Migne Reading Room

PG 22 · cols. 476–485 · Read from the page

Demonstration of the Gospel

Demonstration of the Gospel

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 22:476Read from the page
ἀρχόντων φάσκον· « Καὶ παραδώσω Αἴγυπτον εἰς χεῖρας ἀνθρώπων κυρίων σκληρῶν· » περὶ δὲ τῶν τὴν καθ' ὅλου διεπόντων ἀρχὴν τὸ ἑξῆς, ἀνθ' οὗ ὁ Ἀκύλας φησὶ, « Καὶ βασιλεὺς κεκραταιωμένος ἐξουσιάσει ἐν αὐτοῖς· » ὁ δὲ Σύμμαχος· « Καὶ βασιλεὺς ἰσχυρὸς ἐξουσιάσει αὐτῶν. » Οὕτω δὴ τὴν Ῥωμαίων ἡγοῦμαι κεκλῆσθαι βασιλείαν, ὑφ' ἧς, ὥσπερ χαλινῷ καὶ δεσμῷ, πεπεδημένους, οὐ μόνον τοὺς πάντων ἀνθρώπων δεισιδαιμονεστάτους Αἰγυπτίους, ἀλλὰ καὶ τοὺς λοιποὺς πάντας ἀνθρώπους μηδὲν δύνασθαι τολμᾷν κατὰ τῆς τοῦ Σωτῆρος ἡμῶν Ἐκκλησίας δυσφημεῖν. Μετὰ ταῦτα προφητεύεται τούτοις ἑξῆς σκοτεινότερά τινα, καὶ δι' αἰνιγμάτων μακροτέρας καὶ βαθυτέρας τῆς κατὰ τροπολογίαν δεόμενα ἑρμηνείας, ἃ δὴ ἐπὶ σχολῆς κατὰ τὸν προσήκοντα καιρὸν τῆς προσηκούσης τεύξεται διηγήσεως, ἐπὰν σὺν θεῷ τὸν περὶ τῶν ἐπαγγελιῶν ἀποδώσωμεν λόγον.
rulers saying: "And I will deliver Egypt into the hands of men, harsh masters"; and what follows concerns those who administer the supreme sovereignty, instead of which Aquila says, "And a mighty king shall exercise authority among them"; and Symmachus: "And a strong king shall exercise authority over them." Thus indeed I suppose the empire of the Romans to have been called, fettered by which, as by a bridle and bond, not only the Egyptians, the most superstitious of all men, but also all the rest of mankind are unable to dare to utter any blasphemy against the Church of our Saviour. After these things there are prophesied next in order certain more obscure matters, requiring through their riddles a longer and deeper tropological interpretation, which at leisure in the fitting season shall receive their fitting exposition, once with God's help we render our account concerning the promises.
ΚΕΦΑΛΑΙΟΝ ΚΑʹ.
Chapter XXI.
Ἀπὸ τοῦ αὐτοῦ. — Ἀγαθῶν ἐπαγγελία τῇ πρὶν ἐρήμῳ ἐξ ἐθνῶν Ἐκκλησίᾳ, καὶ ταῖς κεκακωμέναις ψυχαῖς ἐμφανὴς θεοῦ παρουσία, σωτήριοί τε παραδοξοποίαι.
From the same. — Promise of blessings to the formerly desolate Church from the nations, and manifest coming of God to afflicted souls, and saving wonder-workings.
« Εὐφράνθητι, ἔρημος διψῶσα, ἀγαλλιάσθω ἔρημος, καὶ ἀνθείτω ὡς κρίνον· καὶ ἐξανθήσει καὶ ἀγαλλιάσεται τὰ ἔρημα τοῦ Ἰορδάνου. Καὶ ἡ δόξα τοῦ Λιβάνου ἐδόθη αὐτῇ, καὶ ἡ τιμὴ τοῦ Καρμήλου, καὶ ὁ λαός μου ὄψεται τὴν δόξαν Κυρίου, καὶ τὸ ὕψος τοῦ Θεοῦ. Ἰσχύσατε, χεῖρες ἀνειμέναι, καὶ γόνατα παραλελυμένα παρακαλέσατε· οἱ ὀλιγόψυχοι τῇ διανοίᾳ, ἰσχύσατε, μὴ φοβεῖσθε. Ἰδοὺ ὁ θεὸς ἡμῶν κρίσιν ἀνταποδίδωσι, καὶ ἀνταποδώσει· αὐτὸς ἥξει, καὶ σώσει ἡμᾶς. Τότε ἀνοιχθήσονται ὀφθαλμοὶ τυφλῶν, καὶ ὦτα ἀκούσονται· τότε ἁλεῖται ὡς ἔλαφος ὁ χωλὸς, καὶ τρανὴ ἔσται γλῶσσα μογιλάλων. Ὅτι ἐῤῥάγη ἐν τῇ ἐρήμῳ ὕδωρ, καὶ φάραγξ ἐν γῇ διψώσῃ· καὶ ἔσται ἡ ἄνυδρος εἰς ἕλη, καὶ εἰς τὴν διψῶσαν γῆν πηγὴ ὕδατος ἔσται. » Κἀνταῦθα διαῤῥήδην Θεοῦ ἄφιξις θεσπίζεται σωτήριος, καὶ πολλῶν ἀγαθῶν αἰτία· κωφοῖς γοῦν ἴασις, καὶ τυφλοῖς ἀνάβλεψις, προσέτι τε χωλοῖς καὶ τὴν γλῶτταν συνδεδεμένοις θεραπεία ἔσεσθαι προφητεύεται· ἃ καὶ τέλους ἔτυχεν οὐχ ἄλλως ἢ διὰ τῆς τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ παρουσίας, ὑφ' οὗ καὶ τυφλῶν ἀνεώχθησαν οἱ ὀφθαλμοὶ, καὶ κωφοὶ τὴν ἀκοὴν ἀπειλήφασι. Τί δεῖ λέγειν, ὅσοι καὶ διὰ τῶν αὐτοῦ μαθητῶν παρειμένοι, καὶ κωφοὶ, καὶ χωλοὶ τὰς κατὰ φύσιν βάσεις ἀπελάμβανον; ἄλλοι τε μυρίοι ποικίλαις νόσοις καὶ μαλακίαις τετρυχωμένοι τῆς παρ' αὐτοῦ θεραπείας τε καὶ σωτηρίας ἠξιοῦντο, κατά τε τὴν ἔνθεον τῆς προφητείας
"Be glad, O thirsty desert, let the desert exult, and flower like a lily; and the desert places of the Jordan shall blossom forth and exult. And the glory of Lebanon was given to it, and the honour of Carmel, and My people shall see the glory of the Lord, and the height of God. Be strong, O slackened hands, and comfort the palsied knees; you who are faint-hearted in understanding, be strong, do not fear. Behold, our God renders judgement, and will render it; He Himself will come, and will save us. Then the eyes of the blind shall be opened, and ears shall hear; then the lame man shall leap like a deer, and the tongue of stammerers shall be clear. Because water broke forth in the desert, and a ravine in a thirsty land; and the waterless land shall become marshes, and in the thirsty land there shall be a spring of water." Here too a saving arrival of God is expressly foretold, and the cause of many blessings; at any rate, healing for the deaf, and recovery of sight for the blind, and moreover cure for the lame and the tongue-tied are prophesied to come to pass—things which indeed reached fulfilment in no other way than through the coming of our Saviour Jesus Christ, by Whom both the eyes of the blind were opened, and the deaf recovered their hearing. What need is there to say how many palsied, and deaf, and lame recovered their natural steps through His disciples also, and countless others worn down by manifold diseases and infirmities were counted worthy of healing and salvation from Him, according both to the inspired
Notes, col. 476

On the reading

Printed παραδοξοποίαι, for παραδοξοποῖαι.

PG 22:477Read from the page
πρόῤῥησιν, καὶ κατὰ τὴν ἀψευδεστάτην τῶν ἱερῶν Εὐαγγελίων μαρτυρίαν. Ἔρημον δὲ ἐν τούτοις ὁ λόγος, αἰνίττεται τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν, ἣν πάλαι Θεοῦ ἔρημον οὖσαν διὰ τῶν ἐν χερσὶν εὐαγγελίζεται. Καὶ ταῦτα δὲ πρὸς τοῖς ἄλλοις τῇ ἐρήμῳ φησὶν ὁ λόγος, δοθήσεσθαι τὴν δόξαν τοῦ Λιβάνου. Λίβανον δὲ τὴν Ἱερουσαλὴμ ἀλληγορικῶς σύνηθές ἐστιν ἀποκαλεῖν, ὡς ἐπὶ καιροῦ διὰ τῶν ἀπὸ τῆς θείας Γραφῆς ἀποδείξεων παραστήσομεν. Ἐν δὴ οὖν τῇ τοῦ Θεοῦ εἰς ἀνθρώπους παρουσίᾳ, τῇ δηλωθείσῃ ἐρήμῳ, λέγω δὴ τῇ ἐξ ἐθνῶν Ἐκκλησίᾳ, τὴν δόξαν τοῦ Λιβάνου δοθήσεσθαι ἡ προκειμένη διδάσκει πρόῤῥησις. Ἀντὶ δὲ τοῦ, « καὶ ἡ τιμὴ τοῦ Καρμήλου, » ὁ μὲν Ἀκύλας φησί· « Διαπρέπεια τοῦ Καρμήλου καὶ τοῦ Σαρὼν, αὐτοὶ ὄψονται δόξαν Κυρίου· » ὁ δὲ Σύμμαχος· «Εὐπρέπεια τοῦ Καρμήλου καὶ τοῦ πεδίου, αὐτοὶ ὄψονται τὴν δόξαν Κυρίου.» Καὶ ὁ Θεοδοτίων δὲ, « Ὡραιότης, φησὶ, τοῦ Καρμήλου καὶ τοῦ Σαρὼν, αὐτοὶ ὄψονται τὴν δόξαν Κυρίου· » δι' ὧν αἰνίττεσθαι ἡγοῦμαι τὴν προφητείαν οὐ τὴν Ἱερουσαλὴμ, οὐδὲ τὴν Ἰουδαίαν, ἀλλὰ τὴν τῶν ἐθνῶν χώραν καταξιωθήσεσθαι τῆς ἐνθέου γνώσεως. Ὁ γοῦν Κάρμηλος, καὶ ὁ καλούμενος Σαρὼν τόποι τῶν ἀλλοφύλων ὑπῆρχον ἐθνῶν. Ταῦτα μὲν οὖν πρὸς λέξιν· καὶ κατὰ διάνοιαν δὲ εἰσέτι σήμερον οἱ πρὶν τὰς ψυχὰς πεπηρωμένοι, ὡς ξύλα, καὶ λίθους, καὶ τὴν λοιπὴν ἄψυχον ὕλην, δαίμονάς τε περιγείους, καὶ πνεύματα πονηρὰ, ἀντὶ τοῦ Θεοῦ τῶν ὅλων προσκυνεῖν, οἵ τε τὰ ὦτα τῆς διανοίας κεκωφωμένοι, καὶ σκάζοντες, καὶ παρειμένοι τὸν πάντα ἑαυτῶν βίον, τούτων ἁπάντων καὶ τῶν ἄλλων παθῶν τε καὶ ἀῤῥωστημάτων διὰ τῆς τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ διδασκαλίας εἰσέτι καὶ νῦν ἀπαλλάττονται, πολὺ κρείττονος ἢ κατὰ σῶμα ἰάσεως καὶ ὠφελείας ἀξιούμενοι, καὶ τῆς εἰς ἀνθρώπους τοῦ Θεοῦ Λόγου παρουσίας ἐναργῆ τὴν θείαν καὶ ὑπὲρ ἄνθρωπον δύναμιν ἐπιδεικνύμενοι.
prediction of the prophecy, and according to the most unerring testimony of the sacred Gospels. By "desert" in these words the oracle hints at the Church from the nations, to which, formerly desolate of God, it brings good tidings through the words in hand. And besides the rest, the word says these things also to the desert: that the glory of Lebanon shall be given to it. Now it is customary to call Jerusalem allegorically Lebanon, as in due season we shall establish through proofs from divine Scripture. In the coming of God among men, therefore, the prediction before us teaches that the glory of Lebanon will be given to the desert indicated, I mean the Church from the nations. And instead of "and the honour of Carmel," Aquila says: "The splendour of Carmel and of Sharon, they themselves shall see the glory of the Lord"; and Symmachus: "The comeliness of Carmel and of the plain, they themselves shall see the glory of the Lord." And Theodotion too: "The beauty," says he, "of Carmel and of Sharon, they themselves shall see the glory of the Lord"; by which words I suppose the prophecy hints that not Jerusalem, nor Judaea, but the land of the nations will be counted worthy of divine knowledge. At any rate, Carmel and what is called Sharon were places of the foreign nations. So much, then, according to the letter; and according to the deeper sense too, even down to this day those formerly maimed in their souls, so as to worship stocks, and stones, and the rest of lifeless matter, and earthbound demons, and evil spirits, instead of the God of all, and those deafened in the ears of their understanding, and limping, and palsied throughout their whole life, are even now delivered from all these and the other passions and maladies through the teaching of our Saviour Jesus Christ, being counted worthy of a healing and benefit far superior to that of the body, and displaying clearly the divine and superhuman power of the coming of the Word of God among men.
ΚΕΦΑΛΑΙΟΝ ΚΒʹ.
Chapter XXII.
Ἀπὸ τοῦ αὐτοῦ. — Ὡς ὁ πρῶτος καὶ εἰς τὸν αἰῶνα τοῦ Θεοῦ Λόγος, ὁ τῶν ὅλων Δημιουργὸς, ὑπὸ Κυρίου τοῦ Πατρὸς καὶ νῦν ἀπεστάλθαι ἑαυτὸν ὁμολογεῖ.
From the same. — How the Word of God, Who is first and for ever, the Creator of all, confesses Himself to have been sent even now by the Lord the Father.
« Ἄκουέ μου, Ἰακὼβ, καὶ Ἰσραὴλ, ὃν ἐγὼ καλῶ· ἐγώ εἰμι πρῶτος, καὶ ἐγώ εἰμι εἰς τὸν αἰῶνα· καὶ ἡ χείρ μου ἐθεμελίωσε τὴν γῆν, ἡ δεξιά μου ἐστερέωσε τὸν οὐρανόν. » ᾿Καὶ ἐπιφέρει λέγων· « Καὶ νῦν Κύριος ἀπέσταλκέ με, καὶ τὸ Πνεῦμα αὐτοῦ. » Ἔχεις κἀνταῦθα καὶ τὸν ἀποστελλόμενον, καὶ τὸν ἀποστέλλοντα, δηλαδὴ τὸν Πατέρα καὶ Θεὸν τῶν ὅλων, συνήθως δὶς Κύριον ὀνομαζόμενον.
"Hear Me, O Jacob, and Israel, whom I call: I am first, and I am for ever; and My hand founded the earth, My right hand established the heaven." And He adds, saying: "And now the Lord has sent Me, and His Spirit." You have here too both Him Who is sent, and Him Who sends, namely the Father and God of all, customarily named Lord twice.
ΚΕΦΑΛΑΙΟΝ ΚΓʹ.
Chapter XXIII.
Ἀπὸ τοῦ αὐτοῦ. — Ὡς αὐτὸς ὁ Κύριος τὸ Ἰουδαίων ἔθνος ἀπελέγχει, ὅτι δὴ ἐλθόντα αὐτὸν οὐ παραδέξονται, οὐδὲ καλοῦντι ὑπακούσονται, ὁποῖά τε πείσεται πρὸς αὐτῶν.
From the same. — How the Lord Himself convicts the nation of the Jews, because when He comes they will not receive Him, nor obey Him when He calls, and what sort of things He will suffer at their hands.
« Οὕτω λέγει Κύριος· Ποῖον τοῦτο τὸ βιβλίον
"Thus says the Lord: What is this bill
Notes, col. 477

On the reading

Printed ᾿Καὶ, for Καὶ.

PG 22:480Read from the page
τοῦ ἀποστασίου τῆς μητρὸς ὑμῶν ᾧ ἐξαπέστειλα αὐτήν; ἢ τίνι ὑπόχρεῳ πέπρακα ὑμᾶς; Ἰδοὺ ταῖς ἁμαρτίαις ὑμῶν ἐπράθητε, καὶ ταῖς ἀνομίαις ὑμῶν ἐξαπέστειλα τὴν μητέρα ὑμῶν· διότι ἦλθον, καὶ οὐχ ἦν ἄνθρωπος· ἐκάλεσα, καὶ οὐκ ἦν ὁ ὑπακούων. Μὴ οὐχὶ ἰσχύει ἡ χείρ μου τοῦ ῥύσασθαι; ἢ οὐκ ἰσχύω τοῦ ἐξελέσθαι; » Εἶτ' ἐπὶ τῆς αὐτῆς προφητείας ὑποβὰς, « Ἐγὼ δὲ, φησὶν, οὐκ ἀπειθῶ, οὐδὲ ἀντιλέγω. Τὸ νῶτόν μου ἔδωκα εἰς μάστιγας, τὰς δὲ σιαγόνας μου εἰς ῥαπίσματα· τὸ δὲ πρόσωπόν μου οὐκ ἀπέστρεψα ἀπὸ αἰσχύνης ἐμπτυσμάτων. » Αὐτὸς ὁ Κύριος διὰ τούτων τὴν εἰς ἀνθρώπους αὐτοῦ παρουσίαν σαφῶς ὁμολογῶν, ἀπελέγχει τὸν Ἰουδαίων λαὸν, ὅτι μὴ ἐλθόντα αὐτὸν καταδέξονται, μηδὲ καλοῦντι ὑπακούσονται. Καὶ τοῦθ' ὥσπερ ἀπολογούμενος, αἴτιον τῆς αὐτῶν ἐκείνου ἀποβολῆς γεγονέναι διδάσκει. « Ἐπεὶ γὰρ ἦλθον, φησὶ, καὶ οὐκ ἦν ἐν ὑμῖν ἄνθρωπος, ἐκάλεσά τε, καὶ οὐδεὶς ἦν ὁ ὑπακαύων· διὰ τοῦτο, φησὶ, ταῖς ἁμαρτίαις ὑμῶν ἐπράθητε, » ἅτε αὐτοὶ ἀφ' ἑαυτῶν ἀποστάται τῆς ἐμῆς κλήσεως καταστάντες, ἀλλ' οὐκ ἐμοῦ βιβλίον ὑμῖν ἀποστασίου δεδωκότος. Σαφῶς δὲ ταῦτα πρὸς τὸν ἐκ περιτομῆς λαὸν ἀποτείνεται. Ὁμοῦ δὲ τὰ περὶ τὸ πάθος τετολμημένα αὐτοῖς δηλοῖ λέγων· «Τὸν νῶτόν μου δέδωκα εἰς μάστιγας, τὰς δὲ σιαγόνας μου εἰς ῥαπίσματα, » καὶ τὰ τούτοις ἑξῆς. Καὶ ταῦτα ἐπὶ σχολῆς τῆς προσηκούσης τεύξεται ἑρμηνείας.
of divorce of your mother, by which I sent her away? Or to what creditor have I sold you? Behold, for your sins you were sold, and for your iniquities I sent away your mother; because I came, and there was no man; I called, and there was none who obeyed. Does not My hand have strength to deliver? Or do I not have strength to rescue?" Then, advancing a little in the same prophecy, "But I," says He, "am not disobedient, nor do I gainsay. I gave My back to scourges, and My cheeks to blows; and I did not turn away My face from the shame of spittings." The Lord Himself through these words clearly confessing His coming among men, convicts the people of the Jews because when He comes they will not accept Him, nor obey Him when He calls. And as though making His defence, He teaches that this proved to be the cause of His rejection of them: "For since I came," says He, "and there was no man among you, and I called, and there was no one who obeyed, on this account," says He, "for your sins you were sold," inasmuch as you yourselves of your own accord became apostates from My calling, and not because I had given you a bill of divorce. Plainly these words are directed towards the people of the circumcision. And at the same time He declares the things dared by them concerning the Passion, saying: "I have given My back to scourges, and My cheeks to blows," and what follows these words. These things too at leisure shall receive their fitting interpretation.
ΚΕΦΑΛΑΙΟΝ ΚΔʹ.
Chapter XXIV.
Ἀπὸ τοῦ αὐτοῦ. — Ὡς αὐτὸς ὁ ἐν τοῖς προφήταις πάλαι θεσπίζων Κύριος ἥξειν εἰς ἀνθρώπους, καὶ αὐτοῖς ὀφθαλμοῖς θεαθήσεσθαι, καὶ τοῖς ἔθνεσι γνωσθήσεσθαι μελλήσει.
From the same. — How the Lord Himself Who of old uttered oracles in the prophets will come among men, and be beheld with very eyes, and become known to the nations.
« Τάδε λέγει Κύριος· Δι' ὑμᾶς διὰ παντὸς τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσι· διὰ τοῦτο γνώσεται ὁ λαός μου ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ὅτι ἐγώ εἰμι, αὐτὸς ὁ λαλῶν, πάρειμι, ὡς ὥρα ἐπὶ τῶν ὀρέων, ὡς πόδες εὐαγγελιζομένου ἀκοὴν εἰρήνης, ὡς εὐαγγελιζόμενος ἀγαθά· ὅτι ἀκουστὴν ποιήσει τὴν σωτηρίαν σου, λέγων· Σιὼν, βασιλεύσει σου ὁ θεός. Φωνὴ τῶν φυλασσόντων σε ὑψώθη, καὶ τῇ φωνῇ ἅμα εὐφρανθήσονται, ὅτι ὀφθαλμοῖς πρὸς ὀφθαλμούς ὄψονται, ἡνίκα ἂν ἐλεήσῃ Κύριος τὴν Σιών. Ῥηξάτω εὐφροσύνην ἅμα τὰ ἔρημα Ἱερουσαλὴμ, ὅτι ἠλέησε Κύριος αὐτὴν, καὶ ἐῤῥύσατο Ἱερουσαλὴμ, καὶ ἀποκαλύψει τὸν βραχίονα τὸν ἅγιον αὐτοῦ ἐνώπιον πάντων τῶν ἐθνῶν, καὶ ὄψονται πάντα τὰ ἄκρα τῆς γῆς τὴν σωτηρίαν τὴν παρὰ τοῦ Θεοῦ ἡμῶν. » Τούτοις ἑξῆς ἐπισυνῆπται ὑφ' ἕνα καὶ τὸν αὐτὸν εἱρμὸν ἡ περὶ τοῦ πάθους Χριστοῦ προφητεία, ἣν καὶ ἐπὶ σχολῆς ἐκθήσομαι. Εἷς δὲ ὢν καὶ ὁ αὐτὸς Κύριος ὁ φήσας ἐν τῇ πρὸ ταύτης περικοπῇ πρὸς τὸν Ἰουδαίων λαόν· « Ταῖς ἁμαρτίαις ὑμῶν ἐπράθητε, καὶ ταῖς ἀνομίαις ὑμῶν ἐξαπέστειλα τὴν μητέρα ὑμῶν· διότι ἦλθον, καὶ οὐκ ἦν ἄνθρωπος, ἐκάλεσα, καὶ οὐκ ἦν ὁ ὑπακούων· » διὰ τῶν ἐν χερσὶ πρὸς τοὺς αὐτούς φησι· « Διὰ ὑμᾶς τὸ ὄνομά μου βλασφημεῖται ἐν
"Thus says the Lord: Because of you My name is continually blasphemed among the nations; therefore My people shall know in that day that I am He, the very One Who speaks: I am present, like bloom upon the mountains, like the feet of one bringing good tidings of a report of peace, like one bringing good tidings of good things; because He will make your salvation heard, saying: O Zion, your God shall reign. The voice of those guarding you has been lifted up, and with the voice they shall rejoice together, because they shall see eye to eye, whenever the Lord has mercy on Zion. Let the desert places of Jerusalem break forth into gladness together, because the Lord has had mercy on her, and has rescued Jerusalem, and will uncover His holy arm before all the nations, and all the ends of the earth shall see the salvation that is from our God." Next to these words there is subjoined under one and the same train of thought the prophecy concerning the Passion of Christ, which too I shall set forth at leisure. And being one and the same Lord Who said in the passage before this to the people of the Jews: "For your sins you were sold, and for your iniquities I sent away your mother; because I came, and there was no man, I called, and there was none who obeyed," through the words in hand He says to the same men: "Because of you My name is blasphemed among
Notes, col. 480

On the reading

Printed ὑπακαύων, for ὑπακούων.

Printed ὀφθαλμούς, for ὀφθαλμοὺς.

PG 22:481Read from the page
τοῖς ἔθνεσιν. » Εἶθ' ὡς ἔχων ἕτερον παρ' αὐτοὺς λαὸν, ἐπιφέρει· « Διὰ τοῦτο γνώσεται ὁ λαός μου τὸ ὄνομά μου· » διδάσκει τε, ὅτι μὴ ἕτερος, ἀλλ' αὐτὸς ὁ ἐν τοῖς προφήταις λαλήσας Κύριος ἐπιδημήσει ποτὲ τῷ βίῳ, λέγων· « Ἐγώ εἰμι, αὐτὸς ὁ λαλῶν, πάρειμι.» Τὸ δὲ, « Ὡς ὥρα ἐπὶ τῶν ὀρέων, ὡς πόδες εὐαγγελιζομένου ἀκοὴν εἰρήνης, ὡς εὐαγγελιζόμενος ἀγαθὰ, ἀκουστὴν ποιήσω τὴν σωτηρίαν σου, λέγων· Σιὼν, βασιλεύσει σου ὁ Θεὸς, » σαφέστερον οἱ λοιποὶ ἐκδεδώκασιν ἑρμηνευταί· ὁ μὲν Ἀκύλας εἰπὼν, « Τί ὡραιώθησαν ἐπὶ τὰ ὄρη πόδες εὐαγγελιζομένου, ἀκουτίζοντος εἰρήνην, εὐαγγελιζομένου ἀγαθὸν, ἀκουτίζοντος σωτηρίαν, λέγοντος τῇ Σιών· Ἐβασίλευσεν ὁ Θεός σου; » καὶ ὁ Σύμμαχος φήσας· « Τί εὐπρεπεῖς ἐπὶ τῶν ὀρέων πόδες εὐαγγελιζομένου, ἀκουστὴν ποιοῦντος εἰρήνην, εὐαγγελιζομένου ἀγαθὰ, ἀκουστὴν ποιοῦντος σωτηρίαν, λέγοντος τῇ Σιών· Ἐβασίλευσεν ὁ Θεός σου; » ἀντὶ δὲ τῶν, « Φωνὴ τῶν φυλασσόντων σε ὑψώθη, καὶ τῇ φωνῇ ἅμα εὐφρανθήσονται· ὅτι ὀφθαλμοῖς πρὸς ὀφθαλμοὺς ὄψονται· » ὁ μὲν Σύμμαχος οὕτως ἡρμήνευσε· « Φωνὴ τῶν σκοπῶν σου ἐπῆραν φωνὴν, ἐπὶ τὸ αὐτὸ αἰνέσουσιν· ὀφθαλμοφανῶς γὰρ ὄψονται. » Λέγοιντο δ' ἂν ἐν τούτοις σκοποὶ οἱ ἱεροὶ τοῦ Σωτῆρος ἡμῶν ἀπόστολοι, οἳ καὶ, ὀφθαλμοφανῶς ἰδόντες τὸν προφητευόμενον, ὕψωσαν αὐτῶν τὴν φωνὴν εἰς πᾶσαν τὴν οἰκουμένην κηρύξαντες. Σιὼν δὲ καὶ Ἱερουσαλὴμ τὴν ἐν τοῖς τόποις εὐαγγελιζομένην οἶδεν ἐπουρανίους ὁ Ἀπόστολος, δι' ὧν φησιν· « Ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστὶν, ἥτις ἐστὶ μήτηρ ἡμῶν·» καὶ, « Προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει Θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ, καὶ μυριάσιν ἀγγέλων πανηγύρει. » Λέγοιτο δ' ἂν Σιὼν καὶ ἡ εἰς πάντα τὸν ἐπὶ γῆς τόπον διὰ Χριστὸν συστᾶσα Ἐκκλησία, ὡς καὶ Ἱερουσαλὴμ πᾶν τὸ θεοσεβὲς τόπισμα, ὃ καὶ παρὰ μόνοις Ἰουδαίων τοῖς πάλαι τὸ πρὶν συνεστὸς εἰς ἐρημίαν διὰ τὰς δυσσεβείας αὐτῶν περιτέτραπται· εἶτ' αὖ πάλιν τῆς ἐπὶ τὸ κρεῖττον ἀνανεώσεως ἔτυχε διὰ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιφανείας· Διὸ φησὶν ἡ προφητεία· « Ῥηξάτω εὐφροσύνην ἅμα τὰ ἔρημα Ἱερουσαλήμ· ὅτι ἠλέησε Κύριος αὐτὴν, καὶ ἐῤῥύσατο Ἱερουσαλήμ. » Οὐκ ἂν δὲ ἁμάρτοις τὴν παντὸς ἁγίου καὶ θεοφιλοῦς ψυχὴν, καθὸ μὲν ἐπῆρται τῷ βίῳ, τὸ πολίτευμα ἔχουσα ἐν οὐρανοῖς, σκοποῦσα τὰ ὑπερκόσμια, Σιὼν ὀνομάζων (ἑρμηνεύεται γὰρ σκοπευτήριον)· καθὸ δὲ ἐν εὐσταθείᾳ καὶ γαλήνῃ παθῶν καθέστηκεν, Ἱερουσαλὴμ αὐτὴν ἀποκαλῶν· ὅρασιν γὰρ εἰρήνης μεταληφθὲν τοὔνομα σημαίνει. Τούτοις ἀκολούθως ἡ τῶν ἐθνῶν ἐπὶ τὴν εὐσέβειαν τοῦ θεοῦ κλῆσις ἐναργέστατα δηλοῦται διὰ τοῦ, « Καὶ ἀποκαλύψει Κύριος ὁ Θεὸς τὸν βραχίονα τὸν ἅγιον αὐτοῦ ἐνώπιον πάντων τῶν ἐθνῶν· καὶ ὄψονται πάντα τὰ ἄκρα τῆς γῆς τὴν σωτηρίαν τὴν παρὰ τοῦ θεοῦ ἡμῶν. » Βραχίονα δὲ τοῦ Θεοῦ μὴ ἄλλον εἶναι τοῦ Λόγου, καὶ τῆς Σοφίας, καὶ αὐτοῦ τοῦ Κυρίου, ὅς ἐστιν ὁ Χριστὸς τοῦ Θεοῦ, νόμιζε. Τοῦτο γοῦν ἐκ πολλῶν παραστῆσαι ῥᾴδιον. Ἔχεις δὲ καὶ ἐν Ἐξόδῳ τὸν Ισραὴλ βραχίονι Θεοῦ ῥυσθέντα τῆς ὑπ' Αἰγυ-
the nations." Then, as having another people besides them, He adds: "Therefore My people shall know My name"; and He teaches that no other, but the very Lord Who spoke in the prophets, will one day sojourn in human life, saying: "I am He, the very One Who speaks: I am present." And the passage, "Like bloom upon the mountains, like the feet of one bringing good tidings of a report of peace, like one bringing good tidings of good things, I will make your salvation heard, saying: O Zion, your God shall reign," the rest of the translators have rendered more clearly: Aquila saying, "How beautified upon the mountains were the feet of one bringing good tidings, making peace heard, bringing good tidings of good, making salvation heard, saying to Zion: Your God has reigned?"; and Symmachus saying: "How comely upon the mountains are the feet of one bringing good tidings, making peace heard, bringing good tidings of good things, making salvation heard, saying to Zion: Your God has reigned?" And instead of the words, "The voice of those guarding you has been lifted up, and with the voice they shall rejoice together; because they shall see eye to eye," Symmachus translated thus: "The voice of your watchmen—they have lifted up their voice, together they shall praise; for visibly with their eyes they shall see." By watchmen in these words might be meant the sacred apostles of our Saviour, who indeed, having visibly with their eyes seen Him Who was prophesied, lifted up their voice, having proclaimed Him to the whole inhabited world. And the Apostle knows Zion and Jerusalem that is preached in these passages as heavenly, through the words in which he says: "But the Jerusalem above is free, which is our mother"; and, "You have approached Mount Zion and the city of the living God, the heavenly Jerusalem, and myriads of angels in festal assembly." Yet Zion might also mean the Church established throughout every place on earth for Christ's sake, just as Jerusalem too means every godly institution, which indeed, having formerly stood among the ancients of the Jews alone, has been turned into desolation because of their impieties, and then once again obtained renewal for the better through the manifestation of our Saviour. Wherefore the prophecy says: "Let the desert places of Jerusalem break forth into gladness together; because the Lord has had mercy on her, and has rescued Jerusalem." Nor would you err in naming the soul of every holy person and lover of God Zion, in so far as it is lifted above life, having its citizenship in the heavens, watching the things above the world (for it is translated watchtower); while calling it Jerusalem, in so far as it stands in steadfastness and calm from passions—for when translated the name signifies vision of peace. Following upon these things, the calling of the nations to the godliness of God is most clearly declared through the words, "And the Lord God will uncover His holy arm before all the nations; and all the ends of the earth shall see the salvation that is from our God." And do not suppose the arm of God to be other than the Word, and Wisdom, and the Lord Himself, Who is the Christ of God. At any rate, it is easy to establish this from many passages. And you have in Exodus too Israel rescued by the arm of God from the bondage under
Notes, col. 481

On the reading

Printed Ισραὴλ, for Ἰσραὴλ.

PG 22:484Read from the page
πτίοις δουλείας. Αὐτὸν δὴ ἐκεῖνον τὸν βραχίονα τοῦ Θεοῦ τὸν ἀναφανέντα σωτῆρα τοῦ πάλαι λαοῦ πᾶσι τοῖς ἔθνεσιν ἀποκαλυφθήσεσθαι, ὡς ἂν τὸ πρὶν ἐπικεκρυμμένον, ἡ παροῦσα σημαίνει προφητεία. Τὴν δὲ σωτηρίαν, ἥν φησιν « ὄψεσθαι πάντα τὰ ἄκρα τῆς γῆς, » καὶ ἣν ἀνώτερον ἐδήλου λέγων, ὅτι «Ἀκουστὴν ποιήσω τὴν σωτηρίαν σου, » ἴσθι τῇ Ἑβραίων φωνῇ τῷ τοῦ Ἰησοῦ ὀνόματι προσαγορεύεσθαι.
the Egyptians. That very arm of God which appeared as saviour of the people of old will be uncovered to all the nations, as having formerly been concealed—so the present prophecy signifies. And know that the salvation which it says "all the ends of the earth shall see," and which He declared above when saying, "I will make your salvation heard," is called in the speech of the Hebrews by the name of Jesus.
ΚΕΦΑΛΑΙΟΝ ΚΕʹ.
Chapter XXV.
Ἀπὸ τοῦ αὐτοῦ. — Ὡς αὖθις Κύριος, ὁ τοῦ θεοῦ Λόγος, ἐρχόμενος, καὶ τὰ ἔθνη συνάξειν θεσπίζεται.
From the same. — How again the Lord, the Word of God, is foretold as coming and gathering the nations too.
« Ἰδοὺ Κύριος ὡς πῦρ ἥξει, καὶ ὡς καταιγὶς τὰ ἅρματα αὐτοῦ· » καὶ ἑξῆς· « Εἶπε Κύριος· Κἀγὼ τὰ ἔργα αὐτῶν καὶ τὸν λογισμὸν αὐτῶν ἐπίσταμαι, καὶ ἔρχομαι συναγαγεῖν πάντα τὰ ἔθνη καὶ τὰς γλώσσας, καὶ ἥξουσι, καὶ ὄψονται τὴν δόξαν μου. Καὶ καταλείψω ἐπ' αὐτῶν σημεῖον, καὶ ἐξαποστελῶ ἐξ αὐτῶν σεσωσμένους εἰς τὰ ἔθνη, εἰς Θαρσὴς, καὶ Φοὺδ, καὶ Λοὺδ, καὶ Μοσὸχ, καὶ Θοβὲλ, εἰς τὴν Ἑλλάδα, καὶ εἰς τὰς νήσους τὰς πόῤῥω, οἳ οὐκ ἤκουσάν μου τὸ ὄνομα, οὐθ' ἑωράκασί μου τὴν δόξαν, καὶ εὐαγγελοῦσί μου τὰ ἔργα ἐν τοῖς ἔθνεσιν. » Ἄντικρυς καὶ ἐν τούτοις ἡ τοῦ Κυρίου εἰς ἀνθρώπους παρουσία δηλοῦται. Καὶ ἐπειδήπερ εἴρηται, ὡς πῦρ ἥξειν, εἰκότως φησὶν ὁ Σωτὴρ ἡμῶν· « Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν, καὶ τί θέλω εἰ ἤδη ἀνήφθη; » Ἅρματα δὲ αὐτοῦ τὰς δορυφορούσας αὐτὸν θείας δυνάμεις, καὶ τοὺς ἐξυπηρετουμένους αὐτῷ ἱεροὺς ἀγγέλους, εἴποις ἂν, περὶ ὧν εἴρηται· « Καὶ προσῆλθον ἄγγελοι, καὶ διηκόνουν αὐτῷ· καὶ τοὺς ἱεροὺς ἀποστόλους αὐτοῦ καὶ μαθητὰς, οἷς ἐποχούμενος ἐνθέῳ καὶ ἀοράτῳ δυνάμει ὁ τοῦ Θεοῦ Λόγος, τὴν πᾶσαν διέδραμεν οἰκουμένην. Λέγοιτο δ' ἂν καὶ ἄλλως πρὸς λέξιν· Πῦρ καὶ ἅρματα καταγγέλλεσθαι σὺν τῇ αὐτοῦ παρουσίᾳ διὰ τὴν καταλαβοῦσαν πολιορκίαν τὴν Ἱερουσαλὴμ μετὰ τὴν ἐς ἡμᾶς ἄφιξιν, μεθ' ἣν οὐκ εἰς μακρὰν ὁ μὲν νεὼς αὐτὸς ἐπυρπολεῖτο, καὶ τὴν ἐσχάτην ὑπέμεινεν ἐρημίαν, ἡ δὲ πόλις ἐκυκλώθη ὑπὸ ἁρμάτων καὶ στρατοπέδων πολεμικῶν, μεθ' ἃ καὶ περὶ τῶν ἐθνῶν ἁπάντων προηγγελμένα συμφώνως τῇ προφητείᾳ τέλους ἔτυχε. Τίς δ' οὐκ ἂν θαυμάσειεν ἀκούων τοῦ Κυρίου διὰ τοῦ προφήτου λέγοντος· « Ἔρχομαι συναγαγεῖν πάντα τὰ ἔθνη καὶ τὰς γλώσσας, » ὁρῶν καθ' ὅλης τῆς τῶν ἀνθρώπων γῆς διὰ τῆς τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ τοῦ Χριστοῦ παρουσίας τε καὶ κλήσεως τὰς τῶν ἐθνῶν συναγωγὰς ἐπ' ὀνόματος τοῦ Χριστοῦ συγκροτουμένας; τάς τε γλώσσας ἁπάντων τῶν ἐθνῶν ἐν παντοίαις διαλέκτοις ἀνθρώπων τὸν ἕνα Θεὸν, καὶ Κύριον ἐπικαλουμένας; καὶ ἐπὶ πᾶσι δὲ τούτοις, τίς θεώμενος τῷ σωτηριώδει σημείῳ πάντας τοὺς εἰς Χριστὸν πεπιστευκότας σφραγῖδι χρωμένους, οὐκ ἂν εὐλόγως καταπλαγείη ἀκούων πρόπαλαι τοῦ Κυρίου εἰρηκότος· « Καὶ ἥξουσι καὶ ὄψονται τὴν δόξαν μου,
"Behold, the Lord will come like fire, and His chariots like a whirlwind"; and what follows: "Said the Lord: I too know their works and their thought, and I am coming to gather all the nations and the tongues, and they shall come and shall see My glory. And I will leave a sign upon them, and I will send forth from among them those who have been saved to the nations—to Tarshish, and Put, and Lud, and Meshech, and Tubal, to Greece, and to the islands afar off—who have not heard My name, nor seen My glory, and they shall proclaim My works among the nations." Outright in these words too the coming of the Lord among men is declared. And since it has been said that He will come like fire, reasonably says our Saviour: "I came to cast fire upon the earth, and what do I will if it has already been kindled?" And His chariots you might call the divine powers attending Him as bodyguards, and the sacred angels ministering to Him, concerning whom it has been said: "And angels came and ministered to Him"—and His sacred apostles and disciples, riding upon whom with inspired and invisible power the Word of God traversed the whole inhabited world. Or else it might also be said according to the letter that fire and chariots are proclaimed together with His coming because of the siege that overtook Jerusalem after His arrival among us, not long after which the temple itself was burned with fire and underwent uttermost desolation, while the city was surrounded by chariots and warlike camps, after which the things foretold concerning all the nations also reached fulfilment in harmony with the prophecy. And who would not marvel on hearing the Lord saying through the prophet, "I am coming to gather all the nations and the tongues," when seeing throughout the whole earth of mankind, through the coming and calling of our Saviour Jesus Christ, the assemblies of the nations gathered together in the name of Christ, and the tongues of all the nations in manifold dialects of men calling upon the one God and Lord? And on top of all these things, who, on beholding all who have believed in Christ using the saving sign as a seal, would not with good reason be struck with amazement on hearing that long ago the Lord had spoken: "And they shall come and shall see My glory,
PG 22:485Read from the page
καὶ καταλείψω ἐπ' αὐτῶν σημεῖον; » Ἐν μέρει μὲν οὖν ἐντεῦθεν ἤδη κατὰ τὴν προτέραν τοῦ Σωτῆρος ἡμῶν εἰς ἀνθρώπους ἐπιφάνειαν αὐτοῖς ὀφθαλμοῖς ὁρῶμεν τῶν θείων χρησμῶν τὰ ἀποτελέσματα· γένοιτο δ' ἂν ἐντελῆ ταῦτα καὶ κατὰ τὴν δευτέραν καὶ ἔνδοξον αὐτοῦ παρουσίαν, ὅτε πάντα τὰ ἔθνη ὄψονται τὴν δόξαν αὐτοῦ, ἐρχόμενόν τε αὐτὸν ἐξ οὐρανῶν μετὰ δυνάμεως καὶ δόξης πολλῆς. Ἀναχθείη δ' ἂν εἰς ἐκεῖνο καιροῦ καὶ τὰ λοιπὰ τῶν ἐν τῇ προῤῥήσει δηλουμένων, ὡσπεροῦν συστήσομεν κατὰ τὴν οἰκείαν ὑπόθεσιν. Τοσούτων ἡμῖν ἐπὶ τοῦ παρόντος συνειλεγμένων περὶ τῆς εἰς ἀνθρώπους θεσπιζομένης ἔσεσθαι παρουσίας Θεοῦ, ἑξῆς ἂν εἴη ἐπισυνάψαι ὁποῖός τις ὁ τρόπος τῆς προτέρας αὐτοῦ εἰς τὸν ἀνθρώπινον βίον παρόδου γενήσεσθαι προανεφωνεῖτο.
and I will leave a sign upon them"? In part, therefore, already from this time, at the former manifestation of our Saviour among men, we see with our own eyes the outcomes of the divine oracles; yet these will become complete at His second and glorious coming also, when all the nations shall see His glory, and Himself coming from the heavens with power and great glory. To that point of time might also be referred the rest of the things declared in the prediction, just as we shall establish according to its proper subject. Since so many passages have been collected by us for the present concerning the coming of God foretold to take place among men, it would next be in order to subjoin what sort of manner was proclaimed beforehand for His former entrance into human life to come to pass.
ΤΑΔΕ ΕΝΕΣΤΙΝ ΕΝ Τῼ ΕΒΔΟΜῼ ΣΥΓΓΡΑΜΜΑΤΙ ΤΗΣ ΠΕΡΙ ΤΟΥ ΣΩΤΗΡΟΣ ΗΜΩΝ ΕΥΑΓΓΕΛΙΚΗΣ ΑΠΟΔΕΙΞΕΩΣ.
These things are contained in the seventh book of the Evangelical Demonstration concerning our Saviour.
Αʹ. Τίς ὁ τρόπος τῆς τοῦ θεοῦ εἰς ἀνθρώπους ἐπιδημίας, ἐκ τῶν ὑποσεσημειωμένων Γραφῶν.
I. What is the manner of God's sojourn among men, from the Scriptures noted below.
αʹ. Ἀπὸ τοῦ Ἠσαΐου.
1. From Isaiah.
βʹ. Ἀπὸ τοῦ αὐτοῦ.
2. From the same.
γʹ. Ἀπὸ τοῦ αὐτοῦ.
3. From the same.
Βʹ. Ποῦ γῆς ὁ Χριστὸς γεννηθήσεσθαι προεφητεύετο.
II. Where on earth the Christ was prophesied to be born.
δʹ. Ἀπὸ τοῦ Μιχαία.
4. From Micah.
εʹ. Ἀπὸ τοῦ ψαλμοῦ ρλαʹ.
5. From Psalm 131.
Γʹ. Ἀφ' οἵου γένους προελεύσεσθαι ἐβοᾶτο.
III. From what lineage He was proclaimed to come forth.
ϛʹ. Ἀπὸ τῆς βʹ τῶν Παραλειπομένων.
6. From 2 Paralipomena.
ζʹ. Ἀπὸ ψαλμοῦ οαʹ.
7. From Psalm 71.
ηʹ. Ἀπὸ τοῦ Ἠσαΐου.
8. From Isaiah.
θʹ. Ἀπὸ τοῦ Ἱερεμίου.
9. From Jeremiah.
ϊʹ. Ἀπὸ τῆς Γενέσεως.
10. From Genesis.
ΠΡΟΟΙΜΙΟΝ.
Proem.
θεὸν εἰς ἀνθρώπους ἀφίξεσθαι, καὶ σὺν ἀνθρώποις ἐπὶ γῆς πολιτεύσεσθαι, δύο τε ταῦτα μέγιστα τεκμή-
That God will arrive among men, and converse with men upon earth, and these two greatest proofs
Notes, col. 485

On the reading

Printed θεὸν, for Θεὸν.