μενα. Ἄντικρυς γοῦν ἐπ' αὐτῷ πεπληρωμένα τά τε ἄλλα ἀποδείκνυται, καὶ δὴ τὸ φάσκον ἐν ψαλμῷ· « Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον. » Καὶ τὴν κατάπαρσιν δὲ τῶν ἥλων, τῶν κατὰ τῶν χειρῶν καὶ ποδῶν ἐπὶ τοῦ σταυροῦ προσηλωθέντων αὐτῷ, διαῤῥήδην ἐμφαίνει, λέγων· « Ὤρυξαν χεῖράς μου καὶ πόδας μου, ἐξηρίθμησαν πάντα τὰ ὀστᾶ μου. » Καὶ τὰ λοιπὰ δὲ μόνῳ ἂν ἐφαρμόσαι αὐτῷ, ὡς προϊὼν ὁ λόγος παραστήσει. Ἢ ὁ βουλόμενος ἐφ' ἕτερον μεταλαβεῖν πρόσωπον, ἤτοι βασιλέως, ἢ προφήτου, ἢ καὶ τινος τῶν πώποτε παρὰ Ἰουδαίοις θεοφιλῶν, δεικνύτω, εἰ οἷός τε εἴη, ἐφαρμόζειν τὰ ἀναγεγραμμένα. Τίνι γὰρ τῶν πώποτε κυοφορουμένων ἐπὶ τοσοῦτον παρῆν ἀρετῆς καὶ δυνάμεως, ὥστε καθεστῶτι λογισμῷ, καὶ ἀσυγχύτῳ ψυχῇ, νηφαλίῳ τε φρονήματι Θεοῦ γνῶσιν ἀναλαβεῖν, καὶ πᾶσαν ἐπὶ τὸν Θεὸν ἀναρτῆσαι αὐτοῦ τὴν ἐλπίδα; ὥστ' ἂν εἰπεῖν· « Ὅτι σὺ εἶ ὁ ἐκσπάσας με ἐκ γαστρὸς μητρός μου, ἡ ἐλπίς μου ἀπὸ μαστῶν τῆς μητρός μου. Ἐπὶ σὲ ἐπεῤῥίφην ἐκ μήτρας, ἐκ κοιλίας μητρός μου Θεός μου εἶ σύ. » Τίς δὲ τοιοῦτος Θεῷ μεμελημένος, ὄνειδος ἀνθρώπων γέγονε καὶ ἐξουθένημα λαοῦ; ὑπὸ τίνων δὲ καὶ ποδαπῶν μόσχων καὶ ταύρων χρὴ νοεῖν τὸν τοιόνδε κεκυκλῶσθαι; τί δὲ παθὼν ὁ δηλούμενος ὡσεὶ ὕδωρ ἐξεχύθη; καὶ πῶς διεσκορπίσθη αὐτοῦ τὰ ὀστᾶ; πῶς δὲ εἰς χοῦν θανάτου κατήχθη, καὶ καταχθεὶς εἰς χοῦν θανάτου, τὰ τοιαῦτα λαλεῖ ἔτι, καὶ ζῇ καὶ φθέγγεται; τίνες δὲ οἱ κύνες οἱ κυκλώσαντες αὐτὸν, ἕτεροι ὄντες παρὰ τοὺς προωνομασμένους ταύρους καὶ μόσχους; ποία δὲ συναγωγὴ πονηρευομένων τὰς χεῖρας οὐ μόνον, ἀλλὰ καὶ τοὺς πόδας τοῦ τηλικούτου ὤρυξαν, ἀποδύσαντές τε αὐτὸν, τὰ μέν τινα διείλοντο αὐτοῦ τῶν ἐνδυμάτων, τὰ δὲ καὶ κλήρῳ λαχόντες ἔλαβον; τίς δὲ ἡ ῥομφαία καὶ ὁ κύων, καὶ ὁ λέων; τίνες δὲ οἱ λεγόμενοι μονοκέρωτες, τὸν δηλούμενον περιέχοντες; πῶς δὲ μετὰ τὴν πρὸς τοσούτους πάλην, μετὰ τὸ εἰς χοῦν θανάτου καταχθῆναι, ἐπαγγέλλεται τὸ ὄνομα τοῦ Πατρὸς διηγεῖσθαι, οὐ πᾶσιν, ἀλλὰ μόνοις τοῖς ἑαυτοῦ ἀδελφοῖς; τίνες τε οἱ ἀδελφοὶ, τίς τε ἡ Ἐκκλησία, περὶ ἧς φησιν ὁ τὰ τοιαῦτα παθὼν, « Ἐν μέσῳ Ἐκκλησίας ὑμνήσω σε, » οἷς καὶ ἐπιλέγει, ὡς ἄρα οὐχ ἓν τὸ Ἰουδαίων ἔθνος, « πάντα δὲ τὰ πέρατα τῆς γῆς συναισθήσονται, καὶ ἐπιστραφήσονται πρὸς Κύριον, καὶ προσκυνήσουσιν ἐνώπιον αὐτοῦ πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν; » Καὶ σὺ δὲ, παρὰ σαυτῷ βασανίσας ἑκάστην λέξιν τοῦ ψαλμοῦ, θέα εἰ δυνατὸν ἐπὶ τὸν τυχόντα ἀναφέρειν τὰ θεσπιζόμενα. Ἀλλ' οὐκ ἂν εὕροις ἑτέρῳ τῳ ἐφαρμόττειν αὐτὰ ἢ μόνῳ Σωτῆρι ἡμῶν, ὃς πάντων πιστότατος ἂν εἴη καὶ ἀληθέστατος, εἰς ἑαυτοῦ πρόσωπον ἀνειληφὼς τὴν ἀπὸ τοῦ ψαλμοῦ φωνὴν, ὡς ἐμαρτύρησαν οἱ εὐαγγελισταί· ὁ μὲν Ματθαῖος δι' ὧν παρεθέμεθα αὐτοῦ λέξεων· ὁ δὲ Μάρκος δι' ὧν καὶ αὐτὸς ὧδέ πως ἱστορεῖ λέγων· « Γενομένης δὲ ὥρας ἕκτης, σκότος ἐγένετο ἐφ' ὅλης τῆς γῆς, ἕως ὥρας ἐννάτης. Καὶ τῇ ἐννάτῃ ὥρᾳ ἐβόησεν ὁ Ἰησοῦς φωνῇ μεγάλῃ, λέγων· Ἠλεὶ, Ἠλεὶ, λαμμᾶ σαβαχθανὶ, ὅ ἐστι μεθερμηνευόμενον· Ὁ Θεὸς, ὁ Θεός μου, εἰς τί ἐγκατέλιπές με; Καί τινες τῶν ἀκουσάντων ἔλεγον·
mena [the end of a word begun in the previous column]. Plainly, then, both the other things are shown to have been fulfilled in Him, and in particular what is said in the psalm: "They parted My garments among themselves, and for My clothing they cast lots." And the piercing of the nails, those driven through His hands and feet when He was fastened to the cross, he shows expressly, saying: "They dug My hands and My feet, they numbered all My bones." And the rest, too, would fit Him alone, as the argument will show as it proceeds. Or let him who wishes to transfer it to another person, whether a king, or a prophet, or even any of those who were ever dear to God among the Jews, show, if he is able, that what is written fits him. For to whom of all ever conceived was there such virtue and power that with settled reason, an unconfused soul, and a sober mind he took up the knowledge of God, and hung all his hope upon God, so as to say: "For Thou art He who drew me out of my mother's womb, my hope from my mother's breasts. Upon Thee was I cast from the womb, from my mother's belly Thou art my God." And who, being thus the care of God, became a reproach of men and a thing despised of the people? By what, and what manner of, calves and bulls must we understand such a one to have been surrounded? What befell him who is signified, that he was poured out like water? And how were his bones scattered? How was he brought down into the dust of death, and, having been brought down into the dust of death, still speaks such things, and lives and utters them? And who are the dogs that surrounded him, being others besides the bulls and calves named before? What assembly of evildoers dug not only the hands but also the feet of one so great, and, having stripped him, divided some of his garments, and took others, obtaining them by lot? What is the sword and the dog, and the lion? Who are those called unicorns, that surround him who is signified? How, after the struggle against so many, after being brought down into the dust of death, does he promise to declare the name of the Father, not to all, but only to his own brethren? And who are the brethren, and what is the Church of which he who suffered such things says, "In the midst of the Church I will sing praise to Thee," to which he also adds that not the one nation of the Jews only, but "all the ends of the earth shall perceive it, and shall turn to the Lord, and all the families of the nations shall worship before Him"? And you too, having examined each word of the psalm by yourself, consider whether it is possible to refer what is prophesied to just anyone. But you would not find that it fits anyone else than our Saviour alone, who would be the most faithful and truest of all, having taken up into His own person the utterance of the psalm, as the evangelists have testified: Matthew by the words of his that we have cited, and Mark by those in which he too relates it somewhat thus, saying: "And when the sixth hour had come, there was darkness over the whole land until the ninth hour. And at the ninth hour Jesus cried with a loud voice, saying: Eli, Eli, lamma sabachthani, which is, being interpreted: O God, my God, why hast Thou forsaken me? And some of those who heard said: