Migne Reading Room

PG 23 · cols. 349–360 · Read from the page

Commentaries on the Psalms. Col

Commentaries on the Psalms. Col

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 23:349Read from the page
ἐλπίδας ἔχειν· παρὰ σοῦ γὰρ τῆς ψυχῆς ἡ ὑπόστασίς ἐστι. Διὸ δέομαι καὶ ἱκετεύω ἐλευθερωθῆναί με τῶν τῇδε κακῶν, καὶ τῶν ἀνομιῶν μου ῥυσθῆναι. Ἅπαξ γὰρ περιπέπτωκα ἄφρονι, περὶ οὗ καὶ ἀνωτέρω ἔλεγον· Ἐν τῷ συστῆναι τὸν ἁμαρτωλὸν ἐνώπιόν μου, ἐκωφώθην, καὶ ἐταπεινώθην καὶ ἐσίγησα ἐξ ἀγαθῶν. Αὐτίκα γοῦν ἀφροσύνῃ παραδοθεὶς γέγονα ἐπονείδιστος· εἰκότως οὖν, ὡς ἂν γνωσιμαχῶν ἐφ' οἷς ἥμαρτον, ἐκωφώθην καὶ οὐκ ἤνοιξα τὸ στόμα μου, ὅτι σὺ ἐποίησας. Ὁ γὰρ σὸς φόβος κωφῶσαί με ἐποίησε, πλήττων με ἐφ' οἷς ἥμαρτον, καὶ κατασιγάζων πρὸς τὸ μὴ φθέγγεσθαι. Ἀντὶ δὲ τοῦ, ὄνειδος ἄφρονι ἔδωκάς με, ὁ μὲν Ἀκύλας, ὄνειδος ἀποῤῥέοντι, φησὶ, μὴ θῇς με· ὁ δὲ Σύμμαχος, ἐπονείδιστον ἄφρονι μὴ δῷς με· ἡ δὲ πέμπτη ἔκδοσις· ὄνειδος ἄφρονι μὴ δῷς με. Ὅπερ παράκλησιν ἐμφαίνει τοῦ ἡμαρτηκότος, ἱκετεύοντος μὴ παραδοθῆναι εἰς ὀνειδισμὸν ἄφρονι. Εἰ δ' αὐτὸς ὁ Κύριος παραδίδωσιν ἄφρονι τὸν ἡμαρτηκότα, ὀνειδίζεσθαι πρὸς αὐτοῦ, καὶ τοῦτο ἂν εἴποις ἐπ' ὠφελείᾳ γίνεσθαι τοῦ ὀνειδιζομένου, ὡς ἂν, κακούμενος, μείζονα ποιήσοιτο τὴν ἐπὶ τοῖς ἡμαρτημένοις ἐξομολόγησιν· ὅπερ ἠξίου μὴ παθεῖν ὁ Δαυῖδ, ὡς πάντα πράττων τὰ τῷ Θεῷ ἀρεστὰ ἐξ ἑαυτοῦ. Ἀπόστησον ἀπ' ἐμοῦ τὰς μάστιγάς σου· ἀπὸ γὰρ τῆς χειρὸς τῆς ἰσχύος σου ἐγὼ ἐξέλιπον· ἐν ἐλεγμοῖς ὑπὲρ ἀνομίας ἐπαίδευσας ἄνθρωπον, καὶ ἐξέτηξας ὡς ἀράχνην τὴν ψυχὴν αὐτοῦ, πλην μάτην πᾶς ἄνθρωπος· διάψαλμα.
to have my hopes; for from Thee is the substance of my soul. Wherefore I beg and supplicate to be set free from the evils here, and to be rescued from my lawlessnesses. For once I fell foul of a fool, concerning whom I also said above: When the sinner stood together before me, I became deaf, and was humbled and kept silent from good things. Straightway, at all events, having been handed over to folly, I have become an object of reproach; reasonably therefore, as one acknowledging my fault over the things wherein I sinned, I became deaf and did not open my mouth, because Thou hast done it. For the fear of Thee made me grow deaf, striking me over the things wherein I sinned, and silencing me so as not to utter a sound. And instead of: Thou hast given me as a reproach to the fool, Aquila says: Do not set me as a reproach to one wasting away; and Symmachus: Do not give me as an object of reproach to a fool; and the fifth edition: Do not give me as a reproach to a fool. Which displays the entreaty of him who has sinned, supplicating not to be handed over for reproach to a fool. And if the Lord Himself hands over him who has sinned to a fool to be reproached by him, this too you might say comes to pass for the benefit of the one reproached, so that, being afflicted, he might make greater his confession over the sins committed—which David asked not to suffer, as doing of himself all things pleasing to God. Remove from me Thy scourges; for from the strength of Thy hand I have fainted; in reproofs for lawlessness Thou hast disciplined a man, and hast melted away his soul like a spider; yet in vain is every man. Diapsalma.
Ἐν μὲν τῷ πρὸ τούτου ψαλμῷ παρεῖχεν ἑαυτὸν ἐπιστρεπτικαῖς πληγαῖς, οἷά τις εὐγνώμων μαθητὴς διδασκάλῳ· διὸ ἔλεγεν· Ἐγὼ εἰς μάστιγας ἕτοιμος. Ἐπεὶ δὲ λοιπὸν αὐτάρκως τῶν μαστίγων ἐπεπειρᾶτο ἐπιμόνως αὐτὸν αἰκιζομένων, ἱκετεύει τοῦ λοιποῦ παύσασθαι, καὶ μέχρι τούτου στῆναι τὰς μάστιγας, ὁμολογεῖ τε ἑξῆς λέγων· Ἀπὸ τῆς ἰσχύος χειρός σου ἐγὼ ἐξέλιπον. Περὶ δὲ τῆς χειρὸς ταύτης καὶ ἀνωτέρω ἐλέγετο· Ἐπεστήριξας ἐπ' ἐμὲ τὴν χεῖρά σου. Εἶτα διδάσκει, ὅτι μὴ μάτην ἡ χεὶρ ἐπαίδευε, μηδὲ εἰς ἀργὸν ἐμαστίγου, ἀλλ' ἐπ' ὠφελείᾳ τοῦ ἡμαρτηκότος· διό φησιν· Ἐν ἐλεγμοῖς ὑπὲρ ἀνομίας ἐπαίδευσας ἄνθρωπον. Ὑπὲρ γὰρ τῆς παραχθείσης ἀνομίας καὶ διὰ τὸ παραχθὲν ἁμάρτημα ἐλέγχων τὸν παιδευόμενον καὶ τὰς μάστιγας ἐπῆγες καὶ τὴν χεῖρά σου προλεχθεῖσαν· τούτοις δὲ αὐτοῖς καὶ τὴν ψυχὴν τοῦ παιδευομένου ἐξέτηξας, ταπεινουμένην καὶ λεπτυνομένην ἐπ' ὠφελείᾳ τῇ αὐτῆς. Καθ' ὃν γὰρ ἐτρύφα χρόνον, εἰς ἁμαρτίας ἐξώλισθε, κατὰ τό· Ἔφαγε καὶ ἔπιεν Ἰακὼβ, καὶ ἀπελάκτισεν ὁ ἠγαπημένος, ἐπλατύνθη καὶ ἐπαχύνθη, καὶ ἀπέστη ἀπὸ Θεοῦ τοῦ τρέφοντος αὐτόν. Διὸ, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου, ἡ σὰρξ παραδέδοται εἰς ὄλεθρον· ἧς τιμωρουμένης, ἐκτήκεται ψυχὴ ἐξισχνουμένη δίκην ἀράχνης· διό φησι· Καὶ ἐξέτηξας ὡς ἀράχνην τὴν ψυχὴν αὐτοῦ· καὶ ἐπιλέγει· Πλὴν μάτην πᾶς ἄνθρωπος, πάλιν τὸν ἐν τῷ βίῳ τούτῳ εἰκῆ καὶ μάτην μοχθοῦντα καὶ κακοπαθοῦντα ταλανίζων.
In the psalm before this he offered himself to corrective blows, like a well-disposed pupil to a teacher; wherefore he said: I am ready for scourges. But since by now he had had sufficient experience of the scourges persistently tormenting him, he supplicates that henceforth they cease and that up to this point the scourges come to a halt, and he confesses next, saying: From the strength of Thy hand I have fainted. Now concerning this hand it was also said above: Thou hast pressed Thy hand fast upon me. Next he teaches that not in vain did the hand discipline, nor to no purpose did it scourge, but for the benefit of him who had sinned; wherefore he says: In reproofs for lawlessness Thou hast disciplined a man. For reproving the one being disciplined on behalf of the lawlessness committed and because of the sin brought to pass, Thou didst bring upon him both the scourges and Thy hand spoken of before; and by these very means Thou didst also melt away the soul of the one being disciplined, humbled and thinned down for its own benefit. For during the time when it lived in luxury, it slipped out into sins, according to the saying: Jacob ate and drank, and the beloved kicked out, grew broad and grew fat, and departed from God Who nourished him. Wherefore, so that the spirit may be saved in the day of the Lord, the flesh has been handed over to destruction; and when it is punished, the soul melts away, thinned down after the manner of a spider; wherefore he says: And Thou hast melted away his soul like a spider; and he adds: Yet in vain is every man, again counting wretched the one who in this life toils and suffers hardship aimlessly and in vain.
Notes, col. 349

On the reading

Printed πλην, for πλὴν.

PG 23:352Read from the page
Εἰσάκουσον τῆς προσευχῆς μου, Κύριε, καὶ τῆς δεήσεώς μου· ἐνώτισαι τῶν δακρύων μου. Μὴ παρασιωπήσῃς, ὅτι πάροικος ἐγώ εἰμι ἐν τῇ γῇ καὶ παρεπίδημος, καθὼς πάντες οἱ πατέρες μου. Ἐνταῦθα ὁμολογεῖ πάροικος εἶναι καὶ παρεπίδημος· οἶδέ τε ἑτέραν ζωὴν ἀναψύξεως, ἧς τυχεῖν γλίχεται λέγων· Ἄνες μοι, ἵνα ἀναψύξω. Οὔκουν μάτην πάντα ἄνθρωπον πάροικον ἔλεγε, μετὰ κλαυθμοῦ δὲ καὶ δακρύων τὴν ἱκετηρίαν ἀναπέμπει, ἀκριβῶς εἰδὼς, ὅτι Μακάριοι οἱ κλαίοντες, ὅτι γελάσονται, καὶ, Μακάριοι οἱ πενθοῦντες, ὅτι παρακληθήσονται· καὶ τὰ κατορθώματα δὲ αὐτοῦ ὑπογράφει ἐπιλέγων· Ὅτι πάροικος ἐγώ εἰμι καὶ παρεπίδημος, καθὼς πάντες οἱ πατέρες μου. Σπανίου δέ ἐστιν ἀνδρὸς τὸ δύνασθαι κατὰ μίμησιν τῶν θεοφιλῶν πατέρων καὶ τῶν προφητῶν τοῦ Θεοῦ μὴ ὡς ἔνοικος, ἀλλ' ὡς πάροικος τὴν πρόσκαιρον διαβιοῦν ζωήν· ἐφ' ᾧ καὶ ὁ παρὼν ἐσεμνύνετο παροικίαν ἡγούμενος καὶ ξενιτείαν τὸν ἀνθρώπινον βίον· Ἄνες μοι, ἵνα ἀναψύξω πρὸ τοῦ με ἀπελθεῖν, καὶ οὐκέτι μὴ ὑπάρξω. Ἀνθ' οὗ ὁ Σύμμαχός φησι· Ἀπόσχου μου, ἵνα μειδιάσω πρὶν ἀπελθεῖν με, καὶ μὴ ὑπάρχειν. Ἐὰν γὰρ ἐντεῦθεν, φησὶ, μὴ, μεταβαλὼν τὰ δάκρυα εἰς γέλωτα διὰ τὴν σὴν χάριν, μειδιάσω, καὶ ἐὰν μὴ ἐν τῷ παρόντι βίῳ ἀνῇς μοι τὸ ἁμάρτημα καὶ συγχωρήσῃς τὰ πεπραγμένα, ἵνα ἀναλάβω ἐμαυτὸν καὶ ἀναψύξω ἀπαλλαγεὶς τοῦ προσκαίρου βίου, οὐκ ἔστι καιρὸς μετανοίας. Μὴ τυχὼν δὲ ἀφέσεως οὐκέτι ὑπάρξω ἐν τῇ παρὰ σοὶ ζωῇ· ἀπόβλητος δὲ γενόμενος, ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Διὸ ἐντεῦθεν ἱκετεύω λέγων· Μὴ παρασιωπήσῃς ἀπ' ἐμοῦ, μήποτε παρασιωπήσῃς ἀπ' ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον.
Hearken to my prayer, O Lord, and to my supplication; give ear to my tears. Do not pass over in silence, because I am a sojourner in the land and a stranger, just as all my fathers were. Here he confesses that he is a sojourner and a stranger; and he knows another life of refreshment, which he longs to obtain, saying: Grant me respite, that I may be refreshed. Not in vain, therefore, did he call every man a sojourner, and with weeping and tears he sends up his supplication, knowing accurately that Blessed are those who weep, for they shall laugh, and, Blessed are those who mourn, for they shall be comforted; and he sketches his upright deeds as well, adding: Because I am a sojourner and a stranger, just as all my fathers were. And it belongs to a rare man to be able, in imitation of the God-loving fathers and the prophets of God, to live through this temporary life not as an indweller, but as a sojourner—wherein the present speaker too gloried, deeming human life a sojourning and a living in a strange land: Grant me respite, that I may be refreshed before I depart and shall exist no more. Instead of which Symmachus says: Refrain from me, that I may smile before I depart and exist not. For if from here, he says, turning my tears into laughter through Thy grace, I do not smile, and if in the present life Thou dost not remit my sin for me and pardon the things done, so that I may recover myself and be refreshed upon being released from this temporary life, there is no season for repentance. And failing to obtain forgiveness, I shall no longer exist in the life with Thee; and having become cast away, I shall be made like those who go down into the pit. Wherefore from here I supplicate, saying: Do not pass over me in silence, lest ever Thou pass over me in silence, and I shall be made like those who go down into the pit.
ΕΙΣ ΤΟ ΤΕΛΟΣ ΔΑΥΙΔ ΛΘʹ.
Unto the end, of David, 39.
Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι. — Ἐπειδὴ ἡ θλίψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμὴν, ἡ δὲ δοκιμὴ ἐλπίδα· ἡ δὲ ἐλπὶς οὐ καταισχύνει. Εἰκότως οὐχ ἁπλῶς ὁ δίκαιος ὑπομένει, ἀλλ' ἐπιτείνων τὴν ἐλπίδα καὶ μὴ ἀπογινώσκων τὴν παρὰ Θεῷ σωτηρίαν, παραμένει τῇ ὑπομονῇ. Κἂν παραχρῆμα δεηθεὶς μὴ ὑπακουσθῇ, ὅμως ἐλπίζων ὑπομένει καὶ προσκαρτερεῖ ταῖς δεήσεσι καὶ ταῖς προσευχαῖς. Εἰ δὲ καὶ ἐν σφάλματί ποτε γένοιτο, ὥσπερ ὁ Δαυῖδ, ὁμολογεῖ μὴ ἀγνοεῖν οἷα κακῶν ἐλήλυθεν. Εἰ δὲ καὶ μετὰ ταῦτα ἀναλάβοι ἑαυτὸν τοῦ σφάλματος συνησθημένος, εὐχαριστήσει γνωρίζων ἀφ' οἵου βάθους ταλαιπωρίας ἀνιμήσατο αὐτὸν ὁ τῆς ψυχῆς αὐτοῦ γενόμενος ἰατρὸς καὶ σωτήρ· διόπερ ἐρεῖ· Ἀνήγαγέ με ἐκ λάκκου ταλαιπωρίας καὶ ἀπὸ πηλοῦ ἰλύος. Τούτου δὲ τεύξεται, ἐπειδήπερ ὑπομένων ὑπέμεινε τὸν Κύριον. Λάκκον δὲ ταλαιπωρίας τὸ βάθος τῆς ἁμαρτίας, καὶ πηλὸν ἰλύος τὰς τοῦ πηλώδους σώματος ἡδυπαθείας, ἐν αἷς ὀλισθήσασα ψυχὴ βαπτίζεται καὶ ὥσπερ ἐν βυθῷ καταποντοῦται, οὐκ ἂν ἁμάρτοις εἰπών. Ὁ δὴ οὖν ἐκ τούτων ἀνακύψας, καὶ ὑπὸ τῆς δεξιᾶς τοῦ Σωτῆρος ἀνιμηθεὶς, εἶτα λοιπὸν ἐν καθαρῷ τῷ λόγῳ τὰς τῆς ψυχῆς
Waiting I waited for the Lord, and He attended to me. — Since tribulation works endurance, and endurance proof, and proof hope; and hope does not put to shame. Reasonably the righteous man does not simply endure, but straining forward his hope and not despairing of salvation with God, he abides in endurance. And even if upon praying he is not immediately hearkened to, nevertheless hoping he endures and perseveres in supplications and prayers. And if ever he should also fall into a fault, just like David, he confesses that he is not ignorant into what evils he has come. And if after these things too he should recover himself, having become conscious of his fault, he will give thanks, making known from what depth of misery he who became the physician and saviour of his soul drew him up; wherefore he will say: He brought me up out of a pit of misery and from mud of mire. And this he will obtain, inasmuch as waiting he waited for the Lord. Now you would not err in calling the depth of sin a pit of misery, and the sensual pleasures of the muddy body—slipping in which a soul is plunged and as it were drowned in the deep—mud of mire. He then who has emerged from these things, and been drawn up by the right hand of the Saviour, and thereafter in pure reason the [steps] of his soul
PG 23:353Read from the page
βάσεις στηρίξας, εὐλόγως ἐρεῖ· Καὶ ἀνήγαγέ με ἐκ λάκκου ταλαιπωρίας καὶ ἀπὸ πηλοῦ ἰλύος· καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ κατηύθυνε τὰ διαβήματά μου. Πέτραν δὲ πρὸς ἀντιδιαστολὴν τοῦ στερεοῦ λόγου θεμέλιον ὀνομάζει, ἐφ' ὃν ὁ βεβηκὼς φήσει· Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ, θλίψις, ἢ στενοχωρία, ἢ διωγμὸς, ἢ λιμός; καὶ τὰ ἑξῆς. Οὐ μόνον δ' ἔστησε τοὺς πόδας ἐπὶ τὴν πέτραν, ἀλλὰ καὶ βαδίζειν καὶ τρέχειν ἐπ' αὐτῆς διὰ τῆς τῶν καλῶν εὐδοκιμήσεως ποιεῖ· διὸ ἐπιλέγει· Καὶ κατηύθυνε τὰ διαβήματά μου. Εἶτα ἀκολούθως, ὡς ἂν μεταβληθεὶς ἀπὸ τῶν χειρόνων ἐπὶ τὰ κρείττω, τὸ μὲν παλαιὸν ᾆσμα, δι' οὗ ἀπεκλαύσατο τὰ ἐν τοῖς πρὸ τούτου ψαλμοῖς λελεγμένα, ἀποτίθεται· ἀναλαμβάνει δὲ ᾆσμα καινὸν τοῦ σώσαντος αὐτὸν, καὶ ἐμβάλλοντος εἰς τὸ στόμα αὐτοῦ καινὸν ᾆσμα καὶ ὕμνον, ἀποδυσαμένου τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ, ἐνδυσαμένου δὲ τὸν νέον τὸν ἀνακαινούμενον κατ' ἐπίγνωσιν τοῦ Θεοῦ. Εἶτα μετὰ πάντα ταῦτα ὑπόδειγμα πολλοῖς γίνεται, ὡς ἂν καὶ ἕτεροι, τὴν μεταβολὴν αὐτοῦ θεώμενοι, ἐλπίδας ἀγαθὰς ἀναλάβοιεν, καὶ τὴν ἀπὸ τῶν χειρόνων ἐπὶ τὰ κρείττω ποιήσαιντο μεταβολήν· διό φησιν· Ὄψονται πολλοὶ καὶ φοβηθήσονται, καὶ ἐλπιοῦσιν ἐπὶ Κύριον. Τί δὲ ὄψονται; Αὐτὸ τοῦτο, φησὶν, ὡς εἰς βάθος ἐλήλυθα κακῶν, καὶ εἰς τὸν λάκκον καὶ τὸν πηλὸν τῆς ἰλύος· κἀκεῖθεν Θεοῦ χάριτι ἀνελκυσθεὶς, ἐπὶ τὴν πέτραν ἔστην καὶ κατηυθύνθη τὰ διαβήματά μου, καὶ ᾄσματος κατηξιώθην καινοῦ. Ταῦτα γὰρ οἱ πολ-
having established its footsteps, will with good reason say: And He brought me up out of a pit of misery and from mud of mire; and He set my feet upon a rock, and directed my steps. And by way of contrast he names the foundation of firm reason a rock, standing upon which one will say: Who shall separate us from the love of Christ? Tribulation, or distress, or persecution, or famine? and what follows. And not only did He set his feet upon the rock, but He also causes him to walk and run upon it through good repute in noble deeds; wherefore he adds: And He directed my steps. Next accordingly, as having been changed from worse things to better, he lays aside the old song, through which he bewailed the things spoken in the psalms before this, and takes up a new song of Him Who saved him and puts into his mouth a new song and hymn, having put off the old man with his practices, and having put on the new, who is being renewed unto full knowledge of God. Next after all these things he becomes an example to many, so that others too, beholding his change, might take up good hopes, and make the change from worse things to better; wherefore he says: Many shall see and shall fear, and shall hope in the Lord. And what shall they see? This very thing, he says: how I came into a depth of evils, and into the pit and the mud of mire; and having been drawn up thence by the grace of God, I stood upon the rock and my steps were directed, and I was counted worthy of a new song. For the ma-
Μακάριος ἀνὴρ, οὗ ἐστι τὸ ὄνομα Κυρίου ἐλπὶς αὐτοῦ, καὶ οὐκ ἐπέβλεψεν εἰς ματαιότητας καὶ μανίας ψευδεῖς. Ὁ διὰ πείρας ἐλθὼν τῆς τοῦ Θεοῦ χάριτος τοῖς πᾶσι κηρύττει τὰς εἰς αὐτὸν γενομένας εὐεργεσίας, προφέρει τε καθολικὴν ἀπόφασιν ἐκ τῶν περὶ αὐτὸν συμβάντων, διδάσκων, ὅτι πᾶσι δυνατὸν ἀνθρώποις τῶν ὁμοίων αὐτῷ τυχεῖν. Οὐ γὰρ ἐγὼ, φησὶ, μόνος, τοιούτων ἀξιωθεὶς, εἴην ἂν μακάριος· ἔκκειται δὲ τοῖς πᾶσιν ἡ αὐτὴ ὁδὸς, καὶ οὐ τισὶ μὲν, τισὶ δὲ οὔ. Πᾶς οὖν ὁ τὴν ἐλπίδα αὐτοῦ ἐπὶ τὸν Θεὸν ἀναθήσας οὐκ ἀποπεσεῖται τοῦ μακαρισμοῦ, οὗ καὶ αὐτὸς κατηξιώθην. Ματαιότης δὲ καὶ μανίαι ψευδεῖς πᾶσαι αἱ περὶ τὰ πρόσκαιρα καὶ μάταια τυγχάνουσι σπουδαί· ἐπείπερ Ματαιότης ματαιοτήτων, τὰ πάντα ματαιότης· καὶ διὰ τῶν ἔμπροσθεν ἐλέγετο· Πλὴν τὰ πάντα ματαιότης, πᾶς ἄνθρωπος ζῶν· καὶ πάλιν· Πλὴν μάτην ταράσσονται. Θησαυρίζει, καὶ οὐ γινώσκει τίνι συνάξει ταῦτα. Μανίαι δὲ ψευδεῖς αἱ εἰς κενὸν καὶ μάταιον σπουδαζόμεναι τοῖς πολλοῖς φροντίδες. Ὥσπερ οὖν μανία σώφρων ἡ τοῦ παρόντος βίου κατεξανάστασις, δι' ἣν καὶ ἐξεστῶτες ἐνομίζοντο τοῖς πολλοῖς οἱ τοῦ Θεοῦ προφῆται. Σεμνύνεται δ' ἐπὶ τῇ τοιαύτῃ ἐκστάσει λέγων ὁ δίκαιος· Ἐγὼ δὲ εἶπα ἐν τῇ ἐκστάσει μου· Πᾶς ἄνθρωπος ψεύστης· καὶ ὁ Ἀπόστολος δὲ τοῦτο πεπονθὼς ἔλεγεν· Εἴτε γὰρ ἐξέστημεν Θεῷ, εἴτε σωφρονοῦμεν ὑμῖν.
Blessed is the man whose hope is the name of the Lord, and who has not looked upon vanities and false madnesses. He who has come through experience of the grace of God proclaims to all the benefactions wrought towards him, and brings forth a universal declaration out of the things that have happened concerning him, teaching that it is possible for all men to obtain things like his. For not I alone, he says, having been counted worthy of such things, would be blessed; rather, the same way lies open to all, and not to some indeed, and to others not. Everyone, therefore, who has reposed his hope upon God will not fall short of the beatitude of which I myself too was counted worthy. Now vanity and false madnesses are all pursuits concerned with temporary and vain things; inasmuch as Vanity of vanities, all things are vanity; and through the words before it was said: Yet all things are vanity, every man living; and again: Yet in vain are they troubled. He treasures up, and knows not for whom he will gather these things. And false madnesses are the cares eagerly pursued by the multitude to empty and vain ends—just as, then, rising up against the present life is a sober madness, on account of which the prophets of God too were deemed beside themselves by the multitude. And the righteous man glories in such an ecstasy, saying: And I said in mine ecstasy: Every man is a liar; and the Apostle too, having experienced this, said: For whether we were beside ourselves, it is for God, or whether we are of sober mind, it is for you.
PG 23:356Read from the page
Πολλὰ ἐποίησας σὺ, Κύριε ὁ Θεός μου, τὰ θαυμάσιά σου. Ὁ τὴν πολυποίκιλον τοῦ Θεοῦ σοφίαν κατανενοηκὼς ἔν τε τοῖς καθόλου κτίσμασι καὶ τοῖς κατὰ μέρος, τοῖς τε αἰσθητοῖς καὶ τοῖς κατὰ διάνοιαν θεωρουμένοις, εἰς ἔκπληξιν ἐλθὼν τῆς ὑπερμεγέθους δυνάμεως τοῦ τῶν ὅλων Θεοῦ, εἴποι ἄν· Πολλὰ ἐποίησας σὺ, Κύριε ὁ Θεός μου, τὰ θαυμάσιά σου. Ἀλλὰ καὶ τοὺς λόγους ἐξετάσας τῆς καθόλου προνοίας, καθ' οὓς τὰ σύμπαντα διοικεῖ, κἄπειτα εὑρὼν αὐτοὺς ἀκαταλήπτους, προσθήσει λέγων· Καὶ τοῖς διαλογισμοῖς σου οὐκ ἔστι τίς ὁμοιωθήσεταί σοι. Οἷος ἦν ὁ λέγων· Ὢ βάθους πλούτου καὶ σοφίας, καὶ γνώσεως Θεοῦ! ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ! Ἐν δὲ τοῖς προκειμένοις ὁ Δαυῖδ κατὰ καιρὸν ταύτας προηνέγκατο τὰς φωνὰς, ἔργῳ μαθὼν, ὡς καινῷ τινι τρόπῳ σέσωσται τῷ δι' ὑπακοῆς τῶν θείων λογίων. Πάλαι μὲν γὰρ διὰ Μωϋσέως θυσίαι καὶ ὁλόκαυτοι ἀναφοραὶ προσετάττοντο ὑπὲρ ἁμαρτιῶν προσφέρεσθαι· νυνὶ δὲ καινὸς παραδίδοται τρόπος σωτηρίας, ὁ δίχα θυσιῶν καὶ ὁλοκαυτωμάτων. Διδάσκει δὲ καὶ ὡς ἔστι μυρία σωτηρίας φάρμακα, ἅπερ ἡ τοῦ Θεοῦ χάρις τοῖς ἀνθρώποις ἐδωρήσατο. Οὐκ ἔστι τε κατ' ἀξίαν εἰπεῖν, οὐδὲ διανοίᾳ περιλαβεῖν τῶν τοῦ Θεοῦ διαλογισμῶν τὸ πλῆθος. Ὁ δὲ Σύμμαχος, Πάμπολλα, φησὶν, ἐποίησας σὺ, Κύριε ὁ Θεός μου, τὰ τεράστιά σου, καὶ τοὺς διαλογισμούς σου τοὺς ὑπὲρ ἡμῶν οὐκ ἔστιν ἐκθέσθαι ἐπὶ σοῦ. Εἶτα ἀντὶ τοῦ· Ἀπήγγειλα καὶ ἐλάλησα, ἐπληθύνθησαν ὑπὲρ ἄμμον, πάλιν ὁ Σύμμαχος τοῦτον ἡρμήνευσε τὸν τρόπον· Ἐὰν ἀπαγγέλλων καταγγέλλω, πλείω ἐστὶ τοῦ διηγηθῆναι. Ἐκ μέρους μὲν γὰρ, φησὶ, γινώσκομεν, καὶ ἐκ μέρους προφητεύομεν. Τά γε μὴν πάντα ἀναρίθμητα καὶ ἀκατάληπτα τυγχάνει τὰ θαυμάσιά σου· πλὴν ἐν οἷς κατέλαβον καὶ τοῦθ' εὗρον, ὅτι κατὰ τὸν παρόντα καιρὸν τὰς παρὰ Μωϋσεῖ θυσίας καὶ προσφορὰς οὐκ ἠθέλησας· ἀντὶ δ' ἐκείνων τὰ ὦτά μου καὶ τὴν ὑπακοὴν τῶν σῶν λογίων κατηρτίσω· καὶ ἀντὶ ὁλοκαυτωμάτων καὶ τῶν περὶ ἁμαρτίας θυσιῶν αὐτὸς ἐμαυτὸν προσήγαγόν σοι. Διό φησιν· Ἰδοὺ ἥκω κληθεὶς ὑπὸ σοῦ, καὶ προθυμότατα ὑπακούσας. Ἥκω δὲ σπεύσας τοῦ ποιῆσαι τὸ θέλημά σου· τοῦτο γὰρ ἀντὶ πάσης ὁλοκαύτου θυσίας πέπεισμαί σε ἀποδέχεσθαι. Καὶ τοῦτο δὲ ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ· τοῦτο δὲ ποῖον ἢ τὸ προτιμῆσαι τὸ θέλημά σου θυσιῶν καὶ ὁλοκαυτωμάτων; καὶ τὸ ποιῆσαι τὸν νόμον σου οὐ κατὰ τὴν πρόχειρον λέξιν, οὐδὲ ὁμοίως τοῖς πολλοῖς τὰ παρὰ Μωϋσεῖ παρηγγελμένα φυλάττοντας· ἐν μέσῳ δὲ τῆς κοιλίας μου· ἢ κατὰ τὸν Σύμμαχον· Προεθυμήθην τὸν νόμον σου ἔνδοθεν τῶν ἐγκάτων μου. Εἰ γάρ τίς ἐστι κοιλία ψυχῆς, τροπικῶς οὕτως ὀνομαζομένη, περὶ ἧς ἐν Εὐαγγελίοις λέλεκται· Ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος, ἁλλομένου εἰς ζωὴν αἰώνιον· ἐν τούτῳ τῷ ἀποῤῥήτῳ καὶ ἀποκρύφῳ τῆς ψυχῆς ταμείῳ τὸν νόμον σου, φησὶν, ἐβουλήθην ποιῆσαι, καὶ περὶ θυσιῶν καὶ ὁλο-
Many hast Thou made, O Lord my God, Thy wondrous works. He who has contemplated the manifold wisdom of God both in the universal creatures and in the particular ones, both in things perceptible to sense and in things beheld by thought, coming into amazement at the surpassing power of the God of all, might say: Many hast Thou made, O Lord my God, Thy wondrous works. Moreover, having examined the principles of universal providence according to which He administers all things together, and thereafter having found them incomprehensible, he will add, saying: And to Thy thoughts there is none who shall be likened to Thee. Such was he who said: O the depth of the riches and wisdom and knowledge of God! How unsearchable are His judgements, and untraceable His ways! And in what lies before us David seasonably brought forth these utterances, having learned in deed that he has been saved in a certain new way, namely through obedience to the divine oracles. For of old through Moses sacrifices and whole-burnt offerings were commanded to be offered on behalf of sins; whereas now a new way of salvation is handed down, one apart from sacrifices and whole-burnt offerings. And he teaches too that there are countless remedies of salvation, which the grace of God has bestowed upon men. Nor is it possible to speak worthily of, or embrace in thought, the multitude of the thoughts of God. And Symmachus says: Very many hast Thou made, O Lord my God, Thy marvels, and Thy thoughts that are on our behalf cannot be set forth before Thee. Next, instead of: I declared and spoke, they were multiplied beyond the sand, Symmachus again translated in this way: If declaring I proclaim them, they are more than can be recounted. For in part, he says, we know, and in part we prophesy. All Thy wondrous works indeed are innumerable and incomprehensible; yet in the things I grasped I found this too: that at the present season Thou didst not will the sacrifices and offerings in Moses, and instead of those Thou didst fashion mine ears and obedience to Thine oracles; and instead of whole-burnt offerings and sacrifices concerning sin I myself offered myself to Thee. Wherefore he says: Behold, I come, having been called by Thee, and having obeyed most eagerly. And I come hastening to do Thy will; for this I am persuaded Thou dost accept instead of every whole-burnt sacrifice. And this too in the heading of the book has been written concerning me; and what is this other than to prefer Thy will above sacrifices and whole-burnt offerings, and for men to do Thy law not according to the obvious letter, nor keeping the things commanded in Moses in the same way as the multitude, but in the midst of my belly; or according to Symmachus: I was eager for Thy law within mine inward parts? For if there is a certain belly of the soul, figuratively named thus, concerning which it has been said in the Gospels: Out of his belly shall flow rivers of living water, leaping up into eternal life; in this ineffable and hidden treasury of the soul, he says, I counselled to do Thy law, and [the commandments] concerning sacrifices and whole-
PG 23:357Read from the page
καυτωμάτων ἐντολὰς πνευματικῶς καὶ κατὰ διάνοιαν ἐπιτελέσαι. Ταῦτα γὰρ ἔγνων σοι φίλα, καὶ πολλῷ κρείττονα τῶν σωματικῶς Ἰουδαίοις παραδεδομένων.
burnt offerings to fulfil spiritually and according to thought. For these things I knew to be dear to Thee, and far better than those handed down bodily to the Jews.
Εὐηγγελισάμην δικαιοσύνην ἐν Ἐκκλησίᾳ μεγάλῃ, ἰδοὺ τὰ χείλη μου οὐ μὴ κωλύσω· Κύριε, σὺ ἔγνως. Τὴν δικαιοσύνην μου οὐκ ἔκρυψα ἐν τῇ καρδίᾳ μου· τὴν ἀλήθειάν σου καὶ τὸ σωτήριόν σου εἶπα. Ἀλήθειαν δὲ τὴν ἀντιδιαστελλομένην τῇ σκιᾷ. Νοήσεις δὲ καὶ οὕτως· Ὡς ὁ μακάριος Δαυῖδ ὑπισχνεῖται ἐν Ἐκκλησίᾳ μεγάλῃ τῇ κατὰ πᾶσαν τὴν οἰκουμένην ὑπὸ τῆς θείας χάριτος συλλεγείσῃ τὴν τοῦ θεοῦ δικαιοσύνην κηρύττειν, καὶ τὴν τῆς προφητείας ἀλήθειαν, καὶ τὴν ἀξιάγαστον σωτηρίαν, καὶ τὸν ἀμέτρητον ἔλεον καὶ αὐτῶν δὲ τῶν πιστῶν ὁ σύλλογος εἴποι ἂν ταῦτα ὑπισχνούμενος τὴν ὑπὲρ τῆς σωτηρίας ἀντίδοσιν δώσειν, τῷ συντρέχειν εἰς Ἐκκλησίαν καὶ τὰ χείλη κινεῖν εἰς ὑμνῳδίαν, καὶ τοῦ Θεοῦ τὴν δικαίαν κρίσιν ἀνακηρύττειν, καὶ τὴν ἄῤῥητον διεξιέναι κηδεμονίαν, καὶ τῶν προφητικῶν ὑποσχέσεων ὑποδεικνύναι τὸ ἀληθές. Σὺ δὲ, Κύριε, μὴ μακρύνῃς τοὺς οἰκτιρμούς σου ἀπ' ἐμοῦ· τὸ ἔλεός σου καὶ ἡ ἀλήθειά σου διὰ παντὸς ἀντελάβοντό μου. Καὶ τυχοῦσα τῆς σωτηρίας ἡ τοῦ Θεοῦ Ἐκκλησία, δεῖται πάλιν τῆς αὐτῆς προμηθείας διὰ τὰς παντοδαπὰς τῶν ἀνθρώπων καὶ δαιμόνων ἐπαναστάσεις, ὧν ἐν τοῖς ἑξῆς τὴν μνήμην πεποίηται. Ὅτι περιέσχον με κακὰ ὧν οὔκ ἔστιν ἀριθμός· κατέλαβόν με αι ἀνομίαι μου, καὶ οὐκ ἠδυνήθην τοῦ βλέπειν. Ἐπληθύνθησαν ὑπὲρ τὰς τρίχας τῆς κεφαλῆς μου, καὶ ἡ καρδία μου ἐγκατέλιπέ με. Μηδεὶς δὲ ἀνάρμοστα ἡγείσθω τὰ εἰρημένα τοῖς ἡρμηνευμένοις. Καὶ γὰρ οἱ τρεῖς παῖδες, τῆς ἄκρας ἀρετῆς ἐπειλημμένοι, καὶ τὸν νικηφόρον ἀναδησάμενοι στέφανον, ἐν τῇ καμίνῳ προσευχόμενοι ἔλεγον· Ἡμάρτομεν, ἠνομήσαμεν, ἠδικήσαμεν, καὶ ἀπέστημεν ἀπὸ τῶν ἐντολῶν σου, καὶ οὐκ ἐφυλάξαμεν τὰ δικαιώματά σου. Οὕτως ὁ θαυμάσιος Δανιὴλ, οὕτως ὁ θεσπέσιος Ἱερεμίας, οὕτως ὁ θεῖος Ἠσαΐας, οὕτως ὁ σοφώτατος Παῦλος· Χριστὸς γὰρ, φησὶν, εἰσῆλθεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτός εἰμι ἐγώ· καὶ πάλιν· Οὐκ εἰμὶ ἄξιος καλεῖσθαι ἀπόστολος. Οὕτω τοίνυν κἀνταῦθα ταῖς παρὰ τῶν δυσσεβῶν τρικυμίαις βαλλομένη ἡ τοῦ Θεοῦ Ἐκκλησία οὐ μέγα φρονεῖ, ὡς ἀγωνιζομένη, ἀλλ' ἁμαρτίαις καὶ πλημμελείαις ἀνατίθησι τὰ γενόμενα, καὶ τῆς παρὰ τοῦ Σωτῆρος ἐπικουρίας ἀπολαῦσαι παρακαλεῖ. Ἄλλως τε, οὐδ' ἐκ τελείων ἅπασα συνέστηκεν ἡ τοῦ Θεοῦ Ἐκκλησία, ἀλλ' ἔχει καὶ τοὺς ῥᾳστώνῃ συζῶντας, καὶ τὸν ἀνειμένον βίον ἀσπαζομένους, καὶ ἡδοναῖς δουλεύειν αἱρουμένους. Καὶ ἐπειδὴ ἕν ἐστι σῶμα, ὡς ἐξ ἑνὸς προσώπου καὶ ταῦτα κἀκεῖνα προσφέρεται.
I proclaimed the glad tidings of righteousness in a great Church; behold, I shall by no means restrain my lips; O Lord, Thou hast known. My righteousness I did not hide in my heart; Thy truth and Thy salvation I spoke. Namely, the truth contrasted with the shadow. And you will understand it thus as well: just as the blessed David promises to proclaim in a great Church—the one gathered throughout the whole inhabited earth by divine grace—the righteousness of God, and the truth of prophecy, and the admirable salvation, and the unmeasured mercy, so too the assembly of the faithful themselves might say these things, promising to render the return for salvation by running together into the Church and moving their lips to hymnody, and proclaiming aloud the righteous judgement of God, and recounting His ineffable care, and showing forth the truth of the prophetic promises. But Thou, O Lord, do not remove Thy compassions far from me; Thy mercy and Thy truth continually upheld me. Even having obtained salvation, the Church of God stands in need again of the same forethought on account of the manifold uprisings of men and demons, of which remembrance is made in what follows: Because evils whereof there is no number encompassed me; my lawlessnesses overtook me, and I was not able to see. They were multiplied beyond the hairs of my head, and my heart forsook me. And let no one deem the things spoken unfitting to what has been expounded. For the three youths too, having laid hold of supreme virtue and bound upon themselves the victorious crown, praying in the furnace said: We have sinned, we have acted lawlessly, we have done wrong, and we have departed from Thy commandments, and have not kept Thy statutes. Thus the wondrous Daniel, thus the divinely inspired Jeremiah, thus the divine Isaiah, thus the most wise Paul: For Christ, he says, came into the world to save sinners, of whom I am first; and again: I am not worthy to be called an apostle. Thus therefore here too, battered by the triple waves from the ungodly, the Church of God does not think proudly, as one contending, but attributes what has happened to sins and trespasses, and entreats to enjoy succour from the Saviour. Besides, neither does the Church of God consist altogether of perfect ones, but holds also those who live along in ease, and embrace the lax life, and choose to serve pleasures. And since it is one body, both these sayings and those are uttered as from one person.
Νοήσεις καὶ οὕτως· Ἐπεὶ οὐ δεῖ μακαρίζειν ἄνθρωπον πρὸ τελευτῆς αὐτοῦ, εἰκότως ὁ μὲν ἀπόστολος, καίπερ ἀπόστολος ὢν καὶ κλητὸς καὶ ἐκλεκτὸς Χριστοῦ Ἰησοῦ, ὅμως οὐκ ὀκνεῖ λέγειν· Ὑποπιέζω μου τὸ σῶμα, καὶ δουλαγωγῶ, μήπως, ἄλλοις κηρύξας, αὐτὸς ἀδόκιμος γένωμαι. Τὸ αὐτὸ δὲ καὶ ὁ
You will understand it thus too: since one must not count a man blessed before his end, reasonably the apostle, although being an apostle both called and chosen of Christ Jesus, nevertheless does not hesitate to say: I bruise my body and bring it into bondage, lest perhaps, having preached to others, I myself become disqualified. And the same thing too
Notes, col. 357

On the reading

Printed οὔκ, for οὐκ.

Printed αι, for αἱ.

PG 23:360Read from the page
Δαυῖδ εἰ καὶ ἐν πολλοῖς ἐνδειξάμενος, ἔτυχεν ὑπηκόου τοῦ Θεοῦ, ἠλευθέρωτό τε ἐκ λάκκου ταλαιπωρίας καὶ ἀπὸ πηλοῦ ἰλύος· ἐν ἀσφαλεῖ τε ἤδη λοιπὸν ἑστήκει, ὡς ἂν ἐπὶ πέτραν τοὺς πόδας ἐρηρεισμένος, καὶ ᾄσματος καινοῦ ἠξιωμένος τοῦ περὶ θυσιῶν ἀληθοῦς λόγου, τουτέστι τοῦ τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ τῇ μεγάλῃ εὐηγγελισμένου κηρύγματος· τοῦτο γὰρ ἦν τὸ καινὸν ᾆσμα, οὗ χάριν ἀνωτέρω ἔλεγε· Καὶ ἐνέβαλεν εἰς τὸ στόμα μου ᾆσμα καινόν· ὅμως δ' οὖν, τοσούτων τετυχηκὼς, διὰ τὸ σαθρὸν τῆς ἐν ἀνθρώποις ζωῆς ἐπαναλαμβάνει τοὺς τῆς ἱκετηρίας λόγους, ἀντιβολεῖ τε καὶ δέεται φυλάττεσθαι ὑπὸ τῆς χάριτος καὶ τοῦ ἐλέου τοῦ Θεοῦ. Ἀνεπεμπάζετο γὰρ διὰ τούτων καὶ ἀνεπόλα τὰ πρότερον αὐτῷ συμβεβηκότα κακά. Ἡ γοῦν μνήμη τῶν παλαιῶν κακῶν, φυλακτικωτέρους ἡμᾶς ἀπεργάζεται πρὸς τὸ μὴ αὖθις τοῖς αὐτοῖς περιπεσεῖν· ἀλλὰ καὶ τῆς μεταβολῆς τῆς ἀπὸ τῶν χειρόνων ἐπὶ τὰ βελτίω ἡ ἀνάμνησις εὐχαρίστους ἡμᾶς ἀπεργάζεται καὶ συντεταμένους μᾶλλον εἰς προσοχήν. Εἰκότως τοίνυν ἐπαναλαμβάνει τὴν τῶν
David, even though having shown it in many places, found God hearkening, and had been set free out of a pit of misery and from mud of mire; and by now stood henceforth in safety, as having planted his feet firm upon a rock, and having been counted worthy of a new song, the true doctrine concerning sacrifices, that is, the preaching proclaimed as glad tidings in the great Church of God—for this was the new song, on account of which he said above: And He put into my mouth a new song; nevertheless, having obtained so great blessings, on account of the frailty of life among men he takes up again the words of supplication, and entreats and begs to be guarded by the grace and mercy of God. For through these words he pondered again and turned over the evils that had befallen him formerly. At all events, the memory of ancient evils renders us more watchful towards not falling again into the same things; moreover, the remembrance of the change from worse things to better renders us thankful and more intent upon heedfulness. Reasonably, therefore, he takes up again the [remembrance] of the
Τὰ δὲ λοιπὰ τοῖς προειρημένοις ἀκολούθως· Εὐδόκησον, Κύριε, τοῦ ῥύσασθαί με· Κύριε, εἰς τὸ βοηθῆσαί μοι πρόσχες. Καταισχυνθείησαν καὶ ἐντραπείησαν ἅμα οἱ ζητοῦντες τὴν ψυχήν μου τοῦ ἐξᾶραι αὐτήν. Ἀποστραφείησαν εἰς τὰ ὀπίσω καὶ καταισχυνθείησαν οἱ θέλοντές μοι κακά. Κομισάσθωσαν παραχρῆμα αισχύνην αὐτῶν οἱ λέγοντές μοι· Εὖγε, εὖγε. Ἔτι καὶ νῦν αἴσθεται πολλῶν περὶ αὐτὸν ἐχθρῶν ἐπικειμένων τῇ αὐτοῦ ψυχῇ, καὶ περὶ τούτων τὴν προκειμένην εὐχὴν ἀναπέμπει. Οὐ γὰρ παύονται διαφθονούμενοι καὶ τοῖς ἤδη τελείοις καὶ βεβηκόσιν ἐπὶ τὴν πέτραν. Διὸ ῥυσθῆναι ἀπὸ τῶν ειρημένων ἀξιοῖ, κἀκείνους μὲν καταισχυνθῆναι καὶ ἐντραπῆναι τοὺς ἐκζητοῦντας αὐτοῦ τὴν ψυχὴν τοῦ ἐξᾶραι αὐτήν· αὐτὸν δὲ περιφράττεσθαι ὑπὸ τῆς αὐτοῦ δεξιᾶς. Ἐντρέπονται δὲ καὶ ἀσχημονοῦσιν (οὕτως γὰρ ἐξέδωκεν ὁ Σύμμαχος) οἱ ζητοῦντες τὴν ψυχὴν τοῦ δικαίου, ἐπειδὰν, πᾶσαν κατ' αὐτοῦ μηχανὴν ἐπινοήσαντες, ἄπρακτοι γένωνται· εἶθ' ὡς μηδὲν δεδυνημένοι ἀπογνόντες ἀπαλλάττονται, αἰσχύνην καταχεάμενοι. Διὸ μετὰ τὸ ἀσχημονῆσαι αὐτοὺς, καταισχυνθῆναί τε καὶ ἐντραπῆναι ἐπιλέγει· Ἀποστραφείησαν εἰς τὰ ὀπίσω, καὶ ἐντραπείησαν οἱ θέλοντες τὰ κακά μοι. Μηδὲν γὰρ δεδυνημένοι, καὶ μὴ κατελπίσαντες περιγενήσεσθαι, ἀποστρέφονται καὶ ἀπαλλάττονται εἰς τὰ ὀπίσω· εἶτ' ἀπαλλαγέντες καὶ μακρὰν γενόμενοι, τἀπίχειρα τῆς αὐτῶν ἀπολήψονται κακίας· διὸ μετὰ ταῦτα λέλεκται· Κομισάσθωσαν παραχρῆμα αἰσχύνην αὐτῶν οἱ λέγοντές μοι· Εὖγε, εὖγε. Ἀνθ' οὗ ὁ Ἀκύλας ἡρμήνευσεν· Ἁὰ, ἀὰ, αὐτῇ συγχρησάμενος οὕτως ἐχούσῃ τῇ Ἑβραϊκῇ φωνῇ. Ἔστι δὲ αὕτη σχετλιαστικὴ τῶν ἤδη νενικημένων καὶ εἰς τὰ ὀπίσω κεχωρηκότων, καὶ τὴν ἑαυτῶν αισχύνην ἀπειληφότων. Κατὰ δὲ τοὺς Ἑβδομήκοντα καὶ τὸν Σύμμαχον φήσαντα· Οἱ λέγοντες περὶ ἐμοῦ· Εὖγε, εὖγε, τάχα ποτὲ οἱ ἐχθροὶ τοῦ δικαίου πολλὰς
And what remains follows accordingly upon the things said before: Be pleased, O Lord, to rescue me; O Lord, attend to help me. Let those who seek my soul to sweep it away be put to shame and confounded together. Let those who wish evils for me be turned backward and put to shame. Let those who say to me: Aha, aha! bear off their shame immediately. Even now he still perceives many enemies round about him pressing hard upon his soul, and concerning these he sends up the present prayer. For they do not cease envying even those who are already perfect and standing upon the rock. Wherefore he asks to be rescued from the aforesaid, and that those who seek out his soul to sweep it away be put to shame and confounded, while he himself be fenced round by His right hand. Now those who seek the soul of the righteous man are confounded and behave unseemly (for thus Symmachus rendered it), whenever, having devised every contrivance against him, they prove unsuccessful; then, despairing as having been able to accomplish nothing, they depart, covered with shame. Wherefore, after their behaving unseemly, being put to shame, and being confounded, he adds: Let those who wish evils for me be turned backward and confounded. For having been able to accomplish nothing, and having no hope of prevailing, they turn away and depart backward; then, having departed and gone far off, they will receive back the wages of their own wickedness; wherefore after these things it has been said: Let those who say to me: Aha, aha! bear off their shame immediately. Instead of which Aquila translated: Haa, aa, employing the Hebrew expression itself standing thus. And this is an exclamation of distress belonging to those who have already been conquered and have retreated backward, and have received back their own shame. Whereas according to the Seventy, and Symmachus who said: Those who say concerning me: Aha, aha! perhaps once the enemies of the righteous man, [devising] many
Notes, col. 360

On the reading

Printed αισχύνην, for αἰσχύνην.

Printed ειρημένων, for εἰρημένων.

Printed αισχύνην, for αἰσχύνην.