PG 23:1381Read from the pageἡμέραν μελέτη μού ἐστιν. Ὑπὲρ τοὺς ἐχθρούς μου ἐσόφισάς με τὴν ἐντολήν σου, ὅτι εἰς τὸν αἰῶνα ἐμή ἐστιν. Ὑπὲρ πάντας τοὺς διδάσκοντάς με συνῆκα, ὅτι τὰ μαρτύριά σου μελέτη μού ἐστιν. Ὑπὲρ πρεσβυτέρους συνῆκα, ὅτι τὰς ἐντολάς σου ἐξεζήτησα. Εἰ δὲ λέγοι που ὁ Σωτήρ· Οὐκ ἔστι μαθητὴς ὑπὲρ τὸν διδάσκαλον, καὶ τὰ ἑξῆς, λεκτέον, ὅτι τοῦτ' εἴρηται τῷ Σωτῆρι προσδιαστειλαμένῳ, καὶ φάντι· Μὴ καλέσητε διδάσκαλον ἐπὶ τῆς γῆς· εἷς γάρ ἐστιν ὑμῶν ὁ διδάσκαλος ὁ ἐν τοῖς οὐρανοῖς. Ὡς πρὸς ἐκεῖνον οὖν τὸν διδάσκαλον οὐκ ἔστι μαθητὴς κρείττων. Οἱ δὲ ἐνταῦθα δηλούμενοι πολλοὶ διδάσκαλοι ἕτεροι τυγχάνουσιν, ὧν πολλάκις ὁ μαθητὴς κρείττων. Γίνεται δὲ πλείονος καὶ συνεχοῦς τῆς περὶ τοὺς θείους λόγους ἀσκήσεως.
day long it is my meditation. You have made me wiser than my enemies by Your commandment, for it is mine for ever. I have understood more than all my teachers, for Your testimonies are my meditation. I have understood more than the elders, for I have sought out Your commandments." And if the Saviour says somewhere, "The disciple is not above the teacher," and what follows, it must be said that this was said by the Saviour when He had made a distinction beforehand and said: "Call no one teacher on earth; for one is your teacher, who is in heaven." With respect to that teacher, then, no disciple is better. But the many teachers indicated here are others, than whom the disciple is often better. And this comes of greater and continual exercise in the divine words.
Ἐκ πάσης ὁδοῦ πονηρᾶς ἐκώλυσα τοὺς πόδας μου, ὅπως ἂν φυλάξω τοὺς λόγους σου. Ἀπὸ τῶν κριμάτων σου οὐκ ἐξέκλινα, ὅτι σὺ ἐνομοθέτησάς μοι. Ὡς γλυκέα τῷ λάρυγγί μου τὰ λόγιά σου· ὑπὲρ μέλι τῷ στόματί μου. Ἀπὸ τῶν ἐντολῶν σου συνῆκα, διὰ τοῦτο ἐμίσησα πᾶσαν ὁδὸν ἀδικίας.
"I have restrained my feet from every evil way, that I might keep Your words. I have not turned aside from Your judgments, for You have laid down the law for me. How sweet are Your words to my throat, above honey to my mouth. From Your commandments I have gained understanding; therefore I have hated every way of iniquity."
Λύχνος τοῖς ποσί μου ὁ νόμος σου, καὶ φῶς ταῖς τρίβοις μου. Ὤμοσα καὶ ἔστησα τοῦ φυλάξασθαι τὰ κρίματα τῆς δικαιοσύνης σου. Ἐπεὶ, μηδενὸς ἐκβιασαμένου, οἰκείᾳ χρησάμενος ὁρμῇ καὶ προαιρέσει ἀγαθῇ, ὅρκῳ ἑαυτὸν κατεδήσατο καὶ ὤμοσε τοῦ φυλάξασθαι τὰ κρίματα τῆς δικαιοσύνης τοῦ Θεοῦ, εὔχεται τὸν ὅρκον αὐτοῦ ἀποδοχῆς ἄξιον παρὰ τῷ Θεῷ γενέσθαι· δεῖται γὰρ πολλῆς διδασκαλίας καὶ ἡ γνῶσις τῶν κριμάτων τοῦ Θεοῦ.
"Your law is a lamp to my feet, and a light to my paths. I have sworn and resolved to keep the judgments of Your righteousness." Since, with no one compelling him, using his own impulse and good resolve, he bound himself by an oath and swore to keep the judgments of the righteousness of God, he prays that his oath may become worthy of acceptance with God; for the knowledge of the judgments of God, too, needs much teaching.
Ἐταπεινώθην ἕως σφόδρα, Κύριε· ζῆσόν με κατὰ τὸν λόγον σου. Τὰ ἑκούσια τοῦ στόματός μου εὐδόκησον δὴ, Κύριε, καὶ τὰ κρίματά σου δίδαξόν με. Ἡ ψυχή μου ἐν ταῖς χερσί μου διαπαντὸς, καὶ τοῦ νόμου σου οὐκ ἐπελαθόμην. Ἔθεντο ἁμαρτωλοὶ παγίδα μοι, καὶ ἐκ τῶν ἐντολῶν σου οὐκ ἐπλανήθην. Ἡ ψυχή τινος ἐν χερσὶν αὐτοῦ ἐστιν, εἴ ποτε ἐν κινδύνοις γεγένηται, καὶ τοῦτο ἡ συνήθεια λέγει ὅτι· Τὴν ψυχήν μου εἶχον εἰς τὰς χεῖράς μου. Ἐγὼ οὖν, φησὶν ὁ δίκαιος, καθημέραν ἀποθνήσκω, ἀεὶ κινδυνεύω διὰ τὸν λόγον σου, διὰ τὴν ἀλήθειαν, διὰ τὸν ἔλεγχον, διὰ τὴν βασιλείαν ἣν βασιλεύω· καὶ διὰ ταῦτα ἡ ψυχή μου ἐν ταῖς χερσί μου διαπαντός. Οὐ γὰρ ὁ κίνδυνος τοῦ θανάτου ἐποίει με ἐπιλαθέσθαι τοῦ νόμου σου. Δύναται δέ τις καὶ ὑψηλότερον νοῆσαι τὸ ῥητὸν, καὶ εἰπεῖν, ὅτι ἡ ψυχή μου ἐν ταῖς χερσί μου ἦν διαπαντὸς, ἀντὶ τοῦ, ἐν πράξεσιν ἀγαθαῖς· ἡ χεὶρ γὰρ ἐπὶ τῶν πράξεων πολλάκις παραδέδοται. Εἰ δὲ ἐν ταῖς χερσί σου εἴη, νοήσωμεν χεῖρας εἶναι τοῦ Θεοῦ τὴν δημιουργίαν αὐτοῦ, ἢ προσιτέον διαπαντός. Ἐκληρονόμησα τὰ μαρτύριά σου εἰς τὸν αἰῶνα· ὅτι ἀγαλλίαμα τῆς καρδίας μου εἰσίν. Ἔκλινα τὴν καρδίαν μου τοῦ ποιῆσαι τὰ δικαιώματά σου εἰς τὸν αἰῶνα δι' ἀντάμειψιν.
"I was humbled exceedingly, O Lord; give me life according to Your word. Be pleased now, O Lord, with the freewill offerings of my mouth, and teach me Your judgments. My soul is in my hands continually, and I have not forgotten Your law. Sinners laid a snare for me, and I did not stray from Your commandments." Someone's soul is in his hands whenever he has come into dangers, and common usage says this too: "I had my soul in my hands." So I, says the righteous man, die daily, I am always in danger for the sake of Your word, for the truth, for reproof, for the kingdom in which I reign; and because of these things my soul is in my hands continually. For the danger of death did not make me forget Your law. One may also understand the saying more loftily, and say that "my soul was in my hands continually" means "in good deeds"; for the hand is often handed down [in Scripture] for deeds. And if it should be "in Your hands," let us understand the hands of God to be His creative work, or [that one] must approach continually. "I have inherited Your testimonies for ever, for they are the exultation of my heart. I have inclined my heart to perform Your ordinances for ever, for the sake of recompense."
PG 23:1384Read from the pageΠαρανόμους ἐμίσησα, τὸν δὲ νόμον σου ἠγάπησα. Βοηθός μου καὶ ἀντιλήπτωρ μου εἶ σὺ, εἰς τοὺς λόγους σου ἐπήλπισα. Ἐκκλίνατε ἀπ' ἐμοῦ, πονηρευόμενοι, καὶ ἐξερευνήσω τὰς ἐντολὰς τοῦ Θεοῦ μου. Ἀντιλαβοῦ μου κατὰ τὸ ἔλεός σου καὶ ζῆσόν με, καὶ μὴ καταισχύνῃς με ἀπὸ τῆς προσδοκίας μου. Εἰπὼν, Ἐκκλίνατε ἀπ' ἐμοῦ, πονηρευόμενοι, ἀκολούθως τὸν Θεὸν καὶ εἰς τοῦτο ἐπικαλεῖται, ὡς ἂν τῇ αὐτοῦ δυνάμει ἀπελαθεῖεν τῆς ἑαυτοῦ ψυχῆς οἱ πονηρευόμενοι, σχολῆς τε τυχὼν τῆς κατὰ Θεὸν ζωῆς τε καὶ σωτηρίας τύχοι, καὶ μὴ ἀποπέσοι τῆς ἑαυτοῦ προσδοκίας· καὶ πάλιν ἀξιοῖ βοηθείας τυχεῖν εἰς τὸ διασωθῆναι. Βοήθησόν μοι, καὶ σωθήσομαι, καὶ μελετήσω ἐν τοῖς δικαιώμασί σου διαπαντός. Ἐξουδένωσας πάντας τοὺς ἀποστατοῦντας ἀπὸ τῶν δικαιωμάτων σου, ὅτι ἄδικον τὸ ἐνθύμημα αὐτῶν. Παραβαίνοντας ἐλογισάμην πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς, διὰ τοῦτο ἠγάπησα τὰ μαρτύριά σου. Καθήλωσον ἐκ τοῦ φόβου σου τὰς σάρκας μου· ἀπὸ γὰρ τῶν κριμάτων σου ἐφοβήθην.
"I have hated transgressors, but Your law I have loved. You are my helper and my protector; in Your words I have hoped. Depart from me, you evildoers, and I will search out the commandments of my God. Uphold me according to Your mercy and give me life, and do not put me to shame in my expectation." Having said, "Depart from me, you evildoers," he consistently calls on God for this too, that by His power the evildoers may be driven from his soul, and that, gaining leisure, he may obtain the life according to God and salvation, and not fall from his expectation; and again he asks to obtain help so as to be kept safe. "Help me, and I shall be saved, and I will meditate on Your ordinances continually. You have set at nought all who depart from Your ordinances, for their thought is unjust. I reckoned all the sinners of the earth as transgressors; therefore I have loved Your testimonies. Nail my flesh with the fear of You; for I have been afraid of Your judgments."
Ἐποίησα κρίμα καὶ δικαιοσύνην, μὴ παραδῷς με τοῖς ἀδικοῦσί με. Ὁ κατὰ τὴν ἀρχὴν στοιχειούμενος, ὡς ἂν ἤδη προκόψας ἐπὶ πολὺ, καὶ τὰ μεγάλα κατορθώσας, εὔχεται μὴ ἐκπεσεῖν τῆς προκοπῆς. Εἶτα συνορῶν, ὅτι τοῖς καλοῖς πολλοὶ βασκαίνουσι, καὶ λέγειν μέν τι φαῦλον περὶ αὐτῶν οὐδὲν ἔχουσιν, περιπλέκουσι δὲ συκοφαντίας, ἱκετεύει καὶ δέεται τούτων ῥυσθῆναι. Ἀντὶ δὲ, τοῖς ἀδικοῦσί με, Ἀκύλας ἐξέδωκε· Μὴ ἀφῇς με τοῖς συκοφαντοῦσί με.
"I have done judgment and righteousness; do not hand me over to those who wrong me." He who was instructed in the elements at the beginning, as having now advanced far and accomplished great things, prays not to fall from his progress. Then, seeing that many envy the good, and while they have nothing bad to say about them, they weave slanders, he beseeches and begs to be delivered from them. In place of "to those who wrong me," Aquila rendered: "Do not leave me to those who slander me."
Ἐποίησα κρίμα καὶ δικαιοσύνην, μὴ παραδῷς με τοῖς ἀδικοῦσί με. Ἔκδεξαι τὸν δοῦλόν σου εἰς ἀγαθὸν, μὴ συκοφαντησάτωσάν με ὑπερήφανοι. Ὁ μετανοήσας καὶ ἀπὸ τῶν ἐνεργησάντων εἰς αὐτὸν ἐξελθὼν καὶ τῆς αἰχμαλωσίας λυτρωθεὶς φησιν· Ἔκδεξαι τὸν δοῦλόν σου εἰς ἀγαθόν· οὗτοι γάρ με εἰς πονηρὸν ἐξεδέξαντο. Ἐὰν γὰρ μὴ ἐκδέξῃ με τὸν δοῦλόν σου ὑποχείριον γενόμενον τοῖς πολεμίοις, οὗτοι αἱ ὑπερήφανοι, αἱ ἀντικείμεναι δυνάμεις, μέλλουσί με συκοφαντεῖν. Πῶς δὲ συκοφαντοῦσιν; Αὗται ἐνήργησαν καὶ ἔπεισαν ἵν' ἁμαρτωλὸς γένωμαι· καὶ αὗταί μοι κατήγοροι γίνονται, ὅλην τὴν αἰτίαν τῶν ἁμαρτημάτων εἰς ἐμὲ ἀναφέρουσαι. Ἀναγκαίως παρακαλεῖ τὸν Θεὸν ἀνάδοχον αὐτοῦ γενέσθαι, ὥσπερ καὶ ἐγγυητήν· ἵν' αὐτὸς φύλαξ αὐτοῦ γένηται, τηρῶν ἑαυτῷ καὶ φυλάττων τὴν ἐγγύην, πρὸς τὸ μηδεμίαν λαβὴν παρασχεῖν τοῖς ἐφεδρεύουσιν αὐτῷ συκοφάνταις.
"I have done judgment and righteousness; do not hand me over to those who wrong me. Receive Your servant for good; let not the proud slander me." He who has repented, and come out from those who worked upon him, and been ransomed from captivity, says: "Receive Your servant for good"; for these received me for evil. For if You do not receive me, Your servant, who became subject to the enemies, these proud ones, the opposing powers, are going to slander me. And how do they slander? They worked upon me and persuaded me to become a sinner; and they themselves become my accusers, referring the whole blame for the sins to me. Of necessity he calls on God to become his sponsor, and as it were his surety, so that He Himself may be his guardian, keeping and guarding the pledge for Himself, so as to give no hold to the slanderers lying in wait for him.
Οἱ ὀφθαλμοί μου ἐξέλιπον εἰς τὸ σωτήριόν σου, καὶ εἰς τὸ λόγιον τῆς δικαιοσύνης σου. Ποίησον μετὰ τοῦ δούλου σου κατὰ τὸ ἔλεός σου, καὶ τὰ δικαιώματά σου δίδαξόν με. Δοῦλός σου εἰμὶ ἐγὼ, συνέτισόν με, καὶ γνώσομαι τὰ μαρτύριά σου. Καιρὸς τοῦ ποιῆσαι τῷ Κυρίῳ, διεσκέδασαν τὸν νόμον σου. Ἄνω βλέπων ἐπὶ τὸ σωτήριόν σου καὶ τὸν λόγον σου, πάσας, φησὶν, ἀνήρτησα ἐπὶ ταῦτα τὰς ἐμαυτοῦ ἐλπίδας, ῥυσθῆναι δεόμενος ἀπὸ τῶν διαφθονούντων μου τῇ σωτηρίᾳ.
"My eyes have failed for Your salvation, and for the word of Your righteousness. Deal with Your servant according to Your mercy, and teach me Your ordinances. I am Your servant; give me understanding, and I shall know Your testimonies. It is time for the Lord to act; they have broken up Your law." Looking up to Your salvation and Your Word, I have hung, he says, all my hopes upon these, asking to be delivered from those who begrudge me my salvation.
Διὰ τοῦτο ἠγάπησα τὰς ἐντολάς σου ὑπὲρ χρυσίον καὶ τοπάζιον. Ἐγὼ μὲν ἐποίησα κρίμα καὶ δι-
"Therefore I have loved Your commandments above gold and topaz." I have done judgment and righ- [the column ends mid-word; it runs on in col 1385]
PG 23:1385Read from the pageκαιοσύνην, καὶ σοὶ δὲ τῷ Θεῷ ἔσται ποτὲ τοῦ ποιῆσαι καιρὸς, δηλονότι κρῖμα καὶ δικαιοσύνην διὰ τῶν κατασκεδασάντων τὸν νόμον σου. Τοῦτο οὖν εἰδὼς ἐγὼ καὶ φυλαττόμενος περιπεσεῖν τῷ καιρῷ ἐκείνῳ, ἠγάπησα τὰς ἐντολάς σου ὑπὲρ πάντα παρ' ἀνθρώποις τίμια νενομισμένα.
-teousness, and for You, God, there will be at some time a season to act, namely to do judgment and righteousness through those who broke up Your law. Knowing this, then, and guarding myself against falling into that season, I have loved Your commandments above all things held precious among men.
Διὰ τοῦτο πρὸς πάσας τὰς ἐντολάς σου κατωρθούμην, πᾶσαν ὁδὸν ἄδικον ἐμίσησα. Ἡ ἀνθρωπίνη ψυχὴ συμπληρώσασα τὸν λόγον, πάντως ἐν κακίᾳ γίνεται. Ἀδύνατον γὰρ ἅμα τῷ συμπληρωθῆναι τὸν νόμον τὸν φυσικὸν ἐν ἀνθρώποις μὴ ὑποστῆναι τὴν ἁμαρτίαν. Ἐπὰν οὖν γένηται ἡ κακία καὶ στρεβλωθῇ ἡ ψυχὴ, δεῖται κατορθώσεως. Τίνα οὖν ἐστι τὰ κατορθοῦντα; Μία ἐντολὴ δύναταί πως τὴν στρέβλαν τῆς ψυχῆς, τὴν γενομένην ἀπὸ κακίας, κατευθῦναι. Τὸ μέντοι ἄκρως κατορθωθῆναι τὴν ψυχὴν ἐνταῦθα ἀμήχανόν ἐστι χωρὶς πασῶν τῶν ἐντολῶν. Εἰ μέντοι γε σκολιὰ παραληφθῇ ἡ ψυχὴ, οὐκέτι ἐντολαῖς κατορθωθήσεται, ἀλλὰ πυρὶ ἢ σκότῳ, ἢ διχοτομίᾳ, ἤ τινι τῶν σκυθρωποτέρων προσαγομένων ὑπὸ Θεοῦ. Ἐὰν τοίνυν μὴ ποιήσωμεν πάσας τὰς ἐντολὰς, οὐ κατορθούμεθα. Ὅθεν θαυμασίως εἴρηται· Διὰ τοῦτο πρὸς πάσας τὰς ἐντολάς σου κατωρθούμεθα, πᾶσαν ὁδὸν ἄδικον ἐμισήσαμεν. Οὐ γὰρ ἔτι περισπώμενος ὑπὸ τῆς εἰς τὸ ἀδικεῖν ἐπιθυμίας, ἀπέχεται τῆς ἀδικίας, ἀλλ' ἀπέχεται μισήσας τὴν ἀδικίαν ὁ κατορθωθεὶς πρὸς πάσας τὰς τοῦ Θεοῦ ἐντολάς.
"Therefore I was directed toward all Your commandments; I have hated every unjust way." The human soul, when it has completed [the age of] reason, certainly comes to be in wickedness. For it is impossible, once the natural law has been completed in men, that sin should not come into being. When, then, wickedness has arisen and the soul has been twisted, it needs straightening. What, then, are the things that straighten it? One commandment can in some way straighten the twist of the soul that has come from wickedness. But for the soul to be perfectly straightened here is impossible without all the commandments. If, however, the soul is taken while still crooked, it will no longer be straightened by commandments, but by fire or darkness, or by cutting asunder, or by some other of the more grievous things applied by God. If, then, we do not do all the commandments, we are not straightened. Hence it is wonderfully said: "Therefore we were directed toward all Your commandments; we have hated every unjust way." For he who has been straightened toward all the commandments of God abstains from iniquity no longer as one distracted by the desire to do wrong, but abstains having come to hate iniquity.
Θαυμαστὰ τὰ μαρτύριά σου, διὰ τοῦτο ἐξηρεύνησεν αὐτὰ ἡ ψυχή μου. Ἡ δήλωσις τῶν λόγων σου φωτιεῖ, καὶ συνετιεῖ νηπίους. Τὸ στόμα μου ἤνοιξα καὶ εἵλκυσα πνεῦμα, ὅτι τὰς ἐντολάς σου ἐπεπόθουν. Ἡ πρώτη γνῶσις καὶ ἡ ἐν ἀρχῇ παραδιδομένη διδασκαλία τῶν λόγων σου φωτιεῖ καὶ συνετιεῖ νηπίους. Τὰ δὲ μαρτύριά σου θαυμαστὰ, καὶ ἐκπλήξεως πλήρη. Εἰκότως τὸ δοχεῖον τῆς ἐμαυτοῦ ψυχῆς ἀναπετάσας, καὶ ὥσπερ τὸ στόμα ἀνοίξας, τὸ παρὰ σοῦ θεῖον Πνεῦμα ὑπεδεχόμην πιστεύσας ἐπαγγελίᾳ λεγούσῃ· Ἄνοιξον τὸ στόμα σου καὶ πληρώσω αὐτό. Καὶ τοῦτ' ἔπραττον ἐφελκόμενος εἰς ἑαυτὸν τὸ παρὰ σοῦ πνεῦμα, ἵνα καὶ τὰ μαρτύριά σου τὰ θαυμαστὰ γνῶ, καὶ τῶν λόγων σου τὸν φωτισμὸν κτήσωμαι, διὰ τοῦ σοῦ πνεύματος τὴν τούτων εἰληφὼς κατάληψιν. Τὸ στόμα μου ἤνοιξα καὶ εἵλκυσα πνεῦμα, ὅτι τὰς ἐντολάς σου ἐπεπόθουν· αὐτῆς τῆς ὑποθέσεως τῶν ἐντολῶν ἐπισπωμένης καὶ ἐφελκομένης τὸ πνεῦμα. Περὶ τοῦ στόματος τοῦ κρυπτοῦ ἀνθρώπου φησί· καὶ δύναται εἶναι ψυχῆς στόμα ἡ διαβοητικὴ αὐτῆς δύναμις, ἡ διανοουμένη προφέρει τὸν ἐν διανοίᾳ λόγον. Οὐδὲν διαφέρει λαβεῖν λόγον καὶ ἑλκῦσαι πνεῦμα εἰπεῖν· ταυτὸν γὰρ τὸ πνεῦμα τῷ θείῳ λόγῳ. Διὸ καὶ ὁ Σωτὴρ, περὶ οὗ ἔλεγε λόγου καὶ ῥημάτων εἴρηκε· Τὰ ῥήματα ἃ λελάληκα ὑμῖν, πνεῦμά ἐστι καὶ ζωή ἐστι.
"Your testimonies are wonderful; therefore my soul has searched them out. The manifestation of Your words will enlighten and give understanding to infants. I opened my mouth and drew in breath, for I longed for Your commandments." The first knowledge and the teaching of Your words handed down at the beginning will enlighten and give understanding to infants. But Your testimonies are wonderful and full of amazement. Rightly, having spread open the vessel of my own soul, and as it were opened my mouth, I received the divine Spirit from You, believing the promise that says: "Open your mouth, and I will fill it." And I did this, drawing into myself the Spirit from You, so that I might both know Your wonderful testimonies and acquire the enlightenment of Your words, having received the grasp of them through Your Spirit. "I opened my mouth and drew in breath, for I longed for Your commandments," the very subject of the commandments drawing and attracting the Spirit. He speaks of the mouth of the hidden man; and the mouth of the soul can be its power of utterance, which, when it thinks, brings forth the word in the mind. It makes no difference to say "receive a word" or "draw in spirit"; for the spirit is the same as the divine word. Therefore the Saviour too, of the word and sayings He spoke, said: "The words that I have spoken to you are spirit and are life."
Ἐπίβλεψον ἐπ' ἐμὲ καὶ ἐλέησόν με, κατὰ τὸ κρῖμα τῶν ἀγαπώντων τὸ ὄνομά σου. Τῶν ὑπὸ
"Look upon me and have mercy on me, according to the judgment of those who love Your name." Of those who by [the column ends here; the sentence runs on in col 1388]
PG 23:1388Read from the pageΘεοῦ ἐλεουμένων, οἱ μὲν τυγχάνουσι τούτου διὰ μετανοίας, ἄρτι ἁμαρτιῶν ἀναχωροῦντες καὶ ἐξομολογούμενοι· οἱ δὲ πεῖραν ἐλέου Θεοῦ λαμβάνουσιν, ἐπὶ τῷ προκόπτοντας σπεῦσαι ἐπὶ τὸ τέλος αὐτὸ τῆς ἀρετῆς. Εὔχεται οὖν οὗτος ἐλεηθῆναι οὐ κατὰ τὸ κρῖμα τῶν μετανοούντων, ἀλλὰ τῶν ἀγαπώντων ὄνομα Κυρίου· τῶν γὰρ κατ' ἀρετὴν καὶ γνῶσιν τῆς ἀληθείας πολὺ προκοψάντων τὸ λέγον πρόσωπον· διὸ καὶ παῤῥησιάζεται ὀφθῆναι τῷ Θεῷ. Ἐπίβλεψον, γάρ φησιν, ἐπ' ἐμὲ καὶ ἐξ ἀνάγκης ἕψεται τὸ ἐλεηθῆναί με.
are shown mercy by God, some obtain it through repentance, having just withdrawn from sins and confessing; while others receive experience of God's mercy so that, as they advance, they may hasten to the very end of virtue. This man, then, prays to be shown mercy not according to the judgment of those who repent, but of those who love the name of the Lord; for the speaking person is of those who have advanced far in virtue and the knowledge of the truth; therefore he also speaks boldly to be seen by God. "Look upon me," for he says, and of necessity my being shown mercy will follow.
Τὰ διαβήματά μου κατεύθυνον κατὰ τὸ λόγιόν σου, καὶ μὴ κατακυριευσάτω μου πᾶσα ἀνομία. Κατὰ τὸ λόγιον τοῦ Θεοῦ κατευθύνει τὰ διαβήματά μου, ἐκ κακίας καὶ ἀγνοίας εἰς ἀρετὴν καὶ γνῶσιν τῆς ἀληθείας διαβαίνοντος. Εὐθυντὴρ γὰρ καὶ ἡγεμὼν τῶν τοιούτων διαβημάτων ὁ ὀρθὸς λόγος.
"Direct my steps according to Your word, and let no iniquity have dominion over me." According to the word of God He directs my steps, as I pass over from wickedness and ignorance to virtue and the knowledge of the truth. For the director and guide of such steps is right reason.
Λύτρωσαί με ἀπὸ συκοφαντίας ἀνθρώπων, καὶ φυλάξω τὰς ἐντολάς σου. Μισθὸν τοῦ ἐλέου λελυτρῶσθαι ἀπὸ συκοφαντίας ἀνθρώπων ὑπισχνεῖται δώσειν τὴν τῶν ἐντολῶν Κυρίου φυλακήν· ἢ οὐδὲ μισθὸν, ἀλλ' εὐχαριστίαν εἰς τὸ λυτρωθῆναί με ἀπὸ συκοφαντίας ἀνθρώπων. Καὶ τετυχήκασιν αἰσθητῶς τῆς αἰτήσεως Ἰωσὴφ καὶ Σουσάννα. Ῥηθεῖεν δὲ ἄνθρωποι τροπικῶς ὁ διάβολος καὶ αἱ κατ' αὐτὸν πονηραὶ δυνάμεις, ἀφ' ὧν τῆς συκοφαντίας μόνου τοῦ Θεοῦ λυτροῦσθαι.
"Ransom me from the slander of men, and I will keep Your commandments." As the reward of the mercy of being ransomed from the slander of men he promises to give the keeping of the commandments of the Lord; or rather not a reward, but thanksgiving for my being ransomed from the slander of men. And Joseph and Susanna obtained their request in a way that could be seen. And "men" might be said figuratively of the devil and the wicked powers under him, from whose slander it belongs to God alone to ransom.
Τὸ πρόσωπόν σου ἐπίφανον ἐπὶ τὸν δοῦλόν σου, καὶ δίδαξόν με τὰ δικαιώματά σου. Τὴν δευτέραν τοῦ Σωτῆρος ἐπίλαμψιν ἰδεῖν ποθῶν ἀξιοῖ περὶ αὐτῆς, τῷ Πατρὶ φάσκων, Τὸ πρόσωπόν σου, Κύριε, ἐπίφανον· ὅπερ ἰδών τις ἑώρακε καὶ τὸν Πατέρα. Αὐτὸς γὰρ περὶ ἑαυτοῦ λέγει· Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα. Διεξόδους ὑδάτων κατέδυσαν οἱ ὀφθαλμοί μου, ἐπεὶ οὐκ ἐφύλαξαν τὸν νόμον σου.
"Make Your face shine upon Your servant, and teach me Your ordinances." Longing to see the second shining-forth of the Saviour, he asks concerning it, saying to the Father, "Make Your face shine, O Lord"; seeing which one has seen the Father too. For He says of Himself: "He who has seen Me has seen the Father." "My eyes went down in streams of water, because they did not keep Your law."
Δίκαιος εἶ, Κύριε, καὶ εὐθεῖς αἱ κρίσεις σου. Ἐνετείλω δικαιοσύνην τὰ μαρτύριά σου, καὶ ἀλήθειαν σφόδρα. Ἐξέτηξέ με ὁ ζῆλός σου, ὅτι ἐπελάθοντο τῶν λόγων σου οἱ ἐχθροί μου. Πεπυρωμένον τὸ λόγιόν σου σφόδρα, καὶ ὁ δοῦλός σου ἠγάπησεν αὐτό. Νεώτερος ἐγώ εἰμι καὶ ἐξουδενωμένος, τὰ δικαιώματά σου οὐκ ἐπελαθόμην. Ἡ δικαιοσύνη σου δικαιοσύνη εἰς τὸν αἰῶνα, καὶ ὁ νόμος σου ἀλήθεια. Θλίψεις καὶ ἀνάγκαι εὕροσάν με· αἱ ἐντολαί σου μελέτη μου. Ὁ Σύμμαχος ἑτέραν παρέστησε διάνοιαν εἰπὼν, Θλίψεις καὶ ἐγκακήσεις κατέλαβόν με· αἱ δὲ ἐντολαὶ ἔτερπόν με· ὡς παντὸς θεοσεβοῦς βαρουμένου μὲν καὶ δυσχεραίνοντος ἐπὶ τοῖς τοῦ βίου πράγμασιν, ἀποκακοῦντός τε ἐκ τῆς τῶν ἀνθρώπων κακίας, μόνην δὲ ἔχοντος παραμυθίαν καὶ ἀνάκτησιν καὶ τέρψιν τὴν μελέτην τῶν ἐντολῶν τοῦ Θεοῦ.
"You are righteous, O Lord, and Your judgments are upright. You have commanded Your testimonies as righteousness, and as truth exceedingly. Your zeal has wasted me away, because my enemies forgot Your words. Your word is tried in the fire exceedingly, and Your servant has loved it. I am young and set at nought; I have not forgotten Your ordinances. Your righteousness is righteousness for ever, and Your law is truth. Afflictions and distresses have found me; Your commandments are my meditation." Symmachus brought out another sense, saying, "Afflictions and weariness overtook me, but Your commandments delighted me"; as of every God-fearing man, who is weighed down and vexed by the affairs of life and disheartened by the wickedness of men, but has as his only consolation and refreshment and delight the meditation on the commandments of God.
Δικαιοσύνη τὰ μαρτύριά σου εἰς τὸν αἰῶνα, συνέτισόν με, καὶ ζήσομαι. Αὕτη ἡ δικαιοσύνη, ἣν
"Your testimonies are righteousness for ever; give me understanding, and I shall live." This is the righteousness which [the column ends here; the sentence runs on in col 1389]
PG 23:1389Read from the pageἀσκοῦμεν ἐπὶ τοῦ παρόντος, οὐκ ἀποδίδοται ἡμῖν ἐν ὀλίγαις ἡμέραις, ἀλλ' εἰς τὸν αἰῶνα. Ἐν τούτοις πᾶσιν αἰτεῖ ὁ Προφήτης ἀπὸ τοῦ Θεοῦ σύνεσιν, τὸ ἀναγκαιότατον τῶν τοῦ Θεοῦ δωρημάτων, καὶ λέγει· Συνέτισόν με, ἵνα ζήσω· ἐπ' ἐκείνην γὰρ τὴν μακαρίαν ζωὴν ἀνόητος οὐκ ἔρχεται ἢ ἀσύνετος, ἀλλὰ δεῖ αἰτῆσαι παρὰ τοῦ Θεοῦ σύνεσιν, τοῦ διδόντος πᾶσι τοῖς ἐξ ὅλης ψυχῆς αἰτοῦσιν αὐτὸν, ἵνα λαβόντες σύνεσιν, δυνηθῶμεν εἰπεῖν· Συνέτισόν με, καὶ ζήσομαι.
we practise in the present time; it is not repaid to us in a few days, but for ever. In all these things the Prophet asks from God understanding, the most necessary of God's gifts, and says: "Give me understanding, that I may live"; for to that blessed life no one who is foolish or without understanding comes, but one must ask understanding from God, who gives to all who ask Him with their whole soul, so that, having received understanding, we may be able to say: "Give me understanding, and I shall live."
Ἐκέκραξα ἐν ὅλῃ καρδίᾳ μου, ἐπάκουσόν μου, Κύριε, τὰ δικαιώματά σου ἐκζητήσω. Ἐκέκραξά σοι, σῶσόν με, καὶ φυλάξω τὰ μαρτύριά σου. Προέφθασα ἀωρίᾳ καὶ ἐκέκραξα, εἰς τοὺς λόγους σου ἐπήλπισα. Προέφθασαν οἱ ὀφθαλμοί μου πρὸς ὄρθρον, τοῦ μελετᾷν τὰ λόγιά σου. Ὁ ἐν ἀωρίᾳ προλαβὼν καὶ τὸν Θεὸν ἐπικαλούμενος ἐλευθεροῦται τῶν νυκτερινῶν ἐπιβουλῶν, καὶ ἐν τῷ ὄρθρῳ αὐτοῦ, τουτέστιν ἐν τῇ ἀνατολῇ τοῦ φωτὸς προφθάνοντος δηλαδὴ, τοὺς ὀφθαλμοὺς προαπαντῶντας κέκτηται, καὶ μελετᾷ τοῦ Θεοῦ σὺν παῤῥησίᾳ τὰ λόγια. Ἐκείνη γὰρ μάλιστα τῷ νόμῳ χαίρει ψυχὴ, ἥτις αὐτὴ σύνοιδεν ἑαυτῇ τὴν κατόρθωσιν.
"I cried with my whole heart; hear me, O Lord; I will seek out Your ordinances. I cried to You; save me, and I will keep Your testimonies. I rose before the dawn and cried; in Your words I have hoped. My eyes went before the morning, to meditate on Your words." He who has risen early in the untimely hour and calls upon God is freed from the plots of the night, and at his dawn, that is, at the rising of the light, as one plainly arriving first, he has eyes that go out to meet it, and meditates with boldness on the words of God. For that soul above all rejoices in the law which is itself conscious of its own right conduct.
Τῆς φωνῆς μου ἄκουσον, Κύριε, κατὰ τὸ ἔλεός σου, κατὰ τὸ κρῖμά σου ζῆσόν με. Προσήγγισαν οἱ καταδιώκοντές με ἀνομίᾳ· ἀπὸ δὲ τοῦ νόμου σου ἐμακρύνθησαν. Ἐγγὺς εἶ σὺ, Κύριε, καὶ πᾶσαι αἱ ὁδοί σου ἀλήθεια. Κατ' ἀρχὰς ἔγνων ἐκ τῶν μαρτυρίων σου, ὅτι εἰς τὸν αἰῶνα ἐθεμελίωσας αὐτά.
"Hear my voice, O Lord, according to Your mercy; according to Your judgment give me life. Those who persecute me with iniquity have drawn near; but from Your law they have gone far away. You are near, O Lord, and all Your ways are truth. From the beginning I knew from Your testimonies that You founded them for ever."
Ἴδε τὴν ταπείνωσίν μου, καὶ ἐξελοῦ με, ὅτι τοῦ νόμου σου οὐκ ἐπελαθόμην. Κρῖνον τὴν κρίσιν μου καὶ λύτρωσαί με, διὰ τὸν λόγον σου ζῆσόν με. Κριθῆναι πρὸς τοὺς ἐχθροὺς αἰτεῖ τοὺς ἀφανῶς ἢ ἐμφανῶς πολεμοῦντας, καὶ λυτρωθῆναι· μόνος γάρ ἐστιν ὁ Θεὸς ὁ ἐξ ἑκατέρων λυτρούμενος, καὶ οὐ θανάτου μόνον ἡμᾶς ἀπαλλάττων, ὃν ἀπειλοῦσι καὶ ἐνεργοῦσιν οἱ δαίμονες, ἀλλὰ καὶ ζωὴν παρέχων διὰ τὸν αὐτὸν λόγον. Μακρὰν ἀπὸ ἁμαρτωλῶν σωτηρία, ὅτι τὰ δικαιώματά σου οὐκ ἐξεζήτησαν. Οἱ οἰκτιρμοί σου πολλοὶ, Κύριε, κατὰ τὸ κρῖμά σου ζῆσόν με. Ἔλεος ἀνθρώπου ἐπὶ τὸν πλησίον αὐτοῦ· ἔλεος δὲ Κυρίου ἐπὶ πᾶσαν σάρκα, ὃς καὶ πάνυ δικαιότατος εἶναι δοκεῖ. Συγκρίσει γὰρ ἀνθρώπων ὡς πρὸς τὴν ἀκριβῆ κρίσιν τοῦ Θεοῦ, ἐλέου δεῖται τὸ δίκαιον. Πᾶν γὰρ ὃ δοκεῖ γεγονέναι κατ' ἔλεον, ἐλέῳ Θεοῦ γίνεται. Τί γάρ τις ἄξιον πεποίηκε αἰωνίου μακαριότητος καὶ βασιλείας οὐρανῶν, μὴ ὑπὸ Θεοῦ βοηθούμενος;—Πολλοὶ οἱ ἐκδιώκοντές με καὶ θλίβοντές με, ἐκ τῶν μαρτυρίων σου οὐκ ἐξέκλινα. Εἶδον ἀσυνετοῦντας καὶ ἐξετηκόμην, ὅτι τὰ λόγιά σου οὐκ ἐφυλάξαντο. Ἴδε, ὅτι τὰς ἐντολάς σου ἠγάπησα, Κύριε, ἐν τῷ ἐλέει σου ζῆσόν με. Ἀρχὴ τῶν λόγων σου ἀλήθεια· καὶ εἰς τὸν αἰῶνα πάντα τὰ κρίματα τῆς δικαιοσύνης σου.
"See my humiliation, and rescue me, for I have not forgotten Your law. Judge my cause and ransom me; for Your word's sake give me life." He asks to be judged against the enemies who make war on him secretly or openly, and to be ransomed; for God alone is the one who ransoms from both, and not only frees us from death, which the demons threaten and work, but also provides life through the same Word. "Salvation is far from sinners, for they have not sought out Your ordinances. Your compassions are many, O Lord; according to Your judgment give me life." The mercy of a man is upon his neighbour; but the mercy of the Lord is upon all flesh, even upon one who seems to be most righteous. For by comparison of men with the exact judgment of God, the righteous needs mercy. For everything that seems to have come about by mercy comes about by the mercy of God. For what has anyone done worthy of eternal blessedness and the kingdom of heaven, unless helped by God?—"Many are those who persecute me and afflict me; I have not turned aside from Your testimonies. I saw those without understanding and I wasted away, because they did not keep Your words. See that I have loved Your commandments, O Lord; in Your mercy give me life. The beginning of Your words is truth; and all the judgments of Your righteousness are for ever."
Ἄρχοντες κατεδίωξάν με δωρεὰν, καὶ ἀπὸ τῶν λόγων σου ἐδειλίασεν ἡ καρδία μου. Ἀγαλλιάσομαι ἐγὼ ἐπὶ τὰ λόγιά σου, ὡς ὁ εὑρίσκων σκῦλα πολλά. Ἀδικίας ἐμίσησα καὶ ἐβδελυξάμην, τὸν δὲ
"Rulers persecuted me without cause, and my heart was afraid of Your words. I will exult over Your words, as one who finds much spoil. I hated and abhorred iniquity, but [the column ends here; the lemma runs on in col 1392]
PG 23:1392Read from the pageνόμον σου ἠγάπησα. Ἑπτάκις τῆς ἡμέρας ᾔνεσά σε ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου. Νοήσεις καὶ οὕτως ἐπιστήσας ὡς πρὸ ἡλίου διανιστάμενος τῆς κοίτης κατὰ τὸν λέγοντα· Ἐκ νυκτὸς ὀρθρίζει τὸ πνεῦμά μου πρὸς σὲ, ὁ Θεός· καὶ, ὁ Θεὸς, ὁ Θεός μου, πρὸς σὲ ὀρθρίζω, τὸν πρῶτον ἀνέπεμπεν ὕμνον εἶτ' ἐπιστάσης ἡμέρας, κατὰ τὴν πρώτην ὥραν, ὥσπερ ἕωθεν τὴν θυσίαν προσέφερε τῷ Θεῷ τὸν δεύτερον, καὶ κατὰ τὴν τρίτην ὡσαύτως τὸν τρίτον, καὶ πάλιν κατὰ τὴν ἕκτην τὸν τέταρτον, κατὰ δὲ τὴν ἐνάτην ὥραν τὸν πέμπτον, κατὰ δὲ τὴν δωδεκάτην τὸν ἕκτον, εἶθ' ἑσπέρας μετὰ τὴν τοῦ σώματος θεραπείαν, ἐπὶ κοίτην μέλλων τρέπεσθαι τὸν ἕβδομον ὕμνον ἀπεδίδου, καὶ οὕτως ἐπλήρου τό· Ἑπτάκις τῆς ἡμέρας ᾔνεσά σε.
Your law I have loved. Seven times a day I praised You for the judgments of Your righteousness." You will understand it, attending thus: as one rising from his bed before the sun, according to him who says, "From the night my spirit rises early to You, O God"; and, "O God, my God, to You I rise early," he sent up the first hymn; then, when the day had come, at the first hour, as if offering the morning sacrifice to God, the second; and at the third hour likewise the third; and again at the sixth the fourth; at the ninth hour the fifth; at the twelfth the sixth; then in the evening, after the care of the body, when about to turn to his bed, he rendered the seventh hymn; and so he fulfilled the words: "Seven times a day I praised You."
Εἰρήνη πολλὴ τοῖς ἀγαπῶσι τὸν νόμον σου, καὶ οὐκ ἔστιν αὐτοῖς σκάνδαλον. Τοῖς τοῦ Θεοῦ ὄνομα ποθοῦσιν εἰρήνη τυγχάνει πολλὴ, οὐ τοσοῦτον ἡ ἔξωθεν· οὐ γὰρ ἐφ' ἡμῖν αὕτη· ἀλλ' ἡ ἐν τοῖς λογισμοῖς, καθ' ἣν συμβαίνει ἀταραξίαν καὶ ἀνενοχλησίαν τῆς ἐξ ἀπαθείας ἔχειν. Ταύτην ἅμα τῇ καταλλήλῳ χάριτι εἰλήφασιν οἱ ἔχοντες ἀπὸ Θεοῦ καὶ Πατρὸς καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. Κεκτημένοι γοῦν αὐτὴν διὰ τὸ ὄνομα τοῦ Θεοῦ, ὑπερβαλλόντως ὑπάρχοντες τέλειοι, σκάνδαλον οὐκ ἔχουσιν ἐν ἑαυτοῖς· μικρῶν γὰρ ἀλλ' οὐ μεγάλων τὸ ἔχειν τοῦτο, ὥς φησιν ὁ Σωτήρ· Ὁρᾶτε μὴ σκανδαλίσητε ἕνα τῶν μικρῶν τούτων. Εἰ δὲ εἴη εἰρήνη πολλὴ τοῖς ἀγαπῶσι τὸν νόμον τοῦ Θεοῦ, εἰρήνην ἔχει πολλὴν, πόλεμος οὐχ ἅπτεται τῆς ψυχῆς αὐτοῦ· οὐδὲν γὰρ τῶν ἁμαρτημάτων ἐκκαίει τὴν ψυχὴν αὐτοῦ, καὶ ἅτε εἰρήνην ἔχων τοιοῦτος γεγένηται ὡς ὑπὸ μηδενὸς ἔτι σκανδαλισθῇ λέγων· Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; Θλίψις ἢ στενοχωρία, καὶ τὰ ἑξῆς.
"Great peace have those who love Your law, and there is no stumbling-block for them." To those who long for the name of God there comes great peace, not so much the outward kind, for that is not in our power, but the peace in the thoughts, by which it comes about that one has the calm and freedom from disturbance that comes of dispassion. This, together with the corresponding grace, those have received who have it from God the Father and the Lord Jesus Christ. Possessing it, then, through the name of God, being exceedingly perfect, they have no stumbling-block in themselves; for to have this belongs to the little ones, not to the great, as the Saviour says: "See that you do not cause one of these little ones to stumble." And if there should be great peace for those who love the law of God, he has great peace, war does not touch his soul; for none of the sins sets his soul on fire, and, as one who has peace, he has become such that he is no longer caused to stumble by anything, saying: "Who shall separate us from the love of Christ? Shall affliction or distress," and what follows.
Προσεδόκων τὸ Σωτήριόν σου, Κύριε, καὶ τὰς ἐντολάς σου ἠγάπησα. Προσδοκῶν τὴν ἀπὸ σοῦ σωτηρίαν τὴν ἀληθινὴν, οὐ μόνον ἐτήρησα, ἀλλὰ καὶ ἠγάπησά σου τὰς ἐντολάς. Τῆς γὰρ μετ' ἀγαπήσεως τῶν ἐντολῶν κατωρθωμένης ἐνεργείας ὑπαρξάσης, εὐθὺς ἀκολουθήσει τὸ προσδοκώμενον Σωτήριον, οὐχ ἕτερον ὂν τῆς τῶν σωζομένων σωτηρίας. Εἰ δὲ καὶ τὸν Σωτῆρα προσδοκᾷ, περὶ οὗ εἴρηται· Πᾶσα σὰρξ ὄψεται τὸ Σωτήριον τοῦ Θεοῦ, ἀκολούθως ἀγαπᾷ τὰς ἐντολὰς τοῦ Θεοῦ, οὗ καὶ τὸ Σωτήριον προσεδόκησεν, ἵνα καὶ τὴν πρᾶξιν ᾖ καθαρῶς, καὶ τὴν προσδοκίαν θεωρητικῶς, προσδοκῶν ἀεὶ καὶ θεωρῶν ἐληλυθότα τὸν Θεὸν Λόγον ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός.
"I awaited Your salvation, O Lord, and I loved Your commandments." Awaiting the true salvation from You, I not only kept but also loved Your commandments. For when the activity of the commandments accomplished with love is present, the awaited Salvation will at once follow, being nothing other than the salvation of those who are saved. And if he also awaits the Saviour, of whom it is said, "All flesh shall see the salvation of God," he consistently loves the commandments of God, whose Salvation too he awaited, so that he may be pure in action and contemplative in expectation, always awaiting and beholding God the Word, who has come to seek and to save what was lost.
Ἐφύλαξεν ἡ ψυχή μου τὰ μαρτύριά σου, καὶ ἠγάπησεν αὐτὰ σφόδρα. Οὐ μόνον τὰς ἐντολάς σου ἠγάπησα, ἀλλὰ καὶ τὰ μαρτύριά σου σφόδρα ἠγάπησεν ἡ ψυχή μου, καὶ ἐφύλαξεν αὐτά. Πρότερον μὲν κατὰ ἓν, ἠγάπων, καὶ, ἠγάπησα τὰς ἐντολάς σου· δεύτερον· Ἐφύλαξεν ἡ ψυχή μου τὰ μαρτύριά σου· κατὰ δὲ τὸ τρίτον συναγαγὼν ἀμφότερα εἰς ἓν, φησίν· Ἐφύλαξα τὰς ἐντολάς σου καὶ τὰ μαρτύριά σου, ὅτι πᾶσαι αἱ ὁδοί μου ἐναντίον σου, Κύ-
"My soul has kept Your testimonies, and loved them exceedingly." Not only have I loved Your commandments, but my soul has also loved Your testimonies exceedingly, and kept them. First, singly, "I loved," and, "I loved Your commandments"; second: "My soul has kept Your testimonies"; and in the third place, bringing both together into one, he says: "I have kept Your commandments and Your testimonies, for all my ways are before You, O Lo- [the column ends mid-word; it runs on in col 1393]