Migne Reading Room

PG 22 · cols. 856–865 · Read from the page

Book against Hierocles

Book against Hierocles

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 22:856Read from the page
θεράποντες διακονούμενοι, πίθοι τε ὄμβρων καὶ ἀνέμων, καὶ σανδαράκινον ὕδωρ, καὶ ὅσα ἄλλα εἰσῆκται, παρ' οἷς ἡγεῖτο θεοῖς, οὓς καὶ οὐκ ὤκνει διδασκάλους ἐπιγράφεσθαι, τίνος ἂν εἶεν παραστατικὰ ἢ τῶν « τὰ οὐκ ὄντα εἶναι, καὶ τὰ ὄντα ἄπιστα » παραδεικνύντων; οὓς αὐτὸς γόητας ὀνομάζων, ψευδοσόφους ὑπάρχειν ἀποφαίνεται. Ἤτοι οὖν ἐπὶ τούτοις ὁ θεῖος, καὶ ἐνάρετος, καὶ θεοῖς κεχαρισμένος, τὸ σοφίας ἀναδησάμενος βραβεῖον, αὐτοῦ Πυθαγόρου καὶ τῶν ὅσοι μετ' ἐκεῖνον θειότερος ἀληθῶς καὶ μακρῷ εὐδαιμονέστερος κριθείη· ἢ ἔμπαλιν, ψευδοσοφίας ἁλοὺς, κακοδαιμόνων ἀποίσεται τὰ πρωτεῖα.
servants ministering, and jars of rains and winds, and red-arsenic water, and all the other things that have been brought in among those whom he accounted gods, whom he did not even hesitate to style his teachers—of what else would these be indicative than of those who make "things that are not, to be, and things that are, incredible"? Whom he himself, naming them sorcerers, declares to be false-wise men. Either therefore upon these grounds let this divine and virtuous man, dear to the gods, who has bound upon himself the prize of wisdom, be judged truly more divine and far happier than Pythagoras himself and all who came after him; or conversely, convicted of false wisdom, he will carry off the first prize among ill-starred wretches.
ΚΕΦΑΛΑΙΟΝ ΜΓʹ.
Chapter XLIII.
Πάλιν δὲ τῇ γραφῇ περὶ μοιρῶν ἰσχύος φιλοσοφῆσαι αὐτὸν ἐν Ἰωνίᾳ φησὶ, διδάσκοντα οὕτως ἄτρεπτα εἶναι, ἃ κλώθουσιν, ὡς, εἰ καὶ βασιλείαν τούτῳ ψηφίσαιντο, ἑτέρῳ ἤδη ὑπάρχουσαν, οὐκ ἂν ἀποκτείνειέ τις τοῦτον, ὡς μὴ ἀφαιρεθείη ποτὲ ὑπ' αὐτοῦ τὸ ἄρχειν· ἀλλὰ καὶ ἀναβιῶναι ἀποθανὼν ὑπὲρ τῶν δοξάντων ταῖς μοίραις. Καὶ τούτοις ἐπιλέγει αὐταῖς συλλαβαῖς· « Ὅτῳ πέπρωται γενέσθαι τεκτονικῷ, οὗτος κἂν ἀποκοπῇ τὼ χεῖρε, τεκτονικὸς ἔσται. Καὶ ὅτῳ νίκην ἐν Ὀλυμπίᾳ δρόμου ἄρασθαι, οὗτος δ', οὐδ' εἰ πηρωθείη τὸ σκέλος, ἁμαρτήσεται τῆς νίκης. Καὶ ὅτῳ ἔνευσαν μοῖραι τὸ ἐν τοξικῇ κράτος, οὗτος, οὐδ' εἰ ἀποβάλοι τὰς ὄψεις, ἐκπεσεῖται τοῦ σκοποῦ. » Τούτοις, τὸν ἄρχοντα κολακεύων, ἐπιφέρει λέγων· « Τὰ δὲ τῶν βασιλέων ἔλεγον, ἐς τοὺς Ἀκρισίους δήπου ὁρῶν, καὶ τοὺς Λαΐους, Ἀστυάγην τε τὸν Μῆδον, καὶ πολλοὺς ἄλλους, εὖ τίθεσθαι τὰ τοιαῦτα δόξαντας· ὧν οἱ μὲν παῖδας, οι δὲ ἐγγόνους ἀποκτείνειν οἰηθέντες, ἀφῃρέθησαν ὑπ' αὐτῶν τὸ βασιλεύειν, ἀναφύντων ἐπ' αὐτοὺς ἐξ ἀφανοῦς σὺν τῷ πεπρωμένῳ. Καὶ εἰ μὲν ἠγάπων κολακευτικὴν, εἶπον ἂν καὶ τὰ σὰ ἐντεθυμῆσθαι, ὅτε ἀπείληψο μὲν ὑπὸ Βιτελλίου, κατεπίμπρατο δὲ ὁ νεὼς τοῦ Διὸς περὶ τὰς ὀφρῦς τοῦ ἄστεος. Ὁδ' εὖ κείσεσθαι τὰ ἑαυτοῦ ἔφασκεν, εἰ μὴ διαφύγοις αὐτόν. Καίτοι μειράκιον ἱκανῶς ἦσθα, καὶ οὔπω οὗτος. Ἀλλ' ὅμως ἐπὶ μοίραις ἐδόκει ἕτερα· ὁ μὲν ἀπώλετο αὐταῖς βουλαῖς, σὺ δὲ τὰ ἐκείνου νῦν ἔχεις. Ἐπεὶ δὲ ἁρμονίᾳ κολακευτικῇ ἄχθομαι (δοκεῖ γάρ μοι τῶν ἐκρύθμων τε καὶ οὐκ εὐφθόγγων εἶναι), τετμήσθω μοι ἥδε ἡ
Again, in the treatise he says that he philosophized in Ionia concerning the power of the Fates, teaching that the things which they spin are so unalterable that, even if they should decree kingship to this man when it already belonged to another, that other could not slay this man lest one day the rule should be taken away from him by him; nay, even if dead, he would come back to life on behalf of the decrees of the Fates. And to these words he subjoins in these very syllables: "To whomsoever it is fated to become a carpenter, this man, even if he should have both hands cut off, will be a carpenter. And to whomsoever it falls to win victory in the foot-race at Olympia, this man, not even if he should be maimed in his leg, will miss the victory. And to whomsoever the Fates have granted mastery in archery, this man, not even if he should lose his eyes, will miss the mark." To these words, flattering the ruler, he adds, saying: "And as for the matters of kings, I spoke looking, of course, to the Acrisiuses and the Laiuses, and Astyages the Mede, and many others who supposed that they arranged such matters well; of whom some, thinking to slay their children, and others their grandchildren, were deprived of their kingship by them, when they sprang up against them out of obscurity together with what was fated. And if I loved flattery, I would have said that I had borne in mind your fortunes also, when you had been hemmed in by Vitellius, and the temple of Zeus upon the brow of the city was being burned down. And he declared that his own affairs would stand well if you should not escape him. And yet you were quite a stripling, and not yet the man you now are. Nevertheless, to the Fates other things seemed good: he perished with his very counsels, while you now hold what was his. Since, however, I am vexed by a flattering strain (for it seems to me to belong to things out of rhythm and not melodious), let there be cut short by me this
Notes, col. 856

On the reading

Printed οι, for οἱ.

PG 22:857Read from the page
νευρά, καὶ μηδὲν ἡγοῦ τῶν σῶν ἐντεθυμῆσθαί με. » Διὰ τούτων δὲ ὁμοῦ τὸν ἄνδρα κόλακα, καὶ ψεύστην, καὶ πάντα μᾶλλον ἢ φιλόσοφον, ὁ ὑπὲρ τῆς ἀληθείας παρίστησι λόγος. Τοσαῦτα γὰρ πρότερον εἰπὼν κατὰ τοῦ Δομετιανοῦ, κολακεύει νῦν ὁ γεννάδας, καὶ καθυποκρίνεται, ὡς οὐδέν τι κατ' αὐτοῦ, μᾶλλον δὲ ὑπὲρ αὐτοῦ, τῶν περὶ μοιρῶν αὐτῷ καὶ ἀνάγκης ἐν Ἰωνίᾳ κεκινημένων. Ἀνάλαβε δῆτα τὴν ἱστορίαν, ὦ συγγραφεῦ, καὶ τῆς ἀληθείας διανήψας τὰ πρότερόν σοι γραφέντα λαμπρᾷ καὶ φιλαλήθει δίελθε τῇ φωνῇ, μηδὲν ὑποστειλάμενος· Ὡς, ἐν Ἐφέσῳ διατρίβων, « ἀφίστη Δομετιανοῦ ἄνδρας, καὶ ὑπὲρ ἁπάντων ἐῤῥώννυε σωτηρίας· καὶ τὰς μὲν ἐπιστολιμαίους ὁμιλίας οὐκ ἀσφαλεῖς αὐτοῖς ᾤετο, τῶν δὲ ἑταίρων τοὺς σωφρονεστάτους, ἄλλοτε ἄλλον ἀπολαμβάνων, Διάκονον, ἔλεγε, ποιοῦμαί σε ἀποῤῥήτου λαμπροῦ. Βαδίσαι δέ σε χρὴ ἐς Ῥώμην παρὰ τὸν δεῖνα, καὶ διαλεχθῆναί οἱ. » Καὶ διελέγετο μὲν ὑπὲρ μοιρῶν καὶ ἀνάγκης, καὶ τὸν λόγον διῄει, ὅτι μηδὲ οἱ τύραννοι τὰ μοιρῶν οἷοι βιάζεσθαι. Καὶ ὡς χαλκῆς εἰκόνος ἱδρυμένης Δομετιανοῦ πρὸς τῷ Μέλητι, ἐπιστρέψας ἐς αὐτὴν τοὺς παρόντας· « Ἀνόητε, εἶπεν, ὡς πολὺ διαμαρτάνεις μοιρῶν καὶ ἀνάγκης. ᾯ γὰρ μετὰ σὲ τυραννεῦσαι πέπρωται, τοῦτον καὶ εἰ ἀποκτείνειας, ἀναβιώσεται. » Ὁ δὴ μετὰ τοὺς τοίους διαλόγους κολακεύων τὸν τύραννον, καὶ μηδέν τι τούτων ὡς πρὸς αὐτὸν εἰρῆσθαι αὐτῷ κατειρωνευόμενος, πῶς οὐ μοχθηρίας ἁπάσης καὶ ἀνελευθερίας κριθείη; εἰ μὴ ἄρα ψευδηγόρους τινὰς καὶ κατηγόρους τοῦ ἀνδρὸς, οὐχὶ δὲ ἀληθεῖς συγγραφέας, θείη τις τοὺς ταῦτα μνήμῃ παραδεδωκότας. Καὶ ποῦ τοῦ Φιλαλήθους « οἱ παιδεύσεως μὲν ἐπὶ πλεῖστον ἥκοντες, τὸ δ' ἀληθὲς τιμῶντες συγγραφεῖς; » Δάμις τε ὁ φιλόσοφος, ὁ καὶ συνδιατρίψας τῷ δηλουμένῳ, καὶ Φιλόστρατος ὁ Ἀθηναῖος, ἀφ' ὧν ταῦτα παρατίθεται· οὓς σαφῶς οὕτως ἐναντιολογοῦντας, κομπάζοντάς τε ἀληθῶς, καὶ τοῖς μαχομένοις παρισταμένους ψεύστας ἐναργῶς, καὶ ἀπαιδεύτους, καὶ γόητας τῆς ἀληθείας τὸ φέγγος διήλεγξεν.
string, and suppose me to have borne in mind nothing of your affairs." Through these words the discourse on behalf of truth shows the man to be at once a flatterer, and a liar, and anything rather than a philosopher. For after having previously spoken so much against Domitian, the noble fellow now flatters him and plays the hypocrite, pretending that the discussions concerning the Fates and necessity which had been stirred up by him in Ionia were in no way against him, nay rather were on his behalf. Take up your history then, O author, and growing sober in the truth, recount with a clear and truth-loving voice what was previously written by you, holding nothing back: how, while tarrying in Ephesus, "he detached men from Domitian, and strengthened them on behalf of the safety of all; and he thought intercourse by letters unsafe for them, but taking aside the most discreet of his companions, now one, now another, he would say: I make you minister of a glorious secret. You must go to Rome to such a one, and converse with him." And he used to discourse concerning the Fates and necessity, and would go through the argument that not even tyrants are able to force the decrees of the Fates. And how, where a bronze statue of Domitian stood set up beside the Meles, turning the bystanders towards it, "Fool," he said, "how greatly you err concerning the Fates and necessity! For him to whom it is fated to rule as tyrant after you, even should you slay him, he will come back to life." Now he who after such discourses flatters the tyrant, and dissembles with irony as though none of these things had been spoken by him with reference to him, how should he not be judged guilty of all baseness and servility? Unless indeed one were to account those who have handed down these things to memory to be certain false speakers and accusers of the man, and not truthful historians. And where then are the Truth-lover's "historians who have attained to the highest degree of culture, and who honour the truth"—both Damis the philosopher, who also lived in company with the man in question, and Philostratus the Athenian, from whom these things are cited? Whom, contradicting themselves so plainly, boasting in very truth, and standing convicted by their own inconsistencies as manifest liars, uncultured men, and sorcerers, the light of truth has refuted.
ΚΕΦΑΛΑΙΟΝ ΜΔʹ.
Chapter XLIV.
Ἐπὶ πᾶσι τὸν Ἀπολλώνιον, ἀπαλλαγέντα τοῦ δικαστηρίου, ἐν Λεβαδείᾳ ἐλθεῖν ἱστορεῖ. Βουλόμενόν
After all this, he relates that Apollonius, having been released from the court of justice, came to Lebadea. Wishing
PG 22:860Read from the page
τε ἐς Τροφωνίου κατελθεῖν, μὴ ἐπιτρέπεσθαι πρὸς τῶν ἐπιχωρίων, γόητα καὶ τούτων ἡγουμένων αὐτόν. Καίτοι ἄξιον ἀπορῆσαι, παραθέμενον τὰς ἐν ἀρχῇ τοῦ Φιλοστράτου λέξεις, ἐν αἷς ἀπορῶν ὅ τι δὴ γόητα αὐτὸν ὑπειλήφασιν, αὐτὰ δὴ ταῦτα θαυμάζει λέγων· « Ἐμπεδοκλέα μὲν καὶ Πυθαγόραν, καὶ Δημόκριτον, τοῖς αὐτοῖς μάγοις ὡμιληκότας, οὔπω ὑπῆχθαι τέχνῃ· Πλάτωνά τε, παρὰ τῶν ἐν Αἰγύπτῳ ἱερέων τε καὶ προφητῶν πολλὰ παρειληφότα, καὶ ταῦτα τοῖς ἰδίοις ἀναμίξαντα λόγοις, οὐδαμῶς δόξαι τισὶ μαγεύειν. Τουτονὶ δὲ οὔπω γινώσκεσθαι παρ' ἀνθρώποις, ὅτι δὴ ἀπὸ τῆς ἀληθινῆς ὡρμᾶτο σοφίας, μάγον δὲ αὐτὸν νενομίσθαι, τῷ μάγοις Βαβυλωνίων, Ἰνδῶν τε Βραχμᾶσι καὶ τοῖς Αἰγυπτίων Γυμνοῖς ὡμιληκέναι. » Τί δῆτα οὖν εἰρήσεται πρὸς αὐτὸν, ὦ οὗτος; Τῷδε τῷ ἀνδρὶ τηλικοῦτον ἐπεχειρεῖτο, ὡς μόνον γόητα πάλαι τε καὶ νῦν νενομίσθαι εἰσέτι παρὰ τοὺς τηλικούτους ἄνδρας, οἳ τῶν αὐτῶν, ὡς φὴς, διδασκάλων πεπειρασμένοι, διέπρεψαν μὲν καὶ καθ' οὓς ἐγνωρίζοντο χρόνους, καὶ ἐς τοὺς μετέπειτα δὲ τῆς σφῶν φιλοσοφίας ἀοίδιμον καταλελοίπασι τὴν ἀρετήν· εἰ μὴ ἄρα πέρα τῶν προσηκόντων ἐγχειρῶν τοῖς εὖ φρονοῦσι φανερὸς καθειστήκει; Αὐτίκα τῶν νῦν εἰσιν, οἳ περιέργους μηχανὰς, τῇ τοῦ ἀνδρὸς ἀνακειμένας προσηγορίᾳ, κατειληφέναι λέγουσιν. Ἀλλ' οὐκ ἔμοιγε φίλον τούτοις προσέχειν τὸν νοῦν· ἀλλὰ γὰρ καὶ περὶ τῆς τελευτῆς τοῦ ἀνδρὸς ἀκόλουθα τοῖς προτέροις συντάττων, οὐδὲν ἀληθὲς ἐξέφηνεν εἰδέναι. Τοὺς μὲν γὰρ ἐν Ἐφέσῳ τελευτῆσαι αὐτὸν ἱστορεῖ, τοὺς δὲ ἐν Λίνδῳ ἐς τὸ ἱερὸν τῆς Ἀθηνᾶς, ἄλλους δὲ ἐν Κρήτῃ. Καὶ τοσαύτην ἄγνοιαν τοῦ περὶ αὐτὸν τέλους κατασκεδάσας, βούλεται αὐτὸν ἐς οὐρανὸν αὐτῷ σώματι χωρῆσαι. Ἐσδραμόντος γὰρ ἐς ἱερὸν, φησὶ κλεισθῆναι τὰς πύλας, καί τινα ᾠδὴν ἀδόκητον παρθένων ἐκπεσεῖν. Τὸ δὲ ᾆσμα εἶναι· « Στεῖχε, στεῖχε ἐς οὐρανὸν, στεῖχε. » Λέγει δὲ, ὡς μήτε κενοταφίῳ τοῦ ἀνδρός πω περιτύχοι, καίτοι τῆς γῆς ὁπόση ἐστὶν, ἑαυτὸν ἐπελθόντα. Καὶ βούλεται αὐτῷ ἡ διάνοια μηδὲ ὅλως θανάτου τὸν ἄνδρα θίγειν. Πρότερον μὲν γὰρ ἀμφιβάλλων περὶ τοῦ τρόπου, καθ' ὃν ἐτελεύτα, ὕστερον δὲ διαῤῥήδην καὶ ἐς οὐρανὸν αὐτὸν χωρῆσαι φάσκει. Ὅθεν, ὡς δὴ τοιοῦτον ὄντα, καὶ κατὰ τὸ προοίμιον, καὶ καθ' ὅλην τὴν γραφὴν, Πυθαγόρου καὶ Ἐμπεδοκλέους θειότερόν φησι, καὶ παρεληλυθέναι φιλοσοφίᾳ.
moreover to descend to the shrine of Trophonius, he was not permitted by the inhabitants of the place, since these also accounted him a sorcerer. And yet it is worth raising the question, setting beside this the words of Philostratus at the beginning, in which, wondering why ever men have supposed him to be a sorcerer, he marvels at these very things, saying: "That Empedocles indeed and Pythagoras and Democritus, though they had conversed with the same Magi, were never yet held guilty of the art; and Plato, though he had received many things from the priests and prophets in Egypt and mingled these with his own discourses, was by no means thought by anyone to practise magic; whereas this man here is not yet known among men to have set out from true wisdom, and has been accounted a magician because he conversed with the Magi of the Babylonians, and the Brahmans of the Indians, and the Naked Ones of the Egyptians." What then shall be said to him, O fellow? Was so great a thing attempted by this man here that he alone both of old and even until now has been accounted a sorcerer beyond men so great, who, having made trial, as you say, of the same teachers, both shone forth in the times in which they became known and for times hereafter have left behind as celebrated the excellence of their philosophy—unless indeed, by putting his hand to things beyond what is fitting, he had become manifest to men of sound mind? Even now there are men of the present day who say that they have detected curious contrivances dedicated under the man's name. Yet it is not pleasing to me to pay heed to these things; nay, concerning the man's end also, composing an account consistent with what went before, he showed plainly that he knew nothing true. For he relates that some say he died in Ephesus, others in Lindus at the temple of Athena, and others in Crete. And having shed so great an ignorance over the end that befell him, he wishes him to have gone into heaven with his very body. For when he ran into a temple, he says that the gates were shut, and some unexpected song of maidens rang out; and that the song was: "Go, go into heaven, go." And he says that he never yet met even with a cenotaph of the man, although he himself had traversed as much of the earth as there is. And his meaning wishes the man not to have touched death at all. For while earlier expressing doubt concerning the manner in which he died, afterwards he expressly alleges even that he went into heaven. Whence, as being indeed such a man, both in the preface and throughout the whole treatise he says that he is more divine than Pythagoras and Empedocles, and has surpassed them in philosophy.
Notes, col. 860

On the reading

Printed θίγειν, for θιγεῖν.

PG 22:861Read from the page
ΚΕΦΑΛΑΙΟΝ ΜΕʹ.
Chapter XLV.
Ἀλλὰ γὰρ ἐν τούτοις περιγραφομένου τοῦ λόγου, βραχέ' ἄττα περὶ μοιρῶν καὶ εἱμαρμένης φέρε διαλάβωμεν· ὅ τι καὶ βούλοιτο δι' ὅλης αὐτῷ τῆς ὑποθέσεως ὁ λόγος, τὸ μὲν ἐφ' ἡμῖν ἀναιρῶν, ἀνάγκην δὲ εἰσάγων, καὶ εἱμαρμένην, καὶ μοίρας, διαθροῦντες· ταύτῃ γὰρ ἡμῖν ἐντελῶς καὶ ἡ ἐν δόγμασι ψευδοδοξία τἀνδρὸς διευθυνθήσεται. Εἰ δὴ οὖν, κατὰ τὸν ἀληθοῦς φιλοσοφίας λόγον, ψυχὴ πᾶσα ἀθάνατος (τὸ γὰρ ἀεικίνητον ἀθάνατον, τὸ δ' ὑφ' ἑτέρου κινούμενον, παῦλαν ἔχον κινήσεως, παῦλαν ἔχει ζωῆς), καὶ αἰτία ἑλομένου, Θεὸς ἀναίτιος· τίς αἱροῖτο λόγος ἄκουσαν, οὐχὶ δὲ κατὰ προαίρεσιν, ἀψύχου δίκην σώματος ἔξωθέν ποθεν κινουμένην, καὶ ὡσπερεὶ νευροσπαστουμένην, ὧδε κἀκεῖσε τὴν ἀεικίνητον ἄγεσθαι φύσιν, μηδὲν μηδαμῶς ἐξ ἰδίας ὁρμῆς καὶ κινήσεως ἐνεργοῦσαν, μηδὲ ἐς ἑαυτὴν τὴν τῶν δρωμένων ἀναφέρουσαν αἰτίαν· ταύτῃ τε μήτε φιλοσοφοῦσαν ἐπαινετέαν τυγχάνειν, μήτ' αὖ ψεκτὴν κακίας ἔμπλεων καὶ πονηρίας; Τί δῆτα οὖν Εὐφράτῃ λοιδορούμενος καταμέμφῃ, ὦ 'τᾶν, εἰ μὴ παρ' ἑαυτοῦ, ἀλλ' ἐξ εἱμαρμένης ἐπὶ τὸ κέρδος ἐκδοὺς, ὡς αὐτὸς ἀξιοῖς, ὠλιγώρει φιλοσοφίας; Τί δὲ γόησιν ἐνυβρίζεις, ψευδοσόφους ἀποκαλῶν, ὑπὸ μοιρῶν, ὡς ἡγῇ, καθελκομένους ἐπὶ τὸν κακοδαίμονα βίον; Τί δὲ κακίαν ἁπλῶς ὀνομάζεις; Καὶ πονηρός τις ἀνθρώπων οὐκ ἐν δίκῃ κρίνεται παρὰ σοὶ, τὸν ἐξ ἀνάγκης εἱμαρμένον ἀποπληρῶν ὅρον. Ὡς ἔμπαλιν, τίνι λόγῳ Πυθαγόραν σεμνολογῶν θαυμαστὸν ἐπιγράφῃ διδάσκαλον, καὶ μοιρῶν παίγνιον, ἀλλ' οὐκ ἐραστὴν ὄντα φιλοσοφίας, οὐκ ἀπολείπεις ἐπαινῶν; Φραώτης δὲ καὶ Ἰάρχας, Ἰνδῶν φιλόσοφοι, τί μᾶλλον παρὰ σοὶ θεῶν ἀπηνέγκαντο δόξαν, μηδέν τι παιδείας ἴδιον, μηδ' ἀρετῆς ἀπενεγκάμενοι κλέος; Νέρωνος δ' ὡσαύτως καὶ Δομετιανοῦ τί οὐχὶ μοίραις καὶ ἀνάγκῃ τὴν ἀκόλαστον περιάπτεις ἀγερωχίαν, πάσης αἰτίας καὶ παντὸς ἐγκλήματος ἐλευθερῶν τοὺς ἄνδρας; Ἀλλὰ καὶ εἴ τῳ πέπρωται, ὡς φὴς, δρομικῷ, καὶ τοξικῷ, καὶ τεκτονικῷ γενέσθαι· οὕτω δὴ γὰρ γόητι τὸν τρόπον ὄντι, μάγον ἀναφανῆναι· μιαιφόνῳ τε καὶ πονηρῷ, καὶ ἀκολάστῳ πάντως που ἐξ ἀνάγκης τοιόσδε τις ἀποβήσεται. Τί δῆτα οὖν περι-
Now as our discourse is drawing to its close in these matters, come, let us discuss briefly a few points concerning the Fates and destiny, scrutinizing what ever the argument throughout his whole work would mean for him in doing away with that which is in our power while bringing in necessity, and destiny, and the Fates; for in this way the man's false opinion in doctrines also will be thoroughly examined by us. If then indeed, according to the doctrine of true philosophy, every soul is immortal (for that which is ever-moving is immortal, whereas that which is moved by another, having a cessation of motion, has a cessation of life), and the blame belongs to him who chooses, while God is blameless: what reason could choose to hold that the ever-moving nature is led hither and thither unwillingly, and not by choice, moved from somewhere outside after the manner of a lifeless body, and as it were pulled by strings, working nothing in any way out of its own impulse and motion, nor referring the cause of the things done to itself, and that in this way neither when practising philosophy is it praiseworthy, nor again blameworthy when full of vice and wickedness? Why then do you rail at Euphrates and blame him, my good sir, if not of himself, but having given himself over to gain out of destiny, as you yourself maintain, he slighted philosophy? And why do you heap abuse upon sorcerers, calling them false-wise men, when they are dragged down by the Fates, as you suppose, to their wretched life? Nay, why do you speak of vice at all? Even a wicked man among mortals is judged unjustly in your eyes when he fulfils the bound fated of necessity. Conversely, by what reason, extolling Pythagoras, do you style him an admirable teacher, and not cease praising one who is a plaything of the Fates and not a lover of philosophy? And Phraotes and Iarchas, philosophers of the Indians, why rather in your eyes did they win the repute of gods, having won no glory of their own in culture or in virtue? And of Nero likewise and Domitian, why do you not fasten their unbridled insolence upon the Fates and necessity, freeing the men from all blame and every charge? Moreover, if to anyone it is fated, as you say, to become a runner, and an archer, and a carpenter, then in just the same way to one who is a sorcerer in character it is fated to turn out a magician; and to one who is murderous and wicked and licentious, altogether of necessity such a man will turn out to be so. Why then, going
PG 22:864Read from the page
νοστῶν τοῖς μὴ οἵοις τε τυχεῖν διορθώσεως ἀρετὴν προκηρύττοις; Ἢ τί καταμέμφῃ τοῖς τὴν μοῖραν, ἀλλ' οὐ τὴν προαίρεσιν, ἀτοπωτάτοις; τί δὲ καὶ, εἰ αὐτῷ σοι πέπρωτο, θείῳ ὄντι τὴν φύσιν, ὑπερᾶραι βασιλέως δόξης, ἐς διδασκάλων ἐφοίτας καὶ φιλοσόφων; Ἀραβίους τε καὶ Βαβυλωνίων μάγους, καὶ σοφοὺς Ἰνδῶν ἐπολυπραγμόνεις; Πάντα γάρ που καὶ τῆς τούτων δίχα κοινωνίας τὰ ἐκ μοιρῶν ἐτελεῖτό σοι. Τί δὲ καὶ οἷς νομίζεις θεοῖς τὰ μελιττοῦντα, καὶ τὸν λιβανωτὸν ἐς μάτην ῥίπτεις, εὐσέβειάν τε ἐπιμορφαζόμενος, ἐπ' εὐχὰς τρέπεσθαι τοὺς ἑταίρους παρορμᾷς; αὐτός τε εὐχόμενος, τί παρὰ θεῶν αἰτεῖς, ὁπότε καὶ τούτων τὴν εἱμαρμένην ὁμολογεῖς κρατεῖν; Καὶ μὴν ἔδει, τοὺς ἄλλους θεοὺς παραμειψάμενον, ἀνάγκῃ μόνον καὶ μοίραις θύειν, καὶ τοῦ Διὸς αὐτοῦ μᾶλλον τὴν εἱμαρμένην προτιμᾷν. Οὕτω δ' ἄν σοι θεοὶ μὲν οὐκέτ' ἂν ἦσαν, καὶ εἰκότως, ἅτε μηδὲ ἀνθρώπους οἷοί τε ὠφελεῖν. Ἀλλὰ καὶ εἰ ἐπέπρωτο τοὺς Ἐφεσίους ἁλῶναι λοιμῷ πολίτας, τί, τἀναντία νομοθετῶν, παρακρούεις τὴν εἱμαρμένην; Μᾶλλον δὲ πῶς ὑπερῆρας τὴν μοῖραν, τρόπαιον ὥσπερ κατ' αὐτῆς ἀράμενος; Ει δὲ καὶ τῆς Κλωθοῦς ἐπὶ τῇ κόρῃ τὸ νῆμα πέρας εἰλήχει, πόθεν ἐξ ὑπαρχῆς μετὰ θάνατον ἀναδησάμενος τῷ μίτῳ τὸν ἄτρακτον, ζωοποιὸς αὐτῇ παραπέφηνας; Ἀλλ' ἴσως μοῖραι καὶ σεαυτὸν ἐπὶ ταῦτ' ἦγον.
about, would you proclaim virtue to those incapable of attaining correction? Or why do you blame those who are most absurd in their fate, and not in their choice? And why too, if it was fated for you yourself, being divine in nature, to rise above the glory of an emperor, did you resort to the schools of teachers and philosophers, and busy yourself with Arabians and Magi of the Babylonians, and wise men of the Indians? For surely all the decrees of the Fates would have been accomplished for you even apart from fellowship with these. And why too do you cast honey-cakes and frankincense in vain to those whom you account gods, and, putting on a mask of piety, urge your companions to betake themselves to prayers? And when you yourself pray, what do you ask from the gods, seeing that you confess destiny to hold sway over them also? Assuredly you ought, passing by the other gods, to sacrifice to necessity alone and the Fates, and to honour destiny above Zeus himself. Yet in that case there would no longer be gods for you, and reasonably so, inasmuch as they are not even able to benefit men. Moreover, if it had been fated that the citizens of Ephesus should be seized by plague, why, legislating the contrary, do you cheat destiny? Nay rather, how did you overcome Fate, setting up as it were a trophy against her? And if Clotho's thread upon the maiden had reached its end, whence, tying the spindle anew with the thread from the beginning after death, did you show yourself a giver of life to her? Yet perhaps the Fates led you yourself also to these deeds.
ΚΕΦΑΛΑΙΟΝ ΜϚʹ.
Chapter XLVI.
Οὔτι πω φήσεις κατ' ἀξίαν, πολλοῦ γε δεῖ, ὃς πρὸ τῆς ἐς τοῦτο τὸ σῶμα παρόδου τῶν ἐν θαλάττῃ καὶ κύμασι διατριβόντων γεγονέναι σεαυτὸν λέγεις. Ἀλλ' ἐξ ἀνάγκης, ὡς εἰκὸς, καὶ τοῦτο. Οὔκουν θαυμάσιος, οὔτε τῆς πρώτης γενέσεως καὶ τροφῆς, οὔτε τῆς ἐγκυκλίου παιδείας, οὔτε τῆς ἐν ἀκμῇ σώφρονος ἀγωγῆς, οὐκ ἀσκήσεως τῆς ἐν φιλοσοφίᾳ. Ἦν δ' ἄρα τις μοιρῶν ἀνάγκη καὶ ἐς Βαβυλωνίους ἐλαύνουσα· ὠθούμενος δ' ὥσπερ καὶ τῶν Ἰνδῶν ὡμίλεις σοφοῖς, καὶ ἐπὶ τοὺς Αἰγυπτίων δὲ Γυμνοὺς οὐχ ἡ προαίρεσις, οὐδ' ὁ φιλοσοφίας πόθος, μοῖρα δὲ ἦγεν, ἄγχουσα καὶ ἐπὶ τὰ Γάδειρα, καὶ τὰς Ἡρακλείους στήλας, ἑῷόν τε καὶ ἑσπέριον Ὠκεανὸν ἀλᾶσθαι· καὶ αὐταῖς ἀτράκτοις ἐς μάτην ἐξεβιάζετο περιστρέφεσθαι. Εἰ δὲ δὴ μετειληφέναι τι σοφίας αὐτὸν ἐκ τούτων εἴποι τις, μοῖρα καὶ τούτων αιτία, καὶ οὐκέτ' ἂν ἐν φιλομαθέσιν ὁ ἀνὴρ καταλεχθείη, οὐδ' ἂν εὐλόγως θαυμασθείη, τῆς οὐ κατὰ γνώμην, ἀλλὰ κατὰ ἀνάγκην αὐτῷ πορισθείσης φιλοσοφίας. Ἐν ἴσῳ δ' ἂν συγκρινόμενος εἴη κατ' αὐτὸν Πυθαγόρας αὐτὸς καί τι τερατῶδες καὶ ἀπεῤῥιμμένον ἀνδράποδον·
By no means yet will you speak worthily of yourself—far from it—you who say that before your passage into this body you had been one of those who spend their lives in the sea and the waves. Yet of necessity, as is likely, was this too. Not therefore is he admirable, either for his first birth and nurture, or for his general education, or for his temperate conduct in the prime of life, no, nor for his training in philosophy. There was after all some necessity of the Fates driving him even to the Babylonians; and as though pushed along you conversed also with the wise men of the Indians, and to the Naked Ones of the Egyptians too neither choice nor longing for philosophy, but Fate led him, throttling him to wander even to Gades, and the Pillars of Heracles, and both the eastern and the western Ocean; and with her very spindles she forced him to be whirled round in vain. And if indeed anyone should say that he partook of some wisdom from these travels, Fate is the cause of these things too, and the man could no longer be reckoned among lovers of learning, nor could he reasonably be admired for the philosophy procured for him not according to purpose, but according to necessity. And on an equal footing, according to him, would Pythagoras himself be compared even with some monstrous and castaway slave;
Notes, col. 864

On the reading

Printed Ει, for Εἰ.

Printed αιτία, for αἰτία.

PG 22:865Read from the page
Σωκράτης δ' αὐτὸς φιλοσοφίας ὑπεραποθνήσκων καὶ οἱ τοῦτον θανάτου ἄξιον γραψάμενοι· Διογένης τε καὶ τὰ Ἀθηναίων μειράκια. Καὶ ἁπλῶς εἰπεῖν ὁ σοφώτατος οὐκ ἂν διαφέροι τοῦ ἀφρονεστάτου, καὶ ὁ ἀδικώτατος τοῦ δικαιοτάτου, ὅ τε ἀκόλαστος τοῦ σωφρονεστάτου, καὶ ὁ δειλότατος τοῦ ἀνδρειοτάτου, εἱμαρμένης καὶ μοιρῶν παιγνίων τούτων ἁπάντων ἀναδεδειγμένων.
and Socrates himself dying for philosophy with those who indicted him as worthy of death; and Diogenes with the youths of the Athenians. And to speak simply, the wisest man would not differ from the most foolish, nor the most unjust from the most just, nor the licentious from the most temperate, nor the most cowardly from the bravest, once all these have been shown to be playthings of destiny and the Fates.
ΚΕΦΑΛΑΙΟΝ ΜΖʹ.
Chapter XLVII.
Ἀλλὰ γὰρ πρὸς ταῦτα ὁ κήρυξ τῆς ἀληθείας βοήσεται, λέγων· Ὦ ἄνθρωποι, θνητὸν καὶ ἐπίκαιρον γένος, ποῖ δὴ φέρεσθε, τὸν τῆς ἀκρασίας ἄκρατον ἐμπιόντες; λήξατέ ποτε, καὶ διανήψατε τῆς μέθης, καὶ διανοίας ὀρθοῖς ὄμμασι τὸ σεμνὸν τῆς ἀληθείας ἐνοπτρίσασθε πρόσωπον. Οὐ θέμις ἀλήθειαν πολεμεῖν ἑαυτῇ καὶ μάχεσθαι· οὐδὲ δυοῖν ἐναντιωτάτοιν μίαν ὑφεστάναι καὶ τὴν αὐτὴν αἰτίαν. Τῆς τοῦ Θεοῦ προνοίας τὰ πάντα κρατούσης, θείοις νόμοις διατέτακται τὸ πᾶν. Ἀνθρώπων τε ψυχῆς ὅρος αὐτοκράτορά τε καὶ κριτὴν, ἡγεμόνα τε καὶ κύριον αὐτὸν ἑαυτοῦ καθίστησι· φυσικοῖς νόμοις καὶ φιλοσόφων δόγμασιν ἐκδιδάσκων, ὡς ἄρα τῶν ὄντων τὰ μὲν ἔστιν ἐφ' ἡμῖν, τὰ δὲ οὐκ ἐφ' ἡμῖν. Καὶ ἐφ' ἡμῖν μὲν ὅσα γένοιτ' ἂν κατὰ προαίρεσίν τε καὶ πρᾶξιν, ἃ καὶ φύσει ἐλεύθερα, ἀκώλυτα, ἀπαρεμπόδιστα τυγχάνει· τὰ δὲ οὐκ ἐφ' ἡμῖν ἀσθενῆ, δοῦλα, κωλυτὰ, ἀλλότρια, ἃ καὶ περὶ τὸ σῶμα, καὶ τὰ ἐκτὸς, ἄψυχά τε ὄντα καὶ ἄλογα, καὶ πάντη τῆς ἰδίας τοῦ λογικοῦ ζώου φύσεως ἀλλοτρίαν τὴν ὑπόστασιν ἔχει. Τῶν δ' ἐφ' ἡμῖν τὴν ἐπὶ θάτερα ὁρμὴν ἀρετῆς τε καὶ κακίας ἕκαστος ἐν αὐτῇ κέκτηται προαιρέσει. Καὶ τὸ μὲν τῶν ὅλων δεσπόζον τε καὶ ἡγεμονοῦν εὐθέως περαίνει, κατὰ φύσιν περιπορευόμενον· τῷδ' αἰεὶ συνέπεται δίκη, τῶν ἀπολειπομένων τοῦ θείου νόμου τιμωρός· τῶν δ' ἐπὶ τὰς πράξεις ὁρμῶν οὐ μοίρας, οὐδὲ εἱμαρμένης, οὐδ' ἀνάγκης αἰτία· αἰτία ἑλομένου· Θεὸς ἀναίτιος.
Yet against these doctrines the herald of truth will cry aloud, saying: O men, mortal and ephemeral race, whither are you borne along, having drunk deep the unmixed draught of intemperance? Cease at length, and grow sober from your drunkenness, and with upright eyes of the mind behold as in a mirror the revered countenance of truth. It is not lawful that truth should make war upon itself and fight against itself, nor that one and the same cause should underlie two most opposite things. Since the providence of God holds sway over all things, the universe has been ordered by divine laws. And the bound set for the soul of men establishes each man as ruler in his own right and judge, leader and master of himself, teaching thoroughly by natural laws and by the doctrines of philosophers that among things that exist some are in our power, while others are not in our power. And in our power are all such things as come about according to choice and action, which also by nature are free, unhindered, and unimpeded; whereas the things not in our power are weak, slavish, subject to hindrance, and alien—things that belong to the body and external things, being lifeless and irrational, and having their subsistence altogether alien from the proper nature of the rational living being. Of the things in our power, each man possesses in his very choice the impulse either way towards virtue and vice. And that which is sovereign and ruling over the universe accomplishes all things straightway, moving round according to nature; and upon It there ever attends justice, avenger of those who fall short of the divine law; while of the impulses towards actions neither the Fates, nor destiny, nor necessity is the cause: the blame belongs to him who chooses; God is blameless.
ΚΕΦΑΛΑΙΟΝ ΜΗʹ.
Chapter XLVIII.
Ει δὴ θρασύνοιτό τις, τῶν ἐφ' ἡμῖν ἄρτι πολεμῶν, μὴ παρακαλυπτέσθω. Οὗτος ἀθεότητα ἀναφανδὸν ἐξαγορευέτω, μὴ πρόνοιαν, μὴ Θεὸν, μηδέ τι ἄλλο,
If indeed anyone should grow bold, warring now against the things that are in our power, let him not cloak himself. Let this man openly proclaim atheism, neither providence, nor God, nor anything else,
Notes, col. 865

On the reading

Printed εὐθέως, for ἐνθέως.

Printed Ει, for Εἰ.