λιστα ἀπὸ τοῦ, « Μνησθήσονται καὶ ἐπιστραφήσονται πρὸς Κύριον πάντα τὰ πέρατα τῆς γῆς· καὶ προσκυνήσουσιν ἐνώπιον αὐτοῦ πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν,» μέχρι τοῦ, « Ἀναγγελήσεται τῷ Κυρίῳ γενεὰ ἡ ἐρχομένη, καὶ ἀναγγελοῦσι τὴν δικαιοσύνην αὐτοῦ λαῷ τῷ τεχθησομένῳ, ὃν ἐποίησεν ὁ Κύριος. » Παριστάτωσαν γὰρ τὴν τότε μὲν μὴ ὑπάρχουσάν πω γενεὰν, ἥξειν δὲ εἰς μέλλοντα χρόνον προφητευομένην· καὶ τὸν πρότερον μὲν μηδέπω ὄντα λαὸν, τεχθήσεσθαι δὲ ἐν τοῖς μετέπειτα χρόνοις προορώμενον· λεγέτωσάν τε τί ἂν εἴποιεν περὶ τῆς διὰ Ιησοῦ Χριστοῦ τοῦ Σωτῆρος ἡμῶν συστάσης ἐκ πάντων τῶν ἐθνῶν Ἐκκλησίας· ἆρα γὰρ ἐπὶ τοῖς τοσούτοις πλήθεσι τῶν διὰ τοῦ Χριστοῦ τὸν τῶν ὅλων Θεὸν ἐπεγνωκότων οὐκ ἂν ὁμολογήσαιον πεπληρῶσθαι τὸ, « Μνησθήσονται καὶ ἐπιστραφήσονται πρὸς Κύριον πάντα τὰ πέρατα τῆς γῆς· » καὶ τὸ, « Προσκυνήσουσιν ἐνώπιον αὐτοῦ πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν. » Ἀλλὰ γὰρ ὥρα τοῖς εὐγνωμονεῖν ἐθέλουσιν, οὐκ ἐπ' ἄλλου τινὸς ἢ ἐπὶ μόνου τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ὁμολογεῖν πεπληρῶσθαι τὴν προφητείαν, οὗ κατὰ τὴν παρουσίαν αὐτοῦ καὶ ἡ τῶν ἐθνῶν ἐπιστροφὴ γίγνεσθαι ἤρξατο, παραγενομένης τῆς προφητευθείσης γενεᾶς, καὶ τοῦ λαοῦ τοῦ τεχθήσεσθαι οὐ μόνον ἐνταῦθα προδηλουμένου, ἀλλὰ καὶ ἐν ἑκατόστῳ πρώτῳ ψαλμῷ, διὰ τοῦ, « Γραφήτω αὕτη εἰς γενεὰν ἑτέραν· καὶ λαὸς ὁ κτιζόμενος αἰνέσει τὸν Κύριον.» Οὗτος δέ ἐστι περὶ οὗ καὶ ἐν ιζʹ εἴρητο, « Λαὸς ὃν οὐκ ἔγνων ἐδούλευσέ μοι· εἰς ἀκοὴν ὠτίου ὑπήκουσέ μου. » Τοῦτον οὖν τὸν Σωτῆρα καὶ Κύριον ἡμῶν, σάρκα ἀναλαβόντα καὶ δι' αὐτὴν « σκώληκα » χρηματίσαντα, « Ὄνειδός τε ἀνθρώπων γενόμενον καὶ ἐξουδένωμα λαοῦ, πάντες οἱ θεωροῦντές με ἐξεμυκτήρισαν,» μάλιστα κατὰ τὸν καιρὸν τοῦ πάθους, ὅτε τῶν ἐν τῇ προφητείᾳ τέλος ισχόντων οἱ παραπορευόμενοι ἐβλασφήμουν αὐτὸν καὶ ἐμυκτήριζον λέγοντες, « Ἄλλους ἔσωσε, σωσάτω ἑαυτόν· » τότε δὲ καὶ « Ἐλάλησαν ἐν χείλεσι καὶ ἐκίνησαν κεφαλὴν » ἑαυτῶν κατ' αὐτοῦ· αὐτοῖς ῥήμασιν εἰπόντες τὸ, « Ἤλπισεν ἐπὶ Κύριον, ῥυσάσθω αὐτὸν, σωσάτω αὐτὸν, ὅτι θέλει αὐτόν· » αὐτὰ γὰρ δὴ ταῦτα κατὰ τὸ πάθος εἰρῆσθαι ἐπ' αὐτῷ ἐν τοῖς Εὐαγγελίοις ἀναγέγραπται. Τούτῳ οὖν καὶ μόνῳ πρὸς τὸν Πατέρα λέγειν ἁρμόζει « Ὅτι σὺ εἶ ὁ ἐκσπάσας με ἐκ γαστρός· ἡ ἐλπίς μου ἀπὸ μαστῶν τῆς μητρός μου· ἐπὶ σὲ ἐπερῥίφην ἐκ μήτρας· ἐκ κοιλίας μητρός μου Θεός μου εἶ σύ. » Πλὴν ἐπὶ τούτοις ὁ λόγος ἡμᾶς παιδεύει, ὡς ἄρα καὶ δυνάμεις πονηραί τινες καὶ θηριώδεις ἐνήργησαν τὴν κατ' αὐτοῦ ἐπιβουλὴν, δι' ἃς καὶ ἔφασκε, « Περιεκύκλωσάν με μόσχοι πολλοί· ταῦροι πίονες περιέσχον με· » καὶ περὶ τῆς ἐπισυστάσης δὲ κατ' αὐτοῦ ἐκ περιτομῆς Συναγωγῆς φησιν, ὅτι « Ἐκύκλωσάν με κύνες πολλοί· συναγωγὴ πονηρευομένων περιέσχον με· οὗτοι δὲ καὶ ὤρυξαν οὐ μόνον« τὰς χεῖρας αὐτοῦ, ἀλλὰ καὶ τοὺς πόδας· » ἢ, κατὰ τὸν Ἀκύλαν, « ᾔσχυναν, » φήσαντα, « ᾔσχυναν χεῖράς μου καὶ πόδας μου· » ὃ καὶ ἀληθῶς ἐτελέσθη, ὅτε κρεμάσαντες
pecially from the verse, "All the ends of the earth shall remember and turn unto the Lord, and all the families of the nations shall worship before Him," as far as the verse, "A generation that is coming shall be declared to the Lord, and they shall declare His righteousness to a people that shall be born, whom the Lord has made." For let them present the generation not yet existing at that time, but prophesied as about to come at a future time, and the people previously not yet in being, but foreseen as about to be born in after times; and let them state what they would say concerning the Church brought together out of all the nations through Jesus Christ our Saviour; for in view of such great multitudes of those who through the Christ have come to know the God of all, would they not confess that there has been fulfilled the word, "All the ends of the earth shall remember and turn unto the Lord," and the word, "All the families of the nations shall worship before Him"? Indeed, it is high time for those who are willing to be fair-minded to confess that the prophecy has been fulfilled in no one else than in our Lord and Saviour Jesus Christ alone, at Whose coming the conversion of the nations also began to take place, when the prophesied generation arrived, and the people foretold as about to be born not only here, but also in the hundred and first psalm, through the verse, "Let this be written for another generation, and the people that is being created shall praise the Lord." And this is that concerning which in the 17th also it had been said, "A people whom I knew not served me; at the hearing of the ear it obeyed me." This our Saviour and Lord, therefore, having taken up flesh and because of it having been styled "a worm," and having become "a reproach of men and an outcast of the people, all who behold me mocked me," especially at the time of the passion, when, as the things in the prophecy took effect, those passing by blasphemed Him and mocked, saying, "Others He saved, let Him save Himself"; and then also "they spoke with lips and wagged" their "head" against Him, saying in the very words, "He hoped upon the Lord, let Him rescue Him, let Him save Him, because He desires Him"; for it is recorded in the Gospels that these very things were spoken over Him at the passion. To Him therefore, and to Him alone, does it belong to say unto the Father, "Because Thou are He Who drew me forth from the belly; my hope from my mother's breasts; upon Thee I was cast from the womb; from my mother's belly Thou are my God." Yet besides these things the word instructs us that certain wicked and beastly powers also wrought the plot against Him, on account of which He also said, "Many calves encircled me; fat bulls surrounded me"; and concerning the Synagogue of the circumcision that banded together against Him it says that "Many dogs encircled me; a synagogue of evil-doers surrounded me"; and these also pierced not only "His hands, but also His feet"; or, according to Aquila, who said "they disfigured," "they disfigured my hands and my feet"; which indeed was truly accomplished when, having hung