σθαι, καὶ μὴ παντελῶς ὑπ' ἐκείνων καταναλίσκεσθαι· βόσκονται γὰρ οἱ δυνατώτεροι τοὺς καταδεεστέρους, καὶ οὐκ ἀνηλώκασιν, ἀλλὰ νικᾷ τὴν δαπάνην ἡ πρόσοδος. Τούτοις ἐοίκασιν ὅσοι τῶν ἀνθρώπων τοὺς καταδεεστέρους καταπίνουσιν. Ἀλλ' ἐκεῖ μὲν οὐκ ἔγκλημα τὸ γινόμενον· φύσεως γάρ ἐστι τὸ συμβαῖνον· σὺ δὲ οὐδὲ μίαν ἕξεις ἀπολογίαν, ὁ λόγῳ καὶ νόμῳ τετιμημένος καὶ πρὸς τὴν τῶν ἀλόγων σύγχυσιν ἑαυτὸν ἐξάγων. Ἑρπετά γε μὴν τοὺς ἰχθύας ὀνομάζει, διὰ τὸ ἄποδας αὐτοὺς οἱονεὶ ἐπισύρεσθαι τῷ ὕδατι, ὡς τὰ ἑρπυστικὰ τῇ γῇ.
-her, and are not wholly consumed by them; for the stronger feed on the weaker, and they have not used them up, but the increase overcomes the consumption. Like these are those men who swallow up the weaker. But there what happens is no crime, for what occurs belongs to nature; but thou wilt have no defence at all, thou who art honoured with reason and law and yet bringest thyself down to the confusion of the irrational animals. He calls the fishes creeping things, because, being footless, they drag themselves along, as it were, in the water, as the creeping animals do on the earth.
Ἐκεῖ πλοῖα διαπορεύονται· Ἐν τῇ θαλάσσῃ δηλαδή. Εἰπὼν ὅσην ἡ θάλασσα ἐκτρέφει γονὴν, καὶ ὅτι οὔτε τὰ ζῶα ἀριθμεῖται, οὔτε αὐτὴ μετρεῖται, λέγει καὶ ὅσον αὐτῆς χρήσιμον εἰς ἀνθρώπους. Διὰ ναυπηγικῆς γὰρ τέχνης καὶ κυβερνητικῆς ἐπιστήμης παρ' ἀλλήλων κομιζόμεθα τὰ ἐνδέοντα, καὶ τὸν παρ' ἡμῖν φυόμενον καρπὸν χορηγοῦμεν ἑτέροις, καὶ δεχόμεθα τὸ παρ' ἐκείνοις γινόμενον· ὥστε μὴ τὸ περιττεῦον εἶναι ἀνόνητον, μήτε τὸ ἐνδέον ἀνεπινόητον. Ὑψηλότερον δὲ πλοίῳ παρεικάζει τὴν Ἐκκλησίαν, θαλάττῃ δὲ τὸν ἀνθρώπινον βίον, διὰ τὸ ἀστάθμητον καὶ ἀεικίνητον τῶν ἐν αὐτῷ πραγμάτων. Ἑρπετῶν δὲ τὸ γένος τὸ ἀναρίθμητον τὴν πολυειδῆ καὶ οἱονεὶ πολυπρόσωπον τῶν ἀνθρώπων λέγει πληθὺν, εἰς τὴν τῆς ἕξεως ποικιλίαν νοουμένης τῆς ἐξαλλαγῆς. Φύσις μὲν γὰρ πᾶσιν ἡ αὐτὴ, καὶ ὁ τῆς γενέσεως τρόπος οὐχ ἑτεροῖος, πολυσχιδὴς δὲ νοῦς, καὶ πολυγνώμων ἐν ἡμῖν καρδία. Καὶ τοῦτο εἰδώς τις ἔφασκεν· Ὥσπερ οὐχ ὅμοια πρόσωπα προσώποις, οὕτως οὐδὲ αἱ διάνοιαι τῶν ἀνθρώπων. Πλοῖα δὲ εἶναί φαμεν, ἃ καὶ ἐν τῇδε τῇ νοητῇ θαλάσσῃ διαπορεύεται, κατὰ τὸ γεγραμμένον, τὰς ἁγίας τοῦ Σωτῆρος ἡμῶν Ἐκκλησίας οὔσας μὲν ἐν κόσμῳ, πλὴν ἀνωτέρω τοῦ κόσμου, καθάπερ ἀμέλει καὶ τὰς ὁλκάδας ἐστὶν ὁρᾷν, οὔσας μὲν ἐν ὕδατι, πλὴν ὑδάτων ἀνωτέρας. Αἱ τοίνυν ὑδάτων (3) πλοίων ἐκκλησίαι, τὴν νοητὴν διανηχόμεναι θάλασσαν, δέχονται μὲν τοὺς πιστεύοντας, ἀποκομίζουσι δὲ καθάπερ εἰς ἑτέραν τινὰ γῆν ἢ χώραν τὴν τῶν οὐρανῶν βασιλείαν, καὶ ἐλπίδα τὴν ἐν Χριστῷ καὶ εἰς ἁγιασμὸν τὸν διὰ τοῦ Πνεύματος, καὶ εἰς τὴν τῶν ἁγίων πατρίδα τὴν ἀρετήν. Πάροικοι γὰρ ὄντες καὶ παρεπίδημοι, κατὰ τὸ γεγραμμένον, ἐπὶ τῆς γῆς, οὐκ ἔχουσιν ὧδε μένουσαν πόλιν· ἐπείγονται δὲ πρὸς ἐκείνην, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός. Ἐν σχήματι οὖν θαλάσσης τοῦδε τοῦ καθ' ἡμᾶς νοουμένου κόσμου, σκάφος ἢ πλοῖον ἡ Ἐκκλησία νοηθήσεται, πλωτῆρας ἔχουσα τοὺς ἡγιασμένους, οἳ καὶ διὰ τοῦ καταδέξασθαι τὴν πίστιν συνόντα διὰ παντὸς ἔχουσι τὸν Χριστὸν εὐδίαν ἀπλοῦντα τὴν ἁπαλήν. Ἑτέρως δὲ πλοῖα ὀνομάζει τοὺς διὰ τῶν σωμάτων ἐν τῷ ἁλμυρῷ κλύδωνι τοῦ βίου τούτου σαλευομένους. Καὶ ἔστιν ἐπαινούμενα πλοῖα τὰ διαβαίνοντα τὴν θάλασσαν, ἀλλὰ μὴ ἐναπομένοντα αὐτῇ, μηδὲ καταβαπτιζόμενα τοῖς κύμασιν. Οἱ γὰρ ἐν σαρκὶ ὄντες, καὶ μὴ κατὰ σάρκα στρατευόμενοι, καταπατοῦντες τὸν κλύδωνα τοῦ βίου,
"There the ships pass through," in the sea, that is. Having said how great a brood the sea rears, and that neither are its living beings numbered nor is it itself measured, he tells also how much of it is useful to men. For by the art of shipbuilding and the science of steering we convey to one another what is lacking, and we supply to others the fruit that grows among us, and receive what is produced among them; so that neither is the surplus unprofitable, nor what is lacking beyond contriving. In a higher sense he likens the Church to a ship, and human life to the sea, because of the instability and perpetual motion of the affairs in it. And by the countless race of creeping things he means the manifold and, as it were, many-faced multitude of men, the variation being understood of the variety of disposition. For nature is the same in all, and the manner of birth is not different, but the mind in us is divided many ways, and the heart of many opinions. And knowing this someone said: "As faces are not like faces, so neither are the thoughts of men." And we say that the ships, which also pass through this intelligible sea, as it is written, are the holy Churches of our Saviour, being in the world, yet above the world, just as indeed one can see the merchant ships, being in the water, yet above the waters. The churches, then, of the ships of the waters (3), swimming through the intelligible sea, receive those who believe, and carry them away, as to some other land or country, to the kingdom of heaven, and to the hope in Christ and to the sanctification through the Spirit, and to the fatherland of the saints, which is virtue. For being sojourners and strangers upon the earth, as it is written, they have here no abiding city; but they press on towards that one whose builder and maker is God. In the figure of the sea, then, of this world of ours as understood, the Church will be understood as a vessel or a ship, having as its sailors those who have been sanctified, who also, through having received the faith, have Christ always with them, sailing a gentle calm. In another sense he calls ships those who are tossed in their bodies in the salt surge of this life. And the ships that are praised are those that cross the sea, but do not remain in it, nor are sunk by the waves. For those who are in the flesh, and do not war according to the flesh, trampling on the surge of life,