Migne Reading Room

PG 23 · cols. 1357–1368 · Read from the page

Commentaries on the Psalms. Col

Commentaries on the Psalms. Col

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 23:1357Read from the page
νοντες εἰς ᾅδου. Ἀλλ' ἡμεῖς οἱ ζῶντες εὐλογήσομεν τὸν Κύριον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. Διέσταλται καὶ ἰδίως ἀφώρισται τοῦ ριγ' ψαλμοῦ ἔν τισι τῶν ἀντιγράφων τὰ προκείμενα, ὥστε εἶναι ριδ' ψαλμὸν τὸν μετὰ χεῖρας. Ἐπειδὴ δὲ, ἐγκύψας αὐτῇ τῇ Ἑβραίων βίβλῳ, τοὺς αὐτῶν χαρακτῆρας συνημμένους εὗρον καὶ τὰς λέξεις, ἐπέστησα καλῶς ἀκολουθῆσαι τῇ Ἑβραίων βίβλῳ, συνάψαι τε τοῖς προτέροις τὰ προκείμενα, ὥστε εἶναι μέρος αὐτὰ τοῦ ριγ' ὕμνου. Δοκεῖ οὖν τὰ προκείμενα ἀνηρτῆσθαι τῶν προτέρων· παιδεύονται γὰρ οἱ παῖδες οἷς ἐλέγετο· Αἰνεῖτε, παῖδες, Κύριον, τουτέστιν ὁ νέος λαὸς, ποῖον Κύριον προσήκει αἰνεῖν· δῆλον δὲ αὐτὸν ἐκεῖνον τὸν ἐν τῇ ἐξόδῳ Ἰσραὴλ τῇ ἐξ Αἰγύπτου τὰ τοσαῦτα θαυμάσια διαπραξάμενον. Ἐκείνοις οὖν ἀκολούθως οἱ αὐτοὶ διδάσκονται τοὺς πάλαι νενομισμένους αὐτῶν θεοὺς ὁποῖοί τινες ἦσαν μὴ ἀγνοεῖν, ὅτι ἄψυχοι καὶ πάσης αἰσθήσεως ἐστερημένοι, ὅτι νεκρὰ, καὶ κωφὰ καὶ τυφλὰ εἴδωλα, οὐδὲν ὅμοιον ἔχοντα, οὐ φημι τῷ μεγάλῳ καὶ παραδοξοποιῷ ποιητῇ τῶν ὅλων, ἀλλ' οὐδὲ τοῖς ἐσχάτοις τῶν ἐμψύχων, οἷς μέτεστιν αἰσθήσεως· πάντη δὲ ἄψυχος ὕλη καθέστηκεν. Κἀκεῖνα μὲν, λέγω δὴ τὰ ἔμψυχα ζῶα, Θεοῦ Λόγῳ συνέστηκεν· οἱ δὲ τῶν ἐθνῶν νενομισμένοι θεοὶ ἀνθρωπίνων ἔργων ἀναπλάσματα τυγχάνουσιν.
down into Hades. But we who live will bless the Lord from now and for ever." In some copies what lies before us is divided off and separated from Psalm 113, so that the psalm in hand is the 114th. But since, having looked into the Hebrew book itself, I found their letters and the words joined together, I judged it right to follow the Hebrew book, and to join what lies before us to what precedes, so that it is part of the 113th hymn. What lies before us, then, seems to hang upon what precedes; for the children to whom it was said, "Praise the Lord, you children," that is, the new people, are taught what Lord it is fitting to praise: clearly Him who did so many wonders at the going out of Israel from Egypt. Accordingly, then, the same are taught not to be ignorant of what sort their gods of old were, namely that they are lifeless and deprived of all sense, that they are dead, deaf and blind idols, having nothing like, I do not say the great and wonder-working Maker of all things, but not even the lowest of living creatures that have a share of sense; they are altogether lifeless matter. For those, I mean the living creatures, consist by the Word of God; but the supposed gods of the nations are fashionings of human works.
ἈΛΛΗΛΟΥΪΑ. ΡΙΔ'.
ALLELUIA. [Psalm] 114.
Ἠγάπησα, ὅτι εἰσακούσεται Κύριος τῆς φωνῆς τῆς δεήσεώς μου, ὅτι ἔκλινε τὸ οὖς αὐτοῦ ἐμοὶ, καὶ ἐν ταῖς ἡμέραις μου ἐπικαλέσομαι. Ὁ πάλαι φοβούμενος τὸν Κύριον, ἤδη προκόψας ἀπὸ τοῦ φόβου, καὶ μεταβὰς ἐπὶ τὴν ἀγάπην τοῦ Θεοῦ, εἴποι ἂν, Ἠγάπησα· τίνα δὲ, ἢ δηλαδὴ Κύριον τὸν Θεὸν ἐξ ὅλης καρδίας, καὶ δυνάμεως καὶ ψυχῆς, ὥστε ἕνεκεν αὐτοῦ καὶ μέχρι θανάτου ἀγωνίζεσθαι ὑπὲρ ἀληθείας, πάντα τε ὑπομεῖναι πειρασμὸν, καὶ πάντα κίνδυνον ὑποστῆναι προθύμως διὰ τὴν πρὸς Θεὸν ἀγάπην; Ὅτι ἔκλινε τὸ οὖς αὐτοῦ ἐμοὶ, καὶ ἐν ταῖς ἡμέραις μου ἐπικαλέσομαι. Περιέσχον με ὠδῖνες θανάτου, κίνδυνοι ᾅδου εὕροσάν με· θλῖψιν καὶ ὀδύνην εὗρον, καὶ τὸ ὄνομα Κυρίου ἐπεκαλεσάμην. Ὦ Κύριε, ῥῦσαι τὴν ψυχήν μου· ἐλεήμων καὶ δίκαιος ὁ Κύριος, καὶ ὁ Θεὸς ἡμῶν ἐλεεῖ. Φυλάσσων τὰ νήπια ὁ Κύριος, ἐταπεινώθην, καὶ ἔσωσέ με. Ἐπίστρεψον, ψυχή μου, εἰς τὴν ἀνάπαυσίν σου, ὅτι Κύριος εὐηργέτησέ σε· ὅτι ἐξείλετο τὴν ψυχήν μου ἐκ θανάτου, τοὺς ὀφθαλμούς μου ἀπὸ δακρύων, καὶ τοὺς πόδας μου ἀπὸ ὀλισθήματος. Πάντα γὰρ ταῦτα, φησὶ, διὰ τὸν Θεὸν ὑπομείνας ἠγάπησα. Οὐ γὰρ παρὰ προαίρεσιν, οὔτε φεύγων, προθύμως δὲ ἐμαυτὸν τούτοις ἅπασιν ἐπιδιδοὺς, ἔστερξα διὰ τὴν πρὸς τὸν Θεὸν ἀγάπην· ὡς δύνασθαι λέγειν· Ἕνεκέν σου θανατούμεθα ὅλην τὴν ἡμέραν. Πάντα γὰρ ταῦτα ἠγάπησα διὰ τὸν Κύριον, καὶ ἀγαπήσας τὸ ὄνομα Κυρίου ἐπεκαλεσάμην.
"I have loved, because the Lord will hear the voice of my supplication, because He inclined His ear to me, and in my days I will call upon Him." He who of old feared the Lord, having now advanced beyond fear and passed over to the love of God, might say, "I have loved." Whom, but clearly the Lord God, with the whole heart, and strength and soul, so that for His sake he contends for the truth even unto death, and endures every trial, and undergoes every danger readily for the love of God? "Because He inclined His ear to me, and in my days I will call upon Him. The pangs of death encompassed me, the dangers of Hades found me; I found affliction and pain, and I called upon the name of the Lord. O Lord, deliver my soul; the Lord is merciful and just, and our God has mercy. The Lord guards the little ones; I was brought low, and He saved me. Return, my soul, to your rest, for the Lord has dealt well with you; for He has delivered my soul from death, my eyes from tears, and my feet from slipping." For all these things, he says, I endured for God and loved them. For not against my will, nor fleeing, but readily giving myself up to all these things, I embraced them for the love of God; so as to be able to say: "For Your sake we are put to death all the day long." For all these things I loved for the Lord's sake, and having loved them I called upon the name of the Lord.
Εὐαρεστήσω ἐνώπιον Κυρίου ἐν χώρᾳ ζώντων. Ὁ κόσμος οὗτος αὐτός τέ ἐστι θνητὸς, καὶ χωρίον ἀποθνησκόντων ἐστίν. Ἐπειδὴ γὰρ σύνθετός ἐστι τῶν ὁρωμένων ἡ σύστασις· τὸ δὲ σύνθετον ἅπαν διαλύεσθαι πέφυκεν· ἐν τῷ κόσμῳ ὄντες, μέρος ὄντες τοῦ
"I will be well-pleasing before the Lord in the land of the living." This world is itself mortal, and it is a place of the dying. For since the constitution of visible things is composite, and everything composite is by nature dissolved; being in the world, being part of the [the column ends here; the sentence runs on in col 1360]
PG 23:1360Read from the page
κόσμου, ἀναγκαίως τῆς τοῦ παντὸς φύσεως ἀπολαύομεν· ἐκεῖ δὲ οὐκ ἔστιν ἀλλοίωσις, οὔτε σώματος, οὔτε ψυχῆς. Οὐδὲ γάρ ἐστι λογισμοῦ παρατροπὴ, οὐδὲ μετάθεσις γνώμης, οὐδεμιᾶς περιστάσεως τὸ εὐσταθὲς καὶ ἀτάραχον τῶν λογισμῶν ἀφαιρουμένης. Χώρα ἐστὶν ἐκείνη τῶν ἔτι ζώντων, ἐν ᾗ μάλιστα εὐαρεστήσειν τῷ Θεῷ ὁ προφήτης κατεπαγγέλλεται, ὡς ὑπ' οὐδενὸς μέλλων τῶν ἔξωθεν διακόπτεσθαι ζώντων. Ἐκείνη χώρα ἐν ᾗ οὐκ ἔνι νὺξ, οὐκ ἔνι ὕπνος τὸ τοῦ θανάτου μίμημα, οὐκ ἔνι βρῶσις, οὐκ ἔνι πόσις τὰ τῆς ἀσθενείας ἡμῶν ὑπερείσματα, οὐ τῶν ἔξωθέν τι περιστατικῶν· ἀλλὰ χώρα ζώντων, οὐκ ἀποθνησκόντων διὰ τῆς ἁμαρτίας, ἀλλὰ ζώντων τὴν ἀληθινὴν ζωὴν τὴν ἐν Χριστῷ Ἰησοῦ.
world, we necessarily share in the nature of the universe; but there, there is no alteration, either of body or of soul. For there is no turning aside of reasoning, nor change of judgement, since no circumstance takes away the steadiness and calm of our thoughts. That is the land of those who still live, in which above all the prophet promises that he will be well-pleasing to God, as one who will be cut off by none of the things outside from the living. That is the land in which there is no night, no sleep, the image of death, no food, no drink, the props of our weakness, nothing of outward circumstance; but a land of the living, not of those who die through sin, but of those who live the true life, the life in Christ Jesus.
ἈΛΛΗΛΟΥΪΑ. ΡΙΕ'.
ALLELUIA. [Psalm] 115.
Ἐπίστευσα, διὸ ἐλάλησα, ἐγὼ δὲ ἐταπεινώθην σφόδρα. Ἐγὼ δὲ εἶπα ἐν τῇ ἐκστάσει μου· Πᾶς ἄνθρωπος ψεύστης. Τί ἀνταποδώσω τῷ Κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκέ μοι; Συνῆπται καὶ ταῦτα τοῖς πρὸ αὐτῶν ἐν τῷ Ἑβραϊκῷ ἀντιγράφῳ, ὥστε ἀπηρτῆσθαι τὴν ἐν αὐτοῖς διάνοιαν τῶν προλελεγμένων, καὶ μέρος εἶναι αὐτῶν. Ἐπεὶ μὲν γὰρ εἰρήκει· Ἐπίστρεψον, ψυχή μου, εἰς τὴν ἀνάπαυσίν σου· καὶ πάλιν· Εὐαρεστήσω ἐνώπιον Κυρίου ἐν χώρᾳ ζώντων· ἐνταῦθα δὲ ἐπισυνάπτει λέγων· Ἐπίστευσα, διὸ ἐλάλησα. Εἶναι γὰρ χώραν ζώντων ἑτέραν παρὰ τὸν ἀνθρώπινον βίον ἐπίστευσα, καὶ εἶναι τῆς ψυχῆς ἀνάπαυσιν ἑτέραν παρὰ τὴν ἐπὶ γῆς διατριβήν· Ἐπίστευσα, διὸ ἐλάλησα, ἐγὼ δὲ ἐταπεινώθην σφόδρα. Ἐγὼ δὲ εἶπα ἐν τῇ ἐκστάσει μου· Πᾶς ἄνθρωπος ψεύστης. Ἐταπείνωσα ἐμαυτὸν, καὶ σφόδρα ἐκάκωσα· οὕτω γὰρ ἡρμήνευσεν ὁ Σύμμαχος εἰπών· Ἐκακώθην σφόδρα. Τοῦτο δὲ ἐποίησα, ἐπειδήπερ ἠπιστάμην, ὅτι πᾶς ἄνθρωπος ψεύστης· διόπερ ἀγωνιῶν καὶ φροντίζων, μὴ ἄρα καὶ αὐτὸς, ὡς ἄνθρωπος ἀποφηνάμενος περὶ ἐμαυτοῦ καὶ εἰπών· Εὐαρεστήσω ἐνώπιον Κυρίου ἐν χώρᾳ ζώντων, ψεύσωμαι· τούτου χάριν πιστεύσας τῇ μελλούσῃ ζωῇ καὶ τῇ τῆς ψυχῆς ἀναπαύσει, καὶ τῇ χώρᾳ τῶν ζώντων, καὶ διὰ τοῦ πιστεῦσαι λαλήσας ταῦτα αὐτὰ, ἵνα μήποτε ἐκπέσω τῆς ἐπαγγελίας, καὶ ψευσθῶ τῆς ἐλπίδος, ἐταπείνωσα ἐμαυτὸν σφόδρα.
"I believed, therefore I spoke; but I was brought very low. But I said in my ecstasy: Every man is a liar. What shall I render to the Lord for all that He has rendered to me?" These words too are joined in the Hebrew copy to those before them, so that the sense in them hangs upon what was said before and is part of it. For since he had said: "Return, my soul, to your rest"; and again: "I will be well-pleasing before the Lord in the land of the living"; here he adds, saying: "I believed, therefore I spoke." For I believed that there is a land of the living other than human life, and that there is a rest of the soul other than our sojourn on earth: "I believed, therefore I spoke; but I was brought very low. But I said in my ecstasy: Every man is a liar." I humbled myself, and afflicted myself greatly; for so Symmachus rendered it, saying: "I was greatly afflicted." And this I did, since I knew that every man is a liar; therefore, being anxious and concerned lest I too, having declared as a man concerning myself and said, "I will be well-pleasing before the Lord in the land of the living," should prove a liar, for this reason, having believed in the life to come and the rest of the soul and the land of the living, and having spoken these very things because I believed, I humbled myself greatly, lest I should ever fall from the promise and be cheated of my hope.
Ἐγὼ δὲ εἶπα ἐν τῇ ἐκστάσει μου· Πᾶς ἄνθρωπος ψεύστης. Λογισμοὶ γὰρ ἀνθρώπων δειλοὶ, καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι ἡμῶν. Φθαρτὸν γὰρ σῶμα βαρύνει ψυχὴν, καὶ βρίθει τὸ γεῶδες σκῆνος νοῦν πολυφρόντιδα· καὶ μόλις εἰκάζομεν τὰ ἐπὶ τῆς γῆς, καὶ τὰ ἐν χερσὶν εὑρίσκομεν μετὰ πόνου. Τὰ δ' ἐν οὐρανοῖς τίς ἐξιχνίασεν; Ὅμως ἐγὼ οὐχ ὡς ἄνθρωπος ἐλάλησα· ἢ γὰρ ἂν καὶ ἐψευσάμην· ἀλλ' ἐπίστευσα τοῖς τοῦ Θεοῦ λόγοις, καὶ ταῖς τοῦ Θεοῦ ἐπαγγελίαις.
"But I said in my ecstasy: Every man is a liar." For the reasonings of men are timid, and our devices are unsafe. "For a corruptible body weighs down the soul, and the earthly tent burdens the mind that muses on many things; and hardly do we guess at the things on earth, and with labour do we find the things at hand. But who has traced out the things in heaven?" Yet I did not speak as a man, for then I might indeed have lied; but I believed the words of God and the promises of God.
Τί ἀνταποδώσω τῷ Κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκέ μοι; Ποτήριον τοῦ σωτηρίου λήψομαι, καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι. Τὰς εὐχάς μου τῷ Κυρίῳ ἀποδώσω ἐναντίον παντὸς τοῦ λαοῦ αὐτοῦ· τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ. Ὦ Κύριε, ἐγὼ ὁ δοῦλος σὸς, ἐ⟨γ⟩ὼ
"What shall I render to the Lord for all that He has rendered to me? I will take the cup of salvation, and call upon the name of the Lord. I will pay my vows to the Lord before all His people; precious in the sight of the Lord is the death of His saints. O Lord, I am Your servant, I [the column ends here; the lemma runs on in col 1361]
PG 23:1361Read from the page
δοῦλος σὸς καὶ υἱὸς τῆς παιδίσκης σου. Διέῤῥηξας τοὺς δεσμούς μου. Υἱὸν παιδίσκης φησὶν ἑαυτὸν, τῆς Ἐκκλησίας. Δεσμοὺς δὲ οἷς σειραῖς τῶν ἑαυτοῦ ἁμαρτημάτων κατεσφίγγετο. Ἐλευθερωθεὶς δὲ τῆς ἁμαρτίας, καὶ υἱὸς τῆς σῆς παιδίσκης γινόμενος τῆς Ἐκκλησίας, τῶν προτέρων ἀνέθην ἁμαρτημάτων διὰ τῆς σῆς χάριτος. Σοὶ θύσω θυσίαν αἰνέσεως, καὶ ἐν ὀνόματι Κυρίου ἐπικαλέσομαι. Τὰς εὐχάς μου τῷ Κυρίῳ ἀποδώσω ἐναντίον παντὸς τοῦ λαοῦ αὐτοῦ, ἐν αὐλαῖς οἴκου Κυρίου, ἐν μέσῳ σου, Ἱερουσαλήμ. Προκοπὴν σημαίνει τῷ ταῦτα λέγοντι, φημὶ δὲ τῷ ἐξ ἐθνῶν λαῷ. Τῷ γὰρ, Σοὶ θύσω θυσίαν αἰνέσεως, τοῦ σώματος καὶ τοῦ αἵματος, φησὶ, μεταλήψομαι, καὶ ἐν τῇ τούτων μεταλήψει τὸ ὄνομά σου ἐπικαλέσομαι, καὶ τὰς εὐχαριστηρίους εὐχάς σοι τῷ Κυρίῳ ἀποδώσω ἔνδον ἐν μέσῳ τῆς ἀληθοῦς Ἱερουσαλὴμ, καὶ ἐναντίον παντὸς τοῦ λαοῦ, καὶ τὰς ἐπαγγελίας ἃς ποτε ἐποιησάμην.
servant, and the son of Your handmaid. You have broken my bonds." He calls himself the son of the handmaid, the Church; and by bonds he means the cords of his own sins by which he was bound tight. Freed from sin, and become a son of Your handmaid the Church, I was released from my former sins through Your grace. "I will offer You a sacrifice of praise, and I will call on the name of the Lord. I will pay my vows to the Lord before all His people, in the courts of the house of the Lord, in your midst, O Jerusalem." It signifies progress in the one saying these things, I mean the people from the nations. For by "I will offer You a sacrifice of praise," I will partake, he says, of the body and the blood, and in partaking of them I will call upon Your name, and I will pay to You, the Lord, the vows of thanksgiving within, in the midst of the true Jerusalem, and before all the people, and the promises that I once made.
ἈΛΛΗΛΟΥΪΑ. ΡΙϚ'.
ALLELUIA. [Psalm] 116.
Αἰνεῖτε τὸν Κύριον, πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτὸν, πάντες οἱ λαοί· ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα. Ἀνακαλεῖται τοίνυν ὁ λόγος ἐπὶ τὸν ὕμνον τοῦ Θεοῦ πάντα τὰ ἀλλογενῆ καὶ ἀλλόφυλα ἔθνη· εἶτα ἀποδιαστείλας τῶν ἐθνῶν τοὺς λαοὺς ἐπιλέγει· Ἐπαινεσάτωσαν αὐτὸν πάντες οἱ λαοί. Νοήσεις δὲ τὴν διαφορὰν ἐπιστήσας τῇ προφητείᾳ τῇ λεγούσῃ παρὰ τῷ Ζαχαρίᾳ· Χαῖρε καὶ εὐφραίνου, θύγατερ Σιών· ἰδοὺ ἐγὼ ἔρχομαι καὶ κατασκηνώσω ἐν μέσῳ σου, λέγει Κύριος. Καὶ καταφεύξονται ἔθνη πολλὰ ἐπὶ τὸν Κύριον, καὶ ἔσονται αὐτῷ εἰς λαὸν, κἀγὼ ἔσομαι αὐτοῖς εἰς Θεόν. Τέως μὲν γὰρ ἔθνη τυγχάνοντα, οὔπω λαὸς ἦν αὐτοῦ, μεταβαλόντα δὲ τοῦ προτέρου βίου, καὶ μετασχόντα τῶν τοῦ Θεοῦ μυστηρίων δι' ἀναγεννήσεως καὶ λουτροῦ παλιγγενεσίας, γίνονται αὐτοῦ λαοί. Ὃ δὴ εἰσέτι καὶ νῦν πληροῦται καθ' ὅλης τῆς τῶν ἀνθρώπων οἰκουμένης, μυριάνδρων λαῶν ὥσπερ κατὰ χοροὺς ἱσταμένων καὶ τὸν παρ' Ἑβραίοις προφητῶν Θεὸν ὑμνούντων, καὶ τὰ αὐτὰ ἀναγνώσματα, μαθήματά τε καὶ δόγματα διδασκομένων. Ταῦτα γοῦν ὀφθαλμοῖς ὁρώμενα, οὐκ ἄλλως ἢ διὰ μόνης τῆς σωτηρίου δυνάμεως καθ' ὅλης συνέστη τῆς τῶν ἐθνῶν οἰκουμένης.
"Praise the Lord, all you nations; laud Him, all you peoples; for His mercy has been made strong toward us, and the truth of the Lord endures for ever." The word, then, calls all the foreign and alien nations to the hymn of God; then, distinguishing the peoples from the nations, it adds: "Let all the peoples laud Him." You will understand the difference if you attend to the prophecy that says in Zechariah: "Rejoice and be glad, O daughter of Zion; for behold, I come and will dwell in your midst, says the Lord. And many nations will flee to the Lord, and they will be a people to Him, and I will be their God." For so long as they are nations, they are not yet His people; but having changed from their former life, and having shared in the mysteries of God through regeneration and the washing of rebirth, they become His peoples. This is being fulfilled even now throughout the whole world of men, as peoples of countless thousands stand as it were in choirs and hymn the God of the prophets among the Hebrews, and are taught the same readings, lessons and doctrines. These things, then, seen with the eyes, came about throughout the whole world of the nations in no other way than through the saving power alone.
ἈΛΛΗΛΟΥΪΑ. ΡΙΖ'.
ALLELUIA. [Psalm] 117.
Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Εἰπάτω δὴ ὁ οἶκος Ἰσραὴλ, ὅτι ἀγαθὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ· εἰπάτω δὴ οἶκος Ἀαρὼν, ὅτι ἀγαθὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Εἰπάτωσαν δὴ πάντες οἱ φοβούμενοι τὸν Κύριον, ὅτι ἀγαθὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Καὶ ἐν τοῖς προκειμένοις, τῆς εὐαγγελικῆς χάριτος ἐπὶ πάντα τὰ ἔθνη χυθείσης, ὧν ἐθνῶν μέρος τι ἦν καὶ ὁ ἐκ περιτομῆς λαὸς, καὶ μέρος τὸ πρώτιστον, εἰκότως πρώτους αὐτοὺς ὁ λόγος ἐπὶ τὴν ἐξομολόγησιν καλεῖ· ἔπειτα τοὺς ἐξ ἐθνῶν προσεληλυθότας τῷ Εὐαγγελίῳ, κατὰ τό· Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι. Εἰ δὲ
"Give thanks to the Lord, for He is good, for His mercy endures for ever. Let the house of Israel now say that He is good, that His mercy endures for ever; let the house of Aaron now say that He is good, that His mercy endures for ever. Let all who fear the Lord now say that He is good, that His mercy endures for ever." In these words too, since the grace of the Gospel was poured out upon all the nations, of which nations the people of the circumcision was also a part, and the very first part, the word fittingly calls them first to thanksgiving, and then those from the nations who have come over to the Gospel, according to the saying: "To the Jew first and also to the Greek." But if [the column ends here; the sentence runs on in col 1364]
PG 23:1364Read from the page
τις ἀκριβῶς ἐξετάσειε, καὶ ὑπὲρ τῆς παρουσίας αὐτῆς τοῦ Χριστοῦ μάλιστα τοὺς Ἰουδαίους εὐχαριστεῖν δεῖ. Εἰ γὰρ καὶ τὰ ἐναντία ὑπέμειναν, ἀλλ' οὐ παρὰ τὸν παραγενόμενον, ἀλλὰ παρὰ τὴν οἰκείαν ἀγνωμοσύνην. Αὐτὸς μὲν γὰρ πρὸς αὐτοὺς ἀφικνεῖτο, καὶ συνεχῶς ἔλεγεν· Οὐκ ἦλθον ἀλλ' εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ· εἰ δὲ ἀνάξιοι τῆς εὐεργεσίας ἐφάνησαν, ταῖς ἑαυτῶν λογιζέσθωσαν παρανομίαις καὶ τῇ τῆς ἀγνωμοσύνης ὑπερβολῇ.
[But if] one examines it closely, it is above all the Jews who ought to give thanks for the very coming of Christ. For even if they suffered the opposite, it was not because of Him who came, but because of their own ingratitude. For He came to them, and said continually: "I came only to the lost sheep of the house of Israel"; and if they showed themselves unworthy of the benefit, let them reckon it to their own transgressions and the excess of their ingratitude.
Ἐκ θλίψεως ἐπεκαλεσάμην τὸν Κύριον, καὶ ἐπήκουσέ μου εἰς πλατυσμόν. Κύριος ἐμοὶ βοηθὸς, καὶ οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος. Κύριος ἐμοὶ βοηθὸς, κἀγὼ ἐπόψομαι τοὺς ἐχθρούς μου. Ἀγαθὸν πεποιθέναι ἐπὶ Κύριον, ἢ πεποιθέναι ἐπ' ἄνθρωπον· ἀγαθὸν ἐλπίζειν ἐπὶ Κύριον, ἢ ἐλπίζειν ἐπ' ἄρχουσι. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. Κυκλώσαντες ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. Ἐκύκλωσάν με ὡσεὶ μέλισσαι κηρίον, καὶ ἐξεκαύθησαν ὡσεὶ πῦρ ἐν ἀκάνθαις, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. Ὠσθεὶς ἀνετράπην τοῦ πεσεῖν, καὶ ὁ Κύριος ἀντελάβετό μου. Ἰσχύς μου καὶ ὕμνησίς μου ὁ Κύριος, καὶ ἐγένετό μοι εἰς σωτηρίαν. Φωνὴ ἀγαλλιάσεως καὶ σωτηρίας ἐν σκηναῖς δικαίων. Ὠφελήθην δὲ καὶ ὀφθαλμοῖς παραλαβὼν τὰ τέλη τῶν ἀσεβῶν. Ἔγνων γὰρ, ὅτι ἐξεκαύθησαν ὡς πῦρ ἐν ἀκάνθαις, ἢ ἐπεσβέσθησαν ὡς πῦρ ἐν ἀκανθῶν (sic) ὡς μηκέτι με ταράττεσθαι, εἴ ποτε ὁρῶν ἀσεβεῖς ἐπαιρομένους, καὶ τῷ λαῷ Θεοῦ ἐπανισταμένους. Πεπαίδευμαι γὰρ ὁποῖον αὐτοὺς τέλος περιμένει.
"Out of affliction I called upon the Lord, and He heard me and set me in a broad place. The Lord is my helper, and I will not fear what man will do to me. The Lord is my helper, and I will look upon my enemies. It is good to trust in the Lord rather than to trust in man; it is good to hope in the Lord rather than to hope in rulers. All the nations surrounded me, and in the name of the Lord I drove them back. Surrounding they surrounded me, and in the name of the Lord I drove them back. They surrounded me like bees round a honeycomb, and they blazed up like fire among thorns, and in the name of the Lord I drove them back. Thrust, I was overturned so as to fall, and the Lord helped me. The Lord is my strength and my song, and He has become my salvation. The voice of rejoicing and of salvation is in the tents of the righteous." And I profited also by having taken in with my eyes the ends of the ungodly. For I knew that they blazed up like fire among thorns, or were quenched like fire of thorns (sic), so that I am no longer troubled if ever I see the ungodly exalted and rising up against the people of God. For I have been taught what end awaits them.
Δεξιὰ Κυρίου ἐποίησε δύναμιν, δεξιὰ Κυρίου ὕψωσέ με, δεξιὰ Κυρίου ἐποίησε δύναμιν. Οὐκ ἀποθανοῦμαι, ἀλλὰ ζήσομαι, καὶ διηγήσομαι τὰ ἔργα Κυρίου. Παιδεύων ἐπαίδευσέ με ὁ Κύριος, τῷ δὲ θανάτῳ οὐ παρέδωκέ με. Ὅτι μὴ εἰς ἄχρηστον οἱ διωγμοὶ, ἀλλ' ἐπ' ὠφελείᾳ καὶ δοκιμῇ τῶν πεπειρασμένων γεγόνασι, διδάσκει λέγων· Παιδεύων ἐπαίδευσέ με ὁ Κύριος. Ἔγνων γὰρ τὴν ἐμαυτοῦ ἀσθένειαν, καὶ τὴν ἐκ Θεοῦ μοι παρασχεθεῖσαν δύναμιν οὐκ ἠγνόησα. Ἐπαιδεύθην δὲ ὁποία τις ἦν ἡ δεξιὰ τοῦ Κυρίου, ἡ τοὺς πολεμίους ταπεινώσασα.
"The right hand of the Lord has wrought power, the right hand of the Lord has exalted me, the right hand of the Lord has wrought power. I shall not die, but live, and I shall declare the works of the Lord. The Lord has chastened me sorely, but He has not given me over to death." That the persecutions were not to no purpose, but for the benefit and testing of those who were tried, he teaches by saying: "The Lord has chastened me sorely." For I came to know my own weakness, and I was not ignorant of the power granted me by God. And I was taught what the right hand of the Lord was, which humbled the enemies.
Ἀνοίξατέ μοι πύλας δικαιοσύνης, εἰσελθὼν ἐν αὐταῖς ἐξομολογήσομαι τῷ Κυρίῳ· αὕτη ἡ πύλη τοῦ Κυρίου, δίκαιοι εἰσελεύσονται ἐν αὐτῇ. Ἐξομολογήσομαί σοι, ὅτι ἐπήκουσάς μου, καὶ ἐγένου μοι εἰς σωτηρίαν. Τὸ μὲν οὖν γενικὸν ὄνομα πασῶν τῶν ἀρετῶν τῇ δικαιοσύνη προγράφεται· κατ' εἶδος δὲ λοιπὸν διαιρῶν τις, εἴποι ἀναλόγως τ⟨ό⟩· Ἀνοίξατέ μοι πύλας δικαιοσύνης, καὶ πύλας φρονήσεως, καὶ τῶν λοιπῶν τῶν κατὰ Θεὸν πράξεων. Ἐπειδὰν διὰ πασῶν παρέλθῃ τῶν πυλῶν, λοιπὸν ἐπὶ τὸ τέλος τῶν, ὡς ἂν εἴποι τις, ἐνδοτάτω ἁγίων ἐλθὼν, οὐκέτι πολλὰς, ἀλλὰ μίαν ὄψεται πύλην τὴν αὐτοῦ τοῦ Κυρίου, δι' ἧς πάντες εἰσελεύσονται οἱ δίκαιοι. Εἴποι δ' ἄν τις ταύτην τὴν ὑστάτην καὶ
"Open to me the gates of righteousness; having entered by them I will give thanks to the Lord; this is the gate of the Lord, the righteous will enter by it. I will give thanks to You, for You heard me, and became my salvation." The general name of all the virtues is written first under righteousness; but someone dividing them thereafter by kind might say, correspondingly: "Open to me the gates of righteousness," and the gates of prudence, and of the other actions according to God. When he has passed through all the gates, coming then to the end of the innermost holy places, as one might say, he will see no longer many gates but one, the gate of the Lord Himself, through which all the righteous will enter. One might call this last and [the column ends here; the sentence runs on in col 1365]
PG 23:1365Read from the page
τελευταίαν, ἧς ἐπέκεινα οὐκέτι οἷόν τε εἶναι προσελθεῖν. Ὑστάτη δὲ πύλη τοῦ Κυρίου ἡ θεωρία ἂν εἴη αὐτοῦ, κατὰ τὸ, Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται.
final [gate], beyond which it is no longer possible to go. The last gate of the Lord would be the contemplation of Him, according to the saying: "Blessed are the pure in heart, for they shall see God."
Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες· οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. Αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ. Ὦ Κύριε, σῶσον δή, ὦ Κύριε, εὐόδωσον δή. Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Ἐπειδὴ εἶδε τῆς οἰκουμένης τὴν εὐεργεσίαν καὶ τὴν τῶν πραγμάτων μεταβολὴν, καὶ πρὸς τὸ βέλτιον μετάστασιν, συγχαίρων τοῖς ἀπολαύουσί φησιν· Ὦ Κύριε, σῶσον δή· ὦ Κύριε, εὐόδωσον δή. Τουτέστι, διάσωσον τοὺς ἀπολαύοντας, ὥστε ἐμπλησθῆναι, καὶ καρποὺς ἀξίους διαδείξασθαι τῆς χάριτος· ῥᾳδίαν αὐτοῖς ποίησον τὴν ὁδὸν, ὥστε, μετὰ τὸ τυχεῖν, μὴ ἐκπεσεῖν τῶν τοιούτων καλῶν.
"The stone which the builders rejected, this has become the head of the corner. This was from the Lord, and it is marvellous in our eyes. This is the day which the Lord has made; let us rejoice and be glad in it. O Lord, save now; O Lord, prosper now. Blessed is he who comes in the name of the Lord." Since he saw the benefit to the world and the change of affairs and their removal to a better state, rejoicing with those who enjoy it he says: "O Lord, save now; O Lord, prosper now." That is, keep safe those who enjoy it, so that they may be filled and display fruits worthy of the grace; make the way easy for them, so that, having obtained such good things, they may not fall away from them.
Εὐλογήκαμεν ὑμᾶς ἐξ οἴκου Κυρίου, Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν. Ὁμολογοῦντες, ὅτι ταῦτα αὐτοῖς οὐδεὶς ἄλλος ἢ αὐτὸς ὁ Κύριος ἐπέφανέ τε καὶ ἔδειξε· διό φασιν, Εὐλογήκαμεν ὑμᾶς· ὅτι ἐπέφανε τὴν ὑμετέραν δείξας σωτηρίαν. Ἐπευξάμενοι καὶ τὰ μέλλοντα προθεωρήσαντες τῷ ἁγίῳ Πνεύματι τὰ προκείμενα οἱ προφῆται, μακαρίζουσι τοὺς μέλλοντας τῶν ἀποτελεσμάτων ποτὲ καταξιοῦσθαι. Συστήσασθε ἑορτὴν ἐν τοῖς πυκάζουσιν ἕως τῶν κεράτων τοῦ θυσιαστηρίου, ὑμεῖς οἱ ἐξ ἐθνῶν ἐν τοῖς πυκάζουσι. Τοῦτο δὲ ὁ μὲν Ἀκύλας ἡρμήνευσεν εἰπών· Δήσατε ἑορτὴν ἐν πιμελέσιν· ὁ δὲ Σύμμαχος· Συνδήσατε ἐν πανηγύρει πυκάσματα ἕως τῶν κεράτων τοῦ θυσιαστηρίου. Προστάττει δὲ διὰ τούτων πολλοῖς κειμηλίοις πληροῦν τὸν οἶκον τοῦ Θεοῦ καὶ ἀναθήμασι πυκνοῖς στεφανοῦν αὐτὸν κατὰ τοὺς τῶν ἑορτῶν καιρούς.
"We have blessed you from the house of the Lord; the Lord is God, and He has shone upon us." Confessing that no one other than the Lord Himself showed and revealed these things to them, they say, "We have blessed you," because He shone forth, showing your salvation. The prophets, having prayed for what lies before us and foreseen the things to come by the Holy Spirit, call blessed those who will one day be deemed worthy of the fulfilment. "Appoint a feast among the thick boughs, up to the horns of the altar": you from the nations, among the thick boughs. Aquila rendered this saying, "Bind a feast with fat things"; and Symmachus, "Bind together in festal assembly thick garlands up to the horns of the altar." By these words he commands that the house of God be filled with many treasures and crowned with thick votive offerings at the seasons of the feasts.
Θεός μου εἶ σὺ, καὶ ἐξομολογήσομαί σοι· Θεός μου εἶ σὺ, καὶ ὑψώσω σε. Προστάττεται δὲ ὁ συγκροτηθεὶς ἐν Χριστῷ λαὸς ἔκ τε τοῦ Ἰσραὴλ καὶ ἐκ τοῦ οἴκου Ἀαρὼν, καὶ ἐκ τῶν φοβουμένων τὸν Κύριον ἐξομολογεῖσθαι καὶ λέγειν ἐν τῇ ἐξομολογήσει τὸ, Θεός μου εἶ σὺ, καὶ ἐξομολογήσομαί σοι· Θεός μου εἶ σὺ, καὶ ὑψώσω σε. Ἐξομολογήσομαί σοι, ὅτι ἐπήκουσάς μου, καὶ ἐγένου μοι εἰς σωτηρίαν. Τίνι δὲ ταῦτα λέγει ἢ τῷ ἀνωτέρω δεδηλωμένῳ Κυρίῳ τῷ καὶ ἐκ θλίψεως ῥυσαμένῳ αὐτὸν, τῷ καὶ τοὺς ἐχθροὺς αὐτοῦ ταπεινώσαντι, τῷ καὶ τὸν λίθον τὸν ἀποβληθέντα πρὸς τῶν οἰκοδόμων ὑψώσαντι, τῷ καὶ εὐοδώσαντι καὶ σώσαντι τοὺς εἰς αὐτὸν πιστεύοντας. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
"You are my God, and I will give thanks to You; You are my God, and I will exalt You." The people gathered together in Christ, from Israel, from the house of Aaron, and from those who fear the Lord, is commanded to give thanks and to say in its thanksgiving: "You are my God, and I will give thanks to You; You are my God, and I will exalt You. I will give thanks to You, for You heard me and became my salvation." To whom does he say these things but to the Lord made known above, who also rescued him from affliction, who also humbled his enemies, who also exalted the stone rejected by the builders, who also prospered and saved those who believe in Him? "Give thanks to the Lord, for He is good, for His mercy endures for ever."
ἈΛΛΗΛΟΥΪΑ. ΡΙΗ
ALLELUIA. [Psalm] 118.
Μακάριοι οἱ ἄμωμοι ἐν τῇ ὁδῷ, οἱ πορευόμενοι ἐν νόμῳ Κυρίου. Μακάριοι οἱ ἐξερευνῶντες τὰ μαρτύρια αὐτοῦ, ἐν ὅλῃ τῇ καρδίᾳ ἐκζητήσουσιν αὐτόν. Οὐ γὰρ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν ἐν ταῖς ὁδοῖς αὐτοῦ ἐπορεύθησαν. Σὺ ἐνετείλω τὰς ἐν-
"Blessed are the blameless in the way, who walk in the law of the Lord. Blessed are those who search out His testimonies; with their whole heart they will seek Him. For those who work iniquity did not walk in His ways. You have commanded Your [the column ends in a divided word; it runs on in col 1368]
PG 23:1368Read from the page
τολάς σου φυλάξασθαι σφόδρα. Ὄφελον κατευθυνθείησαν αἱ ὁδοί μου τοῦ φυλάξασθαι τὰ δικαιώματά σου. Τότε οὐκ αἰσχυνθῶ ἐν τῷ με ἐπιβλέπειν ἐπὶ πάσας τὰς ἐντολάς σου. Ἐξομολογήσομαί σοι ἐν εὐθύτητι καρδίας, ἐν τῷ μεμαθηκέναι με τὰ κρίματα τῆς δικαιοσύνης σου. Τὰ δικαιώματά σου φυλάξω, μή με ἐγκαταλίπῃς ἕως σφόδρα. Ἄμωμοι δ' ἂν εἶεν καὶ οἱ τέλειοι ἐν ἀ⟨ρετῇ⟩, οὓς καὶ μακαρίους ἀποφαίνειν διδάσκεται ὁ ἐν ἀρχαῖς τυγχάνων τῶν θείων μαθημάτων· ὡς ἂν μὴ ἐπιφέροιτο αὐτὸς χαυνούμενος, ὡς ἤδη μακάριος· γνώκῃ δὲ, ὅτι μακρὰ ἀφυστερεῖ τῶν μακαριζομένων. Μακάριοι οἱ ἐξερευνῶντες τὰ μαρτύρια αὐτοῦ, ἐν ὅλῃ τῇ καρδίᾳ ἐκζητήσουσιν αὐτόν. Περὶ τῶν μαρτυρίων ἤδη διηγησάμεθα· ὁδὸς οὖν μαρτυρίων τούτων εἴη ἂν τὸ ὁδεῦσαι κατὰ τὸ βούλημα αὐτῶν, οὐκ ἐκ λύπης ἢ ἐξ ἀνάγκης, ἀλλὰ μετὰ πάσης εὐφροσύνης, καθὼ ὁ Προφήτης φησίν· Ὁδὸν ἐντολῶν σου ἔδραμον, ὅταν ἐπλάτυνας τὴν καρδίαν μου.
commandments very diligently. Would that my ways were directed to keeping Your ordinances. Then I shall not be ashamed when I look upon all Your commandments. I will give thanks to You in uprightness of heart, when I have learned the judgments of Your righteousness. I will keep Your ordinances; do not forsake me utterly." The blameless would also be those perfect in virtue, whom he who is at the beginnings of the divine lessons is taught to pronounce blessed, so that he himself may not be carried away, puffed up as if already blessed, but may know that he falls far short of those pronounced blessed. "Blessed are those who search out His testimonies; with their whole heart they will seek Him." We have already spoken of the testimonies; the way of these testimonies would therefore be to walk according to their will, not out of grief or necessity, but with all gladness, as the Prophet says: "I ran the way of Your commandments, when You enlarged my heart."
Ἐν τίνι κατορθώσει νεώτερος τὴν ὁδὸν αὐτοῦ; ἐν τῷ φυλάξασθαι τοὺς λόγους σου. Ἐν ὅλῃ καρδίᾳ μου ἐξεζήτησά σε, μὴ ἀπώσῃ με ἀπὸ τῶν ἐντολῶν σου. Ἐν τῇ καρδίᾳ μου ἔκρυψα τὰ λόγιά σου, ὅπως ἂν μὴ ἁμάρτω σοι. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Ἐν τοῖς χείλεσί μου ἐξήγγειλα πάντα τὰ κρίματα τοῦ στόματός σου. Ἐν τῇ ὁδῷ τῶν μαρτυρίων σου ἐτέρφθην, ὡς ἐπὶ παντὶ πλούτῳ. Ἐν ταῖς ἐντολαῖς σου ἀδολεσχήσω, καὶ κατανοήσω τὰς ὁδούς σου. Ἐν τοῖς δικαιώμασί σου μελετήσω· οὐκ ἐπιλήσομαι τῶν λόγων σου. Τοὺς δικαιοκρισίας σου, φησὶ, λόγους ἀναλαμβάνων τῇ μνήμῃ τὰ μέγιστα ὠφελοῦμαι. Φοβοῦμαι δὲ μή ποτέ τις αὐτῶν λήθη ἐν ἐμοὶ γένηται· διόπερ εὐχὴν ἐποιησάμην· τὸ δι' ἁπάσης τῆς ἐμαυτοῦ ζωῆς, καὶ ἐν παντὶ καιρῷ τῆς σῆς μνημονεύειν κρίσεως· ἢ καὶ ἄλλως, τῆς σῆς καθ' ὅλου προνοίας, ὦ Κύριε, τὰ κρίματα εἰδέναι ἐπεθύμησεν ἡ ψυχή μου.
"How shall a young man make his way straight? By keeping Your words. With my whole heart I sought You; do not drive me away from Your commandments. In my heart I hid Your sayings, so that I might not sin against You. Blessed are You, O Lord; teach me Your ordinances. With my lips I declared all the judgments of Your mouth. In the way of Your testimonies I delighted, as in all wealth. In Your commandments I will meditate, and I will consider Your ways. In Your ordinances I will study; I will not forget Your words." By taking up in memory the words of Your righteous judgment, he says, I profit greatly. But I fear lest some forgetfulness of them arise in me; therefore I made a vow to remember Your judgment throughout my whole life and at every time; or again, my soul desired to know the judgments of Your universal providence, O Lord.
Ἀνταπόδος τῷ δούλῳ σου· ζήσομαι καὶ φυλάξω τοὺς λόγους σου. Ἀποκάλυψον τοὺς ὀφθαλμούς μου, καὶ κατανοήσω τὰ θαυμάσιά σου ἐκ τοῦ νόμου σου. Πάροικος ἐγώ εἰμι ἐν τῇ γῇ, μὴ ἀποκρύψῃς ἀπ' ἐμοῦ τὰς ἐντολάς σου. Ἐπεπόθησεν ἡ ψυχή μου τοῦ ἐπιθυμῆσαι τὰ κρίματά σου ἐν παντὶ καιρῷ. Ἐπετίμησας ὑπερηφάνοις, ἐπικατάρατοι οἱ ἐκκλίνοντες ἀπὸ τῶν ἐντολῶν σου. Περιελὲ ἀπ' ἐμοῦ ὄνειδος καὶ ἐξουδένωσιν, ὅτι τὰ μαρτύριά σου ἐξεζήτησα. Καὶ γὰρ ἐκάθισαν ἄρχοντες καὶ κατ' ἐμοῦ κατελάλουν, ὁ δὲ δοῦλός σου ἠδολέσχει ἐν τοῖς δικαιώμασί σου. Καὶ γὰρ τὰ μαρτύριά σου μελέτη μου ἐστὶ, καὶ αἱ συμβουλίαι μου τὰ δικαιώματά σου. Ποτὲ μὲν ὠνείδιζόν με, φησὶ, παλαιὰ εἴ τυχοι ἁμαρτήματα· ποτὲ δὲ ἐξουδένουν ἐξευτελίζοντες, ὡς οὐδενὸς ἄξιον λόγου. Ἐγὼ δὲ καταμόνας καθήμενος, καὶ τοῖς θείοις λόγοις προσανέχων, καὶ μηδένα κεκτημένος σύμβουλον, μηδ' ἄλλην ἔχων παραμυθίαν, τοῖς σοῖς δικαιώμασιν ἀντὶ συμβούλων ἐχρώμην.
"Requite Your servant; I shall live and keep Your words. Uncover my eyes, and I will consider Your wonders out of Your law. I am a sojourner on earth; do not hide Your commandments from me. My soul longed to desire Your judgments at every time. You rebuked the proud; cursed are those who turn aside from Your commandments. Take away from me reproach and contempt, for I sought Your testimonies. For rulers also sat and spoke against me, but Your servant meditated on Your ordinances. For Your testimonies are my study, and Your ordinances my counsels." At one time, he says, they reproached me with old sins, it may be; at another they despised me, belittling me as worth nothing. But I, sitting alone and attending to the divine words, having no counsellor and no other comfort, used Your ordinances in place of counsellors.
Ἐκολλήθη τῷ ἐδάφει ἡ ψυχή μου· ζῆσόν με
"My soul clung to the ground; give me life [the column ends here; the lemma runs on in col 1369, next batch]