γει· « Καὶ Σολομὼν ἦν φιλογύναικος, καὶ ἔλαβε γυναῖκας ἀλλοτρίας πολλὰς, καὶ τὴν θυγατέρα Φαραὼ, Μωαβίτιδας, Ἀμμανίτιδας, καὶ Ἰδουμαίας, Σύρας καὶ Χετταίας, καὶ Ἀμοῤῥαίας, ἐκ τῶν ἐθνῶν, ὧν ἀπεῖπε Κύριος ὁ Θεὸς τοῖς υἱοῖς Ἰσραὴλ, οὐκ εἰσελεύσεσθαι εἰς αὐτάς. » Καὶ ἐπιφέρει τούτοις· « Καὶ οὐκ ἦν ἡ καρδία αὐτοῦ εὐθεῖα μετὰ Κυρίου τοῦ Θεοῦ αὐτοῦ, καθὼς ἡ καρδία Δαβὶδ τοῦ πατρὸς αὐτοῦ· καὶ ἐπορεύθη Σολομὼν ὀπίσω τῆς Ἀστάρτης, βδελύγματος Σιδωνίων, καὶ ὀπίσω τοῦ βασιλέως αὐτῶν, εἰδώλου υἱῶν Ἀμμών· καὶ ἐποίησε Σολομὼν τὸ πονηρὸν ἐνώπιον Κυρίου. » Καὶ αὖθις ἑξῆς ἐπιλέγει· « Καὶ ἤγειρε Κύριος Σατὰν τῷ Σολομῶνι, τὸν Ἄδερ τὸν Ἰδουμαῖον. » Τὸν δὴ ἐπὶ τοσούτοις καὶ τοιούτοις διαβεβλημένον τίς ἂν αἱρεῖ λόγος πατέρα τὸν Θεὸν τολμᾷν ἐπιγράφεσθαι, καὶ τὸν ἐπὶ πάντων Θεὸν υἱὸν ἑαυτοῦ πρωτότοκον ἀναγορεύειν αὐτόν; Πῶς δὲ ταῦτα τοτὲ μὲν ὡς περὶ αὐτοῦ λέγεται τοῦ Δαβὶδ, τοτὲ δὲ ὡς περὶ σπέρματος αὐτοῦ; Ἀλλ' οὐδὲ τῷ Δαβὶδ ἐφαρμόζοι ἂν, ὡς ἐπιστήσαντί σοι δῆλον ἔσται. Οὐκοῦν τὸν ἐκ σπέρματος Δαβὶδ ἀναστήσεσθαι ἐν τούτοις δηλούμενον ἕτερον ζητητέον. Ἀλλ' οὐδεὶς ἄλλος τοιοῦτος ἐξ αὐτοῦ γέγονεν, ὡς ἱστορεῖται, ἢ ὅτι γε εἷς ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τοῦ Θεοῦ, ὃς μόνος τῶν πώποτε ἐκ σπέρματος Δαβὶδ βεβασιλευκότων καθ' ὅλης ἀνηγόρευται τῆς οἰκουμένης υἱὸς Δαβὶδ, κατὰ τὴν ἔνσαρκον αὐτοῦ γένεσιν ὁμολόγούμενος, καὶ τούτου γε μένει καὶ διαμενεῖ ἡ βασιλεία, εἰς τὸν ἄπειρον αἰῶνα παρατείνουσα, καίτοι μυρία μὲν ἐπιβεβουλευμένη, θείᾳ δὲ καὶ ὑπὲρ ἄνθρωπον δυνάμει τὸ ἔνθεον καὶ ἀήττητον τῆς περὶ αὐτοῦ προφητείας ἀκολούθως ἐπιδεικνυμένη. Ει δὲ ὀμνύντα τὸν θεὸν ἀκούεις κατὰ τοῦ ἁγίου αὐτοῦ, ὡς πατρὸς ἄκουε ὀμνύντος κατὰ τοῦ Θεοῦ Λόγου, τοῦ πάντων αἰώνων προϋφεστῶτος, ἁγίου καὶ μονογενοῦς αὐτοῦ Παιδὸς, ὃν ποικίλως ἐθεολόγησαν αἱ πρόσθεν ἡμῖν παρατεθεῖσαι φωναὶ, καθ' οὗ ὄμνυσιν ὁ Θεὸς καὶ πατὴρ αὐτοῦ, ὡς κατὰ ἠγαπημένου, τὸν ἐκ σπέρματος Δαβὶδ τὸν ἄπειρον αἰῶνα δοξάσειν· ὃ καὶ γέγονεν ὅτε ὁ Λόγος σὰρξ γενόμενος τὸν ἐκ σπέρματος Δαβὶδ ἀνείληφέ τε καὶ ἐθεοποίησε. Διὸ καὶ υἱὸν αὐτὸν ἀναγορεύει λέγων, « Ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν· » καὶ πάλιν· « Κἀγὼ πρωτότοκον θήσομαι αὐτόν. » Σαφῶς τοιγαροῦν ἐκ τούτων ὁ Υἱὸς τοῦ Θεοῦ ὁ πρωτότοκος ἐκ σπέρματος ἔσεσθαι Δαβὶδ ἀνείρηται, ὥστε ἕνα καὶ τὸν αὐτὸν εἶναι τὸν υἱὸν τοῦ Δαβὶδ τῷ Θεοῦ Υἱῷ, καὶ τὸν Υἱὸν τοῦ Θεοῦ τῷ υἱῷ Δαβίδ· δι' ὧν ἐναργῶς ὁ Πρωτότοκος πάσης κτίσεως αὐτὸς ὁ Υἱὸς τοῦ Θεοῦ υἱὸς ἀνθρώπου γενήσεσθαι προεφητεύετο. Καὶ τοῦτο δὲ τὸ λόγιον ἡ τοῦ Εὐαγγελίου γραφὴ ἐπισφραγίζεται, δι' ὧν φησιν ἐπιστάντα τὸν Γαβριὴλ τῇ ἁγίᾳ Παρθένῳ φάναι περὶ τοῦ Σωτῆρος ἡμῶν· « Οὗτος ἔσται μέγας, καὶ υἱὸς Ὑψίστου κληθήσεται, καὶ δώσει αὐτῷ Κύριος ὁ Θεὸς τὸν θρόνον Δαβὶδ τοῦ πατρὸς αὐτοῦ, καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τοὺς αἰῶνας, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος. » Καὶ μετὰ βραχέα δὲ ἐν τῷ
cites: « And Solomon was a lover of women, and he took many foreign wives, both the daughter of Pharaoh, and Moabite, Ammonite, and Idumaean, Syrian and Hittite, and Amorite women, from the nations concerning which the Lord God forbade the sons of Israel, not to go in unto them. » And it adds to these things: « And his heart was not upright with the Lord his God, as was the heart of David his father; and Solomon went after Astarte, the abomination of the Sidonians, and after their king, the idol of the sons of Ammon; and Solomon did evil before the Lord. » And again next it adds: « And the Lord raised up a Satan against Solomon, Ader the Idumaean. » Now as for one traduced on so many and such grave counts, what reason could allow him to dare to claim God as his father, and the God over all to proclaim him His own firstborn son? And how are these things spoken at one time as concerning David himself, and at another time as concerning his seed? Yet neither could they apply to David, as will be clear to you when you give it your attention. Therefore one must seek another who in these words is signified as going to rise up from the seed of David. Yet no other such person has arisen from him, as is recorded in history, save one alone, our Saviour and Lord Jesus the Christ of God, Who alone of all who have ever reigned from the seed of David has been proclaimed throughout the whole inhabited world Son of David, acknowledged according to His incarnate birth, and Whose kingdom indeed remains and will endure, stretching forth unto the boundless age, though plotted against ten thousand times, yet by a divine and superhuman power consistently displaying the divinely inspired and unconquerable character of the prophecy concerning Him. And if you hear God swearing by His holy one, hear it as of the Father swearing by God the Word, Who pre-existed before all ages, His holy and only-begotten Child, Whom the utterances previously set forth by us celebrated in manifold ways as God, by Whom His God and Father swears, as by a beloved one, that He will glorify for the boundless age the one from the seed of David; which indeed came to pass when the Word, having become flesh, both assumed him who was from the seed of David and deified him. Wherefore He also proclaims Him Son, saying, « I will be to Him for a father, and He shall be to Me for a son; » and again: « And I will set Him as firstborn. » Clearly, therefore, from these words the Son of God, the firstborn, has been declared as going to be from the seed of David, so that the Son of David is one and the same with the Son of God, and the Son of God with the Son of David; through which manifestly the Firstborn of all creation Himself, the Son of God, was prophesied as going to become Son of man. And the Scripture of the Gospel also sets its seal upon this oracle, through the words in which it says that Gabriel, standing beside the holy Virgin, spoke concerning our Saviour: « This one shall be great, and shall be called Son of the Most High, and the Lord God will give Him the throne of David His father, and He shall reign over the house of Jacob unto the ages, and of His kingdom there shall be no end. » And shortly afterwards in the