Migne Reading Room

PG 22 · cols. 832–841 · Read from the page

Book against Hierocles

Book against Hierocles

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 22:832Read from the page
ἑπτὰ, ἐπωνύμους ἀστέρων, οὓς καὶ φορεῖν αὐτὸν καθένα πρὸς τὰ ὀνόματα τῶν ἡμερῶν. Ταῦτα δὲ νῦν εἰπὼν, ὅ τ' ἀληθὲς τιμᾷν παρὰ τῷ « Φιλαλήθει » νενομισμένος, μεθ' ἕτερα τῆς γραφῆς, ὡς ἂν δῇ γοητείαν τῶν Βραχμάνων καταγνοὺς, καὶ ταύτης ἐλεύθερον καταστῆσαι τὸν Ἀπολλώνιον φροντίσας, ἐπιφέρει, φάσκων κατὰ λέξιν· « Ἰδὼν δὲ παρὰ τοῖς Ἰνδοῖς τοὺς τρίποδας, καὶ τοὺς οἰνοχόους, καὶ ὅσα αὐτόματα ἐσφοιτᾷν εἶπον, οὔθ' ὅπως σοφίζοιντο αὐτὰ, ἤρετο, οὔτε ἐδεήθη μαθεῖν· ἀλλ' ἐπῄνει μὲν, ζηλοῦν δὲ οὐκ ἠξίου. » Καὶ πῶς, ὦ οὗτος, οὐκ ἠξίου ζηλοῦν; ὁ δίχα τοῦ Δάμιδος σπουδὴν ποιούμενος συμφιλοσοφεῖν αὐτοῖς, καὶ τὸν μόνον, ὅ τι καὶ πράττοι, λανθάνειν δέον ἑταῖρον ἡγούμενος. Πῶς δὲ οὐκ ἠξίου ζηλοῦν; ὁ τοὺς τῶν ἀστέρων ἐπωνύμους καταδεχόμενος δακτυλίους, καὶ τούτους ἀναγκαῖον τιθέμενος διὰ παντὸς τοῦ βίου φέρειν πρὸς τὰ ὀνόματα τῶν ἡμερῶν· καίτοιγε, ἀπόῤῥητον, ὡς φὴς αὐτὸς, ἔχοντας ἰσχύν. Εἰ δὲ καὶ δοθείη τὸ μὴ ζηλοῦν ἠξιωκέναι αὐτὸν, ὡς μὴ εὖ πράττοντας οὐκ ἐζήλου δηλονότι. Πῶς οὖν ἐπῄνει, ἐφ' οἷς μὴ ἠξίου ζηλοῦν; Εἰ δ' ὡς θείως ἐνεργοῦντας ἐπῄνει, πῶς οὐκ ἐζήλου τὰ ἐπαίνων ἄξια; Ἀλλὰ γὰρ μετὰ τὴν παρὰ τούτοις διατριβὴν, παλινοστοῦντα αὐτὸν ἅμα τοῖς ἑταίροις, ἐληλυθέναι φησὶν ἐς τὴν τῶν Ὠριτῶν χώραν, ἔνθα χαλκαῖ μὲν αὐτοῖς αἱ πέτραι, χαλκῆ δὲ ἡ ψάμμος, χαλκοῦ δὲ ψῆγμα οἱ ποταμοὶ ἄγουσι. Καὶ τοσαῦτα μὲν τὰ κατὰ τὸ τρίτον σύγγραμμα.
seven in number, named after the stars, which he also wore one by one according to the names of the days. Having now said these things, he too who is deemed by the "Lover of Truth" to honour the truth, in a later part of his work, as though condemning the Brahmans for sorcery and taking care to render Apollonius clear of this, adds, stating word for word: "Seeing among the Indians the tripods, and the cup-bearers, and whatever things I said entered of their own accord, he neither asked how they contrived them, nor desired to learn; rather, he praised them indeed, yet did not deign to emulate them." And how, O fellow, did he not deign to emulate them—he who apart from Damis made haste to philosophize together with them, and deemed that whatever he was doing ought to escape the notice of his sole companion? And how did he not deign to emulate them—he who accepted the rings named after the stars, and accounted it necessary to wear these throughout his whole life according to the names of the days, even though possessing, as you yourself say, an ineffable power? Moreover, even if it should be granted that he did not deign to emulate them, plainly he did not emulate them as men not acting well. How then did he praise them for the things in which he did not deign to emulate them? And if he praised them as acting divinely, how did he not emulate things worthy of praise? However, after his stay among these men, returning together with his companions, he came, says he, to the country of the Oritae, where their rocks are of bronze, and the sand is of bronze, and the rivers carry dust of bronze. And so many are the matters in the third book.
ΚΕΦΑΛΑΙΟΝ ΚϚʹ.
Chapter XXVI.
Ἐπίωμεν δ' ἤδη τὰ ἑξῆς. Ἐπανελθόντα, φησὶν, αὐτὸν τῆς Ἰνδῶν χώρας ἐπὶ τὴν Ἑλλάδα, κοινωνὸν τῶν θεῶν πρὸς αὐτῶν τῶν θεῶν ἀνακεκηρύχθαι, οἳ καὶ τοὺς κάμνοντας ὡς αὐτὸν ἐφ' ὑγείᾳ παρέπεμπον. Καὶ δῆτα ὡς ἐξ Ἀράβων, καὶ μάγων, καὶ Ἰνδῶν παράδοξόν τινα καὶ θεῖον αὐτὸν ἡμῖν ἀγαγὼν, παραδόξων ἐντεῦθεν ἀφηγημάτων κατάρχεται. Καὶ τὸ ἄν τις εἴποι εὐλόγως, ὅτι δὴ, εἰ θειοτέρας ἢ κατ' ἄνθρωπον φύσεως ἦν πάλαι, ἀλλ' οὐ νῦν ἔδει, πρὸ τῆς δὲ ἑτέρων μεταλήψεως τῶν θαυμασίων κατάρχεσθαι. Περιττὴ δ' ἂν καὶ ἡ ἐξ Ἀράβων αὐτῷ, μάγων τε καὶ Ἰνδῶν, διὰ σπουδῆς ἐπεχειρεῖτο πολυμάθεια, εἰ δή τις κατὰ τὴν δοθεῖσαν ὑπῆρεν ὑπόθεσιν. Ἀλλ' οὗτος, κατὰ τὸν ἀληθῆ συγγραφέα, νῦν δὴ πάρεστι, μετὰ τοσούτους διδασκάλους τὴν σοφίαν ἐνδεικνύμενος.
Let us now go over what follows. When he returned, says he, from the country of the Indians to Greece, he was proclaimed a partner of the gods by the gods themselves, who even sent the sick to him for health. And indeed, having brought him to us from Arabs, and Magi, and Indians as someone marvellous and divine, from this point he begins marvellous narratives. Yet someone might reasonably say that if he was of a nature more divine than human long ago, he ought not to have begun his wonders now, rather before partaking from others. Superfluous too would have been the wide learning earnestly attempted by him from Arabs, Magi, and Indians, if indeed anyone stood at the height of the granted hypothesis. Yet this man, according to the truthful author, is present only now, displaying his wisdom after so many teachers.
Notes, col. 832

On the reading

Printed δῇ, for δὴ.

PG 22:833Read from the page
ΚΕΦΑΛΑΙΟΝ ΚΖʹ.
Chapter XXVII.
Καὶ πρῶτα μὲν, οἷα ἐξ Ἀράβων καὶ τῆς παρ' αὐτοῖς οἰωνιστικῆς ὁρμώμενος, τὸν στρουθὸν ὅ τι βούλοιτο, τοὺς ἑτέρους ἐπὶ τροφὴν παρακαλῶν, ἐφερμηνεύει τοῖς παροῦσιν· εἶτα δὲ, λοιμοῦ προαισθόμενος, προμαντεύεται τοῖς πολίταις. Τὴν δ' αἰτίαν καὶ τούτου ἐν τῇ πρὸς Δομετιανὸν ἀπολογίᾳ αὐτὸς παρατίθεται. Ἐρομένου γάρ τοι αὐτὸν, ὁπόθεν ὁρμώμενος τοῦτο προείποι, « Λεπτοτέρᾳ, ἔφη, χρώμενος, ὦ βασιλεῦ, διαίτῃ, πρῶτος τοῦ δεινοῦ ᾐσθόμην· » καὶ τρίτον δ' αὐτῷ θαῦμα γεγονὸς ἱστορεῖ, ὡς δὴ ἀλεξήσαντος τὸν λοιμόν. Ὅπερ εἰ τὰ μάλιστα ἐν ταῖς ἐπὶ τέλει κατ' αὐτοῦ κατηγορίαις οὐ τέθεικεν ὁ συγγραφεὺς, ὅτι μὴ παρῆν, ὡς εἰκὸς, αὐτῷ δι' ἀπολογίας ἀπολύσασθαι τὸ ἔγκλημα, φέρε δὴ οὖν ὅμως, αὐτοὶ τὴν ἱστορίαν ἐς φανερὸν ὑποθώμεθα, οὕτω δὴ καὶ ταύτην εὐθύνοντες. Εἴ τινι γὰρ οὐκ ἂν εἴη σαφὲς, ὅτι δὴ πολὺ τὸ πλάσμα, καὶ ἀπατηλὸν, γοητείας τε ὡς ἀληθῶς ἔμπλεον, αὐτὸς ὁ τρόπος ἀπελέγχει τῆς ἱστορίας. Τὸν γάρ τοι λοιμὸν ὑποτίθεται ἐν εἴδει πτωχεύοντος, καὶ ῥάκεσιν ἠμφιεσμένου πρεσβύτου ἀνδρὸς ἑωρᾶσθαι· ὃν καταλεύειν ἐπικελευσαμένου τοῦ Ἀπολλωνίου, πρότερον μὲν πῦρ βάλλειν τῶν ὀφθαλμῶν, εἶθ' ὕστερον βληθέντα λίθοις, κύνα συντετριμμένον, καὶ παραπτύοντα ἀφρὸν, ὡς οἱ λυττῶντες, φανῆναι· εἰρηκέναι δ' αὐτὸν περὶ τούτου καὶ ἐν τῇ πρὸς αὐτοκράτορα Δομετιανὸν ἀπολογίᾳ ταῦτα γράφει· « Τὸ γὰρ λοιμοῦ εἶδος, πτωχῷ, ὧδε ἀγείροντι, εἴκαστο· καὶ εἶδον, καὶ ἰδὼν, εἷλον, οὐ παύσας νόσον, ἀλλ' ἐξελών. » Τίς δὴ οὖν ἐπὶ τούτοις οὐ μέγα τὴν τοῦ θαυματοποιοῦ γελάσεται παραδοξοποιίαν; ζώων ὀφθαλμοῖς, καὶ λίθων ὑποπίπτοντα βολαῖς, ξυντριβόμενόν τε πρὸς ἀνθρώπων, καὶ ἀφρὸν παραπτύοντα, τὴν τοῦ λοιμοῦ φύσιν ἀκούων, ὡς οὐδ' ἄλλ' ὁτιοῦν τυγχάνει ἢ φθορὰ, καὶ κάκωσις ἀέρος, ἐπὶ τὸ νοσῶδες τρεπομένου, τοῦ περιέχοντος, ἐκ πονηρῶν τε καὶ φαύλων ἀναθυμιάσεων, ᾗ λόγος ἰατρικὸς παραδίδωσι, ξυνισταμένου. Καὶ ἄλλως δ' ἂν τὸ φάσμα διευθυνθείη, ἐπείπερ μόνῃ τῇ τῶν Ἐφεσίων πόλει, ἀλλ' οὐχὶ καὶ τοῖς ὁμόροις τὸν λοιμὸν ἐπισκῆψαί φησιν ὁ λόγος· ὅπερ οὐκ ἂν γεγόνοι, κάκωσιν τοῦ περιέχοντος πεπονθότος· οὐ γὰρ δὴ, κατακλεισθὲν, μόνῳ ἂν ἐφήδρευσε τῷ περὶ τὴν Ἔφεσον ἀέρι τὸ νόσημα.
And first indeed, setting out as it were from the Arabs and the augury practised among them, he interprets to those present what the sparrow meant when calling the others to food; and next, perceiving a plague beforehand, he foretells it to the citizens. The cause of this too he himself sets forth in his defence before Domitian. For when asked from what source he set out to foretell this, "Using a lighter regimen, O king," said he, "I was the first to perceive the calamity"; and he relates a third wonder worked by him, as having warded off the plague. Even though the author has by no means placed this among the accusations against him at the end, because, as is likely, it was not possible for him to clear away the charge through a defence, come then, nevertheless, let us ourselves set the story out in the open, thus calling this one also to account. For should it not be clear to anyone that the fabrication is great and deceitful, and truly full of sorcery, the very manner of the story refutes it. For he supposes the plague to have been seen in the form of an aged beggar-man clothed in rags; and when Apollonius bade them stone him, at first he shot fire from his eyes, and then afterwards, on being pelted with stones, appeared as a crushed dog spitting out foam, like mad dogs; and that he spoke concerning this also in his defence before the emperor Domitian he writes in these words: "For the form of the plague had been likened to a beggar gathering alms here; and I saw it, and having seen it, I captured it, not stopping a disease, rather uprooting it." Who then over these things will not laugh aloud at the wonder-working of the miracle-monger, on hearing the nature of the plague subjected to the eyes of animals and to peltings of stones, crushed by men and spitting out foam, whereas it happens to be nothing else whatever than corruption and vitiation of the surrounding air turning towards what is pestilential, compounded out of noxious and foul exhalations, as medical science hands down? Even otherwise the apparition would be refuted, seeing that the narrative says the plague fell upon the city of the Ephesians alone, and not upon the neighbouring peoples as well; which would not have happened had the surrounding air suffered vitiation, for the disease, shut in, would certainly not have lain in wait solely in the air around Ephesus.
PG 22:836Read from the page
ΚΕΦΑΛΑΙΟΝ ΚΗʹ.
Chapter XXVIII.
Τέταρτον αὐτῷ παράδοξον Ἀχιλλέως ἦν ψυχὴ, πρότερον μὲν ἐν χλαμύδι πεντάπηχυς, εἶτα δωδεκάπηχυς τὸ μέγεθος, παρὰ τῷ ἰδίῳ αὐτοῦ μνήματι φαινομένη, Θετταλούς τε καταιτιωμένη, ὅτι δὴ τὰ ἐναγίσματα αὐτῷ, ὡς ἔθος ἦν, οὐκ ἐπετέλουν· μηνιῶσά τε εἰσέτι. Τρωσὶ τῶν ἐς αὐτὸν πεπλημμελημένων, καὶ προστάττουσα τῷ Ἀπολλωνίῳ πέντε λόγους, οὓς ἂν αὐτός τε βούλοιτο, καὶ αἱ μοῖραι ξυγχωρεῖεν ἀνέρεσθαι. Εἶθ' ὁ πάντα εἰδὼς, καὶ τῶν μελλόντων πρόγνωσιν αὐχῶν, ἔτι ἀγνοεῖ εἰ τάφου τύχοι Ἀχιλλεὺς, καὶ εἰ Μουσῶν θρῆνοι, καὶ Νηρηίδων ἐπ' αὐτῷ γεγόνασι, καὶ περὶ τούτων αὐτὸν ἀνερωτᾷ, καὶ διαπυνθάνεται, εἰ Πολυξένη ἐπεσφάγη αὐτῷ, καὶ εἰ Ἑλένη ἐς Τροίαν ἐληλύθει. Ὡς σεμνά γε, καὶ κατεπείγοντα ἐς τὸν φιλόσοφον βίον τοῦ δίου τὰ σπουδῆς ἄξια ἐρωτήματα! θαυμάζει δ' ἐπὶ τούτοις, εἰ τοσοῦτοι ἥρωες παρὰ τοῖς Ἕλλησιν ἑνὶ χρόνῳ γεγόνασι, καὶ εἰ ἀφίκοιτο ἐς Τροίαν Παλαμήδης. Τὸν δὴ « θεῶν ὁρωμένων τε καὶ οὐχ ὁρωμένων » ὁμιλητὴν τοιαῦτα ἀγνοεῖν, καὶ περὶ τούτων ἀνερωτᾷν, ποίας οὐχὶ γένοιτ' ἂν αἰσχύνης; εἰ μὴ ἄρ', ἐπειδὴ νεκροῖς ὁμιλῶν εἰσῆκται, ἐπὶ τὸ ψυχρότερον μεταποιεῖ τὰς πεύσεις ὁ ξυγγραφεὺς, ὡς ἂν ὑπεκλύσῃ τὴν ὑπόνοιαν τοῦ πέρα τῶν προσηκόντων αὐτὸν περιειργάσθαι δοκεῖν. Καὶ γὰρ δὴ καὶ ἀπολογούμενον αὐτὸν ὑπογράφει, ὅτι μὴ κατὰ νεκρομαντείαν ὁ τρόπος αὐτῷ τῆς φανείσης ὄψεως γένοιτο· « Οὔτε γὰρ βόθρον, εἶπεν, Ὀδυσσέως ὀρυξάμενος, οὐδ' ἀρνῶν αἵμασι ψυχαγωγήσας, ἐς διάλεξιν τοῦ Ἀχιλλέως ἦλθον, ἀλλ' εὐξάμενος ὁπόσα τοῖς ἥρωσιν Ἰνδοί φασιν εὔξασθαι δεῖν. » Καὶ ταῦτα νῦν πρὸς τὸν ἑταῖρον ἀποσεμνύνεται, ὁ μηδὲν μαθεῖν παρ' Ἰνδῶν, μηδὲ ζηλῶσαι τὴν παρ' αὐτοῖς σοφίαν, πρὸς τοῦ ξυγγραφέως μεμαρτυρημένος.
A fourth marvel of his was the soul of Achilles, appearing beside his own tomb at first five cubits in stature in a cloak, and then twelve cubits, reproaching the Thessalians because they were no longer performing the funeral offerings to him as had been their custom, and still cherishing wrath against the Trojans for the offences committed against him, and bidding Apollonius ask five questions, whichever he himself might wish and the Fates might permit. Then he who knows all things, and boasts foreknowledge of things to come, is still ignorant whether Achilles obtained burial, and whether dirges of the Muses and Nereids took place over him, and he questions him about these matters, and inquires thoroughly whether Polyxena was slain over him, and whether Helen had come to Troy. How solemn indeed, and how pressing for the philosophical life of the divine man, are these questions worthy of earnest study! And on top of these things he marvels whether so many heroes arose among the Greeks at a single time, and whether Palamedes came to Troy. For the companion "of gods both visible and invisible" to be ignorant of such things, and to ask questions about them—what disgrace would that not entail? Unless indeed, since he has been brought on conversing with the dead, the author alters the inquiries toward something more frigid, so as secretly to dispel the suspicion of his seeming to have practised meddlesome arts beyond what is fitting. For indeed he even depicts him defending himself, to the effect that the manner of the vision that appeared to him did not come about by necromancy: "For neither having dug a trench like Odysseus," said he, "nor having conjured up souls with the blood of lambs, did I come to converse with Achilles, but having offered all the prayers that the Indians say one ought to pray to heroes." And he now makes this pompous boast to his companion—he who is attested by the author to have learned nothing from the Indians, nor to have emulated the wisdom among them.
ΚΕΦΑΛΑΙΟΝ ΚΘʹ.
Chapter XXIX.
Τί δῆτ' οὖν, ὦ οὗτος, εἰ μή τις ἦν κακοήθης περιεργία, μηδὲ τὸν ἕνα σοι, καὶ γνήσιον, καὶ μόνον ἑταῖρον, Δάμιν, κοινὸν ἐποιοῦ τῆς θαυμαστῆς ταύτης ὄψεώς τε καὶ ὁμιλίας; Τί δ' οὐχὶ καὶ δι' ἡμέρας τοῦτο ἐξῆν ποιεῖν, ἀλλὰ τῶν νυκτῶν ἀωρὶ, καὶ μόνον; Τί δὲ καὶ ἤλαυνον τὴν τοῦ ἥρωος ψυχὴν ἀλεκτρυόνων βοαί; « Ἀπῆλθε γὰρ, φησὶ, ξὺν ἀστραπῇ μετρίᾳ· καὶ γὰρ δὴ καὶ ἀλεκτρυόνες ἤδη ᾠδῆς ἥπτοντο. » Δαίμοσι μὲν οὖν πονηροῖς γένοιτ' ἂν ἴσως ὁ τῆς ὥρας ἐπιτήδειος ἐς περιέργους ὁμιλίας καιρὸς, ἀλλ' οὐχὶ ἡρωῗδι ψυχῇ,
Why then, my good sir, if this was not some malicious meddlesome art, did you not make even your one, genuine, and sole companion, Damis, a sharer in this wondrous vision and converse? And why was it not permitted to do this by day as well, rather than at the dead of night, and alone? And why too did the cries of cocks drive away the hero's soul? "For he departed," says he, "with a moderate flash of lightning; for indeed cocks were already setting to their crowing." Now for evil demons, perhaps, the timeliness of that hour might be suited for meddlesome consortings, yet not for a heroic soul,
PG 22:837Read from the page
ἣν, τῆς παχείας τοῦ σώματος ἐλευθερωθεῖσαν ὕλης, ἀγαθὴν καὶ πανάρετον εἶναι χρεών. Ὅ γε μὴν εἰσηγμένος ἐνταῦθα δαίμων βάσκανος, καὶ φθονερὸς τὸν τρόπον, ὀργίλος τε καὶ ταπεινὸς τὴν διάθεσιν ὑποτετύπωται. Ἢ οὐχὶ τοιοῦτος ὁ τὸν Ἀντισθένην, μειράκιόν τι σπουδαῖον, ὡς ἂν δὴ φιλοσόφῳ ξυνέπεσθαι τῷ Ἀπολλωνίῳ πειρώμενον, ἀπείργων; Προστάττει γὰρ τὸ μὴ ποιεῖσθαι αὐτὸν ξυνέμπορον τῆς ἑαυτοῦ φιλοσοφίας, ἐπιλέγων τὴν αἰτίαν· « Πριαμίδης τε γὰρ, φησὶν, ἱκανῶς ἐστι, καὶ τὸν Ἕκτορα ὑμνῶν οὐ παύεται. » Πῶς δὲ οὐκ ὀργίλος καὶ ταπεινός; ὁ Θετταλοῖς, ὅτι μὴ θύοιεν αὐτῷ, θυμούμενος, καὶ Τρωσὶν, ὅτι δὴ πρὸ μυρίων ὅσων ἐτῶν ἐς αὐτὸν διημαρτήκασι, μὴ καταλλασσόμενος, καὶ ταῦτα θύουσι, καὶ ξυνεχῶς σπενδομένοις· ἀλλὰ καὶ τὸν Παλαμήδους τάφον, αὐτῷ ἀγάλματι φαύλως ἐῤῥιμμένον, ἀναλαβεῖν ἐγκελευόμενος;
which, once freed from the gross matter of the body, ought to be good and all-virtuous. Yet the demon introduced here has been sketched as grudging and envious in character, and irascible and petty in disposition. Or is he not such a one when he debars Antisthenes, an earnest youth who was trying to follow Apollonius as a philosopher? For he commands him not to make him a fellow-traveller in his own philosophy, adding the reason: "For he is quite a son of Priam," says he, "and never ceases singing the praises of Hector." And how is he not irascible and petty—he who is angry with the Thessalians because they do not sacrifice to him, and refuses to be reconciled with the Trojans because untold thousands of years ago they sinned against him, even though they sacrifice and continually pour libations; and who moreover exhorts him to restore the tomb of Palamedes, basely cast aside statue and all?
ΚΕΦΑΛΑΙΟΝ Λʹ.
Chapter XXX.
Γὸ μέντοι πέμπτον καὶ ἕκτον θαῦμα οὐ πολλῆς δέοιτο τοῦ λόγου διατριβῆς, ἐς ἔνδειξιν τῆς τοῦ γραφέντος εὐχερείας· δαίμονας γὰρ ἀπελαύνει, ἄλλῳ ἄλλον, ᾗ φασι, δαίμονι. Τὸν μὲν γὰρ ἐξ ἀκολάστου μειρακίου, τὸν δ' ἐπιπλάστως ἐς γυναικείαν μορφὴν σχηματιζόμενον. Τουτονὶ δὲ τὸν δαίμονα « Ἔμπουσαν » καὶ « Λαμίαν, » αὐτοῖς ὀνόμασιν, ὁ σοφώτατος ἀποκαλεῖ. Τό γε μὴν ἐπὶ τῆς Ῥωμαίων πόλεως μετὰ ταῦτα κόριον, ὅτι δὴ μετὰ θάνατον ἐπὶ δευτέραν ζωὴν ἤγαγεν, ἀπιστότατον καὶ αὐτῷ δόξαν τῷ Φιλοστράτῳ, παραιτητέον. Ἐν δισταγμῷ μέντοι ἀμφιβάλλει, μὴ ἄρα σπινθὴρ τῆς ψυχῆς ἐνυπάρχων τῷ παιδὶ, τοὺς θεραπεύοντας ἐλελήθει. Λέγεσθαι γάρ φησιν, ὡς ψεκάζοι μὲν ὁ Ζεὺς, ἡ δὲ ἀτμίζοι ἀπὸ τοῦ προσώπου. Καὶ γὰρ δὴ εἰ ἀληθῶς αὐτὸ τοιόνδε ἐπ' αὐτῆς Ῥώμης ἐπέπρακτο, οὐκ ἂν ἐλελήθει βασιλέα τε πρῶτον, καὶ τοὺς μετ' αὐτὸν ἅπαντας ὑπάρχους, μάλιστα δὲ τὸν φιλόσοφον Εὐφράτην, ἐγχωριάζοντα κατ' ἐκεῖνο καιροῦ, καὶ ἐπὶ τῆς Ῥώμης διατρίβοντα, ὃς δὴ ἐς ὕστερον τὴν κατ' αὐτοῦ κατηγορίαν, ὡς δὴ κατὰ γόητος, ὑποβάλλειν ἱστόρηται. Πάντως γὰρ ἂν καὶ τοῦτο, εἰ δὴ τοῦτο γεγονὸς ἦν, ταῖς ἄλλαις κατ' αὐτοῦ διαβολαῖς πρὸς τοῦ κατηγόρου συγκατείλεκτο. Καὶ τὰ μὲν ἐν μέρει καὶ κατ' εἶδος αὐτῷ πεπραγμένα, τοσαῦτα· μυρία δὲ καὶ
The fifth and sixth marvels, however, would not require much expenditure of words to demonstrate the flimsiness of what has been written; for he drives out demons, one demon by another, as the saying goes: the one out of a licentious youth, and the other feignedly fashioning itself into a woman's form. And this latter demon our most wise author calls by those very names, "Empusa" and "Lamia." As for the young girl in the city of the Romans thereafter—the claim that after death he brought her back to a second life—since this seemed most incredible even to Philostratus himself, it must be set aside. Indeed, in hesitation he doubts whether perhaps a spark of the soul still remaining within the child had escaped the notice of those tending her; for he says it was reported that Zeus was drizzling while vapour rose from her face. For indeed, if such a thing had truly been accomplished in Rome itself, it would not have escaped the notice first of the emperor, and after him of all the prefects, and above all of the philosopher Euphrates, who was residing there at that season and staying in Rome, and who later on is recorded to have brought the accusation against him as against a sorcerer. For assuredly this too, if indeed this had happened, would have been reckoned up by the accuser along with the other charges against him. Such, then, are the things done by him in particular and by kind; and countless
Notes, col. 837

On the reading

Printed Γὸ, for Τὸ.

PG 22:840Read from the page
ἄλλα, καὶ κατὰ πρόγνωσιν αὐτὸν λέγειν, προμαντεύσασθαί τε καὶ προειρηκέναι γράφει. Καὶ ὡς Ἀθήνῃσι βουληθέντα μυηθῆναι τὰ Ἐλευσίνια ὁ τῇδε εἶρξεν ὁ ἰερεὺς, μὴ ἄν ποτε φήσας μυήσεσθαι γόητα, μηδὲ τὰ Ἐλευσίνια ἀνοῖξαι ἀνθρώπῳ μὴ καθαρῷ τὰ δαιμόνια. Ἀλλὰ καὶ τῷ ἀσελγῶς ἀγείροντι κατὰ τὴν Ῥώμην, καὶ τὰς Νέρωνος μετὰ κιθάρας ἐπὶ μισθῷ διεξιόντι ᾠδὰς, μισθὸν ἐπιδοῦναι τοῖς ἑταίροις τῆς σοφῆς ταύτης ἐπιτηδεύσεως, ὁ φιλοσοφώτατος διὰ τὸν Νέρωνος φόβον προστάττει.
other things as well he writes that he spoke by foreknowledge, and foredivined and foretold. And how at Athens, when he wished to be initiated into the Eleusinian mysteries, the priest there debarred him, declaring that he would never initiate a sorcerer, nor open the Eleusinian mysteries to a man impure in demonic practices. Moreover, even to the man who went begging shamelessly through Rome and performed Nero's songs for hire to the accompaniment of the cithara, this most philosophical man, out of fear of Nero, orders his companions to pay a fee for that clever pursuit.
ΚΕΦΑΛΑΙΟΝ ΛΑʹ
Chapter XXXI.
Ἐν τούτοις καὶ τοῦ τετάρτου περιγραφέντος ἐν τῳ πέμπτῳ τῆς περὶ αὐτοῦ γραφῆς, εἰπών τινα περὶ γνώσεως αὐτοῦ, καὶ ἀποθαυμάσας ὁ συγγραφεὺς, ἐπιλέγει ταῦτα κατὰ λέξιν· « Ὅτι μὲν δὴ τὰ τοιαῦτα δαιμονίᾳ κινήσει προέλεγε, καὶ ὅτι τοῖς γόητα ἡγουμένοις τὸν ἄνδρα οὐχ ὑγιαίνει ὁ λόγος, δηλοῖ μὲν καὶ τὰ εἰρημένα· σκεψώμεθα δὲ κἀκεῖνα· Οἱ γόητες (ἡγοῦμαι δ' αὐτοὺς ἐγὼ κακοδαιμονεστάτους ἀνθρώπων), οι μὲν ἐς βασάνους εἰδώλων χωροῦντες, οἱ δὲ ἐς θυσίας βαρβάρους, οἱ δὲ ἐς τὸ ἐπᾷσαί τι ἢ ἀλεῖψαι, μεταποιεῖν φασι τὰ εἱμαρμένα. Ὁ δὲ εἵπετο μὲν τοῖς ἐκ μοιρῶν, καὶ προέλεγεν, ὡς ἀνάγκη ἔσεσθαι αὐτά. Προέλεγε δὲ οὐ γοητεύων, ἀλλ' ἐξ ὧν οἱ θεοὶ ἔφαινον. Ἰδών τε παρὰ τοῖς Ἰνδοῖς τοὺς τρίποδας, καὶ τοὺς οἰνοχόους, καὶ ὅσα αὐτόματα ἐσφοιτᾷν εἶπον, οὔθ' ὅπως σοφίζοιντο αὐτὰ ἤρετο, οὔτε ἐδεήθη μαθεῖν, ἀλλ' ἐπῄνει μὲν, ζηλοῦν δὲ οὐκ ἠξίου. » Ταῦτα δὲ λέγων, δῆλός ἐστι τοὺς περιβοήτους Ἰνδῶν φιλοσόφους γόητας ἀποφαίνων. Περὶ γάρ τοι γοήτων ποιούμενος τὸν λόγον, μνημονεύει καὶ τούτων· σοφίζεσθαι τὰ δὴ παράδοξα λέγων αὐτοὺς, καὶ τὸν, περὶ οὗ ὁ λόγος, τῆς τοιᾶσδ' αὐτῶν σοφιστείας, ὡς ἂν μὴ ἀστείας, ἀλλότριον ὑποτιθέμενος. Οὐκοῦν εἰ φαίνοιτο τούτους θεοὺς ἀποκαλῶν, καὶ διδασκάλους ἐπιγραφόμενος αὐτοὺς ὁ Ἀπολλώνιος, ὥρα ταῖς κατὰ τῶν διδασκάλων καὶ αὐτὸν ὑπάγειν διαβολαῖς. Εἰσῆκται δὴ οὖν παρ' οἷς φησι Γυμνοῖς Αἰγυπτίων, ῥήμασιν αὐτοῖς ταῦτα φάσκων· « Οὐκ ἀπεικός τι παθεῖν μοι δοκῶ, φιλοσοφίας ἡττηθεὶς εὖ κεκοσμημένης, ἣν ἐς τὸ πρόσφορον Ἰνδοὶ στείλαντες, ἐφ' ὑψηλῆς τε καὶ θείας μηχανῆς ἐκκυκλοῦσιν. Ὡς δὴ ἐν δίκῃ μὲν ἠγάσθην. ἐν δίκῃ δὲ ἡγοῦμαι σοφούς τε καὶ μακαρίους,
With the fourth book also brought to a close at this point, in the fifth book of his treatise concerning him, after saying certain things about his knowledge and marvelling deeply, the author adds these words verbatim: "That he foretold such things by a divine impulse, and that the argument of those who deem the man a sorcerer is unsound, what has already been said makes plain; but let us consider these points as well. Sorcerers—and for my part I deem them the most wretched of mankind—some resorting to tortures of phantoms, others to barbaric sacrifices, and others to chanting charms or anointing, claim to alter what is fated. He, however, followed the decrees of the Fates, and foretold that of necessity those things would come to pass; and he foretold them not by practising sorcery, but from what the gods revealed. And when among the Indians he saw the tripods, and the cupbearers, and all the things that I said entered of their own accord, he neither asked how they contrived them, nor begged to learn, but praised them indeed, yet did not deign to emulate them." By saying this, he manifestly declares the celebrated philosophers of the Indians to be sorcerers. For in conducting his discussion about sorcerers, he makes mention of these men as well, saying that they contrive those marvels, and supposing the subject of his account to be a stranger to such trickery of theirs, on the ground that it is ignoble. If, therefore, Apollonius should be shown calling these very men gods and enrolling them as his teachers, it is high time to subject him also to the charges brought against his teachers. Accordingly, among those whom he calls the Naked Ones of the Egyptians, he is introduced uttering these very words: "I seem to myself to have experienced nothing unreasonable in yielding to a philosophy nobly arrayed, which the Indians, dressing it fittingly, wheel forth upon a lofty and divine stage-machine. How justly indeed I admired them, and justly deem them wise and blessed,
Notes, col. 840

On the reading

Printed ἰερεὺς, for ἱερεὺς.

Printed τῳ, for τῷ.

Printed οι, for οἱ.

PG 22:841Read from the page
ὥρα μανθάνειν. » Καὶ μετὰ βραχέα φησίν· « Οὗτοι μὲν γὰρ θεοί τέ εἰσι, καὶ κεκόσμηνται κατὰ τὴν Πυθίαν. » Καὶ Δομετιανῷ δὲ εἰσῆκται λέγων· « Καὶ τίς πρὸς Ἰάρχαν σοι πόλεμος, καὶ Φραώτην, τοὺς Ἰνδούς; οὓς ἐγὼ μόνους ἀνθρώπων θεούς τε ἡγοῦμαι, καὶ ἀξίους τῆς ἐπωνυμίας ταύτης. » Καὶ ἐν ἄλλοις δὲ ὁμοίως θεούς τε καὶ διδασκάλους τἀνδρὸς ἐπιγράψας ὁ λόγος τοὺς δεδηλωμένους, δακτυλίους τε παρ' αὐτῶν εἰληφέναι ὁμολογήσας αὐτὸν, ἐπιλέλησται νῦν, καὶ συνδιαβάλλων τοῖς διδασκάλοις τὸν μαθητὴν οὐκ ἐπαΐει.
it is time to learn." And shortly afterwards he says: "For these men are gods, and are arrayed after the manner of the Pythia." And to Domitian also he is introduced as saying: "And what war have you against Iarchas and Phraotes, the Indians, whom alone among men I deem to be gods, and worthy of this title?" And elsewhere likewise, after enrolling the aforesaid men as both gods and teachers of the man, and acknowledging that he received rings from them, the account has now forgotten itself, and fails to perceive that along with the teachers it is slandering the pupil as well.
ΚΕΦΑΛΑΙΟΝ ΛΒʹ.
Chapter XXXII.
Ὑποβὰς δ' ἐν τῇ γραφῇ, αὐλητὴν ὑποτίθεται, καὶ τὸν Ἀπολλώνιον, ὥσπερ τινὸς οὔσης μεγίστης καὶ σοφωτάτης ἐπιστήμης, τρόπους αὐλήσεως μάλα σπουδαίως μακροῖς τοῖς διηγήμασιν εἴροντα διεξέρχεται. Καὶ αὐτοκράτορα Οὐεσπασιανὸν, οἷα δὴ Θεῷ προσεύξασθαι αὐτῷ ἱστορεῖ· καὶ τὸν μὲν, ὡς εὐχῇ, εἰρηκέναι· « Ποίησόν με βασιλέα· » τὸν δὲ ἀποκρίνασθαι· « Ἐποίησα. » Καὶ τίς οὐκ ἂν μισήσειεν εὐλόγως τῆς ἀλαζονείας τὴν φωνὴν, μανίας τὸ μηθὲν ἀποδέουσαν, ὅτε γε ἤδη αὐτὸς Θεὸς, καὶ βασιλέων ποιητὴς εἶναι φρυάττεται, ὁ τῆς Αἰγυπτίας κυβερνήτης νεώς; Τοῦτο γὰρ αὐτὸς ἑαυτὸν ὁ Ἀπολλώνιος γεγονέναι τὴν ψυχὴν, ἐν ταῖς πρὸς τὸν Ἰνδὸν ὁμιλίαις μικρῷ πρόσθεν ἡμῖν δεδήλωκε.
Proceeding further in his treatise, he introduces a flute-player, and recounts at length how Apollonius, as though flute-playing were some supreme and wisest science, strings together discourses on its modes with great earnestness in long-winded narratives. And he relates that the Emperor Vespasian prayed to him as though to a God; and that the one spoke, as in prayer, "Make me emperor," while the other answered, "I have made you so." And who would not with good reason detest this utterance of arrogance, falling nothing short of madness, when he now blusters and boasts himself to be a God and a maker of emperors—he, the pilot of the Egyptian ship? For Apollonius himself has shown us a little earlier, in his conversations with the Indian, that he had been just that in his soul.
ΚΕΦΑΛΑΙΟΝ ΛΓʹ.
Chapter XXXIII.
Τῷ δ' αὐτῷ βασιλεῖ, οὓς ἂν αὐτὸς δοκιμάζοι τῶν φιλοσόφων συμβούλους τῶν πρακτέων, γνωρίσαι αὐτῷ ἀξιοῦντι, κατὰ λέξιν φησίν· « Ἀγαθοὶ δὲ τούτων σύμβουλοι καὶ οἵδε οἱ ἄνδρες, τὸν Δίωνα δείξας, καὶ τὸν Εὐφράτην, μήπω αὐτῷ ἐς διαφορὰν ἥκοντα. » Καὶ αὖθις· « Ὦ βασιλεῦ, εἶπεν, Εὐφράτης καὶ Δίων, πάλαι σοι γνώριμοι ὄντες, πρὸς θύραις εἰσὶν, οὐκ ἀφρόντιδες τῶν σῶν. Κάλει δὴ κἀκείνους ἐς κοινὸν λόγον· σοφὼ γὰρ τὼ ἄνδρε. » Πρὸς ἃ Οὐεσπασια-
And to the same emperor, when he asked him to make known to him whichever philosophers he himself approved as counsellors in practical affairs, he speaks word for word thus: "Good counsellors in these matters are these men also, pointing to Dio and to Euphrates, who had not yet come into quarrel with him." And again: "O Emperor," said he, "Euphrates and Dio, who have long been known to you, are at your doors, not unmindful of your interests. Call them in also to our common conference; for the two men are wise." To which Vespasian