⟨ἐλ⟩θοῦσαι γυναῖκες καὶ φέρουσαι ἃ ἡτοίμασαν ἀρώματα, ἕτεραι ἂν εἶεν τῶν παρὰ τῷ Ματθαίῳ καὶ Ἰωάννῃ. Οὐ γὰρ ἂν ἔχοι λόγον τὰς τοσαῦτα προτεθεαμένας Μαρίας ἄρτι πρῶτον ἀρώματα φέρειν, ὡς μήπω τὴν ἀνάστασιν προμεμαθηκυίας. Σαφῶς γὰρ δι' ὧν φησι δείκνυσι ὅτι καὶ οἱ ὀφθέντες, ἕτεροι παρὰ τοὺς ἔμπροσθεν δεδηλωμένους· καὶ ὁ τόπος ἔνθα ὤφθησαν ἕτερος· οὔτε γὰρ εἴσω τοῦ μνήματος ἦσαν, ὡς ὁ Ἰωάννης ἐδίδαξεν, οὔτε ἐπὶ τὸν λίθον καθεζόμενοι, ὡς ὁ παρὰ τῷ Ματθαίῳ ἄγγελος· ἀλλ' οὐδὲ ὅλως ὠνόμασεν ἀγγέλους ὁ Λουκᾶς, δύο δὲ ἄνδρας, πλὴν ἀλλὰ καὶ αὐτοὺς ἐν ἐσθῆτι ἀστραπτούσῃ, διὰ τὰ τῆς ἑορτῆς σύμβαλα· καὶ οι λόγοι δὲ αὐτῶν οἱ πρὸς τὰς γυναῖκας ἰδιάζουσι· καὶ αἱ γυναῖκες δὲ πλείους ἦσαν, ἀλλ' οὐχ ἡ παρὰ τῷ Ματθαίῳ δύο Μαρίαι, ἀλλ' ἁπαξαπλῶς αἱ συνελθοῦσαι αὐτῷ ἐκ τῆς Γαλιλαίας· ὀλίγωροι δὲ καὶ αὗται, οὐδὲ τοσαύτην ἐνδειξάμεναι σπουδὴν ὅσην αἱ διὰ νυκτὸς καρτερήσασαι καὶ παραμείνασαι τῷ μνημείῳ. Μαρτυρεῖ γοῦν ὁ Ματθαῖος τῇ Μαγδαληνῇ καὶ τῇ ἄλλῃ Μαρίᾳ εὐτονίαν πολλὴν καὶ παραμονὴν, λέγων μετὰ τὸ πάθος αὐτοῦ ταῦτα· « Ἦν δὲ ἐκεῖ Μαρία ἡ Μαγδαληνὴ καὶ ἄλλη Μαρία, καθήμεναι ἀπέναντι τοῦ τάφου· » ἀλλ' αὗται μὲν τῇ ἡμέρᾳ τῆς Παρασκευῆς παρεκάθηντο ἀντικρὺ τοῦ μνήματος· διὸ καὶ θᾶττον ὁρῶσι πρῶτον μὲν τὸν τῶν ἀγαθῶν ἄγγελον, εἶτα καὶ αὐτὸν τὸν τῆς ζωῆς ἀρχηγόν. Ἡ δὲ παρὰ τῷ Ἰωάννῃ, καὶ αὕτη τὸ μὲν πρῶτον τοὺς ἀγγέλους, μετὰ δὲ τούτους καὶ αὐτὸν τὸν Σωτῆρα θεωρεῖ· οὐ μὴν ἀρώματα ἔφερον αὗται, οὐδὲ περὶ ταύτην κατεγίνοντο τὴν σπουδὴν. Αι δὲ ἀπὸ τῆς Γαλιλαίας ἀκολουθήσασαι αὐτῷ γυναῖκες, πολλαὶ οὖσαι κατὰ τὸν Λουκᾶν, τῇ μὲν Παρασκευῇ ὑποστρέψασαι, ἡτοίμασαν τὰ ἀρώματα, ἅτε δὴ μηδὲν μηδέπω προμαθοῦσαι περὶ της ἀναστάσεως. Διὸ ταύταις μὲν δύο ἄνδρες ἐν ἐσθῆτι ἀστραπτούσῃ φαίνονται καὶ τὴν ἀνάστασιν εὐαγγελίζονται. Οὐκέτι δὲ αὐταῖς ὁ Σωτὴρ ὤφθη, ὥσπερ οὖν τῇ παρὰ τῷ Ἰωάννῃ καὶ ταῖς παρὰ τῷ Ματθαίῳ· ὥστε ἰδιάζουσαν ἡγεῖσθαι προσήκει τὴν ἱστορίαν. Κατὰ δὲ τὸν Μάρκον λίαν πρωῗ τῇ μιᾷ τῶν Σαββάτων ἔρχονται ἐπὶ τὸ μνημεῖον ἀνατείλαντος τοῦ ἡλίου ἄλλαι πάλιν αὗται, καὶ ἐν ἑτέρῳ καιρῷ πάλιν, αἳ καὶ ἔλεγον πρὸς ἑαυτὰς, « Τίς ἀποκυλίσει ἡμῖν τὸν λίθον; » καὶ ἔρχονται, καὶ εὑρίσκουσιν ἀποκεκυλισμένον, καὶ εἰσελθοῦσαι εἶδον νεανίσκον· ἔνθα πάλιν ἐπὶ τοῦ Λουκᾶ ἄνδρες ἀλλ' οὐκ ἄγγελοι, οὕτω ὡς καὶ νῦν οὐκ ἄγγελος ὠνόμασται, ἀλλὰ νεανίσκος· ὥστε καὶ ταύτην ἀφωρισμένην εἶναι τὴν διήγησιν, καὶ τὸν ὀφθέντα ἕτερον, καὶ τὰς ἀφικομένας ἄλλας, καὶ τὸν καιρὸν ὁμοίως τὸν μετὰ ἡλίου ἀνατολάς· ὃς εἰ μὲν καὶ παρὰ τῷ Λουκᾷ τερήτητο, εὐλόγως ἄν τις τοὺς παρ' αὐτῷ δύο ἄνδρας ἀπήτει, καὶ τοὺς αὐτοὺς
came, women bringing the spices which they had prepared, would be different from those in Matthew and John. For it would not be reasonable that the Marys who had beheld so many things beforehand should just now for the first time bring spices, as though they had not yet learned beforehand of the resurrection. For clearly through what he says he shows that those also who appeared are different from those set forth before, and the place where they appeared is different; for neither were they inside the sepulchre, as John taught, nor sitting upon the stone, as the angel in Matthew; nay, Luke did not name them angels at all, but two men, albeit them also in flashing apparel, on account of the symbols of the feast; and their words also to the women are peculiar; and the women too were more numerous, and not the two Marys in Matthew, but simply in general those who had come up with Him out of Galilee; and these too were somewhat negligent, nor had they displayed such zeal as those who persevered through the night and remained beside the sepulchre. Matthew accordingly attests great vigour and perseverance in Magdalene and the other Mary, saying after His passion these words: "And Mary Magdalene and the other Mary were there, sitting opposite the grave"; now these on the day of the Preparation sat right opposite the sepulchre, wherefore also they sooner see first the messenger of good things, and then the Author of life Himself. And she in John, she too sees first the angels, and after them beholds the Saviour Himself; yet these women were not bringing spices, nor were they occupied with this concern. Whereas the women who had followed Him from Galilee, being many according to Luke, having returned on the Preparation, prepared the spices, inasmuch as they had not yet learned anything beforehand concerning the resurrection. Wherefore to these women two men in flashing apparel appear and proclaim the glad tidings of the resurrection. Yet the Saviour no longer appeared to them, even as [He had] to her in John and to those in Matthew; so that it is fitting to deem the narrative peculiar. And according to Mark, very early on the first day of the week there come to the sepulchre when the sun had risen these women, others again, and at another season again, who also were saying to themselves, "Who will roll away the stone for us?" and they come, and find it rolled away, and having entered saw a young man; where again, as in Luke there were men and not angels, so now too he is named not an angel, but a young man; so that this narrative also is distinct, and he who appeared different, and the women who arrived others, and the season likewise that after the rising of the sun; which, if it had been observed in Luke also, one would reasonably have required the two men in him, and the same