concerning which there is much discourse throughout all the Scriptures, then indeed I will confess to Him as to my God
PG 23:384Read from the page
μου καὶ Σωτῆρί μου· καλῶς δὲ συνῆψε τὸ φῶς τῇ ἀληθείᾳ· ὅπερ γὰρ φῶς αἰσθητὸν ὀφθαλμοῖς σώματος, τοῦτο ἀλήθεια τοῖς τῆς ψυχῆς ὀφθαλμοῖς ἐνατενίζουσι τῇ φύσει τῶν πραγμάτων, καὶ μηκέτι ἀπατωμένοις, δι' αὐτῆς δὲ τῆς τῶν ὄντων καταλήψεως φωτιζομένοις, καὶ γνῶσιν τῆς ἀληθείας ἀναλαμβά-
and my Saviour; and finely did he join light to truth; for whatever sensible light is to the eyes of the body, this truth is to the eyes of the soul gazing intently upon the nature of things, and no longer deceived, but illuminated through the very apprehension of realities, and receiving knowledge of the truth
ΕΙΣ ΤΟ ΤΕΛΟΣ, ΤΟΙΣ ΥΙΟΙΣ ΚΟΡΕ ΕΙΣ ΣΥΝΕΣΙΝ ΜΓʹ.
Unto the end, for the sons of Korah, for understanding, XLIII.
Ἀλλ' οὐδὲ οἱ προκείμενοι λόγοι ψαλμὸν κατὰ τὴν προγραφὴν περιέχουσιν, οὐδὲ ᾠδὴν, οὐδὲ ὕμνον, οὐδέ τι τῶν τοιούτων· ἐπεὶ μηδὲ τὰ τῆς διανοίας τῶν ἐν αὐτοῖς φερομένων τοιαύτης ἔχεται θεωρίας· ἱκετηρίαι δέ εἰσιν ὅμοιαι ταῖς ἔμπροσθεν, καὶ περὶ τῆς αὐτῆς ὑποθέσεως· λέγω δὲ περὶ τῆς ἀποπτώσεως τοῦ Ἰουδαίων ἔθνους ἐκ προσώπου τῶν προφητῶν προσπεφωνημέναι διὰ τῶν υἱῶν Κορέ. Διασαφοῦσι δ' ἐπὶ τοῦ παρόντος λευκότερον ἐκφαίνοντες τὴν διάνοιαν, δι' ἣν ἐν τοῖς ἔμπροσθεν ἀπεκλαύσαντο. Διεξέρχονται γοῦν τὰ συμβεβηκότα πάθη τῷ λαῷ. Ὅθεν διεγείρουσιν ἡμᾶς εἰς σύνεσιν, καὶ εἰς τὸ τέλος ἀναπέμπουσι διὰ τῆς προγραφῆς, διὰ τὸ μέλλειν ἐπὶ τέλει ταῦτα συμβαίνειν, εἰ καὶ ὡς ἤδη συμβεβηκότα αὐτὰ οἱ υἱοὶ Κορὲ προφητικῶς ἐθέσπιζον. Διὰ μὲν
Yet neither do the words before us contain a psalm according to the superscription, nor a song, nor a hymn, nor anything of the sort; since neither does the meaning of what is conveyed in them hold to such contemplation; rather they are supplications like those before, and concerning the same subject: I mean concerning the falling away of the nation of the Jews, uttered from the person of the prophets through the sons of Korah. And in the present psalm they make this plainer, setting forth more clearly the thought on account of which they wept in the preceding ones. Accordingly they recount the sufferings that have befallen the people. Hence they rouse us to understanding, and refer us unto the end through the superscription, because these things were going to come to pass at the end, even if the sons of Korah prophetically uttered them as having already come to pass. Through the
Ὁ Θεὸς, τοῖς ὠσὶν ἡμῶν ἠκούσαμεν. Ἀντὶ τοῦ· Ὁ ἐντελλόμενος τὰς σωτηρίας Ἰακὼβ, ὁ Σύμμαχος· Σὺ εἶ ὁ βασιλεύς μου· ὁ Θεὸς, ἔντειλαι περὶ τῆς σωτηρίας Ἰακώβ. Ἐν σοὶ τοὺς ἐχθροὺς ἡμῶν κερατιοῦμεν. Οἱ μὲν ἐν τῷ λαῷ κατορθοῦντες, οἵ τε ἐν αὐτῷ προφῆται, ταῦτα ἂν εἴποιεν ὁμολογοῦντες μὴ οἰκείᾳ δυνάμει, μηδὲ τόξῳ καὶ ῥομφαίᾳ ἑαυτοῖς τὰ σωτηρίας περιποιεῖσθαι, τῇ δὲ τοῦ κέρως αὐτῶν δυνάμει. Κέρατα δὲ ἡ τοῦ Δανιὴλ Γραφὴ τὰς βασιλείας ὀνομάζει· τῶν δὲ ἁγίων κέρας λέλεκται αὐτὸς ὁ Κύριος· διό φησι· Ἐν σοὶ τοὺς ἐχθροὺς ἡμῶν κερατιοῦμεν. Καὶ ἐν ἑτέροις λέλεκται· Ὑπερασπιστής μου καὶ κέρας σωτηρίας μου εἶ. Τοίνυν αὐτός ἐστι τὸ κέρας· ζήτει ὅπως λέλεκται ἀλλαχοῦ· Ἡ ἐξομολόγησις αὐτοῦ ἐπὶ γῆς καὶ οὐρανοῦ, καὶ ὑψώσει κέρας λαοῦ αὐτοῦ· ὡς ἑτέρου ὄντος τοῦ ὑψοῦντος τὸ προδεδηλωμένον κέρας. Ὅρα οὖν εἰ μὴ σαφῶς ὁ Θεοῦ Λόγος, αὐτὸς ὁ Κύριος, εἴη ἂν τὸ κέρας τοῦ λαοῦ, ὁ δὲ ὑψῶν αὐτὸν ὁ γεννήσας αὐτὸν Πατήρ. Ἐπειδὴ γὰρ ἐταπείνωσεν ἑαυτὸν μέχρι θανάτου, θανάτου δὲ σταυροῦ, διὰ τοῦτο ὁ Θεὸς αὐτὸν ὑπερύψωσε, κατὰ τὸν Ἀπόστολον. Τούτῳ οὖν τῷ κέρατι ἑαυτῶν καὶ τῷ βασιλεῖ θαῤῥοῦντες, ὁμολογοῦσι μὴ τόξῳ, μηδὲ ῥομφαίᾳ, μηδὲ οἰκείᾳ ἀρετῇ τῶν ἐχθρῶν περιγενήσεσθαι, ἀλλὰ τῇ τοῦ βασιλέως αὐτῶν δυνάμει. Εἶτ' ἐπειδὴ βασιλέα καὶ κέρας
O God, we have heard with our ears. Instead of: Thou Who commandest the salvations of Jacob, Symmachus has: Thou art my King; O God, command concerning the salvation of Jacob. In Thee we shall gore our enemies with the horn. Those who walk uprightly among the people, as well as the prophets among them, might say these things, confessing that not by their own power, nor by bow and sword do they win the things of salvation for themselves, but by the power of their horn. Now the Scripture of Daniel calls kingdoms horns; whereas of the saints the Lord Himself has been called the horn; wherefore he says: In Thee we shall gore our enemies with the horn. And in other places it has been said: Thou art my defender and the horn of my salvation. Therefore He Himself is the horn; examine how it has been said elsewhere: His praise is upon earth and heaven, and He will exalt the horn of His people; as though He Who exalts the horn already indicated were another. See therefore whether the Word of God, the Lord Himself, would not clearly be the horn of the people, while He Who exalts Him is the Father Who begot Him. For since He humbled Himself unto death, even death of a cross, therefore God highly exalted Him, according to the Apostle. Confident therefore in this their horn and King, they confess that not by bow, nor by sword, nor by their own valour will they prevail over their enemies, but by the power of their King. Then since as King and horn