τὴν Ἡρώδου μανίαν, τὴν εἰς Αἴγυπτον Ἰησοῦ φυγὴν, τὴν ἐκεῖθεν ἐπάνοδον, τὸν Ἀρχέλαον· καὶ ὡς μετὰ ταῦτα ἤδη λοιπὸν εἰς ἄνδρας Ἰωάννης προβὰς μετὰ τριακοστὸν ἔτος τῆς Ἰησοῦ γενέσεως, ἐπὶ τῆς ἐρήμου κηρύσσει βάπτισμα μετανοίας, πάρεισί τε μετὰ τῶν ἄλλων καὶ ὁ Ἰησοῦς ἐν τῷ Ἰορδάνῃ βαπτισθησόμενος ὑπὸ τοῦ Ἰωάννου· καὶ δὴ συνόρα ἐν τούτοις ὕφος καὶ ἀκολουθίαν ἱστορικῆς διηγήσεως ἣν ὁ Ματθαῖος ἐκτίθεται, Σύρος ἀνὴρ, τελώνης τὸν βίον, τὴν φωνὴν Ἑβραῖος.
the madness of Herod, the flight of Jesus into Egypt, the return from there, Archelaus; and how after these things John, having now at last advanced to manhood after the thirtieth year from the birth of Jesus, preaches in the wilderness a baptism of repentance, and with the others Jesus also comes forward to be baptized in the Jordan by John; and observe indeed in these things the texture and sequence of historical narrative which Matthew sets forth, a Syrian man, a tax-collector in livelihood, Hebrew in speech.
δʹ. Ὁ δὲ Λουκᾶς τὸ μὲν γένος ἀπὸ τῆς βοωμένης Ἀντιοχείας ἦν, ἐν ᾗ δὴ οἱ πάντες λογιώτατοι τοὺς Ἴωνας προγόνους αὐχοῦσιν· οὐ μὴν ἀλλὰ πρὸς τῷ κατὰ φύσιν Ἑλληνικῷ τῶν ἀνδρῶν, ἐπήγετό τι πλέον ὁ Λουκᾶς ἐν λόγοις, ἅτε ἰατρικῆς ἔμπειρος ὢν ἐπιστήμης. Ὅμως δὴ ὁ τοιοῦτος τῆς τοῦ κατ' αὐτὸν Εὐαγγελίου γραφῆς ἀρχόμενος, τὰ μὲν κατὰ τὸν Ζαχαρίαν καὶ τὴν Ἐλισάβετ ἱστορεῖ πρῶτα. Εἶτα τὴν πρὸς τὴν Μαρίαν τοῦ Γαβριὴλ ἐπιφάνειαν ἐπισυνάψας, τὰς παραδόξους γενέσεις ἑξῆς τίθησιν, οὐδεμιᾶς μνησθεὶς γενεαλογίας τοῦ Ἰωσήφ· ἔπειτα δωδέκατον ἔτος ἀναγράφων τοῦ Ἰησοῦ, οὔπω καὶ νῦν γενεαλογίας μνημονεύει. Μετὰ δὲ τοὺς Αὐγούστου χρόνους, Τιβερίου διαδεξαμένου τὴν Ῥωμαίων ἡγεμονίαν, κατὰ τὸ πεντεκαιδέκατον αὐτοῦ ἔτος, φησὶ τὸν Ἰωάννην ἐπὶ τῆς ἐρήμου κηρῦξαι μετανοίας βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν· διδασκαλίας τε αὐτοῦ τίθησι, καὶ ἐπὶ τούτοις ἅπασιν, Ἰησοῦ, φησὶ, βαπτισθέντος καὶ προσευξαμένου ἐγένετο ἀνοιγῆναι τὸν οὐρανὸν, καὶ καταβῆναι τὸ Πνεῦμα ὡσεὶ περιστερὰν, καὶ φωνὴν ἐκεῖθεν ἐνεχθῆναι· «Σὺ εἶ ὁ Υἱός μου ὁ ἀγαπητὸς ἐν ᾧ εὐδόκησα.» Ἔνθα γενόμενος, ὥσπερ ἐξ ὕπνου διανήψας, τῆς γενεαλογίας ἀκαίρως, ὡς ἂν οἰηθείη τις, μνημονεύει λέγων, «Καὶ αὐτὸς ἦν ἀρχόμενος ὁ Ἰησοῦς ὡς ἐτῶν τριάκοντα, ὢν υἱὸς ὡς ἐνομίζετο τοῦ Ἰωσὴφ, τοῦ Ἠλεὶ, τοῦ Μελχὶ,» καὶ τῶν λοιπῶν.
4. Luke, on the other hand, was by race from renowned Antioch, in which indeed all the most learned boast the Ionians as ancestors; nevertheless, in addition to the natural Greek character of the men, Luke brought something more in learning, inasmuch as he was experienced in medical science. Yet such a man, beginning the writing of the Gospel according to him, relates first the things concerning Zechariah and Elizabeth. Then, having joined thereto the appearance of Gabriel to Mary, he sets down next the marvellous births, having made mention of no genealogy of Joseph; next, recording the twelfth year of Jesus, not even now does he yet make mention of a genealogy. And after the times of Augustus, Tiberius having succeeded to the sovereignty of the Romans, in his fifteenth year, he says that John preached in the wilderness a baptism of repentance for forgiveness of sins; and he sets down his teachings, and upon all these things, when Jesus, he says, had been baptized and was praying, it came to pass that the heaven was opened, and the Spirit descended like a dove, and a voice was borne from there: "Thou art My beloved Son, in Whom I was well pleased." Having arrived at this point, as though having awoken out of sleep, he makes mention of the genealogy unseasonably, as someone might suppose, saying, "And Jesus Himself was beginning to be about thirty years of age, being the son, as was supposed, of Joseph, of Heli, of Melchi," and the rest.
εʹ. Τίς τοιγαροῦν ἐν τούτοις οὐκ ἂν ἀπορήσειεν; εἰ Ματθαῖος μὲν λόγου σύνταξιν ἐπιστημόνως φαίνεται πεποιημένος, κατὰ καιρόν τε χρησάμενος τῇ γενεαλογίᾳ, Λουκᾶς δὲ εἰς τοσοῦτον ἤλαυνεν ἀπορίας, ὡς ὅτε μὲν ἐχρῆν κατὰ χώραν τὴν γενεαλογίαν ἐντάξαι, τηνικαῦτα παραλιπεῖν αὐτὴν, ἱστορίαν τε τοσαύτην ἐκθέμενον τὴν ἀπὸ τῆς γενέσεως τοῦ Χριστοῦ μέχρι τριάκοντα ἐτῶν, μηδένα καιρὸν ἐπιτήδειον συνιδεῖν τῆς κατ' αὐτὸν γενεαλογίας· νῦν δὲ ὅτε τριακονταέτης γεγονὼς πάρεισιν ἐπὶ τὸ Ἰωάννου βάπτισμα, παρὰ πάντα λόγον καὶ παρὰ καιρὸν, ὥσπερ τινὰ παρενθήκην εἰσάγει τῆς γραφῆς τὴν γενεαλογίαν. Ἀλλ' εἴ τίς γε αὐτῷ τοιαῦτα ἐμέμψατο, οὐκ ἂν ἠπόρησεν ἀποκρίσεως ὁ θεῖος εὐαγγελιστής· εἶπε δ' ἂν ὡς εἰκὸς θεῖά τινα καὶ σοφὰ καὶ τοῦ ἐν αὐτῷ θείου Πνεύματος ἐπάξια. Ἐγὼ δὲ ἡγοῦμαι αὐτὸν καὶ τὴν κατὰ σάρκα γένεσιν τοῦ Ἰησοῦ γενεαλογεῖν ἐθέλοντα, νῦν τοῦτο πεποιηκέναι· τοῦτο γὰρ εἰ κατὰ γνώμην ἔπραττεν, οὐκ ἠγνόει, ὅτε ἐχρῆν ταύτην ἐκθέσθαι. Ἐπειδὴ δὲ νῦν τῆς διὰ λουτροῦ ἀναγεννήσεως μέμνηται, Υἱὸν αὐτὸν εἰσάγων Θεοῦ, βούλεται ὡς ἐν ὑποδείγματι πα-
5. Who, therefore, in these matters would not be at a loss, if Matthew indeed appears to have composed the arrangement of his account skilfully, and to have used the genealogy at the fitting time, whereas Luke advanced to such a pitch of perplexity that when he ought to have inserted the genealogy in its place, at that time he passed it over, and though setting forth so great a history from the birth of Christ up to thirty years, perceived no suitable occasion for the genealogy according to him; while now, when having become thirty years old He comes forward to the baptism of John, contrary to all reason and unseasonably, as though a kind of parenthesis of the writing, he introduces the genealogy? Yet if anyone had blamed him with such things, the divine evangelist would not have been at a loss for an answer; and he would doubtless have spoken things divine and wise and worthy of the divine Spirit within him. Now I consider that wishing to trace the genealogy also of the birth of Jesus according to the flesh, he has done this now; for if he had been doing this intentionally, he was not ignorant when he ought to have set this forth. But since he now makes mention of the regeneration through the laver, introducing Him as Son of God, he wishes as in an example to