«Ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῷ Κυρίῳ· ἐνέδυσε γάρ με ἱμάτιον σωτηρίου, καὶ χιτῶνα εὐφροσύνης· περιέθηκέ μοι ὡς νυμφίῳ μίτραν, καὶ ὡς νύμφην κατεκόσμησέ με κόσμῳ. Καὶ ὡς γῆν αὔξουσαν τὸ ἄνθος αὐτῆς, καὶ ὡς κῆπος τὰ σπέρματα αὐτοῦ ἀνατέλλει, οὕτως ἀνατελεῖ Κύριος Κύριος δικαιοσύνην, καὶ ἀγαλλίαμα ἐναντίον πάντων τῶν ἐθνῶν.» Ἡ τοῦ Κυρέου ἡμῶν Ἰησοῦ Χριστοῦ ψυχὴ, περὶ ἧς ἔλεγε τό· «Περίλυπός ἐστιν ἡ ψυχή μου,» καὶ τό· «Νῦν ἡ ψυχή μου τετάρακται,» ἐπ’ οὐδενὶ τῶν γενητῶν ἀγαλλιᾷ καὶ εὐφραίνεται, ἢ ἐπὶ μόνῳ τῷ Πατρὶ καὶ Κυρίῳ· ἐνέδυσε γάρ τοι αὐτὸν τὸ τῆς θεότητος ἱμάτιον, καὶ τὸν τῆς ἀληθοῦς καὶ τελείας εὐφροσύνης χιτῶνα· ἀλλὰ καὶ ἡ (ὁ) μὲν νυμφίος ὑπῆρχε τῆς μὴ ἐχούσης σπῖλον ἢ ῥυτίδα νύμφης Ἐκκλησίας, ὡς νυμφίῳ μίτραν αὐτῇ (ᾧ) περιέθηκεν, ἡ δὲ νύμφη τῆς ἀνωτάτω τοῦ ψόγου θεότητος, ἣν ὡς νύμφην αὐτὴν κατεκόσμησε τῷ πρέποντι πνεύματι Κυρίῳ(ου) κόσμῳ· ἀλλὰ καὶ ὡς εὔφορον καὶ ἀγαθὴν γῆν ἐγεώργησεν αὐτὴν, ἔτι τε ὡς κῆπον αὔξοντα καὶ θάλλοντα τοῖς ἐν αὐτῷ βλαστήμασι, οἷς καὶ ὁ μέγας τοῦ Θεοῦ παράδεισος καταπεφυτεῦσθαι λέγεται. Ἔσται δὲ ταῦτα, φησὶν, ἐπεὶ δίκαιος ὢν Κύριος, καὶ οὐ μόνον Ἰουδαίων, ἀλλὰ καὶ ἐθνῶν ὑπάρχων Θεὸς, ἀνέτειλε τὴν ἑαυτοῦ δικαιοσύνην, τοῦτ’ ἔστι τὸν Χριστὸν αὐτοῦ, ἐναντίον πάντων τῶν δι’ αὐτοῦ πιστευόντων ἐθνῶν.
"Let My soul exult in the Lord; for He has clothed Me with a garment of salvation, and a tunic of gladness; He has placed a mitre around Me as upon a bridegroom, and as a bride He has adorned Me with adornment. And as the earth making its flower grow, and as a garden makes its seeds spring up, so the Lord, the Lord, will cause righteousness to spring up, and exultation before all the Gentiles." The soul of our Lord Jesus Christ, concerning which He uttered the saying: "My soul is deeply grieved," and the saying: "Now is My soul troubled," exults and rejoices in no created thing save in the Father and Lord alone; for indeed He clothed Him with the garment of deity, and the tunic of true and perfect gladness; moreover, on the one hand she (or: He) was the Bridegroom of the bride the Church, which has neither spot nor wrinkle, around her (or: Whom) as a bridegroom He placed a mitre, and on the other hand [she is] the bride of the deity that is far above all reproach, whom as a bride He adorned with the adornment befitting the Spirit to the Lord (or: of the Lord); and furthermore He cultivated her like a fruitful and good land, and also like a garden growing and flourishing with the shoots within it, wherewith the great paradise of God also is said to have been planted. And these things shall be, it says, since the Lord, being righteous, and being the God not of Jews only, but also of Gentiles, has caused His own righteousness—that is, His Christ—to spring up before all the Gentiles who believe through Him.
«Ἄρατε σύσσημον εἰς τὰ ἔθνη. Ἰδοὺ γὰρ, Κύριος ἐποίησεν ἀκουστὸν ἕως ἐσχάτου τῆς γῆς. Εἴπατε τῇ θυγατρὶ Σιών· Ἰδού σοι ὁ Σωτὴρ παραγέγονεν ἔχων τὸν ἑαυτοῦ μισθὸν μετ’ αὐτοῦ, καὶ τὸ ἔργον αὐτοῦ πρὸ προσώπου αὐτοῦ· καὶ καλέσει αὐτὸν λαὸν ἅγιον, λελυτρωμένον ὑπὸ Κυρίου· σὺ δὲ κληθήσῃ ἐπιζητουμένη πόλις, καὶ οὐκ ἐγκαταλελειμμένη.» — «Τίς οὗτος ὁ παραγενόμενος ἐξ Ἐδὼμ, ἐρύθημα ἱματίων αὐτοῦ ἐκ Βοσόρ; Οὕτως ὡραῖος ἐν στολῇ αὐτοῦ, βίᾳ μετὰ ισχύος; Ἐγὼ διαλέγομαι δικαιοσύνην καὶ κρίσιν σωτηριου. Διὰ τί σου ἐρυθρὰ τὰ ἱμάτια, καὶ τὰ ἐνδύματά σου ὡς ἀπὸ πατητοῦ ληνοῦ; Πλήρης καταπεπατημένης, καὶ τῶν ἐθνῶν οὐκ ἔστιν ἀνὴρ μετ’ ἐμοῦ, καὶ κατεπάτησα αὐτοὺς ἐν θυμῷ μου.» Πάλιν ἐνταῦθα ἡ προφητεία παρακελεύεται λαβεῖν σύσσημον περὶ τῆς ἐξ ἐθνῶν Ἐκγλησίας, ὑπισχνουμένη ἐξάκουστόν τι ποιήσειν τὸν Κύριον ἕως ἐσχάτου τῆς γῆς· ὃ καὶ πέρας εἴληχεν (φεν) ἐπὶ τῇ τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ παρουσίᾳ, εις πᾶσαν τὴν γῆν ἐξελθόντος τοῦ φθόγγου τῶν ἀποστόλων αὐτοῦ, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τῶν ῥημάτων αὐτῶν. Ἑξῆς εἴρηται· «Εἴπατε ταῖς θυγατράσι Σιών.» (δηλαδὴ ταῖς ἐξ ἐθνῶν Ἐκκλησίαις· αὗται γάρ τοι θυγατέρες ἂν εἶεν τῆς ἐπουρανίου Σιὼν, «ἥτις ἐστὶ μήτηρ ἡμῶν» κατὰ τὸν Ἀπόστολον·) «Ἰδού σοι ὁ Σωτὴρ παραγίνεται ἔχων τὸν ἑαυτοῦ μι-
"Lift up a standard unto the Gentiles. For behold, the Lord has made it heard unto the end of the earth. Say to the daughter of Zion: Behold, your Saviour has arrived, having His own reward with Him, and His work before His face; and He shall call it a holy people, redeemed by the Lord; and you shall be called a city sought out, and not forsaken." — "Who is this Who has arrived from Edom, the redness of His garments from Bozrah? So comely in His robe, with force accompanied by strength? I speak of righteousness and a judgement of salvation. Why are your garments red, and your raiment as from a trodden winepress? Full of what has been trodden down, and of the nations there is no man with Me, and I trampled them down in My wrath." Again here the prophecy exhorts to take up a standard concerning the Church from the Gentiles, promising that the Lord will make something heard abroad unto the end of the earth; which also has obtained (or: received) fulfilment at the coming of our Saviour Jesus, when the sound of His apostles went forth into all the earth, and their words unto the ends of the inhabited world. Next it is said: "Say to the daughters of Zion." (plainly to the Churches from the Gentiles; for these indeed would be daughters of the heavenly Zion, "which is our mother" according to the Apostle:) "Behold, your Saviour arrives having His own re-