πλειόνων τῶν καθ' ὅλης τῆς οἰκουμένης κηρυξάντων αὐτόν· ὧν τὸ ἄπλαστον καὶ ἀληθὲς τῆς μαρτυρίας πιστοῦται ἡ διὰ βασάνων πεῖρα, καὶ ἡ μέχρι θανάτου ἔνστασις, ἣν ἐπὶ βασιλέων, ἀρχόντων τε καὶ ἡγεμόνων, καὶ ὅλων ἐθνῶν ἐνεδείξαντο, τοῖς ὑπ' αὐτῶν κηρυττομένοις ἀλήθειαν ἐπιμαρτυρήσαντες. Τούτοις δὲ αὐτοῖς ἡγοῦμαι τοῖς εὐαγγελισταῖς αὐτοῦ καὶ ἀποστόλοις ἐπιφωνεῖν τὸ πνεῦμα τὸ προφητικὸν τὰ ἀπὸ τοῦ, « Ἰσχύσατε, χεῖρες ἀνειμέναι, καὶ γόνατα παραλελυμένα. » Ἐπεὶ γὰρ τὰς χεῖρας καὶ τὰς πρακτικὰς δυνάμεις οὗτοι, τάς τε βάσεις καὶ τὴν πορείαν ἀπὸ τῆς μακρᾶς περιόδου τῆς κατὰ τὸν Μωϋσέως νόμον λὰτρείας παρείθησαν, διεγείρων αὐτοὺς ἐπὶ τὴν κατὰ τὸ Εὐαγγέλιον πολιτείαν· « Ἰσχύσατε, φησὶ, χεῖρες ἀνειμέναι, καὶ γόνατα παραλελυμένα, » εἰς ἑτοιμασίαν δηλαδὴ τοῦ κατὰ τὸ Εὐαγγέλιον δρόμου. Ἰσχύσατε δὲ καὶ εἰς τὸ παρακαλεῖν ἑτέρους, καὶ παρορμᾷν ἔχεσθαι τῆς εὐαγγελικῆς σωτηρίας, ὑμεῖς οἱ τὸ πρὶν ὀλιγόψυχοι, καὶ μή τις ὑμᾶς αἱρείτω φόβος τῶν ἔξωθεν ἀνθισταμένων τῷ εὐαγγελικῷ κηρύγματι· ἀλλὰ καὶ πρὸς τούτους ἰσχύσατε, καὶ μὴ φοβεῖσθε. Θεὸς γὰρ ἦν καὶ Θεοῦ Λόγος, ἀλλ' οὐ Μωϋσεῖ τις παραπλήσιος, οὐδέ τις τοῖς προφήταις ὅμοιος, οὐ μόνων τῶν παραδόξων ποιητὴς θαυμάτων, ἀλλὰ καὶ ὑμῖν αὐτοῖς τῆς ἰσχύος γεγονὼς αἴτιος. Πίστις δ' ἂν γένοιτο ἐναργεστάτη τῆς τοῦ προφητευομένου Σωτῆρος ἡμῶν ἐνθέου δυνάμεως, δι' ἧς ἀληθῶς χωλοὺς καὶ τυφλοὺς, καὶ λεπροὺς, καὶ παρειμένους ἰάσατό ποτε λόγῳ, κατὰ τὰς περὶ αὐτοῦ Γραφὰς, ἡ καὶ εἰσέτι νῦν ἐνεργουμένη πρὸς τῆς αὐτοῦ θεότητος καθ' ὅλης τῆς ἀνθρώπων οἰκουμένης ἀρετὴ, δι' ἧς αὐτοῖς ἔργοις ὁποῖός τις ἦν καὶ τότε, τοῖς οἵοις τε συνορᾷν ἐπιδείκνυται· ὅτε καὶ ἐπὶ τοσούτοις μετὰ ταῦτα χρόνοις διαρκὴς καὶ ἀνίκητος, καὶ ὡς ἀληθῶς Θεοῦ Λόγος, ὁ πρὸς αὐτοῦ καταγγελθεὶς ἀποδείκνυται, πάντας ὑπερβαλλόμενος τοὺς ἀρχῆθεν καὶ μέχρι τοῦ νῦν τὴν διδασκαλίαν αὐτοῦ πολεμεῖν παρεσκευασμένους, ἐξ ἁπάσης τε τῆς οἰκουμένης ὑπαγόμενος ἑαυτῷ μυρία πλήθη, καὶ πάσης μὲν ἁμαρτίας καὶ τῶν κατὰ ψυχὴν παθῶν τε καὶ νοσημάτων τοὺς αὐτῷ προσιόντας ἀπαλλάσσων, ἐπὶ δὲ τὴν εὐσεβῆ διδασκαλίαν αὐτοῦ πᾶν γένος Ἑλλήνων καὶ βαρβάρων προσκαλούμενος, μυρίους τε ὅσους προσάγων ἐπὶ τὴν τοῦ μόνου καὶ ἀληθοῦς Θεοῦ γνῶσιν, ἐπί τε τὸν ὑγιῆ καὶ σώφρονα βίον, ὃς δὴ καὶ πρέπων εἴη ἂν ἐπαγγελίᾳ θρησκείας τοῦ ἐπὶ πάντων Θεοῦ. Οὗτος δὲ αὐτὸς ὁ Θεὸς ἡμῶν, ἅτε τυγχάνων Θεοῦ Λόγος, « Κρίσιν, φησὶν, ἀνταποδίδωσι, καὶ ἀνταποδώσει, αὐτὸς ἥξει καὶ σώσει ἡμᾶς. » Κατὰ γὰρ τὸν ψαλμὸν φήσαντα· « Ὁ Θεὸς, τὸ κρῖμά σου τῷ βασιλεῖ δός, » καὶ κατὰ τὴν εὐαγγελικὴν διδασκαλίαν, δι' ἧς εἴρηται· « Ὁ Πατὴρ κρίνει οὐδένα, ἀλλὰ τὴν κρίσιν πᾶσαν δέδωκε τῷ Υἱῷ, » παρὰ τοῦ Πατρὸς τὴν τοῦ κρίνειν εἰληφὼς ἐξουσίαν, δικαιοσύνῃ κρίνων, τῷ μὲν ἐκ περιτομῆς λαῷ τὴν προσήκουσαν τῶν εἰς αὐτόν τε καὶ τοὺς αὐτοῦ προφήτας τετολμημένων δίκην ἀπεδέδωκε, πάντας δὲ ἁπαξαπλῶς ἀνθρώπους τοὺς αὐτῷ προσιόντας ἐξ ἴσου κατὰ τὸ δίκαιον ἀνεσώσατο· ὧν τὰ ὦτα τῆς δὶανοίας καὶ τοὺς ὀφθαλμοὺς ἀνέῳξεν.
very many who have proclaimed Him throughout the whole inhabited earth; the unfeignedness and truth of whose testimony are confirmed by their trial through tortures and their steadfastness unto death, which they displayed before kings, rulers, and governors, and whole nations, bearing witness to the truth of the things proclaimed by them. And to these very evangelists and apostles of His I consider the prophetic Spirit to address the words beginning from, "Be strong, slackened hands and palsied knees." For since they had grown slack in their hands and active powers, as well as in their steps and walking, from the long circuit of worship according to the law of Moses, rousing them up to the way of life according to the Gospel, he says, "Be strong, slackened hands and palsied knees," for readiness, plainly, of the course according to the Gospel. Be strong also for exhorting others and urging them on to lay hold of the evangelical salvation, you who formerly were faint-hearted, and let no fear seize you of those from outside who oppose the evangelical proclamation; rather, against these too be strong, and fear not. For He was God and the Word of God, and not someone comparable to Moses, nor someone like the prophets—not a maker of marvellous wonders only, but One Who has also become the author of strength for you yourselves. And the clearest proof of the divine power of our prophesied Saviour, through which He truly once healed by a word the lame, the blind, lepers, and the palsied according to the Scriptures concerning Him, would be the virtue even until now wrought by His deity throughout the whole world of mankind, through which by the very deeds themselves He is shown to those able to perceive what sort of One He was then also; seeing that even over so many ages afterwards He Who was proclaimed by Him is proved enduring and invincible, and truly the Word of God, overcoming all who from the beginning even until now have been arrayed to make war on His teaching, bringing under Himself countless multitudes out of all the inhabited earth, freeing those who come to Him from every sin and from the passions and maladies of the soul, calling unto His godly teaching every race of Greeks and barbarians, and leading countless numbers unto the knowledge of the only and true God and unto a sound and temperate life, such as would indeed befit a profession of the worship of the God over all. And this very God of ours Himself, inasmuch as He is the Word of God, "renders judgement," it says, "and will render it; He Himself will come and save us." For according to the psalm which said: "O God, give Thy judgement to the king," and according to the evangelical teaching through which it has been said: "The Father judges no one, but has given all judgement to the Son," having received from the Father the authority to judge, judging in righteousness, to the people of the circumcision He rendered the fitting penalty for the things dared against Himself and His prophets, whereas all men without exception who come to Him He saved equally according to what is just; whose ears of understanding and eyes He opened.