ἀπεῖργον, καὶ ὀστᾶ τοὺς κατὰ μέρος καὶ χρειωδεστάτους μάλιστα λέγειν. Πλὴν οὐχὶ μόνῳ ταῦτα συμβῆναί φαμεν τῷ θεσπεσίῳ Δαυῖδ, ἀλλὰ γὰρ καὶ πλείστοις ἑτέροις· μᾶλλον δὲ καὶ εἰς δεῦρο πράττεται πειραζομένων ἁγίων. Ἀδόκητοι γὰρ περιστάσεις ἀναφύονται πολλάκις, ὥστε δυσφορητότερον εἶναι τοῦ παρ' ἐχθρῶν πολέμου τὰς τῶν οἰκείων ἐπαναστάσεις, οὓς καὶ ὀστᾶ φαμεν ὠνομάσθαι τροπικῶς. Εἰ δὲ ἅπασι ταῦτα κοινὰ, κοινὸς ἂν εἴη πάντων τῆς προσευχῆς ὁ τρόπος. Παντὶ γὰρ ἁρμόζει πειραζομένῳ καὶ κάμνοντι, γλιχομένῳ τε τυχεῖν ἡμερότητος τῆς παρὰ Θεοῦ.
hindered [nothing] from calling especially the particular and most needful ones bones as well. Yet we say that these things befell not the divinely inspired David alone, but indeed very many others too; nay rather, even up to now this happens when saints are tempted. For unexpected crises spring up oftentimes, so that the uprisings of one's own kinsfolk—whom we say have also been named bones figuratively—are harder to bear than war from enemies. And if these things are common to all, the manner of prayer too would be common to all. For it suits everyone who is tempted and weary, and who longs to obtain gentleness from God.
Ὅτι αἱ ἀνομίαι μου ὑπερῆραν τὴν κεφαλήν μου, ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ' ἐμέ. Προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου. Διὰ τούτων διδάσκει ἡμᾶς ὁ λόγος, μὴ κρύπτειν τὰ ἑαυτῶν κακὰ, μηδ' ὥσπερ τινὰ μελανίαν καὶ σῆψιν κατὰ βάθους τῆς ψυχῆς συνέχειν τὰ ἁμαρτήματα. Ὅλην τὴν ἡμέραν σκυθρωπάζων ἐπορευόμην, ὅτι ἡ ψυχή μου ἐνεπλήσθη ἐμπαιγμῶν ἐμπαιζόντων. Νοήσεις δὲ καὶ οὕτως, προεπισημηνάμενος ἐν τῇ προγραφῇ, ὡς ἄρα εἴη εἰς ἀνάμνησιν, εἰκότως ἀναπεμπάζεται, καὶ τὰ πάλαι αὐτῷ συμβεβηκότα ἐπαναλαμβάνει. Διδάσκει τε ἐν οἷς γέγονε, τῷ τῆς ἁμαρτίας ὀλίσθῳ περιπεσὼν, οὗ χάριν καὶ τὴν πᾶσαν ποιεῖται ἐξομολόγησιν. Εἰς ταῦτα γὰρ πάντα ἐλήλυθα, φησὶν, ἐπειδήπερ καιρῷ τινι Ἡ καρδία μου ἐταράχθη, καὶ ἐγκατέλειπέ με ἡ ἰσχύς μου, καὶ τὸ φῶς τῶν ὀφθαλμῶν μου, καὶ αὐτὸ οὐκ ἦν μετ' ἐμοῦ. Κατὰ γὰρ τὸν τῆς ἁμαρτίας καιρὸν οὐ μικρὰν ὑπέμεινεν αὐτοῦ ταραχὴν τὸ διανοητικὸν, συγχυθὲν καὶ σκοτωθέν ὑπὸ τοῦ τὴν ἁμαρτίαν ἐνεργοῦντος, ὡς καὶ εἰς ἀφροσύνην πεσεῖν καὶ πράττειν ἀφροσύνης ἔργα. Τότε δὲ καὶ ἐγκατέλειπεν αὐτὸν ἡ ἰσχὺς αὐτοῦ· οὐκέτι γὰρ οἷός τε ἦν λέγειν· Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με, νικηθεὶς ὑπὸ τοῦ πάθους καὶ ἐξατονήσας. Καὶ ἄλλο δέ τι, φησὶ, χαλεπὸν περὶ ἐμὲ γέγονε· Τὸ γὰρ φῶς τῶν ὀφθαλμῶν μου (τοῦτο δὲ ἦν τὸ προφητικὸν πνεῦμα, τὸ φωτίζον αὐτοῦ τῆς ψυχῆς τὴν ὅρασιν) καὶ αὐτὸ οὐκ ἦν μετ' ἐμοῦ, καταλεῖψάν με καὶ ἀναχωρῆσαν· ἐπεὶ εἰς κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία· οὐδὲ κατοικήσει ἐν σώματι κατάχρεῳ ἁμαρτίαις· ἅγιον γὰρ Πνεῦμα παιδείας φεύξεται δόλον, καὶ ἀπαναστήσεται ἀπὸ λογισμῶν ἀσυνέτων. Ἀλλὰ καὶ οἱ πρότερον αὐτοῦ φίλοι καὶ πλησίον αὐτοῦ, οἱ τὸν σύμπαντα χρόνον αὐτῷ συνόντες, ἐάσαντες αὐτὸν μακρόθεν ἔστησαν, οὐκέτ' αὐτῷ συνεῖναι δυνάμενοι, πόῤῥωθεν δὲ ἀποκλᾳόμενοι ὡς οἰκείου φίλου συμφοράν. Τίνες δ' ἦσαν οὗτοι ἀλλ' ἢ οἱ ἐπὶ τοῖς προτέροις ἀγαθοῖς αὐτοῦ χαίροντες, ἄγγελοι δηλαδὴ ἀγαθοὶ καὶ λειτουργοὶ Θεοῦ, τῇ τῶν ἀνθρώπων συγχαίρειν εἰωθότες σωτηρίᾳ; Ὧν μακράν μου γενομένων, ἄλλοι τινὲς τὴν ἁμαρτίαν ἐνεργοῦντες, πλησίον μου γενόμενοι, ἐξεβιάζοντο καὶ τῆς ἐμῆς ψυχῆς κατέπαιζον. Πάλαι γὰρ οὗτοι διψῶντες τοῦ ἐμοῦ αἵματος, καὶ ἐκ μακρῶν χρόνων εὐχόμενοι θεάσασθαί μου τὴν πτῶσιν, ὡσανεὶ καιροῦ λαβόμενοι, ὅτε εἶδον καταλείπουσάν με τὴν ἰσχὺν, καὶ τὸ φῶς
Because my lawlessnesses went over my head, like a heavy burden they weighed heavily upon me. My welts stank and rotted. Through these words the discourse teaches us not to hide our own evils, nor to hold our sins down in the depth of the soul like some blackness and rot. All the day long I walked about gloomy, because my soul was filled with the mockings of mockers. And you will understand it thus as well: having noted beforehand in the superscription that it was for remembrance, he reasonably ponders again and takes up anew the things that befell him of old. And he teaches in what state he came to be, having fallen into the slip of sin, on account of which he also makes the whole confession. For into all these things I have come, he says, inasmuch as at a certain time My heart was troubled, and my strength forsook me, and the light of mine eyes, it also was not with me. For during the time of the sin his intellect endured no small turmoil, confounded and darkened by the one working the sin, so as even to fall into folly and do works of folly. And at that time his strength also forsook him; for he was no longer able to say: I have strength for all things in Him Who empowers me, having been conquered by the passion and utterly weakened. And another grievous thing too, he says, happened concerning me: For the light of mine eyes (and this was the prophetic spirit, which illumined the vision of his soul) it also was not with me, having left me and withdrawn; since wisdom will not enter into an evil-contriving soul, nor dwell in a body mortgaged to sins; for a holy Spirit of discipline will flee deceit, and will rise and depart from senseless thoughts. Moreover, those who were formerly his friends and his neighbours, who were with him the whole time, leaving him stood afar off, no longer able to be with him, but bewailing from afar as it were the calamity of an intimate friend. And who were these if not those who rejoiced over his former good deeds, namely good angels and ministers of God, accustomed to rejoice together at the salvation of men? When these had gone far from me, certain others working sin, having come near me, used violence and mocked at my soul. For these, having long thirsted for my blood, and for long ages having prayed to behold my fall, as though having seized an opportunity, when they saw my strength leaving me, and the light