τοῖς ἔθνεσιν. » Εἶθ' ὡς ἔχων ἕτερον παρ' αὐτοὺς λαὸν, ἐπιφέρει· « Διὰ τοῦτο γνώσεται ὁ λαός μου τὸ ὄνομά μου· » διδάσκει τε, ὅτι μὴ ἕτερος, ἀλλ' αὐτὸς ὁ ἐν τοῖς προφήταις λαλήσας Κύριος ἐπιδημήσει ποτὲ τῷ βίῳ, λέγων· « Ἐγώ εἰμι, αὐτὸς ὁ λαλῶν, πάρειμι.» Τὸ δὲ, « Ὡς ὥρα ἐπὶ τῶν ὀρέων, ὡς πόδες εὐαγγελιζομένου ἀκοὴν εἰρήνης, ὡς εὐαγγελιζόμενος ἀγαθὰ, ἀκουστὴν ποιήσω τὴν σωτηρίαν σου, λέγων· Σιὼν, βασιλεύσει σου ὁ Θεὸς, » σαφέστερον οἱ λοιποὶ ἐκδεδώκασιν ἑρμηνευταί· ὁ μὲν Ἀκύλας εἰπὼν, « Τί ὡραιώθησαν ἐπὶ τὰ ὄρη πόδες εὐαγγελιζομένου, ἀκουτίζοντος εἰρήνην, εὐαγγελιζομένου ἀγαθὸν, ἀκουτίζοντος σωτηρίαν, λέγοντος τῇ Σιών· Ἐβασίλευσεν ὁ Θεός σου; » καὶ ὁ Σύμμαχος φήσας· « Τί εὐπρεπεῖς ἐπὶ τῶν ὀρέων πόδες εὐαγγελιζομένου, ἀκουστὴν ποιοῦντος εἰρήνην, εὐαγγελιζομένου ἀγαθὰ, ἀκουστὴν ποιοῦντος σωτηρίαν, λέγοντος τῇ Σιών· Ἐβασίλευσεν ὁ Θεός σου; » ἀντὶ δὲ τῶν, « Φωνὴ τῶν φυλασσόντων σε ὑψώθη, καὶ τῇ φωνῇ ἅμα εὐφρανθήσονται· ὅτι ὀφθαλμοῖς πρὸς ὀφθαλμοὺς ὄψονται· » ὁ μὲν Σύμμαχος οὕτως ἡρμήνευσε· « Φωνὴ τῶν σκοπῶν σου ἐπῆραν φωνὴν, ἐπὶ τὸ αὐτὸ αἰνέσουσιν· ὀφθαλμοφανῶς γὰρ ὄψονται. » Λέγοιντο δ' ἂν ἐν τούτοις σκοποὶ οἱ ἱεροὶ τοῦ Σωτῆρος ἡμῶν ἀπόστολοι, οἳ καὶ, ὀφθαλμοφανῶς ἰδόντες τὸν προφητευόμενον, ὕψωσαν αὐτῶν τὴν φωνὴν εἰς πᾶσαν τὴν οἰκουμένην κηρύξαντες. Σιὼν δὲ καὶ Ἱερουσαλὴμ τὴν ἐν τοῖς τόποις εὐαγγελιζομένην οἶδεν ἐπουρανίους ὁ Ἀπόστολος, δι' ὧν φησιν· « Ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστὶν, ἥτις ἐστὶ μήτηρ ἡμῶν·» καὶ, « Προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει Θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ, καὶ μυριάσιν ἀγγέλων πανηγύρει. » Λέγοιτο δ' ἂν Σιὼν καὶ ἡ εἰς πάντα τὸν ἐπὶ γῆς τόπον διὰ Χριστὸν συστᾶσα Ἐκκλησία, ὡς καὶ Ἱερουσαλὴμ πᾶν τὸ θεοσεβὲς τόπισμα, ὃ καὶ παρὰ μόνοις Ἰουδαίων τοῖς πάλαι τὸ πρὶν συνεστὸς εἰς ἐρημίαν διὰ τὰς δυσσεβείας αὐτῶν περιτέτραπται· εἶτ' αὖ πάλιν τῆς ἐπὶ τὸ κρεῖττον ἀνανεώσεως ἔτυχε διὰ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιφανείας· Διὸ φησὶν ἡ προφητεία· « Ῥηξάτω εὐφροσύνην ἅμα τὰ ἔρημα Ἱερουσαλήμ· ὅτι ἠλέησε Κύριος αὐτὴν, καὶ ἐῤῥύσατο Ἱερουσαλήμ. » Οὐκ ἂν δὲ ἁμάρτοις τὴν παντὸς ἁγίου καὶ θεοφιλοῦς ψυχὴν, καθὸ μὲν ἐπῆρται τῷ βίῳ, τὸ πολίτευμα ἔχουσα ἐν οὐρανοῖς, σκοποῦσα τὰ ὑπερκόσμια, Σιὼν ὀνομάζων (ἑρμηνεύεται γὰρ σκοπευτήριον)· καθὸ δὲ ἐν εὐσταθείᾳ καὶ γαλήνῃ παθῶν καθέστηκεν, Ἱερουσαλὴμ αὐτὴν ἀποκαλῶν· ὅρασιν γὰρ εἰρήνης μεταληφθὲν τοὔνομα σημαίνει. Τούτοις ἀκολούθως ἡ τῶν ἐθνῶν ἐπὶ τὴν εὐσέβειαν τοῦ θεοῦ κλῆσις ἐναργέστατα δηλοῦται διὰ τοῦ, « Καὶ ἀποκαλύψει Κύριος ὁ Θεὸς τὸν βραχίονα τὸν ἅγιον αὐτοῦ ἐνώπιον πάντων τῶν ἐθνῶν· καὶ ὄψονται πάντα τὰ ἄκρα τῆς γῆς τὴν σωτηρίαν τὴν παρὰ τοῦ θεοῦ ἡμῶν. » Βραχίονα δὲ τοῦ Θεοῦ μὴ ἄλλον εἶναι τοῦ Λόγου, καὶ τῆς Σοφίας, καὶ αὐτοῦ τοῦ Κυρίου, ὅς ἐστιν ὁ Χριστὸς τοῦ Θεοῦ, νόμιζε. Τοῦτο γοῦν ἐκ πολλῶν παραστῆσαι ῥᾴδιον. Ἔχεις δὲ καὶ ἐν Ἐξόδῳ τὸν Ισραὴλ βραχίονι Θεοῦ ῥυσθέντα τῆς ὑπ' Αἰγυ-
the nations." Then, as having another people besides them, He adds: "Therefore My people shall know My name"; and He teaches that no other, but the very Lord Who spoke in the prophets, will one day sojourn in human life, saying: "I am He, the very One Who speaks: I am present." And the passage, "Like bloom upon the mountains, like the feet of one bringing good tidings of a report of peace, like one bringing good tidings of good things, I will make your salvation heard, saying: O Zion, your God shall reign," the rest of the translators have rendered more clearly: Aquila saying, "How beautified upon the mountains were the feet of one bringing good tidings, making peace heard, bringing good tidings of good, making salvation heard, saying to Zion: Your God has reigned?"; and Symmachus saying: "How comely upon the mountains are the feet of one bringing good tidings, making peace heard, bringing good tidings of good things, making salvation heard, saying to Zion: Your God has reigned?" And instead of the words, "The voice of those guarding you has been lifted up, and with the voice they shall rejoice together; because they shall see eye to eye," Symmachus translated thus: "The voice of your watchmen—they have lifted up their voice, together they shall praise; for visibly with their eyes they shall see." By watchmen in these words might be meant the sacred apostles of our Saviour, who indeed, having visibly with their eyes seen Him Who was prophesied, lifted up their voice, having proclaimed Him to the whole inhabited world. And the Apostle knows Zion and Jerusalem that is preached in these passages as heavenly, through the words in which he says: "But the Jerusalem above is free, which is our mother"; and, "You have approached Mount Zion and the city of the living God, the heavenly Jerusalem, and myriads of angels in festal assembly." Yet Zion might also mean the Church established throughout every place on earth for Christ's sake, just as Jerusalem too means every godly institution, which indeed, having formerly stood among the ancients of the Jews alone, has been turned into desolation because of their impieties, and then once again obtained renewal for the better through the manifestation of our Saviour. Wherefore the prophecy says: "Let the desert places of Jerusalem break forth into gladness together; because the Lord has had mercy on her, and has rescued Jerusalem." Nor would you err in naming the soul of every holy person and lover of God Zion, in so far as it is lifted above life, having its citizenship in the heavens, watching the things above the world (for it is translated watchtower); while calling it Jerusalem, in so far as it stands in steadfastness and calm from passions—for when translated the name signifies vision of peace. Following upon these things, the calling of the nations to the godliness of God is most clearly declared through the words, "And the Lord God will uncover His holy arm before all the nations; and all the ends of the earth shall see the salvation that is from our God." And do not suppose the arm of God to be other than the Word, and Wisdom, and the Lord Himself, Who is the Christ of God. At any rate, it is easy to establish this from many passages. And you have in Exodus too Israel rescued by the arm of God from the bondage under