νοντες εἰς ᾅδου. Ἀλλ' ἡμεῖς οἱ ζῶντες εὐλογήσομεν τὸν Κύριον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. Διέσταλται καὶ ἰδίως ἀφώρισται τοῦ ριγ' ψαλμοῦ ἔν τισι τῶν ἀντιγράφων τὰ προκείμενα, ὥστε εἶναι ριδ' ψαλμὸν τὸν μετὰ χεῖρας. Ἐπειδὴ δὲ, ἐγκύψας αὐτῇ τῇ Ἑβραίων βίβλῳ, τοὺς αὐτῶν χαρακτῆρας συνημμένους εὗρον καὶ τὰς λέξεις, ἐπέστησα καλῶς ἀκολουθῆσαι τῇ Ἑβραίων βίβλῳ, συνάψαι τε τοῖς προτέροις τὰ προκείμενα, ὥστε εἶναι μέρος αὐτὰ τοῦ ριγ' ὕμνου. Δοκεῖ οὖν τὰ προκείμενα ἀνηρτῆσθαι τῶν προτέρων· παιδεύονται γὰρ οἱ παῖδες οἷς ἐλέγετο· Αἰνεῖτε, παῖδες, Κύριον, τουτέστιν ὁ νέος λαὸς, ποῖον Κύριον προσήκει αἰνεῖν· δῆλον δὲ αὐτὸν ἐκεῖνον τὸν ἐν τῇ ἐξόδῳ Ἰσραὴλ τῇ ἐξ Αἰγύπτου τὰ τοσαῦτα θαυμάσια διαπραξάμενον. Ἐκείνοις οὖν ἀκολούθως οἱ αὐτοὶ διδάσκονται τοὺς πάλαι νενομισμένους αὐτῶν θεοὺς ὁποῖοί τινες ἦσαν μὴ ἀγνοεῖν, ὅτι ἄψυχοι καὶ πάσης αἰσθήσεως ἐστερημένοι, ὅτι νεκρὰ, καὶ κωφὰ καὶ τυφλὰ εἴδωλα, οὐδὲν ὅμοιον ἔχοντα, οὐ φημι τῷ μεγάλῳ καὶ παραδοξοποιῷ ποιητῇ τῶν ὅλων, ἀλλ' οὐδὲ τοῖς ἐσχάτοις τῶν ἐμψύχων, οἷς μέτεστιν αἰσθήσεως· πάντη δὲ ἄψυχος ὕλη καθέστηκεν. Κἀκεῖνα μὲν, λέγω δὴ τὰ ἔμψυχα ζῶα, Θεοῦ Λόγῳ συνέστηκεν· οἱ δὲ τῶν ἐθνῶν νενομισμένοι θεοὶ ἀνθρωπίνων ἔργων ἀναπλάσματα τυγχάνουσιν.
down into Hades. But we who live will bless the Lord from now and for ever." In some copies what lies before us is divided off and separated from Psalm 113, so that the psalm in hand is the 114th. But since, having looked into the Hebrew book itself, I found their letters and the words joined together, I judged it right to follow the Hebrew book, and to join what lies before us to what precedes, so that it is part of the 113th hymn. What lies before us, then, seems to hang upon what precedes; for the children to whom it was said, "Praise the Lord, you children," that is, the new people, are taught what Lord it is fitting to praise: clearly Him who did so many wonders at the going out of Israel from Egypt. Accordingly, then, the same are taught not to be ignorant of what sort their gods of old were, namely that they are lifeless and deprived of all sense, that they are dead, deaf and blind idols, having nothing like, I do not say the great and wonder-working Maker of all things, but not even the lowest of living creatures that have a share of sense; they are altogether lifeless matter. For those, I mean the living creatures, consist by the Word of God; but the supposed gods of the nations are fashionings of human works.
Ἠγάπησα, ὅτι εἰσακούσεται Κύριος τῆς φωνῆς τῆς δεήσεώς μου, ὅτι ἔκλινε τὸ οὖς αὐτοῦ ἐμοὶ, καὶ ἐν ταῖς ἡμέραις μου ἐπικαλέσομαι. Ὁ πάλαι φοβούμενος τὸν Κύριον, ἤδη προκόψας ἀπὸ τοῦ φόβου, καὶ μεταβὰς ἐπὶ τὴν ἀγάπην τοῦ Θεοῦ, εἴποι ἂν, Ἠγάπησα· τίνα δὲ, ἢ δηλαδὴ Κύριον τὸν Θεὸν ἐξ ὅλης καρδίας, καὶ δυνάμεως καὶ ψυχῆς, ὥστε ἕνεκεν αὐτοῦ καὶ μέχρι θανάτου ἀγωνίζεσθαι ὑπὲρ ἀληθείας, πάντα τε ὑπομεῖναι πειρασμὸν, καὶ πάντα κίνδυνον ὑποστῆναι προθύμως διὰ τὴν πρὸς Θεὸν ἀγάπην; Ὅτι ἔκλινε τὸ οὖς αὐτοῦ ἐμοὶ, καὶ ἐν ταῖς ἡμέραις μου ἐπικαλέσομαι. Περιέσχον με ὠδῖνες θανάτου, κίνδυνοι ᾅδου εὕροσάν με· θλῖψιν καὶ ὀδύνην εὗρον, καὶ τὸ ὄνομα Κυρίου ἐπεκαλεσάμην. Ὦ Κύριε, ῥῦσαι τὴν ψυχήν μου· ἐλεήμων καὶ δίκαιος ὁ Κύριος, καὶ ὁ Θεὸς ἡμῶν ἐλεεῖ. Φυλάσσων τὰ νήπια ὁ Κύριος, ἐταπεινώθην, καὶ ἔσωσέ με. Ἐπίστρεψον, ψυχή μου, εἰς τὴν ἀνάπαυσίν σου, ὅτι Κύριος εὐηργέτησέ σε· ὅτι ἐξείλετο τὴν ψυχήν μου ἐκ θανάτου, τοὺς ὀφθαλμούς μου ἀπὸ δακρύων, καὶ τοὺς πόδας μου ἀπὸ ὀλισθήματος. Πάντα γὰρ ταῦτα, φησὶ, διὰ τὸν Θεὸν ὑπομείνας ἠγάπησα. Οὐ γὰρ παρὰ προαίρεσιν, οὔτε φεύγων, προθύμως δὲ ἐμαυτὸν τούτοις ἅπασιν ἐπιδιδοὺς, ἔστερξα διὰ τὴν πρὸς τὸν Θεὸν ἀγάπην· ὡς δύνασθαι λέγειν· Ἕνεκέν σου θανατούμεθα ὅλην τὴν ἡμέραν. Πάντα γὰρ ταῦτα ἠγάπησα διὰ τὸν Κύριον, καὶ ἀγαπήσας τὸ ὄνομα Κυρίου ἐπεκαλεσάμην.
"I have loved, because the Lord will hear the voice of my supplication, because He inclined His ear to me, and in my days I will call upon Him." He who of old feared the Lord, having now advanced beyond fear and passed over to the love of God, might say, "I have loved." Whom, but clearly the Lord God, with the whole heart, and strength and soul, so that for His sake he contends for the truth even unto death, and endures every trial, and undergoes every danger readily for the love of God? "Because He inclined His ear to me, and in my days I will call upon Him. The pangs of death encompassed me, the dangers of Hades found me; I found affliction and pain, and I called upon the name of the Lord. O Lord, deliver my soul; the Lord is merciful and just, and our God has mercy. The Lord guards the little ones; I was brought low, and He saved me. Return, my soul, to your rest, for the Lord has dealt well with you; for He has delivered my soul from death, my eyes from tears, and my feet from slipping." For all these things, he says, I endured for God and loved them. For not against my will, nor fleeing, but readily giving myself up to all these things, I embraced them for the love of God; so as to be able to say: "For Your sake we are put to death all the day long." For all these things I loved for the Lord's sake, and having loved them I called upon the name of the Lord.
Εὐαρεστήσω ἐνώπιον Κυρίου ἐν χώρᾳ ζώντων. Ὁ κόσμος οὗτος αὐτός τέ ἐστι θνητὸς, καὶ χωρίον ἀποθνησκόντων ἐστίν. Ἐπειδὴ γὰρ σύνθετός ἐστι τῶν ὁρωμένων ἡ σύστασις· τὸ δὲ σύνθετον ἅπαν διαλύεσθαι πέφυκεν· ἐν τῷ κόσμῳ ὄντες, μέρος ὄντες τοῦ
"I will be well-pleasing before the Lord in the land of the living." This world is itself mortal, and it is a place of the dying. For since the constitution of visible things is composite, and everything composite is by nature dissolved; being in the world, being part of the [the column ends here; the sentence runs on in col 1360]