Migne Reading Room

PG 22 · cols. 764–773 · Read from the page

Demonstration of the Gospel

Demonstration of the Gospel

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 22:764Read from the page
Ἠλίαν φωνεῖ. » Φέρε δὴ οὖν τούτοις ἀκολούθως ἴδωμεν, ὅπως εἰς αὐτὸν ἀνενεχθήσεται τὰ διὰ τοῦ ψαλμοῦ δηλούμενα. Καὶ πρῶτόν γε διαλάβωμεν τὴν φάσκουσαν προγραφὴν, « εἰς τὸ τέλος, » ἢ, κατὰ τὸν Ἀκύλαν, « τῷ νικοποιῷ, » ἢ, κατὰ τὸν Σύμμαχον, « ἐπινίκιος ὑπὲρ τῆς ἀντιλήψεως. » Ταῦθ' ἡμᾶς ὑπεισέρχεται, ὅτι τὸ μὲν σωτήριον πάθος, ὡς αἱ λέξεις τῶν εὐαγγελιστῶν παρέστησαν, σκότους γενομένου ἀπὸ ὥρας ἕκτης ἕως ὥρας ἐννάτης, ἀμφὶ τὴν ἐννάτην συνετελέσθη, ὅτε καὶ τὴν φωνὴν ἀφῆκε τὴν μεγάλην, τὰ μικρῷ πρόσθεν δεδηλωμένα εἰπὼν, ὥστε ὁμολογεῖσθαι σαφῶς τὸ πάθος αὐτοῦ ἀμφὶ τὴν ἑσπέραν νυκτὸς ἐπελαυνούσης γεγονέναι. Τὰ δὲ τῆς ἐκ νεκρῶν ἀναστάσεως, ἥτις ἦν ἀντίληψις τοῦ Πατρὸς ἀντιλαμβανομένου, καὶ εἰς ἑαυτὸν ἐκ τῶν τοῦ θανάτου χωρίων ἐπισπωμένου, καὶ λαμβάνοντος αὐτὸν, ἀμφὶ τὴν ἕω γέγονεν, ὡς αὖθις ἀπὸ τῆς τῶν εὐαγγελιστῶν μαρτυρίας παρίσταται. Ὁ γοῦν Λουκᾶς φησι· « Τῇ δὲ μιᾷ τῶν Σαββάτων ἦλθον ὄρθρου βαθέως ἐπὶ τὸ μνημεῖον, φέρουσαι ἃ ἡτοίμασαν ἀρώματα, » δηλονότι αἱ γυναῖκες, καί τινες σὺν αὐταῖς· « εὗρον δὲ τὸν λίθον ἀποκεκυλισμένον ἐκ τοῦ μνημείου· εἰσελθοῦσαι δὲ οὐχ εὗρον τὸ σῶμα, » διὰ τὸ ἤδη τὸν Σωτῆρα ἡμῶν ἐκ νεκρῶν ἐγηγέρθαι. Τοῦτο δὲ αὐτὸ καὶ ὁ Μάρκος δηλοῖ, λέγων· « Καὶ λίαν πρωῗ τῇ μιᾷ τῶν Σαββάτων ἔρχονται ἐπὶ τὸ μνημεῖον, ἔτι ἀνατείλαντος τοῦ ἡλίου, καὶ ἔλεγον πρὸς ἑαυτάς· Τίς ἀποκυλίσῃ ἡμῖν τὸν λίθον ἀπὸ τῆς θύρας τοῦ μνημείου; ἦν γὰρ μέγας σφόδρα. Ἔρχονται, καὶ εὑρίσκουσιν αὐτὸν ἀποκεκυλισμένον. » Ἦν δὲ ἤδη ἐγηγερμένος. Ἔχεις καὶ παρὰ τῷ Ἰωάννῃ τὴν αὐτὴν μαρτυρίαν, λέγοντι· « Τῇ δὲ μιᾷ τῶν Σαββάτων ἔρχεται Μαρία ἡ Μαγδαληνὴ πρωῗ εἰς τὸ μνημεῖον, ἔτι σκοτίας οὔσης, καὶ βλέπει τὸν λίθον ἠρμένον ἐκ τοῦ μνημείου. » Καὶ ὁ Ματθαῖος δὲ, εἰ καὶ ὀψὲ Σαββάτων εἴρηκεν, ἀλλ' ἐπιφέρει λέγων· « Τῆς ἐπιφωσκούσης εἰς μίαν Σαββάτων, ἦλθε Μαρία ἡ Μαγδαληνὴ, καὶ ἡ ἄλλη Μαρία θεωρῆσαι τὸν τάφον, καὶ ἰδοὺ σεισμὸς ἐγένετο μέγας. Ἄγγελος γὰρ Κυρίου, καταβὰς ἐξ οὐρανοῦ, προσελθὼν ἀπεκύλισε τὸν λίθον ἀπὸ τῆς θύρας τοῦ μνημείου. » Ταῦτα δὲ ἀναγκαίως παρεθέμην εἰς παράστασιν τῆς ἐν τῷ ψαλμῷ προφητευομένης ἑωθινῆς ἀντιλήψεως. Ἐπεὶ γὰρ τὰ περὶ τοῦ πάθους τοῦ Σωτῆρος ἡμῶν σημαίνει, οὐ μὴν κατέληξεν ἡ κατ' αὐτὸν οἰκονομία ἐν τῷ πάθει, τέλος δὲ τοῦ πάθους ἡ ἐκ νεκρῶν ἀνάστασις ἦν, καὶ ἡ ἀντίληψις ἡ ἑωθινὴ, εἰκότως ὁ λόγος τῷ παραδόξῳ τέλει τὴν Γραφὴν ἀνατίθεται, ὡς τῆς ὑποθέσεως ἁπάσης, καὶ τῶν πρὸ τοῦ τέλους παθημάτων τῆς ἐκ νεκρῶν ἀναστάσεως καὶ τῆς ἀντιλήψεως τῆς ἑωθινῆς ἕνεκεν γενομένων. Εἰπὼν γοῦν ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν τὸ, « Ὁ Θεὸς, ὁ Θεός μου, πρόσχες μοι, ἵνα τί ἐγκατέλιπές με; » καὶ ἑξῆς ἐπαγαγὼν τὸ, « Ἐγὼ δέ εἰμι σκώληξ, καὶ οὐκ ἄνθρωπος, ὄνειδος ἀνθρώπων, καὶ ἐξουδένημα λαοῦ· » καὶ ἔτι προσθεὶς τὸ, « Περιεκύκλωσάν με μόσχοι πολλοὶ, ταῦροι πίονες περιέσχον με· » καὶ σαφῶς τὸν θάνατον αὐτοῦ προμαρτυρόμενος διὰ τὸ,
He is calling Elijah." Come then, consistently with these things let us see how what is signified through the psalm will be referred to Him. And first let us examine the superscription which says, "unto the end," or, according to Aquila, "to the victory-maker," or, according to Symmachus, "song of victory for the aid." These thoughts enter our mind because the saving passion, on the one hand, as the words of the evangelists presented, darkness having come from the sixth hour until the ninth hour, was consummated around the ninth, when He also sent forth the loud voice, uttering the things declared shortly before, so that it is clearly confessed that His passion took place towards evening as night was drawing on. While the events of the resurrection from the dead, on the other hand, which was the aid of the Father succouring, and drawing Him to Himself out of the regions of death, and receiving Him, took place around dawn, as again is established from the testimony of the evangelists. At all events Luke says: "Now on the first day of the week they came at deep dawn to the tomb, bringing the spices which they had prepared," manifestly the women, and certain others with them; "and they found the stone rolled away out of the tomb; and upon entering they did not find the body," because our Saviour had already been raised from the dead. And this very thing Mark also declares, saying: "And very early on the first day of the week they come to the tomb, the sun having still risen, and they were saying to themselves: Who may roll away for us the stone from the door of the tomb? for it was exceedingly great. They come, and find it rolled away." Now He had already been raised. You have the same testimony in John too, who says: "Now on the first day of the week Mary Magdalene comes early to the tomb, while it was still dark, and sees the stone lifted out of the tomb." And Matthew too, even though he has said late on the Sabbath, yet adds, saying: "As it was dawning towards the first day of the week, Mary Magdalene came, and the other Mary, to behold the sepulchre, and behold, there came a great earthquake. For an angel of the Lord, descending out of heaven, came near and rolled away the stone from the door of the tomb." Now I set these things down of necessity for the establishment of the morning aid prophesied in the psalm. For since it signifies the things concerning the passion of our Saviour, yet the dispensation concerning Him did not end in the passion, whereas the end of the passion was the resurrection from the dead, and the morning aid, fittingly does the oracle dedicate the Scripture to the marvellous end, inasmuch as the whole subject, and the sufferings before the end, came to pass for the sake of the resurrection from the dead and the morning aid. When, at all events, our Saviour and Lord had spoken the saying, "O God, my God, attend to me, why hast Thou forsaken me?" and next subjoined the saying, "But I am a worm, and not a man, a reproach of men, and an outcast of the people," and further added the saying, "Many calves have surrounded me, fat bulls have beset me round," and clearly bore witness beforehand to His death through the saying,
PG 22:765Read from the page
« Εἰς χοῦν θανάτου κατήγαγές με· ὅτι ἐκύκλωσάν με κύνες πολλοὶ, συναγωγὴ πονηρευομένων περιέσχε με. Ὤρυξαν χεῖράς μου καὶ πόδας μου· » καὶ ἔτι τὰ ἀμφὶ τῷ πάθει συμβεβηκότα αὐτῷ σημήνας διὰ τοῦ, « Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον· » ταῦτα καὶ τὰ τούτοις παραπλήσια προειπὼν, οὐκ ἐπὶ τούτοις ἔστη, ἀλλ' ἐπιλέγει· « Οἱ φοβούμενοι τὸν Κύριον, αἰνέσατε αὐτὸν, ὅτι οὐκ ἐξουδένωσεν, οὐδὲ προσώχθισε τῇ δεήσει τοῦ πτωχοῦ, οὐδὲ ἀπέστρεψε τὸ πρόσωπον αὐτοῦ ἀπ' ἐμοῦ, καὶ ἐν τῷ κεκραγέναι με πρὸς αὐτὸν ἐπήκουσέ μου. » Πῶς δ' ἂν ἔλεγεν εἰσηκοῦσθαι, εἰ μὴ πάντως τετυχήκει τῶν εὐχῶν, καὶ ὧν ἐν τοῖς πρόσθεν ἐδεδέητο, ὅτε ἔλεγε τὸ, « Εἰς χοῦν θανάτου κατήγαγές με. Ῥῦσαι ἀπὸ ῥομφαίας τὴν ψυχήν μου, καὶ ἐκ χειρὸς κυνὸς τὴν μονογενῆ μου; » ταῦτα γὰρ εὐξάμενος, καὶ δεηθεὶς ἐκ τούτων ῥυσθῆναί τε καὶ σωθῆναι, τυχὼν ὧν ηὔξατο, ἐπιλέγει· « Οὐκ ἐξουδένωσεν οὐδὲ προσώχθισε τῇ δεήσει τοῦ πτωχοῦ, οὐδὲ ἀπέστρεψε τὸ πρόσωπον αὐτοῦ ἀπ' ἐμοῦ, καὶ ἐν τῷ κεκραγέναι με πρὸς αὐτὸν ἐπήκουσέ μου· » σαφῶς τὴν μετὰ θάνατον ἀναβίωσιν αὐτοῦ δηλῶν, ἥτις γέγονεν κατὰ τὴν ἑωθινὴν ἀντίληψιν, ἣν ἑξῆς προϊὼν ὁ ψαλμὸς παρέστησεν, εἰπών· « Σὺ δὲ, Κύριε, μὴ μακρύνῃς τὴν βοήθειάν μου, εἰς τὴν ἀντίληψίν μου πρόσσχες. » Ποίαν δὴ ἀντίληψιν, ἀλλ' ἣν καὶ ἡ προγραφὴ τοῦ ψαλμοῦ ἠνίττετο; Ἀλλὰ ταῦτα μὲν ἡμῖν εἰρήσθω εἰς τὴν τοῦ ψαλμοῦ προγραφήν· εἰς δὲ τὸ, « Ἠλεὶ, Ἠλεὶ, λαμμᾶ σαβαχθανὶ, » εἰρημένον μὲν ὑπὸ τοῦ Σωτῆρος ἡμῶν αὐτοῖς Ἑβραϊκοῖς ὀνόμασι περὶ τὸν τοῦ πάθους καιρὸν, κείμενον δὲ καὶ ἐν τῷ ψαλμῷ, ὅρα μή τις ἔγκειται βαθυτέρα θεωρία παρ' Ἑβραίοις. Ἐλωεὶμ γὰρ ὁ Θεὸς ὀνομάζεται· καὶ τοῦτο διὰ πάσης σχεδὸν εὕροις ἂν τῆς Γραφῆς· ἐπεὶ καὶ κυρίως οὕτω παρὰ τοῖς Ἑβδομήκοντα ἔτι καὶ νῦν τῇ Ἑβραίων ὀνομάζεται φωνῇ. Φέρονταί γε μὴν παρ' αὐτοῖς ἐπὶ τῆς θείας προσηγορίας καὶ ἕτεραί τινες ἐκφωνήσεις, ὡσπεροῦν καὶ τὸ, Σαδδαῗ, καὶ τὸ Ἰαὼ, καὶ Ἤλ, καὶ ἄλλα τούτοις παραπλήσια. Ὁ δὴ οὖν μετὰ χεῖρας ψαλμὸς ἀπὸ τοῦ Ἤλ, Ἠλεὶ, Ἠλεὶ, λαμμᾶ σαβαχθανὶ, περιέχει, ᾧ κέχρηται καὶ ὁ Κύριος ἡμῶν, οὐ μὴν ἀπὸ τοῦ Ἐλωείμ. Ὁ γοῦν Ἀκύλας, διαφορὰν εἰδὼς, τῆς παρ' Ἑβραίοις Θεοῦ προσηγορίας ἐκ τοῦ Ἐλωεὶμ σημαινομένης, τὸ νῦν δηλούμενον ἐν τῷ Ἠλεὶ, Ἠλεὶ, οὐκ ἠξίωσεν ὁμοίως τοῖς λοιποῖς, « ὁ Θεὸς, ὁ Θεός μου » μεταβάλλων εἰπεῖν, ἀλλὰ, « ἰσχυρέ μου, ἰσχυρέ μου. » Τὸ δ' ἀκριβές ἐστιν· ἰσχύς μου, ἰσχύς μου. Ὥστε κατὰ τὴν τούτου διάνοιαν, τὸν ἀμνὸν τοῦ Θεοῦ τὸν ἡμέτερον Σωτῆρα φάσκοντα τὸ Ἠλεὶ, Ἠλεὶ, πρὸς τὸν Πατέρα, λέγειν· « Ἰσχυρέ μου, ἰσχυρέ μου, ἵνα τί ἐγκατέλιπές με; » καὶ τάχα ἐπεὶ ἐγκατέλιπεν αὐτὸν ὁ ἰσχυρὸς αὐτοῦ, τούτου χάριν ἐσταυρώθη, ὥς φησιν ὁ Ἀπόστολος· « Καὶ γὰρ ἐσταυρώθη ἐξ ἀσθενείας, καὶ ζῇ ἐκ δυνάμεως Θεοῦ, » ὡς μὴ σταυρωθεὶς ἂν, εἰ μὴ ἁ ἰσχυρὸς αὐτοῦ καταλελοίπει αὐτόν. Καὶ ὅρα εἰ μὴ ἔπρεπε τὸν ἀμνὸν τοῦ Θεοῦ, τὸν ὡς πρόβατον ἐπὶ σφαγὴν ἀχθέντα, καὶ ὡς ἀμνὸν ἐναντίον τοῦ κείροντος ἄφωνον, τὰς οἰκείας δυνάμεις ἀνατιθέναι τῷ Θεῷ, καὶ μηδὲν ἴδιον ἔχειν ἡγεῖσθαι ἢ
"Unto the dust of death Thou hast brought me down; because many dogs have surrounded me, an assembly of evildoers has beset me round. They have pierced my hands and my feet"; and had further signified the things that happened to Him around the passion through the saying, "They have parted my garments among themselves, and for my vesture they have cast lots" — having spoken beforehand these things and what resembles them, He did not stop at these, but adds: "You who fear the Lord, praise Him, because He did not despise, nor abhor the supplication of the poor man, nor turn away His face from me, and when I cried to Him He hearkened to me." Yet how could He have said that He had been hearkened to, unless He had altogether obtained His prayers, and the things for which He had previously made petition when He spoke the saying, "Unto the dust of death Thou hast brought me down. Deliver my soul from the sword, and my only-begotten one from the hand of the dog"? For after having prayed for these things, and having made petition to be delivered and saved out of them, upon obtaining what He prayed for, He adds: "He did not despise nor abhor the supplication of the poor man, nor turn away His face from me, and when I cried to Him He hearkened to me"; clearly declaring His return to life after death, which came to pass at the morning aid, which the psalm in advancing next presented, saying: "But Thou, O Lord, do not remove my help far off; attend to my aid." What aid, indeed, save that at which the superscription of the psalm also hinted? Let thus much, however, have been said by us with regard to the superscription of the psalm; while with regard to the saying, "Eli, Eli, lamma sabachthani," uttered on the one hand by our Saviour in the Hebrew terms themselves around the time of the passion, and standing on the other hand in the psalm as well, see whether some deeper contemplation does not lie therein among the Hebrews. For God is named Eloeim; and this you could find throughout almost the whole of Scripture, since even strictly He is thus named in the tongue of the Hebrews among the Seventy still even now. Nevertheless there are also current among them for the divine title certain other expressions, just as are the term Saddai, and the term Iao, and El, and other things similar to these. Now then the psalm in hand contains, from El, Eli, Eli, lamma sabachthani, which our Lord also used, and not from Eloeim. At all events Aquila, knowing a difference, since the title of God among the Hebrews is signified from Eloeim, did not think fit like the rest in translating what is now signified in Eli, Eli, to say "O God, my God," but, "my strong one, my strong one." Yet the exact rendering is: my strength, my strength. So that according to his meaning, when the Lamb of God our Saviour utters Eli, Eli towards the Father, He says: "My Strong One, my Strong One, why hast Thou forsaken me?" — and perhaps since His Strong One forsook Him, for this sake He was crucified, as the Apostle says: "For indeed He was crucified out of weakness, yet He lives by the power of God," since He would not have been crucified unless His Strong One had left Him. And see whether it was not fitting for the Lamb of God, Who was led like a sheep to slaughter, and dumb like a lamb before him who shears him, to ascribe His own powers to God, and to consider that He has nothing of His own save
Notes, col. 765

On the reading

Printed πρόσσχες, for πρόσχες.

Printed ἁ, for ὁ.

PG 22:768Read from the page
μόνον τὸν Πατέρα· διὸ καὶ ἰσχυρὸν τὸν Πατέρα αὐτοῦ ἀποκαλεῖν, ὡς καὶ ἐν ἑπτακαιδεκάτῳ ψαλμῷ ἰσχὺν ἑαυτῷ καὶ κραταίωμα καὶ καταφυγὴν τὸν Πατέρα ὀνομάζει, λέγων· «Ἀγαπήσω σε, Κύριε, ἡ ἰσχύς μου, Κύριος στερέωμά μου, καὶ καταφυγή μου, καὶ ῥύστης μου. Ὁ Θεός μου, βοηθός μου, καὶ ἐλπιῶ ἐπ' αὐτόν· ὑπερασπιστής μου, καὶ κέρας σωτηρίας μου, καὶ ἀντιλήπτωρ μου.» Καταλέλοιπεν οὖν αὐτὸν ὁ ἰσχυρὸς αὐτοῦ, θελήσας αὐτὸν μέχρι θανάτου, καὶ θανάτου σταυροῦ κατελθεῖν, καὶ τοῦ κόσμου παντὸς λύτρον καὶ ἀντίψυχον ἀποδειχθῆναι, καὶ καθάρσιον γενέσθαι τῆς τῶν εἰς αὐτὸν πιστευσάντων ζωῆς. Ὁ δὲ, αὐτίκα μάλα συναισθόμενος τῆς ἐνθέου καὶ πατρικῆς βουλῆς, διαγνούς τε, εἰ καί τις ἄλλος, τὰ αἴτια τοῦ καταλελεῖφθαι αὐτὸν ὑπὸ τοῦ Πατρὸς, ἔτι πολὺ πλέον ἐταπείνωσεν ἑαυτὸν, καὶ τὸν ὑπὲρ ἡμῶν θάνατον πολλῇ τῇ προθυμίᾳ περιεβάλετο, «ἐγένετό τε ὁ πανάγιος καὶ εὐλογητὸς ὑπὲρ ἡμῶν κατάρα, καὶ ὁ μὴ γνοὺς ἁμαρτίαν ἁμαρτία, ἵνα ἡμεῖς γενώμεθα δικαιοσύνη Θεοῦ ἐν αὐτῷ.» Καὶ ἔτι πρὸς τούτοις τὰς ἡμετέρας ἁμαρτίας ἀναμαξάμενος ἐσταυρώθη, ὃ ἐχρῆν ἡμᾶς τοὺς πρὶν ἀσεβεῖς παθεῖν, ἀντίψυχον ἡμῶν καὶ ἀντίλυτρον γεγενημένος, ὥστ' ἂν εὐλόγως εἰπεῖν ἡμᾶς τὸ προφητικόν· «Αὐτὸς τὰς ἁμαρτίας ἡμῶν φέρει, καὶ περὶ ἡμῶν ὀδυνᾶται, καὶ αὐτὸς ἐτραυματίσθη διὰ τὰς ἁμαρτίας ἡμῶν, καὶ μεμαλάκισται διὰ τὰς ἀνομίας ἡμῶν, ἵνα τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰαθῶμεν. Κύριος γὰρ παρέδωκεν αὐτὸν ταῖς ἁμαρτίαις ἡμῶν.» Διόπερ ὡς παραδοθεὶς ὑπὸ τοῦ Πατρὸς, καὶ μαλακισθεὶς, καὶ τὰς ἀνομίας ἡμῶν ἀνειληφὼς, «ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη.» Συνάδει τούτοις καὶ Ἀπόστολος λέγων· «Ὅς γε ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλ' ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν.» Κινῶν δὲ ἡμᾶς ἐπὶ ζήτησιν τῆς αἰτίας, δι' ἣν αὐτὸν ὁ Πατὴρ κατέλιπε, φάσκει· «Ἵνα τί με ἐγκατέλιπες;» Τὸ δ' αἴτιον τοῦτο ἦν, ἡ τοῦ παντὸς ἀνθρώπων γένους ἀπολύτρωσις, τῷ τιμίῳ αἵματι ἐξαγοραζομένη ἀπὸ τῆς πρὶν χαλεπῆς δουλείας, ἣν τοῖς ἀοράτοις δεσπόταις, δαίμοσιν ἀκαθάρτοις καὶ πονηροῖς ἄρχουσί τε καὶ πνεύμασι καταδεδούλωντο. Καὶ ἄλλως δὲ καταλέλοιπεν αὐτὸν ὁ Πατὴρ, καὶ αὐτοῦ τοῦ Χριστοῦ τὴν ὑπὲρ ἀνθρώπων διάθεσιν ἀποδειχθῆναι θελήσας. Διὸ μηδενὸς ἔχοντος ἐξουσίαν τῆς αὐτοῦ ψυχῆς ἑκὼν αὐτὸς ὑπὲρ ἀνθρώπων αὐτὴν τέθεικεν, ὡσπεροῦν διδάσκει λέγων· «Οὐδεὶς αἴρει τὴν ψυχήν μου ἀπ' ἐμοῦ. Ἐξουσίαν ἔχω θεῖναι αὐτήν, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν.» Ἐξῆς τούτοις φησί· «Μακρὰν ἀπὸ τῆς σωτηρίας μου οἱ λόγοι τῶν παραπτωμάτων μου.» Ἀνθ' οὗ ὁ μὲν Ἀκύλας· «Μακρὰν ἀπὸ τῆς σωτηρίας μου ῥήματα βρυχήματός μου,» ἐξέδωκεν· ὁ δὲ Σύμμαχος· «Ἀφεστήκασιν ἀπὸ τῆς σωτηρίας μου οἱ λόγοι τῶν ὀδυρμῶν μου·» καὶ καθ' ἑτέραν δὲ φερομένην ἑρμηνείαν πέμπτην εἴρηται· «Μακρὰν ἀπὸ τῆς σωτηρίας μου οἱ λόγοι τῶν δεήσεών μου.» Ὅρα δὴ οὖν, ὅτι κατ' οὐδετέραν τούτων τὸ, «τῶν παραπτωμάτων
the Father alone; wherefore also He calls His Father the Strong One, just as in the seventeenth Psalm too He names the Father strength for Himself and a stronghold and a refuge, saying: "I will love Thee, O Lord, my strength; the Lord is my firmament, and my refuge, and my deliverer. My God is my helper, and I will hope in Him; my protector, and the horn of my salvation, and my upholder." His Strong One, then, has forsaken Him, having willed that He should go down unto death, even the death of the cross, and be set forth as a ransom and a life-for-life substitute for the whole world, and become a purification of the life of those who have believed in Him. And He, immediately perceiving the divine and paternal counsel, and discerning, if ever anyone else did, the causes for which He had been forsaken by the Father, humbled Himself still far more, and embraced death on our behalf with great eagerness, "and He Who was all-holy and blessed became a curse on our behalf, and He Who knew not sin became sin, that we might become the righteousness of God in Him." And besides these things, having wiped our sins upon Himself, He was crucified—suffering what we, who before were ungodly, ought to have suffered—having become a life-for-life substitute and a ransom in exchange for us, so that we may reasonably utter the prophetic word: "He Himself bears our sins, and suffers pain concerning us, and He Himself was wounded on account of our sins, and has been bruised on account of our iniquities, that by His bruise we might be healed. For the Lord delivered Him up to our sins." Wherefore, as One delivered up by the Father, and bruised, and having taken up our iniquities, "as a sheep to slaughter He was led." With these things the Apostle also agrees, saying: "Who indeed spared not His own Son, but delivered Him up on behalf of us all." And stirring us up to seek the cause for which the Father forsook Him, He declares: "Why hast Thou forsaken me?" Now the cause was this: the redemption of the entire race of men, bought back by His precious blood from the former grievous slavery in which they had been enslaved to the invisible masters, to unclean demons and wicked rulers and spirits. And in another way too the Father has forsaken Him, having willed that Christ's own disposition on behalf of men should also be demonstrated. Wherefore, since no one had authority over His soul, of His own accord He Himself laid it down on behalf of men, just as He teaches, saying: "No one takes my soul from me. I have authority to lay it down, and I have authority to take it again." Next after these things He says: "Far from my salvation are the words of my transgressions." Instead of which Aquila rendered: "Far from my salvation are the words of my roaring"; while Symmachus has: "Removed far from my salvation are the words of my lamentations"; and according to another circulated fifth interpretation it has been said: "Far from my salvation are the words of my supplications." See, then, indeed, that according to neither of these has the phrase, "of the transgressions
Notes, col. 768

On the reading

Printed Ἐξῆς, for Ἑξῆς.

PG 22:769Read from the page
μου,» εἴρηται, ὡς συμβαίνει ποτὲ σφάλματι γραφικῷ τοιαύτας τινὰς ἐναλλαγὰς φέρεσθαι. Ἐκ δὲ τῆς τῶν πλειόνων ἑρμηνείας καταληπτέον· εἰ μὴ ἄρα τις κἀνταῦθα τὰ ἡμέτερα παραπτώματα ἐξοικειούμενον ταῦτα αὐτὸν εἰρηκέναι φήσειε. Τούτοις ἐξῆς ἐπιλέγει· «Ὁ Θεός μου, κεκράξομαι ἡμέρας, καὶ οὐκ εἰσακούσῃ, καὶ νυκτὸς, καὶ οὐκ εἰς ἄνοιαν ἐμοί·» ἀνθ' οὗ πάλιν ὁ Σύμμαχος· «Ὁ Θεός μου,» φησὶ, «βοήσω ἡμέρας, καὶ οὐκ εἰσακούσῃ, καὶ νυκτὸς, καὶ οὐκ ἔστι σιγή.» Θαυμάζει δὴ οὖν ἐν τούτοις τὸν Πατέρα ὡς μὴ εἰσακούοντα αὐτοῦ, ξένον τι τοῦτο καὶ παρὰ τὸ σύνηθες θεωρῶν. Ὁ δὲ ἐφύλαττεν αὐτῷ τὴν ἀκοὴν εἰς τὸν ἐπιτήδειον τοῦ εἰσακουσθῆναι καιρόν. Οὗτος δὲ ἦν ὁ τῆς ἀντιλήψεως τῆς ἑωθινῆς καὶ ὁ τῆς ἐκ νεκρῶν ἀναστάσεως, καθ' ὃν, εἰ καί τινι ἄλλῳ, καὶ αὐτῷ δικαίως ἂν ἐλέχθη· «Ἐν καιρῷ δεκτῷ ἐπήκουσά σου, καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι. Ἰδοὺ νῦν καιρὸς εὐπρόσδεκτος, ἰδοὺ νῦν ἡμέρα σωτηρίας.» Λέγοιτο δ' ἂν ταῦτα καὶ ἑτέρως ὑπὸ Σωτῆρος ἡμῶν, ὡς εἰωθότος μὲν ἀεὶ καὶ πάντοτε εἰσακούεσθαι ὑπὸ τοῦ Πατρὸς, νῦν δὲ πιστεύοντος εἰσακουσθήσεσθαι, ὡσεὶ σαφέστερον ἔλεγε· Μὴ οἷόν τε ἐστὶν, ὦ Πάτερ, ἐμὲ τὸν σὸν μονογενῆ καὶ ἀγαπητὸν Υἱὸν, μὴ εἰσακούεσθαι, βοῶντα καὶ κεκραγότα πρὴς σὲ τὸν ἐμαυτοῦ Πατέρα; διδάσκει γοῦν αὐτὸ τοῦτο ἐν τῷ κατὰ Ἰωάννην Εὐαγγελίῳ ἐπὶ τοῦ Λαζάρου, ὁπηνίκα εἰπών· «Ἄρατε τὸν λίθον ἀπὸ τοῦ μνημείου, ἐπῆρε τοὺς ὀφθαλμοὺς ἑαυτοῦ εἰς τὸν οὐρανὸν, καὶ εἶπε· Πάτερ, εὐχαριστῶ σοι, ὅτι ἤκουσάς μου. Ἐγὼ δὲ ᾔδειν, ὅτι πάντοτέ μου ἀκούεις.» Εἰ τοίνυν πάντοτε αὐτοῦ ἀκούει, οὐκ ἀμφιβάλλων, ἀλλ' ἀκριβῶς ἐπιστάμενος, ὅτι καὶ νῦν αὐτοῦ εἰσακούσεται, ὡς ἀδυνάτου ὄντος τοῦ μὴ εἰσακούεσθαι αὐτὸν, ἐρωτηματικῶς φησιν· «Ὁ Θεός μου, κεκράξομαι ἡμέρας, καὶ οὐκ εἰσακούσῃ;» ὑποστιζόντων ἡμῶν ἐν τῷ, «οὐκ εἰσακούσῃ,» καὶ τὸ ἐναντίον ὑπονοούντων τῷ πύσματι. Τοῦτο γοῦν διδάσκει μικρὸν ὕστερον, προϊὼν ἐξῆς ἐν τῷ ψαλμῷ, λέγων· «Οὐκ ἐξουδένωσεν οὐδὲ προσώχθισε τῇ δεήσει τοῦ πτωχοῦ, οὐδὲ ἀπέστρεψε τὸ πρόσωπον αὐτοῦ ἀπ' ἐμοῦ, καὶ ἐν τῷ κεκραγέναι με πρὸς αὐτὸν εἰσήκουσέ μου.» Πῶς οὖν ἀποφατικῶς λέγοι ἂν, «Ὁ Θεός μου, κεκράξομαι ἡμέρας, καὶ οὐκ εἰσακούσῃ,» εἰ μὴ κατὰ τὴν ἀποδοθεῖσαν ἡμῖν θεωρίαν; ἣν οἶμαι καὶ αὐτὸν αἰνίττεσθαι, λέγοντα· «Ὁ Θεός μου, κεκράξομαι ἡμέρας, καὶ οὐκ εἰσακούσῃ, καὶ νυκτὸς, καὶ οὐκ εἰς ἄνοιαν ἐμοί.» Οὐ γὰρ εἰς ἄνοιαν, φησὶν, ἐμοὶ λέγεται τὸ, «εἰσακούσῃ.» Οἶδα γὰρ αὐτὸς ὅπως τοῦτό φημι, πεπεισμένος, ὅτι πέφυκας οὐχ ὅτι γε ἐμοῦ μόνον ἀντιλαμβάνεσθαι καὶ εἰσακούειν, ἀλλὰ καὶ πάντων τῶν ἁγίων σου. Ἀεὶ γὰρ καὶ διὰ παντὸς ἐν τοῖς ἁγίοις σου κατοικεῖς, καὶ σὺ εἶ ὁ παντὸς ἀνδρὸς θεοφιλοῦς, Ἰσραὴλ προσαγορευομένου, ἔπαινος· διὰ σὲ γὰρ παντὶ τῷ σε περιέποντι οὐχ ὁ τυχὼν προσγίνεται ἔπαινος, καὶ ἐπι σοὶ οἱ πατέρες ἡμῶν ἤλπισαν, καὶ ἐλπίσαντες τῶν ἐπαναστάντων αὐτοῖς κακῶν ἐῤῥύσθησαν, καὶ πρὸς σὲ ἐκέκραξαν, καὶ ἐσώθησαν, ἐπὶ σοί τε ἤλπισαν, καὶ οὐ κατησχύνθησαν.»
of mine," been spoken, as it sometimes happens by a scribal error that some such alterations are transmitted. Rather, one must grasp the sense from the interpretation of the majority; unless indeed someone should say that here too He uttered these things while making our transgressions His own. Next after these things He adds: "O my God, I shall cry out by day, and Thou wilt not hearken, and by night, and not unto folly for me"; instead of which again Symmachus says: "O my God," says He, "I shall cry aloud by day, and Thou wilt not hearken, and by night, and there is no silence." In these words, then, He marvels at the Father as not hearkening to Him, beholding this as something strange and contrary to what was customary. Yet He was keeping His hearing for Him unto the fitting season for being heard. And this was the season of the morning succour and that of the resurrection from the dead, at which, if ever to anyone else, to Him also it would justly have been said: "In an acceptable season I hearkened to Thee, and in a day of salvation I helped Thee. Behold, now is the well-acceptable season; behold, now is the day of salvation." Yet these things might also be spoken otherwise by our Saviour, as One accustomed always and at all times to be heard by the Father, and believing now too that He will be heard, as though He were saying more plainly: Is it possible, O Father, that I, Thine only-begotten and beloved Son, should not be heard when crying aloud and crying out towards Thee, my own Father? At any rate, He teaches this very thing in the Gospel according to John in the case of Lazarus, when, having said: "Take away the stone from the tomb, He lifted up His eyes to heaven, and said: Father, I thank Thee that Thou hast heard me. Yet I knew that Thou always hearest me." If, therefore, He always hears Him, then without doubting, but knowing accurately that even now He will hearken to Him, since it is impossible that He should not be heard, He speaks by way of question: "O my God, shall I cry out by day, and wilt Thou not hearken?"—when we punctuate at the words, "wilt Thou not hearken," and understand the opposite as implied by the inquiry. At all events, He teaches this a little later, advancing next in the Psalm, saying: "He neither despised nor was displeased at the supplication of the poor man, nor turned away His face from me, and when I cried out to Him He hearkened to me." How, then, could He say negatively, "O my God, I shall cry out by day, and Thou wilt not hearken," unless according to the explanation rendered by us? Which I think He Himself also intimates, when He says: "O my God, I shall cry out by day, and Thou wilt not hearken, and by night, and not unto folly for me." For not unto folly, says He, for me is the word "Thou wilt hearken" spoken. For I myself know in what sense I say this, being persuaded that it is Thy nature not only to succour and hearken to me alone, but also to all Thy saints. For always and continually Thou dwellest in Thy saints, and Thou art the praise of every God-loving man who is called Israel; for on Thy account no ordinary praise accrues to everyone who reveres Thee, and in Thee our fathers hoped, and having hoped they were delivered from the evils that rose up against them, and to Thee they cried out, and were saved, and in Thee they hoped, and were not put to shame."
Notes, col. 769

On the reading

Printed ἐξῆς, for ἑξῆς.

Printed πρὴς, for πρὸς.

Printed ἐξῆς, for ἑξῆς.

Printed ἐπι, for ἐπὶ.

PG 22:772Read from the page
Ἐπειδὴ οὖν πάντες οἱ ἅγιοι τούτων ἔτυχον παρὰ σοῦ, κεκράξαντές τε εἰσηκούσθησαν, καὶ οὐ κατησχύνθησαν, πόσῳ δὴ πλέον ἐμοῦ τοῦ σοῦ ἀγαπητοῦ παιδὸς βοῶντος μᾶλλον ἁπάντων καὶ ἑτοιμότερον εἰσακούσῃ; Εἰ δὲ καὶ ἀποθαυμαστικῶς φημι, «Κεκράξομαι, καὶ οὐκ εἰσακούσῃ! « ἀλλ' οὐκ εἰς ἄνοιαν ὁ λόγος μοι προφέρεται. Οἶδα γοῦν ὅπως τὴν εὐχὴν προφέρω, μὴ ἐναβρυνόμενος μηδὲ ἐγκαυχώμενος, ἀλλ' ὡς ταπεινοφρονῶν. Ἐπεὶ γὰρ πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, ταπεινῶς καὶ τῇ ἐμαυτοῦ πραότητι οἰκείως περὶ ἐμαυτοῦ ταπεινὰ φθέγγομαι. Οὕτω δὴ καὶ σκώληκα ἐμαυτὸν ὀνομάζω· τί γὰρ ἂν γένοιτο σκώληπος ταπεινότερον; ὅθεν οὐδ' ἄνθρωπον ἐμαυτὸν εἴποιμ' ἂν, εἰς τοσαύτην ταπείνωσιν ἐκ τοῦ οἰκείου μεγέθους κατελθὼν, ὥστε καὶ σκώληκος μηδὲν δοκεῖν διαφέρειν, διὰ τὸ καὶ μέχρι θανάτου καὶ τῆς τοῦ σώματος φθάσαι φθορᾶς. Πόθεν γὰρ ἄλλοθεν γεννηθείη σκώληξ ἢ ἀπὸ σωμάτων φθορᾶς; εἰς ἣν καὶ αὐτὸς κατελθὼν, εἰκότως ἐμαυτὸν σκώληκα καὶ οὐκ ἄνθρωπον γινώσκω· διὸ καὶ γέγονα «ὄνειδος ἀνθρώπων, καὶ ἐξουδένημα λαοῦ,» οὐκ ἂν γενόμενος οὐδὲ ὄνειδος ἀνθρώπων, οὐδὲ ἐξουδένημα, εἰ μὴ μέχρι σκώληκος ἐφθάκειν παρὰ τὸν τοῦ πάθους καιρόν. Τηνικαῦτα γοῦν θεωροῦντές με ἐπὶ τοῦ σταυροῦ ἀνηρτημένον, ἐξεμυκτήρισαν, καὶ ἐλάλησαν ἐν χείλεσιν, ἐκίνησάν τε κεφαλὴν λέγοντες· «Ἤλπισεν ἐπὶ Κύριον, ῥυσάσθω αὐτὸν, σωσάτω αὐτὸν, ὅτι θέλει αὐτόν.» Ταῦτα μὲν οὖν ἅπαντα διὰ τοῦ ψαλμοῦ σαφῶς περὶ τῶν μελλόντων γενήσεσθαι μακροῖς ποθ' ὕστερον χρόνοις ἐθεσπίζετο, τέλους δὲ ἐτύγχανεν, ὁπότε, κατὰ τὸν Ματθαῖον, «σταυρωθέντων σὺν αὐτῷ δύο ληστῶν, ἑνὸς ἐκ δεξιῶν, καὶ ἑνὸς ἐξ εὐωνύμων τοῦ Σωτῆρος, οἱ παραπορευόμενοι ἐβλασφήμουν αὐτὸν κινοῦντες τὰς κεφαλὰς αὐτῶν, καὶ λέγοντες· «Οὐαὶ ὁ καταλύων τὸν ναὸν, καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν, σῶσον σεαυτόν· εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, κατάβηθι ἀπὸ τοῦ σταυροῦ. Ὁμοίως δὲ καὶ οἱ ἀρχιερεῖς ἐμπαίζοντες μετὰ τῶν πρεσβυτέρων καὶ γραμματέων ἔλεγον· Ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι. Εἰ βασιλεὺς τοῦ Ἰσραήλ ἐστι, καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ, καὶ πιστεύσομεν αὐτῷ. Εἰ πέποιθεν ἐπὶ τὸν Θεὸν, ῥυσάσθω νῦν αὐτὸν, εἰ θέλει αὐτόν. Εἶπε γὰρ, ὅτι, Υἱὸς Θεοῦ εἰμι.» Κατὰ δὲ τὸν Λουκᾶν· «Εἱστήκει ὁ λαὸς θεωρῶν, καὶ ἐξεμυκτήριζον αὐτὸν οἱ ἄρχοντες σὺν αὐτοῖς λέγοντες· Ἄλλους ἔσωσε, σωσάτω ἑαυτὸν, εἰ οὗτός ἐστιν ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ ὁ ἐκλεκτός.» Κατὰ δὲ τὸν Μάρκον· «Καὶ οἱ παράγοντες ἐβλασφήμουν αὐτὸν, κινοῦντες τὰς κεφαλὰς αὐτῶν, καὶ λέγοντες· Οὐαὶ ὁ καταλύων τὸν ναὸν, καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν αὐτόν· σῶσον σεαυτὸν, καὶ κατάβηθι ἀπὸ τοῦ σταυροῦ.» Ὁμοίως καὶ οἱ ἀρχιερεῖς ἐμπαίζοντες εἰς ἀλλήλους μετὰ τῶν γραμματέων ἔλεγον· «Ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι· ὁ Χριστὸς ὁ βασιλεὺς τοῦ Ἰσραὴλ καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ, ἵνα ἴδωμεν καὶ πιστεύσωμεν αὐτῷ.» Ταῦτα γὰρ τί ἂν διαφέροι τῶν ἐν τῷ ψαλμῷ προαναπεφωνημένων ἐν τῷ, «Ἐγὼ δέ εἰμι σκώληξ, καὶ οὐκ ἄνθρωπος, ὄνειδος ἀνθρώπων καὶ ἐξουδένημα λαοῦ. Πάντες οἱ θεωροῦντές
Since, therefore, all the saints obtained these things from Thee, and having cried out were heard, and were not put to shame, how much more indeed wilt Thou hearken, above all and more readily, to me, Thy beloved Child, when I cry aloud? And even if in wonderment I say, "I shall cry out, and Thou wilt not hearken!" yet not unto folly is the word uttered by me. At any rate, I know how I offer my prayer, not priding myself nor boasting, but as being lowly in mind. For since I am meek and lowly in heart, in a lowly manner and fittingly to my own meekness I utter lowly things concerning myself. Thus indeed I even name myself a worm; for what could become lowlier than a worm? Whence I would not even call myself a man, having come down into so great a humiliation out of my own greatness as to seem to differ in nothing even from a worm, because of having arrived even unto death and the corruption of the body. For whence else would a worm be generated than from the corruption of bodies? Into which having myself also come down, reasonably do I recognize myself as a worm and not a man; wherefore also I have become "a reproach of men, and an outcast of the people," whereas I should have become neither a reproach of men nor an outcast had I not arrived even as far as a worm at the season of the passion. At that time, at all events, beholding me hung upon the cross, they sneered at me, and spoke with their lips, and wagged their head, saying: "He hoped in the Lord; let Him deliver Him, let Him save Him, because He wills Him." All these things, therefore, were clearly prophesied through the Psalm concerning what was going to come to pass in long ages afterwards, and reached their fulfilment when, according to Matthew, "two robbers having been crucified with Him, one on the right hand and one on the left of the Saviour, those passing by blasphemed Him, wagging their heads, and saying: 'Aha, you who destroy the temple, and in three days build it, save yourself; if you are the Son of God, come down from the cross.' And in like manner the chief priests also, mocking with the elders and scribes, said: 'Others He saved, Himself He cannot save. If He is King of Israel, let Him come down now from the cross, and we will believe in Him. If He has trusted in God, let Him deliver Him now, if He wills Him. For He said, I am the Son of God.'" And according to Luke: "The people stood beholding, and the rulers also sneered at Him with them, saying: 'Others He saved; let Him save Himself, if this is the Christ, the Son of God, the Chosen One.'" And according to Mark: "And those passing by blasphemed Him, wagging their heads, and saying: 'Aha, you who destroy the temple, and in three days build it; save yourself, and come down from the cross.'" In like manner the chief priests also, mocking among one another with the scribes, said: "Others He saved, Himself He cannot save; let the Christ, the King of Israel, come down now from the cross, that we may see and believe in Him." For in what could these things differ from what was proclaimed beforehand in the Psalm in the words, "But I am a worm, and not a man, a reproach of men and an outcast of the people. All who behold
Notes, col. 772

On the reading

Printed σκώληπος, for σκώληκος.

PG 22:773Read from the page
με ἐξεμυκτήρισάν με, ἐλάλησαν ἐν γείλεσιν, ἐκίνησαν κεφαλήν· Ἤλπισεν ἐπὶ Κύριον, ῥυσάσθω αὐτὸν, ὅτι θέλει αὐτόν.» Καὶ μὴ θαυμάσῃς εἰ ταῦτα κατὰ τὸ πάθος τοῦ Σωτῆρος ἡμῶν εἴρητό τε καὶ πεπλήρωτο, ὁπότε εἰσέτι δεῦρο παρὰ πᾶσιν ἀνθρώποις τοῖς μηδέπω τὴν εἰς αὐτὸν πίστιν ἀνειληφόσιν ὄνειδος ἀνθρώπων νενόμισται. Τί γὰρ ἂν αἴσχιον καὶ παντὸς ὀνείδους χεῖρον τοῦ σταυρωθῆναι; Ἀλλὰ καὶ ἐξουδένημα λαοῦ ἐστι, τοῦ ἐκ περιτομῆς, παντὸς αὐτῶν τοῦ ἔθνους εἰσέτι νῦν καὶ σήμερον χλευάζειν καὶ ἐξουθενεῖν καὶ καταπτύειν εἰωθότος αὐτοῦ. Ὅθεν καὶ εἰκότως ὁ Ἀπόστολος· «Ἡμεῖς δὲ κηρύσσομεν Χριστὸν ἐσταυρωμένον, Ἰουδαίοις μὲν σκάνδαλον, ἔθνεσι δὲ μωρίαν.» Καὶ τὰ ἑξῆς δὲ εἰρημένα ἐν τῷ ψαλμῷ εἰσέτι καὶ νῦν εὕροις ἂν παρὰ τοῖς πολλοῖς περὶ τοῦ αὐτοῦ λεγόμενα. Ταῦτα μὲν οὖν περὶ τῆς διαλαβούσης αὐτὸν εἰσέτι τότε περιστάσεως ηὔχετο· εἰδὼς δὲ μὴ χείρονα οὖσαν τῆς τοῦ θανάτου συμφορᾶς τὴν πρώτην αὐτοῦ εἰς σάρκα ἔνδεσιν, καὶ τὴν ἐκ θηλείας καὶ παρθένου γένεσιν, κατὰ καιρὸν ἐν τοῖς περὶ θανάτου τῶν τῆς γενέσεως αὐτοῦ μνημονεύει λόγων πρὸς τὸν Πατέρα· «Ὅτι σὺ εἶ ὁ ἐκσπάσας με ἐκ γαστρὸς, ἡ ἐλπίς μου ἀπὸ μαστῶν τῆς μητρός μου. Ἐπὶ σὲ ἐπερρίφην ἐκ μήτρας, ἐκ καλίας μητρός μου Θεός μου εἶ σύ.» Τούτων δὲ εἰκότως ἀναφέρει τὴν μνήμην εἰς παραμυθίαν τῆς τῶν παρόντων ἀπαλλαγῆς. Ὥσπερ γὰρ, φησὶ, γέγονάς μου βοηθὸς, σῶμα ἀνθρώπειον ἀναλαβόντος, ὅτε καὶ ἐξ αὐτῆς τῆς κυοφορούσης με γαστρὸς σὺ αὐτὸς ὁ Θεός μου καὶ Πατήρ μου, ὥσπερ μαιούμενος τὴν ἐμοὶ κατεσκευασμένην ἐξ ἁγίου Πνεύματος σάρκα, ἐξέσπασας, τὴν ἑαυτοῦ δύναμιν ὀρέξας, ὡς ἂν μή τις ἐνέδρα καὶ ἐπιβουλὴ ἐξ ἀντικειμένων δυνάμεων καὶ πονηρῶν πνευμάτων διαφθονουμένων τῇ εἰς ἀνθρώπους παρόδῳ μου γένοιτο· ἐπεὶ καὶ κατὰ τὴν πρώτην σύλληψιν σὺ πάλιν τὸ κατὰ γαστρὸς ἐπεσκίασας, ὡς ἂν λάθω τοὺς ἄρχοντας τοῦ αἰῶνος τούτου ἡ ἐξ ἁγίου Πνεύματος τῆς ἁγίας Παρθένου σύλληψις. Ὅπερ μέγα μυστήριον ὁ σὸς ἀρχάγγελος ἐξέφηνε Γαβριὴλ, τῇ Μαρίᾳ εἰπών· «Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι.» Ὡσπεροῦν ἡ σὴ τότε τοῦ Ὑψίστου δύναμις συλλαμβανόμενον μὲν ἐπεσκίασε, τικτόμενον δὲ ἐξέσπασεν ἀπὸ γαστρὸς μητρός μου, οὕτω πολλή μοι τυγχάνει παραμυθία, ὅτι καὶ τοῦ θανάτου με πολὺ μᾶλλον ἀνασπάσεις. Καὶ τοῦτό γε ἐλπίζων, ἐπὶ σὲ πέποιθα τὸν ἐμαυτοῦ Θεὸν καὶ Κύριον καὶ Πατέρα· καὶ πέποιθα οὐ νῦν πρῶτον ἀρξάμενος τῆς εἰς σὲ ἐλπίδος, ἀλλὰ καὶ ὅτε, ἀπὸ μαστῶν μητρός μου τὴν νηπιώδη τροφὴν ἀναλαμβάνων, ἐνομιζόμην ὁμοίως τοῖς τῶν ἀνθρώπων βρέφεσιν ἀτελὴς εἶναι καὶ ἄλογος· μὴ ὢν γὰρ τοιοῦτος, εἰ καὶ σῶμά μοι ὅμοιον ἀνθρώποις ἦν, καὶ τὴν δύναμιν, οὐδὲ τὴν οὐσίαν τοῖς πολλοῖς ὢν ἐμφερὴς, ἄνετος δὲ καὶ ἀπόλυτος, οἷά σου τοῦ Θεοῦ ἀμνὸς, καὶ ἐξ ἐκείνης τῆς ἡλικίας γαλουχούμενος, λέγω δὴ ἀπὸ μαστῶν τῆς μητρός μου. Καὶ οὔπω τοῦτο μέγα τις ἡγήσεται, εἰ μάθοι, ὅτι καὶ ἔτι πρότερον ἐπὶ σὲ ἐπεῤῥίφην ἐκ μήτρας, καὶ ἀπὸ γαστρὸς μητρός μου Θεός μου εἶ σύ. Ἔτι γὰρ ἔνδον ἐν
me sneered at me, they spoke with their lips, they wagged their head: He hoped in the Lord; let Him deliver Him, because He wills Him."? And do not marvel if these things had both been spoken and been fulfilled at the passion of our Saviour, seeing that even hitherto among all men who have not yet taken up faith in Him He has been accounted a reproach of men. For what could be more shameful and worse than every reproach than to be crucified? Moreover, He is also an outcast of the people, that of the circumcision, since their whole nation even now and to this day is accustomed to mock and set at nought and spit upon Him. Whence reasonably too the Apostle says: "But we proclaim Christ crucified, to Jews indeed a stumbling-block, and to Gentiles foolishness." And the things said next in the Psalm you would even now still find spoken by the multitude concerning the very Same One. These prayers, therefore, He offered concerning the distress that still encompassed Him at that time; and knowing that His first binding into flesh, and His birth from a woman and a virgin, was no worse than the calamity of death, seasonably in His words concerning death He makes mention to the Father of the things concerning His birth: "For Thou art He Who drew me forth out of the belly, my hope from the breasts of my mother. Upon Thee was I cast from the womb; from my mother's belly Thou art my God." And reasonably does He recall the memory of these things for consolation as to deliverance from the things present. For just as, says He, Thou hast become my helper when I took up a human body, when even out of the very belly that bore me Thou Thyself, my God and my Father, as though acting as midwife to the flesh prepared for me out of the Holy Spirit, didst draw me forth, stretching out Thine own power, lest any ambush and plot should arise from opposing powers and wicked spirits grudging my passage unto men—since even at the first conception Thou again didst overshadow that which was in the belly, so that the conception of the holy Virgin out of the Holy Spirit might escape the notice of the rulers of this age, which great mystery Thine archangel Gabriel revealed, saying to Mary: "The Holy Spirit will come upon you, and the power of the Most High will overshadow you"—just as, then, Thy power, that of the Most High, at that time overshadowed me when being conceived, and drew me forth from my mother's belly when being born, so have I great consolation that much more still wilt Thou draw me up even out of death. And hoping for this very thing, in Thee have I trusted, my own God and Lord and Father; and I have trusted, not now for the first time having begun my hope in Thee, but even when, receiving infant nourishment from my mother's breasts, I was supposed, like the infants of men, to be imperfect and without reason; for I was not such—even if I had a body like men—even in power, nor was I like the many in essence, but free and unrestrained, as Thy Lamb, O God, even when being nursed with milk from that age, I mean indeed from the breasts of my mother. And not yet will anyone account this great, if he should learn that even still earlier upon Thee was I cast from the womb, and from my mother's belly Thou art my God. For while still within, in
Notes, col. 773

On the reading

Printed γείλεσιν, for χείλεσιν.

Printed καλίας, for κοιλίας.

Printed λάθω, for λάθοι.