Migne Reading Room

PG 22 · cols. 796–805 · Read from the page

Book against Hierocles

Book against Hierocles

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 22:796Read from the page
ΚΕΦΑΛΑΙΟΝ Αʹ.
Chapter I.
Ἆρ' οὖν, ὦ φιλότης, κἀκεῖνά σε τοῦ ξυγγραφέως ἄξιον ἀποθαυμάζειν, ἃ, τῷ ἡμετέρῳ Σωτῆρί τε καὶ διδασκάλῳ τὸν Τυανέα ξυγκρίνων, παρεδοξολόγει; Πρὸς μὲν γὰρ τὰ λοιπὰ τῶν ἐν τῷ Φιλαλήθει (οὕτω γὰρ εὖ ἔχειν αὐτῷ τὸν καθ' ἡμῶν ἐπιγράψειν ἐδόκει λόγον) οὐδὲν ἂν εἴη σπουδαῖον ἐπὶ τοῦ παρόν-
Is it then worth your marvelling also, my friend, at those things of the author which, in comparing the man of Tyana with our Saviour and Teacher, he paradoxically maintained? For against the rest of what is in the Lover of Truth (for so it seemed good to him to entitle his treatise against us) it would be no serious matter at pres-
PG 22:797Read from the page
τος ἵστασθαι, μὴ αὐτοῦ ἰδίᾳ τυγχάνοντα, σφόδρα δὲ ἀναιδῶς ἐξ ἑτέρων, οὐκ αὐτοῖς μονονουχὶ νοήμασιν, ἀλλὰ καὶ ῥήμασι καὶ συλλαβαῖς ἀποσεσυλημένα. Τύχοι μὲν ἂν καὶ αὐτὰ τῆς προσηκούσης κατὰ καιρὸν ἀπελέγξεως, δυνάμει δ' ἤδη καὶ πρὸ τῆς ἰδίας κατ' αὐτῶν γραφῆς ἀνατέτραπται καὶ προαπελήλεγκται ἐν ὅλοις ὀκτὼ ξυγγράμμασι, τοῖς Ὠριγένει γραφεῖσι πρὸς τὸν ἀλαζονικώτερον τοῦ Φιλαλήθους ἐπιγεγραμμένον Κέλσου Ἀληθῆ Λόγον· ᾧ τὰς εὐθύνας ἀπαραλείπτως, ἐν ὅσοις εἰρήκαμεν, ὁ δεδηλωμένος παραγαγὼν, ξυλλήβδην ὅσα ἐς τὴν αὐτὴν ὑπόθεσιν παντί τῳ εἴρηταί τε καὶ εἰρήσεται, προλαβὼν διελύσατο· ἐφ' ἃ τοὺς ἐπ' ἀκριβὲς τὰ καθ' ἡμᾶς διαγνῶναι ἔχοντας φιλαλήθως ἀναπέμψαντες, φέρε μόνην ἐπὶ τοῦ παρόντος τὴν κατὰ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τοῦ Φιλαλήθους τουτουῖ λόγου παράθεσιν ἐπισκεψώμεθα· μηδέν τι σπουδαῖον ἡγούμενοι πρὸς τὰ λοιπὰ τῶν ἑτέρωθεν ὑποσεσυλημένων αὐτῷ διαμάχεσθαι. Μόνα δὲ εἰκότως νυνὶ τὰ περὶ τὸν Ἀπολλώνιον ἐποψόμεθα, ἐπεὶ καὶ μόνῳ περὶ τοὺς πώποτε καθ' ἡμῶν γεγραφότας ἐξαίρετος νῦν τούτῳ γέγονεν ἡ τοῦδε πρὸς τὸν ἡμέτερον Σωτῆρα παράθεσίς τε καὶ ξύγκρισις.
ent to take a stand, since they do not happen to be privately his own, but have been very shamelessly plundered from others, not all but in the very thoughts, nay even in words and syllables. Those things too may meet with their fitting refutation in due season, yet potentially even before a special treatise against them they have already been overturned and refuted beforehand in eight whole books, those written by Origen against Celsus's True Discourse, entitled more boastfully than the Lover of Truth; bringing which unremittingly to account in as many books as we have said, the aforesaid writer in sum anticipated and dissolved whatsoever upon the same subject both has been said and shall be said by anyone whomsoever; referring to which books those who are able in truth-loving fashion to discern accurately the matters concerning us, come, let us at present examine solely the juxtaposition made by this Lover of Truth treatise against our Lord Jesus Christ, deeming it nothing worth serious effort to contend over the rest of what has been filched by him from elsewhere. Reasonably, then, we shall now survey solely the matters concerning Apollonius, since indeed to this man alone beyond those who have ever written against us there has now belonged as something special the juxtaposition and comparison of this man with our Saviour.
ΚΕΦΑΛΑΙΟΝ Βʹ.
Chapter II.
Θαυμάζει οὖν καὶ ἀποδέχεται, θείᾳ τινὶ καὶ ἀῤῥήτῳ σοφίᾳ, οὐχὶ δὲ γοητείας σοφίσμασι τεθαυματουργηκέναι φάσκων αὐτὸν, καὶ ταῦτα ἀληθῶς οὕτως ἔχειν πιστεύων, καὶ ἀναποδείκτως ἀπισχυριζόμενος. Ἄκουε δ' οὖν ἅ φησιν αὐταῖς συλλαβαῖς· «Ἄνω καὶ κάτω θρυλλοῦσι, σεμνύνοντες τὸν Ἰησοῦν, ὡς τυφλοῖς ἀναβλέψαι τε παρασχόντα, καί τινα τοιαῦτα δράσαντα θαυμάσια.» Εἶτά τινα μεταξὺ εἰπὼν, ἐπιλέγει· «Σκεψώμεθά γε μὴν ὅσῳ βέλτιον καὶ συνετώτερον ἡμεῖς ἐκδεχόμεθα τὰ τοιαῦτα, καὶ ἣν περὶ τῶν ἐναρέτων ἔχομεν γνώμην ἀνδρῶν.» Ἐπὶ
He marvels, therefore, and accepts him, asserting that by a certain divine and ineffable wisdom, and not by tricks of sorcery, he worked wonders, and believing that these things truly stand thus, and affirming it positively without proof. Hear at any rate what he says in these very syllables: "Up and down they noise abroad, exalting Jesus, as having both granted to blind men to recover sight, and having done certain such wondrous things." Then, having said some things in between, he adds: "Yet let us consider how much better and more sensibly we receive such things, and what opinion we hold concerning virtuous men." Upon
Notes, col. 797

On the reading

Printed τουτουῖ, for τουτουῒ.

PG 22:800Read from the page
καὶ τούτοις τὸν Προκοννήσιον Ἀριστέαν καὶ Πυθαγόραν, καὶ αὖ ἀρχαιοτέρους παρελθὼν, ἐπιφέρει λέγων· «Ἀλλ' ἐπὶ τῶν προγόνων ἡμῶν κατὰ τὴν Νέρωνος βασιλείαν Ἀπολλώνιος ἤκμασεν ὁ Τυανεὺς, ὃς ἐκ παιδὸς κομιδῇ νέου, καὶ ἀφ' οὗπερ ἐν Αἰγαῖς τῆς Κιλικίας ἱεράσατο τῷ φιλανθρώπῳ Ἀσκληπιῷ, πολλὰ καὶ θαυμαστὰ διεπράξατο, ὧν, τὰ πλείω παρεὶς, ἡμῖν ποιήσομαι μνήμην.» Εἶτα καταλέγει, ἀπὸ πρώτου ἀρξάμενος, τὰ παράδοξα, μεθ' ἃ καὶ ἐπιλέγει ταῦτα κατὰ λέξιν· «Τίνος οὖν ἕνεκα τούτων ἐμνήσθην; ἵνα ἐξῇ συγκρίνειν τὴν ἡμετέραν ἀκριβῆ καὶ βεβαίαν ἐφ' ἑκάστῳ κρίσιν καὶ τὴν τῶν Χριστιανῶν κουφότητα· εἴπερ ἡμεῖς μὲν τὸν τοιαῦτα πεποιηκότα οὐ Θεὸν, ἀλλὰ θεοῖς κεχαρισμένον ἄνδρα ἡγούμεθα. Οἱ δὲ δι' ὀλίγας τερατείας τινὰς τὸν Ἰησοῦν Θεὸν ἀναγορεύουσι.» Τούτῳ ἐπιφέρει μεθ' ἕτερα, φάσκων· «Κἀκεῖνο λογίσασθαι ἄξιον, ὅτι τὰ μὲν τοῦ Ἰησοῦ Πέτρος καὶ Παῦλος, καί τινες τούτων παραπλήσιοι, κεκόμπασιν, ἄνθρωποι ψεῦσται, καὶ ἀπαίδευτοι, καὶ γόητες· τὰ δὲ Ἀπολλωνίου Μάξιμος ὁ Αἰγιεὺς, καὶ Δάμις ὁ φιλόσοφος, ὁ συνδιατρίψας αὐτῷ, καὶ Φιλόστρατος ὁ Ἀθηναῖος, παιδεύσεως μὲν ἐπὶ πλεῖστον ἥκοντες, τὸ δ' ἀληθὲς τιμῶντες, διὰ φιλανθρωπίαν ἀνδρὸς γενναίου καὶ θεοῖς φίλου πράξεις μὴ βουλόμενοι λαθεῖν.» Ταῦτα ῥήμασιν αὐτοῖς Ἱεροκλεῖ τῷ τὸν καθ' ἡμῶν ἐπιγεγραφότι λόγον εἴρηται.
these things also having passed over Aristeas of Proconnesus and Pythagoras, and others yet more ancient, he subjoins, saying: "But in the time of our ancestors, during the reign of Nero, there flourished Apollonius of Tyana, who from a very young boy, and from the time when at Aegae in Cilicia he served as priest to the philanthropic Asclepius, accomplished many marvellous things, of which, omitting the greater part, I shall make mention to us." Then he recounts the marvels, beginning from the first, after which he also adds these words verbatim: "For what sake, then, have I made mention of these things? So that it may be possible to compare our accurate and firm judgement on each point and the levity of the Christians; seeing that we reckon him who wrought such things not a god, but a man pleasing to the gods, whereas they on account of a few juggleries proclaim Jesus God." To this he subjoins after other matters, asserting: "And this too is worth reckoning, that the doings of Jesus have been vaunted by Peter and Paul, and certain men like these, men who were liars, and uneducated, and sorcerers; whereas the doings of Apollonius [were recorded] by Maximus of Aegae, and Damis the philosopher, who consorted with him, and Philostratus the Athenian, men who attained to the highest degree of education, and who, honouring the truth, out of philanthropy did not wish the deeds of a noble man dear to the gods to lie hidden." These things have been spoken in these very words by Hierocles, who indited the treatise against us.
ΚΕΦΑΛΑΙΟΝ Γʹ.
Chapter III.
Δάμις μὲν οὖν, ὁ τὰ πολλὰ ξυνδιατρίψας τῷ Ἀπολλωνίῳ, ἀπὸ τῆς Ἀσσυρίων γῆς ὁρμώμενος, αὐτόθι τε πρῶτον ἐπὶ τῆς ἰδίας χώρας αὐτῷ ξυμμίξας, τὴν ἐξ ἐκείνου μετὰ τοῦ ἀνδρὸς αὐτῷ γενομένην ξυνουσίαν ἱστόρησεν· ὁ δὲ Μάξιμος, κομιδῇ βραχέα τῶν κατὰ μέρος αὐτῷ πεπραγμένων ἀνεγράψατο· ὁ γε μὴν Ἀθηναῖος Φιλόστρατος, τὰ φερόμενα πάντα ὁμοῦ ἀπό τε τῶν Μαξίμου, καὶ αὐτοῦ Δάμιδος, καὶ ἄλλων ξυναγαγεῖν ἑαυτὸν φήσας, πάντων μά-
Damis, then, he who consorted for the most part with Apollonius, setting out from the land of the Assyrians, and having first met with him right there in his own country, recorded the intercourse which he had from that time with the man; and Maximus wrote down very brief accounts of the deeds done by him in detail; Philostratus the Athenian, however, having said that he himself collected all the extant accounts together both from those of Maximus, and from Damis himself, and from others, most of all
Notes, col. 800

On the reading

Printed ἡμῖν, for ὑμῖν.

Printed ὁ, for ὅ.

PG 22:801Read from the page
λιστα ἐντελῆ τὴν ἀπὸ γενέσεως καὶ μέχρι τελευτῆς ἱστορίαν τοῦ κατὰ τὸν ἄνδρα βίου πεποίηται.
most complete history from birth even unto death of the life concerning the man he has composed.
ΚΕΦΑΛΑΙΟΝ Δʹ.
Chapter IV.
Εἰ δὴ οὖν ἐξὸν τὴν ἐπικατηγορουμένην ἡμῶν εὐχέρειάν τε καὶ κουφότητα, καὶ τὴν τοῦ Φιλαλήθους ἀκριβῆ καὶ βεβαίαν ἐφ' ἑκάστῳ παραθεῖναι κρίσιν, φέρε διαπυθώμεθα, οὐχ ὅστις θειότερος γεγόνοι· οὐδ' ὁποῖος θαυμασιώτερά τε καὶ πλείω διεπράξατο παράδοξα· οὐδ' ὡς μόνος παρὰ τοῖς ἀνέκαθεν, πρὸ μυρίων ὅσων γενομένων, Ἑβραίων σοφοῖς ὁ Σωτὴρ ἡμῶν καὶ Κύριος Ἰησοῦς Χριστὸς ἥξειν ἐς ἀνθρώπους κατὰ θείαν ἐπίπνοιαν προπεφήτευτο· οὐδ' ὡς πλείους ἐπὶ τὸν τῆς θείας διδασκαλίας αὐτοῦ λόγον προὐτρέψατο· οὐδ' ὡς γνησίους καὶ ὄντως ἀληθεῖς ἐκτήσατο φοιτητὰς, μονονουχὶ καὶ ὑπεραποθνήσκειν ἑτοίμως τῶν λόγων αὐτοῦ παρεσκευασμένους· οὐδ' ὡς μόνος σώφρονος βίου διδασκαλεῖον, καὶ ἐς τὸν μετέπειτα χρόνον, ξυνεστήσατο· οὐδ' ὡς τῇ ἰδίᾳ θεότητί τε καὶ ἀρετῇ πᾶσαν ἔσωσε τὴν οἰκουμένην, καὶ εἰσέτι καὶ νῦν μυρία πλήθη πανταχόθεν ἐπὶ τὴν θείαν ἑαυτοῦ διδασκαλίαν ἐπαγόμενος· οὐδ' ὡς τῶν πώποτε μόνος πρὸς ἁπάντων, σχεδὸν εἰπεῖν, ἀνθρώπων, ἀρχόντων τε καὶ ἀρχομένων, πλείστοις ἔθεσιν ἤδη πολεμούμενος, κρείττων, καὶ πολὺ δυνατώτερος τῶν πικρῶς ἐλαυνόντων ἀπίστων ἀποδέδεικται, θείᾳ καὶ ἀῤῥήτῳ δυνάμει τοὺς μὲν κατὰ καιρὸν ἐπανισταμένους αὐτοῦ τῇ θείᾳ διδασκαλίᾳ μετιὼν ῥᾳδίως, τὸν δὲ παγέντα πρὸς αὐτοῦ καὶ παραδοθέντα θεῖον λόγον ἐς ἄπειρον αἰῶνα καθ' ὅλης κρατύνων οἰκουμένης· οὐδ' ὡς εἰσέτι καὶ νῦν τῆς ἐνθέου δυνάμεως τὴν ἀρετὴν ἐπιδείκνυται, μοχθηρούς τινας, καὶ φαύλους δαίμονας, ψυχαῖς ἀνθρώπων καὶ σώμασιν ἐφεδρεύοντας, ἀπελαύνων διὰ μόνης τῆς ἀῤῥήτου προσηγορίας αὐτοῦ, ὡς αὐτῇ πείρᾳ κατειλήφαμεν· ταῦτα γὰρ περὶ τοῦ Ἀπολλωνίου ζητεῖν, μὴ καὶ τὸ ἐρωτᾷν ἀνόητον· μόνην δὲ ἐπισκεψώμεθα τὴν τοῦ Φιλοστράτου γραφὴν, δι' ἧς εὐθυνοῦμεν, ὡς οὐχ ὅτι γε ἐν φιλοσόφοις, ἀλλ' οὐδ' ἐν ἐπιεικέσι, καὶ μετρίοις ἀνδράσιν ἄξιον ἐγκρίνειν, οὐχ ὅπως τῷ Σωτῆρι ἡμῶν Χριστῷ παρατιθέναι τὸν Ἀπολλώνιον, ὅσον ἐπὶ τῇ γραφῇ τοῦ παρὰ τῷ Φιλαλήθει παιδεύσεως μὲν ἐπὶ πλεῖπτον ἥκοντος, τὸ δ' ἀληθὲς μὴ τιμῶντος ξυγγραφέως. Τοιοῦτος γὰρ ἦν μετὰ τῶν ἄλλων καὶ ὁ
If indeed, then, it is permitted to set side by side the facility and levity charged against us, and the accurate and firm judgement of the Lover of Truth upon each matter, come, let us inquire, not who may have been more divine; nor which of the two wrought more marvellous and more numerous wonders; nor how alone among the wise men of the Hebrews from of old, who lived countless ages before, our Saviour and Lord Jesus Christ had been prophesied by divine inspiration as about to come among men; nor how He urged far more people towards the word of His divine teaching; nor how He gained genuine and truly sincere disciples, all but prepared even to die readily on behalf of His words; nor how He alone established a school of a temperate life even for time hereafter; nor how by His own divinity and virtue He saved the whole inhabited world, even still now bringing myriad multitudes from everywhere to His own divine teaching; nor how alone of all who ever lived, though warred against already in very many ways by almost all men, so to speak, both rulers and ruled, He has been shown superior and far mightier than the unbelievers who bitterly persecute [Him], by a divine and ineffable power easily pursuing those who from time to time rise up against His divine teaching, while strengthening throughout the whole inhabited world unto boundless ages the divine word fixed and handed down by Him; nor how even still now He displays the virtue of His divinely inspired power, driving away certain wicked and base demons that lie in wait for men's souls and bodies through His ineffable name alone, as we have apprehended by experience itself; for to seek these things concerning Apollonius—surely even to ask the question is foolish; but let us examine only the writing of Philostratus, through which we shall prove that it is right to reckon Apollonius not only not among philosophers, but not even among decent and moderate men, much less to set him beside our Saviour Christ, so far as rests upon the writing of the author who according to the Lover of Truth has attained very far in education, yet does not honour the truth. For such was, along with the others, also the
Notes, col. 801

On the reading

Printed πλεῖπτον, for πλεῖστον.

PG 22:804Read from the page
Ἀθηναῖος Φιλόστρατος· ἐξ οὗ ῥᾳδίως ἂν καταμάθωμεν καὶ τῶν λοιπῶν, τῶν κατ' αὐτὸν παιδεύσεως μὲν ἐπὶ πλεῖστον ἡκόντων, αὐτὸ δὲ τὸ ἐξητασμένως μὴ ἀπηκριβωμένων τῆς κατὰ τὸν Ἀπολλώνιον ἱστορίας. Τούτων γὰρ ἡμῖν διευκρινηθέντων, ὁμοῦ τοῦ τε Φιλαλήθους, τὰ ἀνωτάτω τε καθ' ὅλων δικαστήρια διειληφότος, ἢ κατὰ Χριστιανῶν βεβαία, καὶ ὡς αὐτὸς ἑαυτῷ δοκεῖ, ἀκριβὴς ἐφ' ἑκάστῳ κρίσις, φανερὰ καταστήσεται· ἡμῶν τε αὖ, οἳ μωροὶ καὶ βεβουκολημένοι νενομίσμεθα παρ' αὐτοῖς, ἡ πρὸς αὐτῶν ἐπικαλουμένη εὐχέρειά τε καὶ κουφότης.
Athenian Philostratus; from whom we may easily learn also about the rest, who according to him have attained very far in education, yet have not worked out with tested accuracy the very matter of the history concerning Apollonius. For when these things have been sifted by us, at once both the firm and, as he seems to himself, accurate judgement upon each matter against Christians on the part of the Lover of Truth, who has been allotted the supreme courts of justice over all, will become manifest; and on our side in turn, who have been deemed fools and deluded among them, the facility and levity imputed by them.
ΚΕΦΑΛΑΙΟΝ Εʹ.
Chapter V.
Ἄλλος μὲν οὖν, ὁμόσε χωρῶν, αὐτόθεν διέβαλλεν ἂν βλασφημῶν, ὡς ἐχθρὸν αὐτῷ καὶ πολέμιον, τὸν καθ' οὗ τὸν λόγον ἐποιεῖτο· ἐγὼ δὲ, ὦ ἑταῖρε, σοφόν τινα τὰ ἀνθρώπινα τὸν Τυανέα γεγονέναι ἡγούμην, καὶ ἔτι γε αὐτῆς ἔχεσθαι διανοίας ἑκὼν εἶναι βουλοίμην, καί σοι μὲν αὐτὸς ἐμαυτοῦ περὶ αὐτοῦ δόξαν ἐκθείην ἂν ἐρωτῶντι. Φιλοσόφων μὲν ὅτῳ τις βούλοιτο καταλέγειν τὸν ἄνδρα, παρὰ μηδὲν διενοχλοῦντα ταῖς περὶ αὐτοῦ μυθολογίαις, ἔστω· εἰ δ' ὑπερπηδᾷν τοὺς ὅρους, καὶ φιλοσοφίας ὑπέρτερα φρονεῖν, εἴτε τις Δάμις Ἀσσύριος, εἴτε Φιλόστρατος, εἴτε τις ξυγγραφεὺς, ἢ λογογράφος θρασύνοιτο, λόγῳ μὲν ἐκτρεπόμενος γοητείαν, ἔργοις δὲ πλέον ἢ ῥήμασιν ἐπιφορτίζων τὸν ἄνδρα, προσωπείου δίκην τὴν Πυθαγόρειον ἐπιμορφαζόμενος ἀγωγήν· οἰχήσεται μὲν ἡμῖν οὐ φιλόσοφος, ὄνος δὲ τῇ τοῦ λέοντος ἐπικρυπτόμενος δέῤῥει, σοφιστής τις ἀληθῶς ἀγείρων κατὰ τὰς πόλεις, αὐτό τε τοῦτο, γόης ἀτεχνῶς ἀντὶ φιλοσόφου φωραθήσεται.
Another man, then, coming to close quarters, would straightway have traduced with reviling, as an enemy and foe to him, the one against whom he was making his discourse; whereas I, O friend, used to consider the man of Tyana to have been a kind of sage in human affairs, and willingly would I still hold to the same opinion, and to you, if you ask, I myself would set forth my own judgement concerning him. With whichever of the philosophers anyone might wish to enrol the man, troubling us not at all with the mythical tales about him, so let it be; but if anyone—whether a certain Damis the Assyrian, or Philostratus, or any historian or prose-writer—should embolden himself to leap over the bounds and entertain thoughts higher than philosophy, in word shunning sorcery, yet in deeds more than in words burdening the man with it, fashioning upon him the Pythagorean way of life after the manner of a mask; he will pass off from us no philosopher, but an ass concealed beneath the lion's hide, a sophist truly begging from city to city, and this very thing, a downright sorcerer instead of a philosopher, will he be detected to be.
Notes, col. 804

On the reading

Printed ἢ, for ἡ.

PG 22:805Read from the page
ΚΕΦΑΛΑΙΟΝ Ϛʹ.
Chapter VI.
Πῶς δὲ τοῦτό φημι, καὶ πόθεν ὁρμώμενος, ἐρωτᾷς, μάνθανε. Ὅροι φύσεως, ἀρχὰς, καὶ μέσα, καὶ τέλη τῆς τῶν ὅλων οὐσίας περιειληφότες, μέτρα καὶ θεσμοὺς ἅπασι, δι' ὧν τόδὲ τὸ πᾶν μηχάνημά τε καὶ ἀρχιτεκτόνημα τοῦ παντὸς κόσμου τελεσιουργεῖται. Διατεθεῖναί τε νόμοις ἀλύτοις, καὶ δεσμοῖς ἀῤῥήκτοις τῆς τὰ πάντα οἰκονομούσης Προνοίας, τὸ πάνσοφον βούλημα διαφυλάττοντες. Οὔκουν κινήσειέ τι, καὶ μεταθείη τῆς τάξεως, τῶν ἅπαξ διατεθειμένων. Κεκράτηται δ' οὖν θεσμῷ φύσεως τὸν θεῖον ὑπεραναβαίνειν νόμον πᾶς, ὅτῳ τις θρασύτερος τοῦ ἐπέκεινα βαίνειν ἔνεστι πόθος. Οὔτ' οὖν παρὰ φύσιν ὁ ἔνυδρος, ἐπὶ τὴν χέρσον μεταβὰς, βιῶναι δυνήσεται ἰχθύς· οὐ τὸ ἐν χέρσῳ τραφὲν τοῖς ὕδασι καταδύσεται, τὴν ἐκεῖσε διηνεκῆ μονὴν ἀσπαζόμενον· οὐ, μέγα πηδήσας, μετέωρός τις τῶν ἐπὶ γῆς ἀρθήσεται πρὸς ἀέρα, ξυμπεριπολεῖν ἀετοῖς ἐπιθυμῶν· καὶ μὴν κεῖνοί γε, κἂν ἐπὶ γῆς ἔλθοιεν, βρίσαντες ἐπὶ τὸ κάτω τὴν δύναμιν, καὶ τοῦ πτεροῦ χαλάσαντες, καὶ ἀνέντες τὴν φύσιν· ἐπεὶ καὶ τοῦτο θείοις ὥρισται νόμοις, τοῦ ὕψους τὸ μετέωρον ὑποκαταβαίνειν δύνασθαι· οὐ μὴν καὶ ἔμπαλιν τὸ ταπεινὸν καὶ γεῶδες ἐπὶ τὸ μετέωρον αἴρεσθαι. Ταύτῃ δὴ καὶ τὸ θνητὸν ἀνθρώπων γένος, ψυχῆς μετέχον καὶ σώματος, ὅροις περιγέγραπται θείοις. Οὔτ' οὖν τῷ σώματι δι' ἀέρος ἔλθοι ποτὲ, τῶν ἐπὶ γῆς καταφρονήσας διατριβῶν, μὴ οὐχὶ τοὐπίτιμον αὐτίκα τῆς ἀνοίας παρασχών· οὐ τὴν ψυχὴν ἀρθεὶς φρονήματι καθίξεται τῶν ἀνεφίκτων, ἢ μελαγχολίας νοσήματι ἂν περιπέσοι. Σωφρονοῖ δ' ἂν ἀρτίοις μὲν τὸ σῶμα ποσὶν ἐπὶ γῆς φερόμενος, τὴν δὲ ψυχὴν παιδείᾳ καὶ φιλοσοφίᾳ σκηρίπτων. Εὔξαιτο δὲ καί τινα ξυνεργὸν ἄνωθέν ποθεν ἐκ τῶν κατ' οὐρανὸν διατριβῶν ἐλθεῖν, καὶ τῆς ἐκεῖσε διδάσκαλον αὐτῷ φανῆναι σωτηρίας. Ἐῤῥωμένῳ γάρτοι παραδείγματι, νοσοῦντι μὲν τὸν ἰατρὸν ἐπιφοιτᾷν θέμις, καὶ τὸν διδάσκαλον εἰσαγομένῳ τοῖς μαθήμασι ξυμφέρεσθαι, καὶ τὸν ἄνω που, καὶ ἐν ὕψει, ξυγκατιέναι τοῖς ταπεινοῖς· οὐ μὴν καὶ ἀνάπαλιν. Ὅθεν δὴ θείαν μὲν φύσιν, εὐεργέτιν οὖσαν, καὶ σώτειραν, καὶ προνοητικὴν τῶν ὄντων, ἀνθρώποις ποτὲ ἐς ὁμιλίαν ἐλθεῖν, οὐδεὶς ἂν ἀπείργοι λόγος, ὅρῳ θείας προνοίας καὶ τούτου ξυγκεχωρημένου. «Ἀγαθὸς γὰρ ἦν» κατὰ τὸν Πλάτωνα· «ἀγαθῷ δὲ οὐδεὶς περὶ οὐδενὸς ἐγγίνεται φθόνος.» Οὔκουν
How I say this, and starting from what grounds, you ask; learn. There are bounds of nature that have encompassed the beginnings, and middles, and ends of the substance of all things, measures and ordinances for all, through which this whole fabric and architectural work of the entire cosmos is brought to perfection. And [they are] set in place by indissoluble laws and unbreakable bonds of the all-dispensing Providence, guarding the all-wise counsel. Nothing, therefore, could move or transpose out of its order aught of the things once for all arranged. Held back, accordingly, by the ordinance of nature from mounting above the divine law is everyone in whom there is some over-bold desire of stepping beyond. Neither, therefore, contrary to nature will the water-dwelling fish, having crossed over onto dry land, be able to live; nor will the creature reared on dry land plunge beneath the waters, welcoming a perpetual abode there; nor, having leaped high, will anyone of those upon earth be lifted aloft into the air, desiring to wheel around together with eagles; and yet those indeed might even come upon earth, weighing their force downwards, and slackening the wing, and relaxing its nature; since this too has been ordained by divine laws, that what is aloft can descend from the height, yet not conversely that what is lowly and earthly should be raised aloft. In this way indeed the mortal race of men also, partaking of soul and body, has been circumscribed by divine bounds. Neither, therefore, with his body could he ever pass through the air, having disdained the haunts upon earth, without straightway paying the penalty of his folly; nor, lifted up in soul by pride, will he attain the unattainable, or else he would fall into a disease of melancholy. Rather would he be of sound mind if as to his body he moves upon earth on sound feet, while supporting his soul with education and philosophy. And he might pray also that some helper come from somewhere above out of the haunts in heaven, and appear to him as a teacher of the salvation there. For indeed, by a strong example, it is right for the physician to visit the sick man, and for the teacher to accommodate himself to the beginner in studies, and for the one somewhere above and on high to condescend to the lowly; yet not conversely. Whence indeed no reason could forbid that a divine nature, being beneficent, and saving, and provident for existing things, should at times come into converse with men, this too having been granted by an ordinance of divine providence. "For He was good," according to Plato; "and in the good no envy ever arises concerning anything." Not, therefore,
Notes, col. 805

On the reading

Printed τόδὲ, for τόδε.

Printed Διατεθεῖναί, for Διατέθεινταί.