νώσκων ἀλαλαγμόν. Καὶ ἡμῶν δὲ αὐτῶν τῶν ταῦτα θεσπιζόντων διὰ τοῦ Πνεύματος προφητῶν τὸ κέρας ὑψωθήσεται. Ποῖον δὲ κέρας ἢ τὸ μέλλον ἐκ σπέρματος Δαυῒδ κατὰ τὴν σὴν, ὦ Κύριε, ἐπαγγελίαν προελεύσεσθα⟨ι⟩; Καὶ τοῦτο γὰρ τὸ κέρας ἡμῶν, ἐν ᾧ τοὺς ἐχθροὺς ἡμῶν κερατιοῦμεν, ἐν τῇ εὐδοκίᾳ σου ὑψωθήσεται, σοῦ τοῦ Ἁγίου Ἰσραὴλ, τοῦ βασιλέως ἡμῶν, ἀντιλαμβανομένου τῆς τούτου τοῦ κέρως γενέσεως. Εἶεν δ' ἂν αὗται φωναὶ προφητικαὶ ἐξ οἰκείου προσώπου τὰ προκείμενα ἀναφωνοῦσαι, κέρας τε αὐτῶν ὁμολογοῦσαι εἶναι τὸν κατὰ σάρκα φανησόμενον Χριστὸν τοῦ Θεοῦ.
-ows the shout of joy. And the horn of us ourselves, the prophets who foretell these things through the Spirit, will be exalted. And what horn, if not the one that was to come forth from the seed of David according to Thy promise, O Lord? For this horn of ours, in which we shall butt our enemies, will be exalted in Thy good pleasure, since Thou, the Holy One of Israel, our King, takest in hand the birth of this horn. These would be prophetic voices proclaiming the words before us in their own person, and confessing that their horn is the Christ of God who was to appear according to the flesh.
Τότε ἐλάλησας ἐν ὁράσει τοῖς υἱοῖς σου, καὶ εἶπας· Ἐθέμην βοήθειαν ἐπὶ δυνατόν· ὕψωσα ἐκλεκτὸν ἐκ τοῦ λαοῦ μου. Εὗρον Δαυῒδ τὸν δοῦλόν μου, ἐν ἐλαίῳ ἁγίῳ μου ἔχρισα αὐτόν. Ἡ γὰρ χείρ μου συναντιλήψεται αὐτῷ, καὶ ὁ βραχίων μου κατισχύσει αὐτόν. Οὐκ ὠφελήσει ἐχθρὸς ἐν αὐτῷ, καὶ υἱὸς ἀνομίας οὐ κακώσει αὐτόν. Καὶ συγκόψω ἀπὸ προσώπου αὐτοῦ τοὺς ἐχθροὺς αὐτοῦ, καὶ τοὺς μισοῦντας αὐτὸν τροπώσομαι. Καὶ ἡ ἀλήθειά μου καὶ τὸ ἔλεός μου μετ' αὐτοῦ, καὶ ἐν τῷ ὀνόματί μου ὑψωθήσεται τὸ κέρας αὐτοῦ. Ἅπαξ διὰ τῶν ἔμπροσθεν μνημονεύσας ὁ λόγος τοῦ κέρως ἐν οἷς ἔφη· Ἐν τῇ εὐδοκίᾳ σου ὑψωθήσεται τὸ κέρας ἡμῶν, ἀναγκαίως προϊὼν διδάσκει τί ποτε ἦν τοῦτο τὸ κέρας, καὶ πόθεν ἥξει, καὶ πῶς ὑψωθήσεται. Διό φησιν· Ὅτι τοῦ Κυρίου ἐστὶν ἡ ἀντίληψις, ἡ τοῦ κέρως δηλονότι. Κυρίου δὲ ποίου, ἢ τοῦ Ἁγίου Ἰσραὴλ τοῦ βασιλέως ἡμῶν; Αὐτὸς γὰρ ὁ Κύριος καὶ ὁ Ἅγιος τοῦ Ἰσραὴλ βασιλεὺς, ὁ τοῦ Θεοῦ Λόγος, ἀντίληψις ἔσται τοῦ κέρως ἡμῶν καθ' ἃς πεποίηται ἐπαγγελίας, ὁπηνίκα λαλεῖ διὰ τῶν προφητῶν περὶ τοῦ μέλλοντος ἐκ σπέρματος Δαυῒδ προελεύσεσθαι. Ὅτε γὰρ, φησὶν, ἐλάλησας ἐν ὁράσει τοῖς ἁγίοις σου, τά τε προκείμενα ἐπηγγείλω σὺ, ὦ Θεὸς, διὰ τῶν σεαυτοῦ υἱῶν τῶν προφητῶν, οἷς τὰς ὁράσεις τῶν μελλόντων ἀπεκάλυπτες· δι' αὐτῶν γὰρ καὶ ποιούμενος τὰς ἐπαγγελίας τὰς πρὸς τὸν Δαυῒδ, τούτοις ἐχρήσω τοῖς λόγοις· Ἐθέμην βοήθειαν ἐπὶ δυνατόν· ὕψωσα ἐκλεκτὸν ἐκ τοῦ λαοῦ μου. Ἀνθ' ὧν ὁ Σύμμαχος τοῦτον ἡρμήνευσε τὸν τρόπον· Ἐπέθηκα ἀντίληψιν ἀνδρῶν, ὕψωσα ἐπίλεκτον ἀπὸ τοῦ λαοῦ μου. Εὗρον Δαυῒδ τὸν δοῦλόν μου, καὶ τὰ ἑξῆς τοῖς Ἑβδομήκοντα παραπλησίως· ὧν ἡ διάνοια τοῦτον ἔχει τὸν τρόπον· Πολλὰ ζητήσας ἐν ἀνθρώποις ἄξιον εὑρεῖν ἐμαυτοῦ, μόλις ποτὲ εὗρον τὸν δοῦλόν μου Δαυῒδ, τὸν δι' ὑπερβολὴν εὐσεβείας οἶκον ἐπὶ γῆς εὐκτήριον ἐμοὶ δείμασθαι μόνον τῶν ἐξ αἰῶνος διανενοημένον. Διόπερ ἀμοιβὴν αὐτῷ τῆς ἀγαθῆς καὶ εὐσεβοῦς προαιρέσεως δωρούμενος, ἀνθ' οὗ διανενόηται οἴκου, αὐτὸς ἐμαυτῷ νεὼν πανάγιον ἐκ σπέρματος αὐτοῦ κατασκευάσω. Νεὼς γὰρ ἦν ὁ ἐκ σπέρματος Δαυῒδ γεγονὼς ἄνθ⟨ρ⟩ωπος τοῦ κατασκηνώσαντος ἐν αὐτῷ Θεοῦ Λόγου. Ὃ δὴ καὶ αὐτὸς ὁ Σωτὴρ ἐδίδασκε περὶ τοῦ ἰδίου σώματος λέγων· Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν.
"Then Thou didst speak in a vision to Thy sons, and didst say: I have laid help upon one who is mighty; I have exalted one chosen out of My people. I have found David My servant; with My holy oil I have anointed him. For My hand shall help him, and My arm shall strengthen him. The enemy shall have no advantage over him, and the son of lawlessness shall not harm him. And I will cut down his enemies before his face, and put to flight those who hate him. And My truth and My mercy shall be with him, and in My name shall his horn be exalted." Having once mentioned the horn in the words above, where he said: "In Thy good pleasure our horn shall be exalted", the discourse as it proceeds of necessity teaches what this horn was, and whence it would come, and how it would be exalted. Therefore he says: "For the help is the Lord's", that is, the help of the horn. And of what Lord, if not of the Holy One of Israel, our King? For He Himself, the Lord and the Holy One of Israel, the King, the Word of God, will be the help of our horn, according to the promises He has made, when He speaks through the prophets about Him who was to come forth from the seed of David. For when, he says, Thou didst speak in a vision to Thy holy ones, Thou didst promise the things before us, O God, through Thine own sons the prophets, to whom Thou didst reveal the visions of things to come; for, making through them also the promises to David, Thou didst use these words: "I have laid help upon one who is mighty; I have exalted one chosen out of My people." In place of which Symmachus translated in this manner: "I have laid help upon men; I have exalted one chosen from My people. I have found David My servant", and what follows, much as the Seventy; whose sense runs in this way: Having sought much among men to find one worthy of Myself, at last I found My servant David, who alone of all from the beginning of time, through his surpassing piety, resolved to build Me a house of prayer on earth. Wherefore, granting him a recompense for his good and pious purpose, in return for the house he has resolved on, I Myself will build for Myself an all-holy temple from his seed. For the man who came from the seed of David was the temple of God the Word, who dwelt in him. Which the Saviour Himself also taught concerning His own body, saying: "Destroy this temple, and in three days I will raise it up."