χθοῦντας τοὺς φιλοσόφους τεχνουργεῖν, ἢ καὶ, θαυματοποιῶν δίκην, αὐτόματον ἀποτελεῖν τὸ δημιούργημα. Οἱ δὲ τῶν ἄλλων τῶν μετ' αὐτὸν διδάσκαλον δίφροι χαλκοῖ μὲν, φησὶν, ἄσημοι δ' ἦσαν, καὶ ἧττον ὑψηλοί. Ἔδει γάρ που τυράννου πάντως σχήματι προνομίας τῆς ἐν ἀγάλμασι, καὶ χρυσῷ τὸν τῆς θείας φιλοσοφίας διδάσκαλον ἀξιοῦσθαι.
that the philosophers toil to fashion, or else, like wonder-workers, complete the workmanship as self-moving. The seats of the others who were after the teacher himself were of bronze indeed, he says, yet unadorned and less lofty. For no doubt the teacher of divine philosophy had by all means to be deemed worthy, in the fashion of a tyrant, of the privilege consisting in figures and gold.
Πρῶτον δὲ τὸν Ἰάρχαν ἰδόντα, φησὶ, τὸν Ἀπολλώνιον, ἐξ ὀνόματός τε προσειπεῖν Ἑλλάδι τῇ φωνῇ, καὶ ἣν αὐτῷ παρὰ Φραώτου κομίζει ἐπιστολὴν αἰτῆσαι, κατὰ πρόγνωσιν ἤδη τοῦτο προειληφότα. Ἐνδείξασθαί τε τὸ ἔνθεον τῆς προγνώσεως, προειρηκότα, ὡς ἄρα ἑνὶ γράμματι, τῷ « Δέλτα, » λείποι ἡ ἐπιστολή. Ἄρξασθαί τε ἀπειροκάλως εὐθὺς ἀπὸ πρώτης ὁμιλίας, ἀπειροπλούτου δίκην, ἐνεπιδείκνυσθαι τὸ τῆς προγνώσεως πλεονέκτημα, πατέρα καὶ μητέρα καταλέγοντα τοῦ Ἀπολλωνίου, γένος τε καὶ τροφὴν, καὶ παιδείαν, καὶ τὰς κατὰ χρόνους ἀποδημίας, καὶ τὴν ἐς αὐτὸν πορείαν, καὶ τὰ κατ' αὐτὴν πεπραγμένα αὐτῷ καὶ ὡμιλημένα. Εἶτα δέ φησιν οὗτος ὁ θαυμάσιος συγγραφεὺς, τοὺς Βραχμᾶνας, ἅμα τῷ Ἀπολλωνίῳ, χρισαμένους ἠλεκτρίνῳ φαρμάκῳ, λούσασθαι· καὶ περιστάντας ὡς ἐν χορῷ τὴν γῆν τύψαι ταῖς ῥάβδοις· τὴν δὲ κυρτωθεῖσαν ἀναπέμψαι αὐτοὺς ἐς δίπηχυ τοῦ ἀέρος, ἑστάναι τε αὐτοὺς μετεώρους ἐν αὐτῷ ἀέρι ἐπί τι χρόνου διάστημα, ἕλκειν δὲ καὶ πῦρ ἀπὸ τοῦ ἡλίου, ὅτε βούλοιντο, αὐτομάτως. Τούτοις δ' ἐπιφέρει παράδοξον ὁ θαυματολόγος· ὡς ἄρα τρίποδες Πυθικοὶ τέτταρες ἐξεκυκλήθησαν, αὐτόματοι φοιτῶντες· καὶ εἰκάζει δὴ οὖν αὐτοὺς τοῖς Ὁμηρείοις· οἰνοχόους τ' ἐπὶ τούτοις ἐκ χαλκοῦ διακόνους τὴν ὕλην ἵστησι τέτταρας. Ἐπιλέγει δὲ ὡς ἄρα καὶ ἡ γῆ αὐτομάτως ὑπεστρώννυτο αὐτοῖς πόας. Τῶν δὲ τριπόδων οἱ μὲν δύο, φησὶν, οἴνου ἀπέῤῥεον, οἱ δὲ ἕτεροι δύο, ὁ μὲν ὕδατος θερμοῦ κρᾶσιν παρεῖχεν, ὁ δ' αὖ ψυχροῦ. Τοὺς δὲ οἰνοχόους τοὺς χαλκοῦς ἀρύεσθαι εὐμέτρως τοῦ τε οἴνου καὶ τοῦ ὕδατος· περιελαύνειν γε κύκλῳ τὰς κύλικας, ὥσπερ ἐν τοῖς πότοις.
First, he says, when Iarchas saw Apollonius, he both addressed him by name in the Greek speech and asked for the letter which he was bringing him from Phraotes, having already grasped this beforehand by foreknowledge; and he displayed the divine inspiration of his foreknowledge by foretelling that the letter was lacking in a single letter, the "Delta". And straightway from their first conversation he began in vulgar fashion, like an upstart rich man, to show off his advantage of foreknowledge, recounting the father and mother of Apollonius, his lineage and upbringing, and education, and his journeys abroad at various times, and his journey to him, and the things done and spoken by him along it. Next this marvellous author says that the Brahmans, together with Apollonius, having anointed themselves with an amber drug, bathed; and standing round as in a chorus, struck the earth with their rods; and that it, arching upward, sent them up to two cubits into the air, and they stood aloft in the air itself for a certain space of time, and also drew fire from the sun, whenever they wished, of its own accord. To these things the wonder-monger adds a marvel: that four Pythian tripods were rolled out, advancing of their own accord; and accordingly he likens them to those in Homer; and after these he sets up four cup-bearers to serve, of bronze in their material. And he adds that the earth also of its own accord strewed grass beneath them. Of the tripods, two, says he, flowed with wine, while as for the other two, the one supplied a tempering of hot water, and the other of cold. And the bronze cup-bearers drew in due measure both of the wine and of the water, and drove the cups round in a circle, just as at drinking-parties.
Ταῦτα Ἱεροκλεῖ, τὰ ἀνωτάτω καὶ καθόλου δικαστήρια πεπιστευμένῳ, μετὰ πολλῆς ἀνετάσεως
These things, to Hierocles, who has been entrusted with the supreme and general courts of justice, after much examination