Migne Reading Room

PG 22 · cols. 776–785 · Read from the page

Demonstration of the Gospel

Demonstration of the Gospel

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 22:776Read from the page
τῷ ταμείῳ τῆς κυοφορούσης με φερόμενος, σὲ τὸν Θεόν μου ἑώρων, ἅτε ἀσύγχυτος καὶ ἀθόλωτος ἐν τῇ τοσαύτῃ τῶν σαρκῶν κοινωνίᾳ διαμείνας, μᾶλλον δὲ ἀσώματος καὶ τότε ὢν, καὶ πάντων ἐλεύθερος δεσμῶν· οὕτως δὲ ἐπὶ σὲ ἐπεῤῥίφην ἐκ μήτρας, καὶ ἀπὸ γαστρὸς μητρὸς Θεός μου ἦσθα, ὡς αισθέσθαι τῆς ἐμῆς δυνάμεως ἔτι κυοφορουμένης πρὸς τῆς ἁγίας Παρθένου, τὸν ἐμὸν πρόδρομον Ἰωάννην, καὶ αὐτὸν κατὰ γαστρὸς τῆς Ἐλισάβεθ κυοφορούμενον, ὥστε ὑπὸ τῆς ἐμῆς θεότητος κινηθέντα σκιρτῆσαι ἐν ἀγαλλιάσει, καὶ Πνεύματος ἁγίου πλησθῆναι. Τούτων οὖν ἁπάντων ἀναφέρων τὴν μνήμην, καὶ διὰ παντὸς τὸν Θεόν μου καὶ Πατέρα μου πρὸ τῶν ἐμῶν ὀφθαλμῶν τιθέμενος, εἰκότως καὶ κατὰ τὸν ἐνεστῶτα τοῦ περιέχοντός με πάθους καιρὸν, ὅτε, σοὶ τῷ Πατρὶ γενόμενος ὑπήκοος, «αὐθαίρετος καὶ ἑκὼν γέγονα σκώληξ, καὶ οὐκ ἄνθρωπὸς, ὄνειδος ἀνθρώπων καὶ ἐξουδένημα λαοῦ·» καὶ νῦν ὅτε πάντες οἱ θεωροῦντές μου τὸ σῶμα τῷ σταυρῷ προσηλούμενον, ἀποτρόπαιον ἡγούμενοι ὁρᾷν πρᾶγμα, ἐξεμυκτήρισάν με, τοσαύτην κατ' ἐμοῦ χλεύην καὶ διασυρμὸν καταχέοντες, ὥς μὴ μόνον ἐν διανοίᾳ λογίζεσθαι καὶ ἐνθυμεῖσθαι περὶ ἐμοῦ τὰ ἀσεβῆ, ἀλλὰ καὶ ἀφόβως φθέγγεσθαι καὶ ἐν φανερῷ λαλεῖν· «Ἐλάλησαν γοῦν ἐν χείλεσιν, ἐκίνησαν κεφαλὴν, λέγοντες· Ἤλπισεν ἐπὶ Κύριον, ῥυσάσθω αὐτόν·» καὶ νῦν γοῦν ὅτε τὰ τοιαῦτά με περιέστηκε, σὲ τὸν Πατέρα μου τὸν ἐκσπάσαντά με ἐκ γαστρὸς μητρός μου, ἐφ' ὃν ἐπεῤῥίφην ἐκ μήτρας, εἰς ὃν ἤλπισα ἀπὸ μαστῶν, τὸν καὶ ἀπὸ γαστρὸς μητρός μου γνωριζόμενόν μοι, καὶ γινωσκόμενον Θεὸν, ἱκετεύω καὶ ἀντιβολῶ μὴ ἀποστῆναι ἀπ' ἐμοῦ, ὅτι θλίψις ἐγγύς. Μέλλει γὰρ, φησὶ, καὶ ὅσον οὔπω πάρεστι, καὶ πλησιάζει συνέχον ἤδη καὶ ἐπικείμενόν μοι τὸ πάντων ἔσχατον τῆς ὑπερβαλλούσης μου θλίψεως νέφος. Οὔπω γὰρ ἐγὼ θλίψιν ταύτην τὴν νῦν περιέχουσάν με καλῶ οὔτε τὸν σταυρὸν, οὔτε τοὺς ἐξ ἀνθρώπων ὀνειδισμοὺς, οὔτε τὰς χλεύας, οὔτε μὴν τὰ πρὸ τοῦ σταυροῦ συμβεβηκότα, τὰς μάστιγας, τὰς ὕβρεις, καὶ ὅσα ἄλλα ἐπαροίνησαν εἰς ἐμὲ οἱ υἱοὶ τῶν ἀνθρώπων· ἀλλὰ γὰρ ὁρῶ τὴν εἰς ᾅδου κατάβασιν πλησιάζουσαν, καὶ τῶν ἀντικειμένων καὶ ἐχθρῶν τῷ Θεῷ δυνάμεων ἐπανάστασιν. Διό φημι· «Ὅτι θλίψις ἐγγὺς, ὅτι οὐκ ἔστιν ὁ βοηθῶν.» Πῶς γὰρ οὐχ ὑπερβάλλουσα ἦν καὶ μεγίστη θλίψις αὕτη ἐκείνη, ἐν ᾗ οὐκ ἔστιν ὁ βοηθῶν; Ὁ μὲν γὰρ ἐπὶ σωτηρίᾳ τῶν ἐν ᾅδου ψυχῶν παρῄει, ἐκ μακρῶν αἰώνων τὴν ἄφιξιν αὐτοῦ περιμενουσῶν, καὶ κατήει γε θύρας χαλκᾶς συντρίψων, καὶ μοχλοὺς σιδηροῦς συνθλάσων, καὶ τοὺς πρὶν δεσμίους ᾅδου ἐλευθέρους ἀνήσων· ὃ καὶ γέγονεν, ὅτε πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων ἀναστάντα συνεισῆλθον αὐτῷ εἰς τὴν ἀληθῶς ἁγίαν τοῦ Θεοῦ πόλιν· αἱ δὲ δυνάμεις αἱ ἀντικείμεναι, πρὸς τοῖς τῶν ἀνθρώπων κακοῖς ἐπεστρατεύοντο αὐτῷ, λύπην οὐ μικρὰν καὶ θλίψιν αὐτῷ παρέχουσαι, ἀποκλᾳομένῳ καὶ ἐπ' αὐταῖς δι' ὑπερβολὴν ἀγαθότητος. Ἀλλὰ γὰρ τήρει, τίνα τρόπον ταῦτα πάντα λέλεκται, ὡς ἐκ προσώπου αὐτοῦ ἐν μήτρᾳ κυοφορηθέντος, καὶ ἀπὸ γαστρὸς μητρὸς γε-
the chamber of her who bore me in the womb, as I was being carried I beheld Thee, my God, inasmuch as I remained unconfused and unclouded in so great a communion with flesh, or rather was incorporeal even then, and free of all bonds; and thus upon Thee was I cast from the womb, and from my mother's belly Thou wast my God, so that my forerunner John, while himself also being carried in the womb of Elizabeth, perceived my power while I was still being carried in the womb by the holy Virgin, so that, moved by my divinity, he leaped in exultation, and was filled with the Holy Spirit. Recalling the memory of all these things, therefore, and continually setting my God and my Father before my eyes, reasonably also at the present season of the passion encompassing me, when, having become obedient to Thee, the Father, "self-chosen and of my own accord I have become a worm, and not a man, a reproach of men and an outcast of the people"; and now too when all who behold my body being nailed to the cross, accounting it an abominable thing to see, sneered at me, pouring out so much mockery and ridicule against me as not only in thought to reckon and ponder ungodly things concerning me, but also fearlessly to utter them and speak openly: "At any rate, they spoke with their lips, they wagged their head, saying: He hoped in the Lord, let Him deliver Him"; now too, at all events, when such things have stood round about me, Thee, my Father, Who drewest me forth from my mother's belly, upon Whom I was cast from the womb, in Whom I hoped from the breasts, the God both made known to me and known by me from my mother's belly, I beseech and entreat not to depart from me, because affliction is near. For it is about to come, says He, and is all but at hand, and draws near, already holding me fast and pressing upon me—the uttermost cloud of all of my surpassing affliction. For not yet do I call by the name of this affliction that now encompasses me either the cross, or the reproaches from men, or the mockeries, or indeed the things that befell before the cross—the scourgings, the insults, and all the other drunken outrages which the sons of men committed against me; rather, I behold the descent into Hades drawing near, and the uprising of the powers opposed and hostile to God. Wherefore I say: "Because affliction is near, because there is none to help." For how was not that very affliction surpassing and greatest, in which there is none to help? For He, on the one hand, was passing thither for the salvation of the souls in Hades that from long ages had awaited His arrival, and was going down to shatter gates of bronze, and to crush bars of iron, and to send up free those who before were prisoners of Hades—which indeed came to pass when many bodies of the saints who had fallen asleep arose and entered in together with Him into the truly holy city of God; whereas the opposing powers, for the harm of men, marched out against Him, causing Him no small grief and affliction, as He wept even over them out of surpassing goodness. Yet observe in what manner all these things have been spoken as from the person of Him Who was carried in the womb, and from a mother's belly be-
Notes, col. 776

On the reading

Printed αισθέσθαι, for αἰσθέσθαι.

Printed ἄνθρωπὸς, for ἄνθρωπος.

PG 22:777Read from the page
γεννημένου, ὃν ἐφάσκομεν εἶναι τὸν ἀμνὸν τοῦ Θεοῦ. Τούτῳ γὰρ καὶ συμβαίνει τὰ περὶ τὸ πάθος, ὡς καὶ τὰ τῆς ἐνσάρκου γενέσεως ἥρμοζε. Τὸ γοῦν γεννηθὲν καὶ ἀποθνήσκει· τὸ δὲ θνῆσκον οὐκ ἄλλως θανάτου τυγχάνει ἢ πρότερον ὁδεῦσαν διὰ γενέσεως. Ταῦτ' οὖν διέξεισιν ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν, οὐ καθ' ὃ ἄσαρκος καὶ ἀσώματος ὑπάρχει τὴν φύσιν, οὐδὲ καθ' ὃ Θεοῦ Λόγος καὶ Θεὸς ἐπινοεῖται, ἀλλὰ καθ' ὃ οἷός τε ἦν πρὸς τὸν Πατέρα εὐχῇ λέγειν· «Ὅτι σὺ εἶ ὁ ἐκσπάσας με ἐκ γαστρὸς, ἡ ἐλπίς μου ἀπὸ μαστῶν τῆς μητρός μου. Ἐπὶ σὲ ἐπεῤῥίφην ἐκ μήτρας, ἀπὸ γαστρὸς μητρός μου Θεός μου εἶ σύ.» Οὗτος δὴ οὖν, πρὸς τῷ πάθει γεγονὼς, εὔχεται τὰ προκείμενα πρὸς τὸν Πατέρα, καὶ τοσούτων, φησὶ, μελλόντων με περιστήσεσθαι ἀντικειμένων ἐνεργειῶν, καὶ δαιμόνων ἀκαθάρτων, καὶ πνευματικῶν πονηρίας, καὶ ἐπὶ πᾶσι τοῦ πάντων χειρίστου, αὐτοῦ δὴ τοῦ ἄρχοντος τοῦ αἰῶνος τούτου (οὓς τῆς κακίας ἕνεκε θῆρας πονηροὺς ὀνομάζειν ἄξιον, καὶ ἤτοι ταύρους ἀγρίους, ἢ μόσχους, ἢ λέοντας, ἢ κύνας), μέλλων τε πρὸς ἅπαντας ἵστασθαι, καὶ μηδὲν ἀγαθὸν εἰς αὐτοὺς ἐνεργεῖν, τῷ μηδὲν παραδέχεσθαι αὐτοὺς τῶν ἐμῶν ἀγαθῶν δι' ἄκραν κακίας ἕξιν, ἀλλὰ μηδὲ βοηθοῦ μηδὲ συνεργοῦ τυγχάνων τινὸς τῶν προειρημένων, εἰς τὸν ὑπὲρ τῶν ἐν ᾅδου ψυχῶν ἆθλον, πῶς οὐκ ἂν εὐλόγως εἴποιμ· «Ὅτι θλίψις ἐγγὺς, ὅτι οὐκ ἔστιν ὁ βοηθῶν;» Τὸ μὲν οὖν τὰς πονηρὰς καὶ ἀντικειμένας δυνάμεις μὴ συνεργεῖν αὐτῷ μηδὲ βοηθεῖν ἐπ' ἀγαθὸν αὐτῷ, νομίζομεν, ὅτι οὐδὲν ἦν θαυμαστόν· τὸ δὲ πάντων μέγιστον τῆς θλίψεως τῆς μάλιστα πιεζούσης αὐτὸν τόδ' ἦν ἄρα, τὸ μηδένα μηδὲ τῶν αἰσίων καὶ δεξιῶν ἀγγέλων, μηδὲ μὴν τῶν θείων δυνάμεων, τολμᾷν ἐπιβαίνειν τοῖς τοῦ θανάτου βασιλείοις, μηδὲ συνεργεῖν ἐπὶ βοηθείᾳ τῶν αὐτόθι ψυχῶν. Μόνῳ γὰρ αὐτῷ τοῦτ' ἀτρεμὲς ἦν, ἐπεὶ καὶ μόνῳ ἠνεῴχθησαν πύλαι θανάτου, καὶ μόνον αὐτὸν πυλωροὶ ᾅδου ἰδόντες ἔπτηξαν, αὐτός τε ὁ τὸ κράτος ἔχων τοῦ θανάτου, ὑπεκστὰς τῶν βασιλείων θρόνων, ἅτε μόνον αὐτὸν ἐπιγνοὺς ἑαυτοῦ Κύριον, ἐλάλησεν αὐτῷ δεήσει καὶ ἱκετηρίᾳ μαλακῶς, κατὰ τὰ δηλούμενα ἐν τῷ Ἰὼβ περὶ τούτων. Πλὴν ἀλλὰ τὴν ἀσεβῆ τοῦ τυράννου καταδυναστείαν τοσοῦτον ὁρῶν ἰσχύουσαν, ὡς μηδένα ἄλλον τολμᾶν τῶν κατ' οὐρανὸν ἐν τοῖς αὐτόθι χωρίοις συμπαρεῖναι αὐτῷ, καὶ τῇ τῶν αὐτόθι ψυχῶν συνεργεῖν σωτηρίᾳ, εἰκότως φησίν· «Ὅτι θλίψις ἐγγὺς, ὅτι οὐκ ἔστιν ὁ βοηθῶν,» ἑνὸς μόνου τοῦ κἀκεῖσε βοηθεῖν αὐτῷ δυναμένου, καταλελοιπότος αὐτὸν, ὡς ἂν εἰς πάντας ἀνακηρυχθείη τὸ λαμπρὸν καὶ ἐξαίρετον τῆς ἰδίας αὐτοῦ προαιρέσεως, τῆς τε κατὰ πάντων νίκης. Καὶ ἐπειδήπερ ὁ μόνος αὐτῷ βοηθεῖν δυνάμενος οὐκ ἦν αὐτῷ τότε βοηθὸς, εἰκότως ἀρχόμενος ἔλεγε τὸ, «Ἠλεὶ, Ἠλει, λαμμᾶ σαβαχθανὶ,» τοῦτ' ἔστι· «Θεέ μου, Θεέ μου, ἵνα τί ἐγκατέλιπές με;» συλλαμβανομένῳ μὲν οὖν καὶ κυοφορουμένῳ ὑπὸ τῆς ἁγίας Παρθένου τῷ δηλουμένῳ ἡ πατρικὴ δύναμις συνῆν, ὅτε Πνεῦμα ἅγιον ἐπῆλθε τῇ Παρθένῳ, καὶ δύναμις Ὑψίστου ἐπεσκίασεν αὐτῇ, αὐτός τε ὁ Πατὴρ τὸν γεννώμενον, ὡς ὁ λόγος παρέστησεν, ἀπὸ τῆς γαστρὸς ἐξέσπασεν· ἀποδυομένου δὲ παρὰ τὸν
gotten, Whom we declared to be the Lamb of God. For to Him indeed the things concerning the passion pertain, just as the things of His incarnate birth also befitted Him. At any rate, that which has been begotten also dies; and that which dies does not otherwise meet with death than having first journeyed through birth. These things, then, our Saviour and Lord recounts, not in so far as He is fleshless and incorporeal in nature, nor in so far as He is conceived of as Word of God and God, but in so far as He was able in prayer to the Father to say: "For Thou art He Who drew me forth out of the belly, my hope from the breasts of my mother. Upon Thee was I cast from the womb; from my mother's belly Thou art my God." This One, then, indeed, having come to the passion, prays the words set forth before us to the Father: and when so many opposing energies, says He, are about to stand round about me, both unclean demons, and spiritual forces of wickedness, and above all the worst of all, the very ruler himself of this age (whom on account of their malice it is fitting to name wicked wild beasts, and either savage bulls, or calves, or lions, or dogs), and being about to stand against them all, and to work nothing good towards them, because they admit none of my good things on account of their extreme habit of malice, and yet meeting with neither helper nor fellow-worker from any of those aforementioned for the contest on behalf of the souls in Hades, how should I not reasonably say: "Because affliction is near, because there is none to help?" Now that the wicked and opposing powers should neither work with Him nor help Him towards good, we consider was nothing marvellous; rather, the greatest thing of all in the affliction that chiefly pressed upon Him was this indeed, that no one even of the propitious and favourable angels, nor yet of the divine powers, dared to set foot upon the realms of death, or to work together for the help of the souls there. For to Him alone was this unshaken, since to Him alone were the gates of death opened, and seeing Him alone the gatekeepers of Hades cowered, and he himself who held the dominion of death, giving way from his royal thrones, inasmuch as he recognized Him alone as his Lord, spoke to Him softly with supplication and entreaty, according to what is set forth in Job concerning these things. Nevertheless, beholding the ungodly tyranny of the usurper prevailing so greatly that no one else of those in heaven dared to be present with Him in the places there, and to work with Him for the salvation of the souls there, He reasonably says: "Because affliction is near, because there is none to help," since the One alone Who was able to help Him even there had forsaken Him, so that the splendour and pre-eminence of His own free choice, and of His victory over all, might be proclaimed unto all. And seeing that the One Who alone was able to help Him was not then a helper to Him, reasonably at the beginning He spoke the words, "Eli, Eli, lamma sabachthani," that is: "My God, my God, why hast Thou forsaken me?" With the One signified, then, when being conceived and carried in the womb by the holy Virgin, the paternal power was present, when the Holy Spirit came upon the Virgin, and the power of the Most High overshadowed her, and the Father Himself, as the word showed, drew forth Him Who was being born from the belly; whereas when He stripped Himself at the
Notes, col. 777

On the reading

Printed εἴποιμ, for εἴποιμι.

Printed Ἠλει, for Ἠλεὶ.

PG 22:780Read from the page
καιρὸν τοῦ πάθους πρὸς τὴν κατὰ τοῦ θανάτου πάλην, οὐκέτι βοηθὸς αὐτῷ παρῆν. Τοῦτο γοῦν αὐτῷ μαρτυροῦντι πιστεύω· τὸ γὰρ, «Ἠλεὶ, Ἠλεὶ, λαμμᾶ σαβαχθανὶ,» εἰρημένον αὐτῷ ἐπὶ τοῦ σταυροῦ, καὶ ὑπὸ τοῦ ψαλμοῦ προφητικῶς ἀναπεφωνημένον, καὶ, «Ὅτι θλίψις ἐγγὺς, ὅτι οὐκ ἔστιν ὁ βοηθῶν,» τί ἕτερον ἐδήλου ἢ ὅτι ὡς μέγας ἀθλητὴς τοῖς τοσούτοις ἀντιπάλοις προβεβλημένος ἦν, ἀγωνοθετοῦντος καὶ βραβεύοντος τοῖς γινομένοις τοῦ ἐπὶ πᾶσι Θεοῦ; Ἔφορον δ' οὖν τῶν πραττομένων παρεκάλει τὸν Πατέρα καὶ πάρεδρον, ὡς ἂν δεξιὸν ἀλείπτην, αὐτῷ συμπαρεῖναι, ταύτῃ μάλιστα ὅτε μηδ' ὑπῆρχεν αὐτῷ βοηθὸς ἕτερος ἢ μόνος εἷς ὁ βραβευτὴς τῶν γινομένων. Διό φησιν εὐχόμενος· «Μὴ ἀποστῇς ἀπ' ἐμοῦ, ὅτι θλίψις ἐγγὺς, ὅτι οὐκ ἔστιν ὁ βοηθῶν.» Ὁρῶν δὲ ἐνθέοις ὄμμασιν, ἔτι ἐπὶ τοῦ ἰκρίου προσηρτημένου αὐτῷ τοῦ σώματος, τὰς ἔξωθεν ἀμφὶ τὸν ἀέρα τοῦτον ἀσάρκους καὶ ἀνθρώποις ἀοράτους δυνάμεις δίκην οἰωνῶν ὠμοβόρων καὶ τρόπον θηρίων περὶ αὐτὸν ἰλυσπωμένας, καὶ πρὸς τὸ μέλλον ὅσον οὔπω νεκρὸν ἔσεσθαι αὐτοῦ τὸ σῶμα, πανταχόθεν τε συῤῥεούσας τὰς ἀρχὰς καὶ ἐξουσίας τοῦ ἀέρος, τοῦ πνεύματος τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας, καὶ ἔτι τοὺς ἀμφὶ τὴν γῆν διιπταμένους καθ' ὅλης τῆς τῶν ἀνθρώπων οἰκουμένης δαίμονας· εἰκὸς δ' ὅτι καὶ τοὺς ὑποχθονίους ἤδη, καὶ τοὺς ἐν αὐτῷ ταρτάρῳ θῆρας ἀγρίους καὶ φοβεροὺς, περὶ ὧν Ἠσαΐας πρὸς τὸν ἐκπεπτωκότα τοῦ οὐρανοῦ Ἐωσφόρον ἀποτεινόμενος ἔλεγεν· «Ὁ ᾅδης κάτωθεν ἐπικράνθη συναντήσας σοι, συνηγέρθησάν σοι πάντες οἱ γίγαντες·» ταῦτα δὴ οὖν ἅπαντα συνορῶν ἔξωθεν τὸ ἀνεσκολοπισμένον σῶμα κυκλοῦντα, καὶ παρασκευαζόμενα κατ' αὐτοῦ, τὸ σύστημα αὐτῶν διαγράφει φάσκων· «Περιεκύκλωσάν με μόσχοι πολλοὶ, ταῦροι πίονες περιέσχον με. Ἤνοιξαν ἐπ' ἐμὲ τὸ στόμα αὐτῶν, ὡς λέων ὁ ἁρπάζων καὶ ὠρυόμενος.» Ψυχὴν γὰρ, ὡς εἰκὸς, ἀνθρωπείαν, καὶ τῇ τῶν πολλῶν παραπλησίαν, πλέον δὲ οὐδὲν ἡγούμενοι εἶναι τὴν τὸ σῶμα Ἰησοῦ κατασκηνοῦσαν, ἤνοιξαν τὸ στόμα οἱ προειρημένοι, ὡς ὁμοίως ταῖς ἄλλαις τῶν ἀνθρώπων ψυχαῖς καὶ αὐτὴν καταπιούμενοι· διό φησιν· «Ἤνοιξαν ἐπ' ἐμὲ τὸ στόμα αυτῶν ὡς λέων ὁ ἁρπάζων καὶ ὠρυόμενος·» οἷς εξῆς ἐπιλέγει· «Ὡσει ὕδωρ ἐξεχύθην·» ὅπερ αἰσθητῶς μὲν καὶ κατὰ τὴν ἱστορίαν εἴποι ἄν τις πεπληρῶσθαι, ὅτε εἷς τῶν στρατιωτῶν, κατὰ τὸν εὐαγγελιστὴν Ἰωάννην, τοῦ ἀμνοῦ τοῦ Θεοῦ λόγχῃ τὴν πλευρὰν ἔνυξε. καὶ ἐξῆλθεν εὐθὺς ὕδωρ καὶ αἷμα.» Πλὴν ἀλλὰ καὶ τὴν ὅλην τῆς πνευματικῆς φύσεως νέκρωσιν δηλοῦν ἔοικε δι' ὧν φησιν· «Ὡσεὶ ὕδωρ ἐξεχύθην, καὶ διεσκορπίσθη πάντα τὰ ὀστᾶ μου. Ἐγενήθη ἡ καρδία μου ὡσεὶ κηρὸς τηκόμενος ἐν μέσῳ τῆς κοιλίας μου. Ἐξηράνθη ὡς ὄστρακον ἡ ισχύς μου, καὶ ἡ γλῶσσά μου κεκόλληται τῷ λάρυγγί μου.» Τί γὰρ ἂν ἄλλο ταῦτα πάντα σημαίνοι ἢ νεκροῦ σώματος σύστασιν; Ἐπιφέρει γοῦν εὐθὺς λέγων· «Καὶ εἰς χοῦν θανάτου κατήγαγές με.» Ταῦτα μὲν οὔπω γενόμενα προ-
season of the passion for the wrestling-match against death, no longer was a helper present with Him. In this, at any rate, I believe Him when He bears witness; for what else did the words, "Eli, Eli, lamma sabachthani," spoken by Him upon the cross, and prophetically proclaimed beforehand by the Psalm, and, "Because affliction is near, because there is none to help," signify than that as a great athlete He had been set forth before so many adversaries, while God over all presided over the contest and awarded the prize for what was taking place? He called upon the Father, therefore, as overseer of what was being done and assessor, like a skilled trainer, to be present with Him, especially then when He had no other helper than the One alone Who awarded the prize for what was taking place. Wherefore He says as He prays: "Depart not from me, because affliction is near, because there is none to help." And beholding with divine eyes, while His body was still hung upon the stake, the fleshless powers outside round about this air, invisible to men, writhing around Him after the manner of raw-flesh-devouring birds of prey and in the way of wild beasts towards His body that was all but about to be dead, and the principalities and authorities of the air streaming together from every side—of the spirit that now works in the sons of disobedience—and furthermore the demons flying about the earth throughout the whole inhabited world of men; and it is likely that He beheld also those already beneath the earth, and the savage and fearful wild beasts in Tartarus itself, concerning whom Isaiah, directing his speech to Lucifer who had fallen from heaven, said: "Hades below was embittered upon meeting you; all the giants were roused up together for you"—beholding all these things together, then, encircling from outside His impaled body, and arraying themselves against Him, He depicts their gathering, declaring: "Many calves have encircled me; fat bulls have surrounded me. They have opened their mouth against me, like a lion ravening and roaring." For supposing, as is likely, that the soul dwelling in the body of Jesus was a human soul, and similar to that of the multitude, and nothing more, those aforementioned opened their mouth as if about to swallow it up also, in like manner as the other souls of men; wherefore He says: "They have opened their mouth against me like a lion ravening and roaring"; next after which He adds: "Like water I was poured out"; which even perceptibly and according to the narrative one might say had been fulfilled when one of the soldiers, according to the evangelist John, pierced the side of the Lamb of God with a spear, and straightway there came out water and blood. Yet furthermore He seems also to signify the entire deadening of the spiritual nature through the words in which He says: "Like water I was poured out, and scattered were all my bones. My heart became like wax melting in the midst of my belly. My strength was dried up like a potsherd, and my tongue has cleaved to my throat." For what else could all these things signify than the condition of a dead body? At all events, He straightway adds, saying: "And into the dust of death hast Thou brought me down." Fore-
Notes, col. 780

On the reading

Printed Ἐωσφόρον, for Ἑωσφόρον.

Printed αυτῶν, for αὐτῶν.

Printed εξῆς, for ἑξῆς.

Printed Ὡσει, for Ὡσεὶ.

Printed ισχύς, for ἰσχύς.

PG 22:781Read from the page
βλέπων, ὡς ἐγγὺς δὲ καὶ πλησίον ἤδη ἑστῶτα, καὶ περικυκλοῦντα αὐτὸν, ἔλεγεν. Αὖθις δὲ ἐπαναλαβὼν τὰ ἤδη προπεπραγμένα εἰς τὴν τῶν μελλόντων συμβήσεσθαι παραμυθίαν, οἷα ὑπέμεινεν ἐπιβουλευθεὶς, διδάσκει λέγων· «Ὅτι ἐκύκλωσάν με κύνες πολλοὶ, συναγωγὴ πονηρευομένων περιέσχον με·» διὰ τούτων, ὡς εἰκὸς, δηλῶν ὁμοῦ μὲν καὶ τοὺς στρατιώτας, ὁμοῦ δὲ καὶ τοὺς ἐκ περιτομῆς ἐπαναστάντας αὐτῷ. «Οἱ μὲν γὰρ στρατιῶται τοῦ Πιλάτου, παραλαβόντες τὸν Ἰησοῦν εἰς τὸ πραιτώριον, συνήγαγον ὅλην τὴν σπεῖραν ἐπ' αὐτόν. Καὶ ἐκδύσαντες αὐτὸν, χλαμύδα κοκκίνην περιέθηκαν αὐτῷ. Καὶ πλέξαντες στέφανον ἐξ ἀκανθῶν ἐπέθηκαν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ, καὶ κάλαμον ἐν τῇ χειρὶ αὐτοῦ. Καὶ γονυπετήσαντες ἔμπροσθεν αὐτοῦ, ἐνέπαιζον αὐτῷ λέγοντες· Χαῖρε, ὁ βασιλεὺς τῶν Ἰουδαίων. Καὶ ἐμπτύσαντες εἰς αὐτὸν, ἔλαβον τὸν κάλαμον, καὶ ἔτυπτον εἰς τὴν κεφαλὴν αὐτοῦ. Καὶ ὅτε ἐνέπαιξαν αὐτῷ, ἐξέδυσαν αὐτὸν τὴν χλαμύδα, καὶ ἐνέδυσαν αὐτὸν τὰ ἱμάτια αὐτοῦ, καὶ ἀπήγαγον αὐτὸν εἰς τὸ σταυρῶσαι·» μονονουχὶ ἔργῳ πληροῦντες τὸ, «Ὅτι ἐκύκλωσάν με κύνες πολλοὶ, συναγωγὴ πονηρευομένων περιέσχον με·» ἀλλὰ καὶ τὸ, «Ὤρυξαν χεῖράς μου καὶ πόδας μου, ἐξηρίθμησαν πάντα τὰ ὀστᾶ μου·» καὶ ἔτι τὸ, «Αὐτοὶ δὲ κατενόησαν καὶ ἐπεῖδόν με,» καὶ τὸ, «Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον,» αὖθις ἐπληροῦτο, ὅτε ἥλοις αὐτοῦ τὰς χεῖρας καὶ τοὺς πόδας τῷ σταυρῷ κατέπειραν, καὶ ὁπηνίκα τὰ ἱμάτια αὐτοῦ λαβόντες διεμερίσαντο ἑαυτοῖς. Ὁ γοῦν Ἰωάννης ἱστορεῖ λέγων· «Οἱ οὖν στρατιῶται, ὅτε ἐσταύρωσαν τὸν Ἰησοῦν, ἔλαβον τὰ ἱμάτια αὐτοῦ, καὶ ἐποίησαν τέσσαρα μέρη, ἑκάστῳ στρατιώτῃ μέρος. Τὸν χιτῶνα δὲ, ὅτι ἄῤῥαφος ἦν, ἐκ τῶν ἄνωθεν ὑφαντὸς δι' ὅλου, εἶπον πρὸς ἀλλήλους· Μὴ σχίσωμεν αὐτὸν, ἀλλὰ λάχωμεν περὶ αὐτοῦ τίνος ἔσται, ἵνα πληρωθῇ ἡ Γραφὴ ἡ λέγουσα· Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον. Οἱ μὲν οὖν στρατιῶται ταῦτα ἐποίουν.» Καὶ Ματθαῖος δὲ τοῖς γεγενημένοις τοῦτον τὸν τρόπον μαρτυρεῖ λέγων· «Σταυρώσαντες δὲ αὐτὸν, διεμερίσαντο τὰ ἱμάτια αὐτοῦ, βαλόντες κλῆρον, ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου· Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον· καὶ καθήμενοι ἐτήρουν αὐτόν.» Κύνες δὲ ἦσαν κυκλοῦντες αὐτὸν, καὶ συναγωγὴ πονηρευομένων, οἱ ἐκ περιτομῆς ἄρχοντες τῶν Ἰουδαίων, οἵ τε γραμματεῖς καὶ οἱ ἀρχιερεῖς, καὶ οι Φαρισαῖοι, οἱ καὶ τὸ πᾶν ἀνασείσαντες πλῆθος ἐξαιτήσασθαι τὸ αἷμα αὐτοῦ καθ' ἑαυτῶν καὶ κατὰ τῶν ἰδίων τέκνων. Σαφῶς γοῦν ὁ Ἠσαΐας κύνας αὐτοὺς ἀποκαλεῖ φάσκων· «Πάντες κύνες ἐνεοὶ, οὐ δυνάμενοι ὑλακτεῖν.» Δέον γὰρ αὐτοὺς, εἰ καὶ μὴ ποιμένων τρόπον ἀνειλήφεσαν, ἀλλὰ δίκην γοῦν ἀγαθῶν κυνῶν, τὴν τοῦ δεσπότου λογικὴν ποίμνην καὶ τὰ πρόβατα τοῦ οἴκου Ἰσραὴλ φυλάττοντας, ἐπιστημονικῶς ὑλακτεῖν, σαίνοντας μὲν καὶ ἐπιγινώσκοντας
seeing these things as not yet come to pass, yet standing near and close at hand already, and encircling Him round about, He spoke thus. And again resuming what had already been done beforehand, for consolation with respect to what was about to befall, He teaches what sort of things He endured when plotted against, saying: "Because many dogs encircled me, a synagogue of evildoers surrounded me"; through these words, as is likely, signifying at once both the soldiers and those of the circumcision who rose up against Him. "For the soldiers of Pilate, having taken Jesus into the praetorium, gathered the whole cohort against Him. And having stripped Him, they put a scarlet cloak around Him. And having plaited a crown out of thorns, they put it upon His head, and a reed in His hand. And having knelt before Him, they mocked Him, saying: Hail, King of the Jews. And having spat upon Him, they took the reed, and struck Him upon His head. And when they had mocked Him, they stripped Him of the cloak, and clothed Him in His garments, and led Him away to crucify Him"; all but fulfilling in deed the word, "Because many dogs encircled me, a synagogue of evildoers surrounded me"; moreover, both the word, "They dug my hands and my feet, they counted all my bones," and furthermore the word, "And they themselves took note and gazed upon me," and the word, "They divided my garments among themselves, and for my clothing they cast lots," were again being fulfilled when with nails they pierced His hands and His feet to the cross, and when, having taken His garments, they divided them among themselves. At any rate, John relates, saying: "The soldiers, therefore, when they crucified Jesus, took His garments, and made four parts, a part for each soldier. And as for the tunic, because it was seamless, woven from the top throughout, they said to one another: Let us not tear it, but cast lots concerning it as to whose it shall be, that the Scripture might be fulfilled which says: They divided my garments among themselves, and for my clothing they cast lots. The soldiers, then, did these things." And Matthew also bears witness in this manner to what came to pass, saying: "And having crucified Him, they divided His garments, casting lots, that what was spoken through the prophet might be fulfilled: They divided my garments among themselves, and for my clothing they cast lots; and sitting down they kept watch over Him." Now dogs encircling Him, and a synagogue of evildoers, were the rulers of the Jews from the circumcision, both the scribes and the chief priests, and the Pharisees, who also stirred up the whole multitude to demand His blood against themselves and against their own children. Clearly, at any rate, Isaiah calls them dogs, declaring: "All are dumb dogs, unable to bark." For even if they had not taken up the manner of shepherds, yet after the fashion at least of good dogs they ought, while guarding the Master's rational flock and the sheep of the house of Israel, to have barked intelligently, fawning upon and recognizing
Notes, col. 781

On the reading

Printed οι, for οἱ.

PG 22:784Read from the page
τὸν ἑαυτῶν δεσπότην καὶ ἀρχιποιμένα, πάσῃ τε φυλακῇ τὴν πεπιστευμένην αὐτοῖς ποίμνην φρουροῦντας, ὑλακτεῖν δὲ, εἰ ἄρα, κατὰ τῶν ἔξωθεν ἐπιβουλευόντων τῇ ποίμνῃ· οἱ δὲ κυνῶν τρόπον ἐνεῶν, ὡς ἀληθῶς καὶ μεμηνότων τοὺς ὑλαγμοὺς ἔφερον, τὰ πρόβατα τοῦ ποιμένος ἐξαγριοῦντες, ὥστε εἰκότως αὐτοῖς ἁρμόζειν τό· «Περιεκύκλωσάν με κύνες πολλοὶ, συναγωγὴ πονηρευομένων περιέσχον με.» Καὶ πάντες δὲ οἱ εἰς δεῦρο τὸν ὅμοιον τρόπον ἐκείνοις διαπραττόμενοι, ἐν τῷ βλασφημεῖν καὶ ὑλακτεῖν τὸν Χριστὸν τοῦ Θεοῦ, οὐκ ἂν ἀλλότριοι ἐκείνων λογισθεῖεν. Ἀλλὰ καὶ οἱ δίκην τῶν τότε ἀσεβούντων στρατιωτῶν ἀνασταυροῦντες τὸν Υἱὸν τοῦ Θεοῦ καὶ παραδειγματίζοντες οὐκ ἂν τῆς ἐκείνων μακρὰν γένοιντο διαθέσεως. Πάντες οὖν εἰσέτι καὶ νῦν οἱ τὸ σῶμα τοῦ Χριστοῦ, τουτέστι τὴν Ἐκκλησίαν, λωβώμενοι χεῖρας αὐτοῦ καὶ πόδας καὶ προσέτι τὰ ὀστέα διαχειρίζονται, εἴ γε πάντες ἓν σῶμά ἐσμεν ἐν Χριστῷ, ὁ δὲ καθεῖς ἀλλήλων μέλη. Καὶ οὐκ ἂν εἴποι ἡ κεφαλὴ τοῖς ποσί· «Χρείαν ὑμῶν οὐκ ἔχω,» ὡς οὐδὲ ταῖς χερσὶν οἱ ὀφθαλμοί. Κατὰ γοῦν τοὺς καιροὺς τῶν διωγμῶν, εἴ ποτέ τινα κατὰ τῶν μελῶν τοῦ Χριστοῦ πρὸς τῶν ἐχθρῶν καὶ πολεμίων ἐνεργοῖτο, εἴποι ἂν καὶ περὶ αὐτῶν οὐκ ἀκαίρως τὸ, «Ὤρυξαν χεῖράς μου, καὶ πόδας μου, ἐξηρίθμησαν πάντα τὰ ὀστᾶ μου. Αὐτοὶ δὲ κατενόησαν καὶ ἐπεῖδόν με.» Τότε δὲ καὶ διαμερίζονται τὰ ἱμάτια αὐτοῦ ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμὸν αὐτοῦ βάλλουσι κλῆρον, ὅτε τὸν τοῦ λόγου κόσμον, ἤτοι τὰς λέξεις τῶν θείων Γραφῶν, ἄλλοτε ἄλλως ἕκαστος διαφθείρων ἐπισπᾶται, καὶ ὅτε τὰς περὶ αὐτοῦ δόξας διαστρόφοις διδασκαλίαις ἀπολαμβάνουσιν, ὁποῖα σύνηθες τοῖς ἀθέοις αἱρεσιώταις ποιεῖν. Ἐπὶ πᾶσι τούτοις πρὸς τὸν ἑαυτοῦ Θεὸν καὶ Κύριον καὶ Πατέρα τὴν εὐχὴν ἀποτείνας, ἐπιφέρει λέγων· «Σὺ δὲ, Κύριε, μὴ μακρύνῃς τὴν βοήθειάν μου.» Ὡ⟨…⟩ γὰρ εἰς βραχὺ καταλειφθεὶς πρὸς τὴν τοῦ ἀγῶνος ἐπίδειξιν, καὶ μόνος δίχα βοηθοῦ πρὸς τὸν θάνατον ἀποδυσάμενος, εὖ εἰδὼς τὴν βοήθειαν τὴν παρὰ τοῦ Πατρὸς οὐκ ἄλλως αὐτῷ γενήσεσθαι ἢ διὰ τῆς ἐκ νεκρῶν ἀναστάσεως, εἰκότως ἐπὶ τοῦ παρόντος εὔχεται διεξόδου τυχεῖν τῆς τῶν ἀντιπάλων παρατάξεως. Διό φησι· «Σὺ δὲ, Κύριε, μὴ μακρύνῃς τὴν βοήθειάν μου, εἰς τὴν ἀντίληψίν μου πρόσχες.» Διὰ γὰρ τῆς σῆς βοηθείας ἡ ἀντίληψίς μοι γενήσεται, δι' ἣν ἀντίληψιν ὁ πᾶς εἰκότως προγέγραπται ψαλμὸς ὑπὲρ τῆς ἑωθινῆς ἀντιλήψεως. Εἰς τὴν ἀντίληψιν τοιγαροῦν πρόσχες, παρέχων μοι τὴν ὅσον οὔπω κατὰ τὴν ἕω ἐκ νεκρῶν ἀναστάσεως ἀντίληψιν, ἧς ἐλπίζω τεύξεσθαι, ἐπὰν, μὴ μακρύνας μου αὐτὴν, «ῥύσῃ ἀπὸ ῥομφαίας τὴν ψυχήν μου, καὶ ἐκ χειρὸς κυνὸς τὴν μονογενῆ μου· ἐπὰν σώσῃς με ἐκ στόματος λέοντος, καὶ ἀπὸ κεράτων μονοκερώτων τὴν ταπείνωσίν μου·» Δι' ὧν ἡγοῦμαι αὐτὸν τὰς καταχθονίους αἰνίττεσθαι δυνάμεις, ὧν οὐ καθ' ἡμᾶς ἂν εἴη κατ' εἶδος διαστείλασθαι καὶ διελεῖν, ὅπως ἡ μέν τις αὐτῶν ῥομφαία οὖσα ἀνετείνετο
their own Master and Chief Shepherd, and guarding with all vigilance the flock entrusted to them, and barking, if at all, against those outside who plot against the flock; whereas they, after the manner of dumb dogs, truly even raving ones, raised their barkings, making savage the sheep of the Shepherd, so that there fittingly applies to them the saying: "Many dogs have surrounded me, an assembly of evildoers has hemmed me in." And all those too up to the present who act in a similar manner to them, in blaspheming and barking at the Christ of God, would not be reckoned alien from those men. Moreover, those also who, after the manner of the impious soldiers of that time, crucify afresh the Son of God and put Him to open shame would not be far from their disposition. All therefore even still now who outrage the body of Christ, that is, the Church, lay violent hands upon His hands and feet and furthermore His bones, seeing that we are all one body in Christ, and severally members one of another. And the head cannot say to the feet, "I have no need of you," just as neither can the eyes to the hands. Accordingly, during the times of the persecutions, if ever anything should be wrought against the members of Christ by enemies and foes, He might say not unseasonably concerning them also the words, "They dug my hands and my feet, they counted all my bones. And they themselves considered and beheld me." And then also do they divide His garments among themselves, and for His vesture cast lots, whenever each one, corrupting at different times in different ways the adornment of the word, that is, the expressions of the divine Scriptures, drags it to himself, and whenever they seize upon the doctrines concerning Him with perverse teachings, such things as it is customary for godless heretics to do. Upon all these things, stretching out His prayer towards His own God and Lord and Father, He subjoins, saying: "But Thou, O Lord, do not put far off my help." For having been left for a brief while for the display of the contest, and having stripped Himself alone without a helper to face death, knowing well that the help from the Father would come to Him in no other way than through the resurrection from the dead, He reasonably for the present prays to obtain an escape from the battle-array of the adversaries. Wherefore He says: "But Thou, O Lord, do not put far off my help; attend to my succour." For through Thy help shall succour come to me, on account of which succour the whole psalm has reasonably been entitled, For the morning succour. Attend therefore to my succour, granting me the succour of the resurrection from the dead very soon at dawn, which I hope to obtain when, without putting it far off from me, "Thou deliver my soul from the sword, and my only-begotten life from the hand of the dog; when Thou save me from the mouth of the lion, and my humiliation from the horns of unicorns." Through which words I suppose Him to hint darkly at the subterranean powers, which it would not be within our capacity to distinguish and divide specifically, how one of them, being a sword, was brandished
PG 22:785Read from the page
κατὰ τῆς ψυχῆς τοῦ Σωτῆρος ἡμῶν· ἡ δέ τις κύων οὖσα θανάτῳ, τὴν θανατηφόρον χεῖρα προὐβάλλετο, εἰς τὸ καθάψασθαι αὐτῆς. Διό φησι· «Ῥῦσαι ἀπὸ ῥομφαίας τὴν ψυχήν μου, καὶ ἐκ χειρὸς κυνὸς τὴν μονογενῆ μου·» ἄλλη δέ τις πονηρὰ καὶ τῶν ἐκεῖσε θηρίων ἡγουμένη δύναμις, λέων προσαγορευομένη, τὸ πλατὺ καὶ ἀχανὲς τοῦ θανάτου στόμα διανοίξασα, μετὰ τῶν ἄλλων τῶν εἰς ᾅδου κατιόντων καὶ τὴν αὐτοῦ ψυχὴν καταπιεῖν ὥρμητο, ὡσπεροῦν πάλαι πρότερον κατέπιεν ὁ θάνατος ἰσχύσας, οὐχ ἕτερος ὢν τοῦ ἐνταῦθα λέοντος, τοῦ τὸ στόμα κατὰ τοῦ Σωτῆρος ἡμῶν ἀνεῴξαντος, ἀφ' οὗ καὶ αὐτοῦ σωθῆναι τὸν Πατέρα παρακαλεῖ λέγων· «Σῶσόν με ἐκ στόματος λέοντος.» Εἶεν δ' ἂν καὶ ἄλλαι τινὲς πονηραὶ καὶ θεόμαχοι δυνάμεις, τῷ μονοκέρωτι τοῦ Θεοῦ ἀντιπράττουσαι καὶ ἀντιπαρεξάγειν αὐτοῦ ἐπιχειρο⟨…⟩σαι, ἀφ' ὧν καὶ αὐτῶν ὁ τοῦ Θεοῦ μονόκερως, αὐτὸς ὁ Κύριος ἡμῶν, μόνον τὸν Πατέρα κέρας ἔχων, τὴν ἑαυτοῦ ταπείνωσιν ῥυσθῆναι ἀξιοῖ, λέγων· «Καὶ ἀπὸ κεράτων μονοκερώτων τὴν ταπείνωσίν μου.» Ποίαν δὲ ταπείνωσιν ἢ ταύτην αὐτὴν, καθ' ἣν «ἐν μορφῇ Θεοῦ ὑπάρχων ἐταπείνωσεν ἑαυτὸν καὶ ἐκένωσε, γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ;» ἀλλὰ γὰρ ἐπὶ τοσοῦτον κατελθὼν, καὶ μέχρι τούτου φθάσας, λέγω δὴ μέχρι τῆς ἐν τῷ ᾅδῃ ῥομφαίας, καὶ τῆς χειρὸς τοῦ αὐτόθι λεγομένου κυνὸς (ὅθεν καὶ παῖδας Ἑλλήνων εἰκὼς τοιοῦτόν τινα παρακούσαντας κύνα θανάτου, καὶ τοῦτον τρικέφαλον ἀναζωγραφεῖν), καὶ μέχρι δὲ τῶν φαρύγγων τοῦ προδεδηλωμένου λέοντος ἐλθὼν, καὶ τὴν ταπείνωσιν αὐτοῦ τοῖς ἀντιπάλοις καὶ θεομάχοις μονοκέρωσιν ὑποστρώσας, καὶ ἐπὶ τοῦτό γε τὲλος τὴν πᾶσαν οἰκονομίαν τῆς ἑαυτοῦ κενώσεώς τε καὶ ταπεινώσεως στήσας, κἄπειτα εὐξάμενος ἤδη λοιπὸν τυχεῖν τῆς βοηθείας καὶ τῆς παρὰ τοῦ Πατρὸς ἀντιλήψεως, ἐπιλέγει· «Σὺ δὲ, Κύριε, μὴ μακρύνῃς τὴν βοήθειάν μου, εἰς τὴν ἀντίληψίν μου πρόσχες.» Καὶ τοῦτ' εἰπὼν οὐκ εἰς μακρὰν ἐπηκόου τοῦ Πατρὸς τυγχάνει, μὴ μακρυνθέντος, μηδὲ τὸ βραχύτατον ὑπερθεμένου, αὐτοῖς δὲ ἔργοις μονονουχὶ φήσαντος αὐτῷ· «Ἔτι λαλοῦντός σου, ἐρῶ· Ἰδοὺ πάρειμι.» Καὶ δὴ τοῦτ' αἰσθόμενος, τῆς τε πατρικῆς βοηθείας, καθάπερ ηὔξατο, τυχὼν, ἐντεῦθεν λοιπὸν ἀπέρχεται τοῦ ἐπινικίου ὕμνου, ὑπὲρ τῆς ἑωθινῆς ἀντιλήψεως τὸν ψαλμὸν ποιούμενος, ἐν οἷς φησι· «Διηγήσομαι τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου· ἐν μέσῳ Ἐκκλησίας ὑμνήσω σε.» Πρώτοις μὲν οὖν τοῖς ἑαυτοῦ μαθηταῖς καὶ ἀποστόλοις ἐπαγγέλλεται τὰ τῆς ἐπ' αὐτῷ χαρᾶς καὶ ἀγαλλιάσεως εὐαγγελίσεσθαι, ἀδελφοὺς αὐτοὺς ὀνομάζων· οἷς ἀκόλουθα καὶ ὁ Ματθαῖος διδάσκει λέγων· «Καὶ ἰδοὺ ὁ Ἰησοῦς ἀπήντησεν αὐταῖς,» δηλονότι ταῖς ἀμφὶ τὴν Μαγδαληνὴν Μαρίαν, λέγων· «Χαίρετε.» Αἱ δὲ προσελθοῦσαι ἐκράτησαν αὐτοῦ τοὺς πόδας, καὶ προσεκύνησαν αὐτῷ. Τότε λέγει αὐταῖς ὁ Ἰησοῦς· «Μὴ φοβεῖσθε. Ὑπάγετε, ἀπαγγείλατε τοῖς ἀδελφοῖς μου, ἵνα ἀπέλθωσιν εἰς τὴν Γαλιλαίαν, κἀκεῖ με ὄψονται.» Ὁ Ἰωάννης δὲ μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν εἰσάγει καὶ αὐτὸς τὸν Ἰησοῦν
against the soul of our Saviour; and another, being a dog unto death, stretched forth its death-dealing hand in order to lay hold of it. Wherefore He says: "Deliver from the sword my soul, and from the hand of the dog my only-begotten life"; and another evil power, ruling over the wild beasts there, called a lion, having opened wide the broad and yawning mouth of death, rushed on to swallow down His soul also along with the others who go down to Hades, just as long ago beforehand death, having prevailed, swallowed men down, being none other than the lion here, which opened its mouth against our Saviour, from which very one also He entreats the Father to be saved, saying: "Save me from the mouth of the lion." And there may also be certain other evil powers fighting against God, opposing the unicorn of God and attempting to lead [men] away from Him, from whom themselves also the unicorn of God, our Lord Himself, having the Father alone as His horn, asks that His own humiliation be delivered, saying: "And my humiliation from the horns of unicorns." And what humiliation save this very one, according to which, "subsisting in the form of God, He humbled Himself and emptied Himself, becoming obedient unto death, even the death of the cross"? Yet having descended so far, and having arrived even up to this point, I mean up to the sword in Hades, and the hand of what is there called the dog (whence it is likely that the sons of the Greeks also, having misheard of some such dog of death, depict this too as three-headed), and having come even to the jaws of the aforesaid lion, and having subjected His humiliation to the hostile and God-fighting unicorns, and at this very end having brought to a stand the whole dispensation of His self-emptying and humiliation, and thereafter having prayed now henceforth to obtain help and succour from the Father, He adds: "But Thou, O Lord, do not put far off my help; attend to my succour." And having said this, before long He finds the Father hearkening to Him, neither holding aloof nor delaying even for the briefest moment, but by His very deeds all but saying to Him: "While you are still speaking, I will say: Behold, here I am." And indeed having perceived this, and having obtained the paternal help even as He prayed, from this point henceforth He begins the hymn of victory, composing the psalm for the morning succour, wherein He says: "I will declare Thy name to my brethren; in the midst of the Church I will hymn Thee." First of all, then, to His own disciples and apostles He promises that He will announce the good tidings of the joy and exultation over Him, calling them brethren; in agreement with which Matthew also teaches, saying: "And behold, Jesus met them," manifestly the women around Mary Magdalene, saying: "Hail." And they came up and took hold of His feet, and worshipped Him. Then Jesus says to them: "Do not be afraid. Go, report to my brethren that they go away into Galilee, and there they shall see me." And John, after the resurrection from the dead, himself also introduces Jesus
Notes, col. 785

On the reading

Printed εἰκὼς, for εἰκὸς.

Printed τὲλος, for τέλος.

Printed ἀπέρχεται, for ἀπάρχεται.